Ἀγέννητόν ἐστι μὲν οὖν, ἐῤῥέθη δὲ οὐδαμοῦ, οὐκ ἀπὸ τοῦ προφήτου, οὐκ ἀπὸ ἀποστόλου, οὐκ ἀπὸ εὐαγγελιστοῦ. Θαῦμα γὰρ οὐδὲ ἓν τοῦτο ἦν περὶ Θεοῦ λέγειν. Προσῆν γὰρ τῷ εὐσεβεῖ λογισμῷ ὑπ' αὐτοῦ τοῦ κατὰ τὴν φύσιν νόμου. Σὺ δὲ, Ἀέτιε, τοῦτο ἡμῖν καινοτομήσας, λέγειν, ὡς θαῦμα προσεισφέρειν σεαυτῷ νομίζεις. Συνέφυρας δὲ καὶ συνέμιξας τῷ εὐσεβεῖ τῆς φύσεως νόμῳ, καὶ τῷ τῆς πίστεως θεσμῷ, τῷ ἐπὶ προσθήκῃ βελτιώσεως ἐκ Θεοῦ κεχαρισμένῳ, τὸ τῷ ἀγεννήτῳ γεννητὸν ἐπινοῆσαι ἐξισούμενος τῷ ἀξιώματι, ἵνα ὁ παρὰ σοὶ προσκυνούμενος ἀνόμοιος ἴσος εὑρεθείη τῷ κατὰ σὲ ἀνομοίως κηρυττομένῳ. Εἰ μὲν οὖν προσκυνήσειας τὸν Πατέρα ψιλῇ ὀνομασίᾳ, ειρωνείᾳ τὴν τιμὴν προσήνεγκας· καὶ εἰ τὸν Υἱὸν προσκυνήσειας, ἀνόμοιον Πατρὶ ἐπιγινώσκων, σύγχυσιν εἰργάσω ἐν τῇ προσκυνήσει, ἀνόμοιον ἀνομοίου ἴσως τιμήσας· ει δὲ διὰ τὴν σοῦ πρόληψιν τῆς ἀπιστίας ἀρνήσει προσκυνεῖν Υἱῷ, ἐλεγχθήσῃ ὑπὸ πάντων, οὐκ ἐπιγνοὺς τὸν ὀφειλομένως ὑπὸ πάντων προσκυνούμενον καὶ ἴσον· προσκυνήσουσι γὰρ αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ προσεκύνησεν αὐτῷ Μαρία ἐνδόξως ἀναστάντι ἐν σαρκὶ, καὶ πάντες οἱ αὐτοῦ μαθηταί. Οὐ γὰρ ἔχει γεννητοῦ ὀνομασίαν, οὔτε κτιστοῦ, ἐκ Πατρὸς γεγεννημένον, ἴσασι, καὶ προσκυνοῦσιν ὄντα ἐξ ὄντος, καὶ τὸ ἐξ αὐτοῦ ἅγιον Πνεῦμα. Οἴδασι γὰρ αὐτὸν ἀλλότριον τῇ οὐσίᾳ ἀπὸ τῶν γεγονότων. Οὐ γάρ ἐστι γεννητὸς ἢ κτιστὸς, ἀλλὰ γεννητὸς ἐκ Πατρός. Διὸ περὶ πάντα καμὼν, καὶ πολλοὺς χρόνους ἀναλώσας, Ἀέτιε, καὶ λόγους ξένους παρεισενέγκας προσκυνήσεις αὐτῷ. Δεῖ γὰρ πάντας στῆναι ἐνώπιον τοῦ βήματος αὐτοῦ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς, ὁ οὐκ ἀλλότριος Θεοῦ ὢν, ἀλλὰ εἰς δόξαν Θεοῦ Πατρὸς, κατὰ τὸ γεγραμμένον καὶ πεπιστευμένον.
He is indeed ingenerate, yet this was spoken nowhere, neither by the prophet, nor by an apostle, nor by an evangelist. For it was no marvel at all to affirm this concerning God, inasmuch as it belonged to devout reasoning from the very law according to nature. But you, Aetius, having innovated in uttering this to us, suppose that you bring forward some marvel for yourself. Yet you have confounded and mingled with the devout law of nature, and with the ordinance of faith graciously bestowed by God for an increase of betterment, the contriving of the generate as made equal in dignity to the ingenerate, so that he who is worshipped among you as unlike might be found equal to Him Who according to you is proclaimed unlikely. If, therefore, you should worship the Father in bare naming alone, you have offered the honour in mockery; and if you should worship the Son while acknowledging Him as unlike the Father, you have wrought confusion in the worship, honouring the unlike equally with the unlike; but if through your preconception of unbelief you refuse to worship the Son, you will be refuted by all, not acknowledging Him Who is dutifully worshipped by all and equal; inasmuch as all God's angels shall adore Him. Mary also adored Him when He rose gloriously in the flesh, as did all His disciples. For they know that He bears no designation of originated or created, being begotten from the Father, and they worship Him as Being from Being, together with the Holy Spirit from Him. For they recognize Him as alien in essence from things that have come into being. For He is not originated or created, but begotten from the Father. Wherefore, after toiling over all things, spending many years, Aetius, and bringing in strange doctrines, you shall adore Him. For all must stand before His judgement-seat, and every tongue shall acknowledge that Jesus Christ is Lord—He Who is not alien to God—but unto the glory of God the Father, according to what is written and believed.
Ει ψιλὸν ὄνομά ἐστιν ἐπὶ Θεοῦ τὸ ἀγέννητον, ἡ δὲ ψιλὴ προφορὰ τὴν ὑπόστασιν τοῦ Θεοῦ ἐπαίρει κατὰ πάντων γεννητῶν· τιμιωτέρα ἄρα ἐστὶν ἡ ἀνθρώπων προφορὰ τοῦ παντοκράτορος, ὑποστάσεως ἀσυγκρίτῳ ὑπεροχῇ καλλωπίσασα Θεὸν τὸν παντοκράτορα.
If the ingenerate is a bare name in reference to God, and the bare utterance exalts the hypostasis of God above all originated things, men's utterance is therefore more precious than the Almighty, having adorned God the Almighty with incomparable superiority of hypostasis.