πος ψεύστης. Μετὰ καὶ τοῦ, Ἐταπεινώθην σφόδρα. Νῦν δὲ αὖθις τοῖς αὐτοῖς κατατριβόμενος, στερήσεως, ὀνομασίας τε καὶ ἕξεως, καὶ συλλογισμῶν ἀνθρωπίνης σφαλερᾶς ὑπονοίας, φόρτον προβαλλόμενος, καὶ πνευματικῶς ἀνακρινόμενος ἑαυτοῦ φείδεται ἀνακόψαι τὸ ἴδιον ὅρμημα τῆς ἐξ ἀνθρωπίνης πανουργίας ἀφ' ἧς περὶ Θεοῦ λέγειν ἃ βούλεται. Ἀλλὰ καὶ ἡμᾶς, καίπερ πολλὰ περὶ στερητικῶν διαλεχθέντας, ἀναγκάζει πάλιν τοῖς αὐτοῖς ἐμμένειν, καὶ ἐν ταῖς πρὸς αὐτὸν ἀνατροπαῖς κατατρίβεσθαι. Καὶ ἦν μὲν ἱκανὴ ἡ πρὸ ταύτης ἀνατροπὴ δυναμένη διὰ τὸ ὁμέρῥοπον καὶ ὁμώνυμον τοῦ συλλογιστικοῦ αὐτοῦ λόγου κατὰ τῶν ἀμφοτέρων φέρεσθαι. Ἀλλ' ἐπειδὴ μήτε ἵππον σιδηρόστομον ἀχαλίνωτον ἐᾷν, κἄν τε κατὰ βαράθρων φέρηται, κἄν τε ἀπὸ τοῦ ὁρμήματος ἤδη ἀνεκρούσθη, οὔτε ἀνδρὶ κατὰ τῆς πίστεως τὰ αὐτὰ λέγοντι συγχωρεῖν, καὶ μὴ πρὸς αὐτὸν λέγειν· αὖθις ἐροῦμεν, ὅτι, Εἰ μὲν αἱ στερήσεις ἕξεών εἰσιν ἀφαιρέσεις, τὸ ἐπὶ Θεοῦ ἀγέννητον ἤτοι στέρησίς ἐστιν ἕξεως, ἢ ἕξις στερήσεως. Καὶ πάλιν, Εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν ὡς προσὸν τῷ Θεῷ συναριθμηθήσεται;
being is false. Together also with: I was greatly abased. But now, busying himself once more with the same matters, putting forward a burden of privation, appellation and state, and of syllogisms of fallible human conjecture, and being spiritually scrutinized, he spares himself from curbing his own impulse of human craftiness whereby to say what he wishes about God. Moreover, although we have discoursed at length on privatives, he compels us again to dwell on the same points and wear ourselves out in refutations against him. And the preceding refutation was indeed sufficient, being able to be brought to bear against both owing to the equal drift and identical wording of his syllogistic argument. But since neither to leave a hard-mouthed horse unbridled, whether it rushes down precipices or has already been checked from its charge, nor to yield to a man saying the same things against the faith without answering him; we shall say again that, If privations are removals of states, the unbegotten applied to God is either a privation of a state or a state of privation. And again, If it is a privation of a state, how shall what is absent be reckoned to God as present?
Βʹ. Καὶ ἢ τοιούτως ἢ τοιούτως περὶ Θεοῦ σε διανοεῖσθαι, ὦ Ἀέτιε, καὶ ἕξεις περὶ τὸν Θεὸν τοπάζειν, ἔσται σοι μὲν ἡ διάνοια στερισκομένη. Ὅσα γὰρ ἂν ἐπαναβῇ ἡ καρδία σου πρὸς Θεὸν ἀποτίθεσθαι, πλὴν μόνου τοῦ πιστεύειν, καὶ ὑπερθαυμάζειν, καὶ ἐξ ὅλης διανοίας δοξάζειν, ἐλεγχθήσῃ Θεὸν μὲν μὴ δυνάμενος συλλογίζεσθαι, μήτε τὸν αὐτοῦ Υἱὸν, μήτε τὸ ἅγιον αὐτοῦ Πνεῦμα, ἵνα μή σε ὁ Θεὸς ἐλέγξῃ, καὶ ψεύστης γένῃ, κατὰ τὸ γεγραμμένον. Ἐν ἡμῖν γὰρ καὶ ἕξεις, καὶ τὰ θελήματα, καὶ αἱ διάνοιαι σφαλεραί· ἐπειδὴ φύσεώς ἐσμεν καὶ οὐσίας τοιαύτης. Φύσις δὲ λέγεται καὶ οὐσία Θεοῦ. Καὶ οὐ παρὰ τὸ φύσιν καὶ φύσιν ἡμᾶς ἀκούειν, καὶ οὐσίαν καὶ οὐσίαν, χρὴ τὸν ἀσύγκριτον Θεὸν τῇ ἡμετέρᾳ συγκρίνειν φύσει. Οὕτως καὶ ἐπὶ πᾶσιν, οἷς ἐὰν εἴπῃς περὶ Θεοῦ, ὦ Ἀέτιε, αὐτὸ ὅλον ἐστὶν ἀσύμπλοκον, ἀσύγκριτον, τέλειον ἐν ἑαυτῷ, μὴ ἐπιδεόμενόν τινος. Αὐτοαίσθησις γάρ ἐστι καὶ αὐτοθέλημα. Διὸ ἀσύγκριτον μονογενῆ Υἱὸν ἀσυγκρίτως γεννήσας, οὔτε τῆς ἑαυτοῦ ἐστέρηται οὐσίας, οὔτε τῆς ἑαυτοῦ γεγεννημένον, μόνον ἐκ μόνου, καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα, μὴ ἔχοντα πρὸς τὰ ἄλλα ἰσότητα ἢ ἀξιώματας, ἢ φύσεως, ἢ ἑτέρας τινὸς ὑποθέσεως, οὐχ ἑαυτὸ ἐστέρησεν, οὔτε κατὰ ἕξιν, οὔτε κατὰ οὐσίαν τῆς ἀσυγκρίτου αὐτοῦ θεότητος, οὔτε τὸ ἐξ αὐτοῦ, ὡς ἔφην, γέννημα ἐστέρηται τῆς τοῦ Πατρὸς ἀξίας καὶ ἰσότητος, ἀσύγκριτον ὂν, καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα πρὸς πᾶν ὁτιοῦν· ὅπερ ἐστὶ Τριὰς τελεία, τέλειος ὁ Πατήρ, τέλειος ὁ Υἱὸς, τέλειον τὸ ἅγιον Πνεῦμα, οὐ συναλοιφή τις οὖσα, οὐδὲ πρὸς ἑαυτὴν διαφυρομένη, οὐδέ τι ἐν ἑαυτῇ ἔχουσα ὑποβεβηκός, ἵνα μὴ τὸ διακρινόμενον ἀφανίζῃ τὸ ἀσύγκριτον, καὶ τὸ ἠλλοιωμένον στέρησιν τοῦ εἶναι ἐργάσηται, ἕξει μόνον λεγόμενον, καὶ οὐκ ἀλη-
2. And whether you think thus or so concerning God, O Aetius, and surmise states around God, your mind will be undergoing privation. For however much your heart mounts up to lay hold of God, apart from believing alone, and marvelling beyond measure, and glorifying with your whole mind, you will be convicted as unable to reason out God, nor His Son, nor His Holy Spirit, so that God may not reprove you and you be proved false, as it stands written. For in us states, and volitions, and thoughts are fallible; since we are of such a nature and substance. Yet nature and substance of God are also spoken of. And we must not, because we hear nature and nature, and substance and substance, compare the incomparable God with our nature. So too in all that you may say about God, O Aetius, that whole is uncompounded, incomparable, perfect in itself, needing nothing. For He is perception itself and will itself. Wherefore, having incomparably begotten an incomparable only-begotten Son, neither has He been deprived of His own substance, nor did He deprive Himself of His own—begotten alone from Him alone—and His Holy Spirit, Who have no equality with other things either in dignity, or in nature, or in any other respect, neither in state nor in substance of His incomparable deity; nor has the Offspring from Him, as I said, been deprived of the Father's dignity and equality, being incomparable—and His Holy Spirit as well—to anything whatsoever; which is a perfect Trinity, perfect the Father, perfect the Son, perfect the Holy Spirit, being no conflation, nor confounded with itself, nor having anything inferior within itself, lest what is divided efface the incomparable, and what is altered bring about privation of being, being spoken of in state alone, and not in tru-