Migne Reading Room

PG 42 · cols. 600–609 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:600Read from the page
μετάβολον εἰργάσατο τὰ εἰργασμένα. Εἶχε γὰρ ἐν ἑαυτῷ τὸ ἀεὶ δημιουργικὸν καὶ τέλειον, καὶ μηδεμιᾶς ἐπιδεόμενον προσλήψεως δόξης. Καὶ ὥσπερ ἐπὶ τῶν κτισμάτων οὐ δεῖ διανοούμενόν τινα περὶ Θεοῦ προσληπτικῆς ἕξεως, καὶ ἀξίας εἶναι τὸ ἀξίωμα τῆς οὐσίας, καὶ δόξης Θεοῦ· οὕτως ἀνακρουσθήσεται Ἀέτιος, βουλόμενος Θεὸν συλλογίζεσθαι κατὰ τὸ ἀγέννητον, καὶ γεννητὸν, κατὰ τὸν ἕξεως καὶ οὐσίας αὐτοῦ ἐπιφερόμενον ἡμῖν λόγον. Ὁμολογουμένων πάντων τῶν κεκτισμένων εἶναι ἀληθῶς· καὶ οὐχ ἕνεκεν προσλήψεως δόξης Θεῷ τῷ ἀνενδεεῖ ἐπινοηθέντων· ὥσπερ καὶ ἐπὶ τοῦ Μονογενοῦς καὶ ἐπὶ τοῦ ἁγίου αὐτοῦ Πνεύματος οὐ τὸ ἴσον ἐστι λέγειν τῶν κτιστῶν· ἀνένδεκτον γὰρ τοῦτο λέγειν. Ἀλλ' ἐπειδὴ συλλογισμοὺς ἥκει φέρων ἡμῖν Ἀέτιος μεταρσιολεκτῶν, καὶ πρὸς τὰ ἄνω τολμηρῶς ἀποτεινόμενος, ἀπὸ δὲ τῶν κάτω ἀντισυλλογιζόμενος κτισμάτων, καὶ αὐτὸς μηδὲν εὑρισκόμενος κατὰ τὸν συλλογιστικὸν αὐτοῦ λόγον. Ἥ τε γὰρ σοφία ἀνθρώπων παρέρχεται, ἥ τε συλλογιστικὴ λέξις ἀνθρώπων θάπτεται. Ἐξελεύσεται γὰρ τὸ Πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὸν χοῦν αὐτοῦ. Τὰ γὰρ συλλογιστικὰ πάντα τῶν ἀνθρώπων παρέρχεται, καὶ οἱ ἄνθρωποι μετὰ καὶ τῆς συλλογιστικῆς. Ἀετίου, καὶ κατὰ πίστεως τεχνικῆς ἐπιτηδεύσεως. Μένει δὲ ἡ ὑπ' αὐτοῦ συλλογιστικὴ πίστις, καὶ ἐλπὶς, καὶ ἀγάπη, κατὰ τὸ γεγραμμένον.
changeable did He fashion the things fashioned. For He possessed within Himself that which is ever creative and perfect, standing in need of no acquired addition of glory. And just as in the case of creatures one must not suppose regarding God that the dignity of God's essence and glory belongs to an adventitious habit and worth, so too shall Aetius be repulsed, who wishes to syllogize concerning God in terms of the unbegotten and the begotten, according to his argument about habit and essence adduced against us. Since all created things are admitted truly to exist, and not to have been devised for the sake of an added glory for God Who lacks nothing; just as also in the case of the Only-Begotten and in the case of His Holy Spirit it is not the same thing to speak as of created things; for to say this is inadmissible. But since Aetius has come bringing us syllogisms, prating of lofty things and rashly straining towards things above, while arguing in counter-syllogisms from creatures below, and being found naught himself in his syllogistic discourse. For both the wisdom of men passes away, and the syllogistic diction of men is buried. For his spirit shall go forth, and he shall return into his dust. For all the syllogistic devices of men pass away, and men themselves along with Aetius's syllogistic and artful practice contrived against faith. Yet there abides faith — assailed by his syllogisms — and hope, and love, according to what is written.
ΚΕΦΑΛΑΙΟΝ ΑΕΤΙΟΥ ΚΒʹ.
Chapter 22 of Aetius.
Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οἵα ἡ Θεοῦ παντοκράτορος, πῶς ἂν τὴν μὲν παθητὴν ἐρεῖ τις, τὴν δὲ ἀπαθῆ; Εἰ δὲ φύσεως ἀποκληρώσει ἀγεννήτου, ἡ μὲν διαμένει ποσότητος καὶ ποιότητος, καὶ, ἁπλῶς εἰπεῖν, πάσης μεταβολῆς ἀμείνων, ἡ δὲ παθῶν ὑπεύθυνός ἐστι, συγχωρηθεῖσα διὰ τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν, τῷ αὐτομάτῳ ἐπιτρέψαι τὸν φιλοῦντα κατὰ τὰ προειρημένα· ἢ τό γ' οὖν ἀκόλουθον, τὴν μὲν ποιοῦσαν ἀγέννητον εἰπεῖν, γεννητὴν δὲ τὴν μεταβαλλομένην.
If every essence is unbegotten, such as that of God Almighty, how could anyone call the one passible, and the other impassible? And if by an allotment of unbegotten nature the one abides superior to quantity and quality and, simply to say, to all change, while the other is liable to passions — granted on account of possessing invariability in essence — that he who so pleases should commit matters to chance, as aforesaid; or at any rate it follows to call that which acts unbegotten, and that which undergoes change begotten.
Ἀνατροπὴ ΚΒʹ.
Refutation 22.
Αʹ. Οὐ πᾶσαν οὐσίαν εἶναι λέγομεν ἀγέννητον, οὐδὲ πᾶσαν ἐκ Θεοῦ γεννητήν· ὅτι ὁ γεννήσας τὸν ἐξ αὐτοῦ γεγεννημένον, καὶ ἀποστείλας ἐξ αὐτοῦ τὸ ἅγιον Πνεῦμα αὐτοῦ, Πνεῦμα τῶν Υἱοῦ μετέχον, οὐ πάντας ἐγέννησεν, ἀλλ' ἕνα· διὸ Μονογενής· καὶ ἓν ἐξ αὐτοῦ ἀπέστειλεν· διὸ ἅγιον Πνεῦμα. Ἔκτισε δὲ διὰ τοῦ ἑνὸς, καὶ ἐστερέωσεν ἐν τῷ ἑνὶ τοὺς πάντας· τοὺς μὲν γεννῶντας, καὶ μετὰ κτίσιν γεγεννημένους, τοὺς δὲ κτισθέντας, μήτε γεννῶντας, μήτε γεγεννημένους. Πολὺ δὲ ἀφέστηκεν ἡ ἄκτιστος τῆς Τριάδος οὐσία τῶν ἀπὸ τῆς Τριάδος κτισθέντων, καὶ
1. We do not say that every essence is unbegotten, nor that every essence is begotten from God; because He Who begot Him Who has been begotten from Him, and sent forth from Himself His Holy Spirit — a Spirit partaking of the things of the Son — did not beget all, but One, wherefore He is Only-Begotten; and One He sent forth from Himself, wherefore He is the Holy Spirit. And He created through the One, and established in the One, all beings: some begetting and begotten after creation, and others created, neither begetting nor begotten. Yet far removed is the uncreated essence of the Trinity from the things created by the Trinity, and
PG 42:601Read from the page
οὐκ ἀπὸ τῆς Τριάδος γεννηθέντων. Διὸ ἔχει ἡ Τριὰς τὸ ἀπαθὲς καὶ ἀπαράλλακτον, τὰ δὲ πάντα τὰ μετὰ τὴν Τριάδα πάθει ὑποκείμενα· εἰ μή τι ἂν δωροῖτο ὁ ἀπαθὴς τὸ ἀπαθὲς διὰ τῆς ἀφθαρσίας, οἷς βούλεται κατὰ δωρεὰν χαρίσασθαι ἀφθόνως. Οὐκ ἔχουσι δὲ τὸ ἄφθαρτον ἐξ ἀσωμάτου φύσεως, ἀλλ' ἐξ ἀφθονίας τοῦ ἀγαθοῦ καὶ ἀπαθοῦς Θεοῦ. Καὶ γὰρ οὔτε τὸ παθεῖν τὸν Μονογενῆ ἐν σαρκὶ πάθος περιποιεῖται τῇ αὐτοῦ θεότητι, καίτοι γε ἐξ ἀληθινῆς ὁμολογίας πιστευόμενον ἀπὸ τῆς ἀληθινῆς πίστεως, ὅτι πέπονθεν ὁ ἀπαθὴς Θεὸς ὢν Λόγος. Ἔμεινε δὲ ἐν ἀπαθείᾳ ὁ αὐτὸς μὴ τραπεὶς τὴν φύσιν, μήτε ἠλλοιωμένος. Διὸ σοφία ὢν, καὶ Θεὸς ἀπαθὴς ὢν, καὶ εἰδὼς, ὅτι διὰ πάθους σώζει τοὺς τὰ πάθη ἔχοντας τοῦ θανάτου, οὐ πρέσβυν ἀπέστειλεν, οὐκ ἄγγελον, οὔτε ἔστιν ὡς τοὺς πρὸ αὐτοῦ προφήτας· ἀλλ' αὐτὸς Κύριος ἦλθε, καὶ τὸ παθητὸν λαβὼν ἐν ἑαυτῷ ἀληθινῶς πέπονθε, τῆς θεότητος αὐτοῦ ἀπαθοῦς μενούσης. Οὐ γὰρ ἡ ἔνσαρκος παρουσία ἤμβλυνε τὴν δύναμιν τῆς αὐτοῦ θεότητος. Εὑρίσκεται γὰρ ἐν τῇ αὐτοῦ θεότητι τὰ τοῦ Θεοῦ ἐνεργῶν, καὶ μὴ ἀπὸ σαρκὸς ἀποκλειόμενος, ἀνέμῳ μὲν ἐπιτιμῶν, καὶ κλύδωνι, καὶ θαλάσσῃ, Λάζαρον δὲ αὐθεντίᾳ ἰδίᾳ καλῶν, καὶ ἄλλα μυρία, καὶ ἐπέκεινα τούτων ποιῶν· ὃς καὶ συνεχώρει μὲν τὰ κατὰ τὸ εὔλογον τῇ σαρκὶ, ὡς καὶ διαβόλῳ πειράζειν, καὶ ἀνθρώποις παίειν, καὶ τοῖς συλλαμβάνουσι τὸ ἁλίσκειν· ἵνα ἐν τῷ παθητῷ ὁ ἀπαθὴς πάθῃ, ἀπαθὴς μένων ἐν τῇ ἰδίᾳ θεότητι ὢν, οὐκ ἀλλότριος τοῦ ἀπαθοῦς Θεοῦ, ἑκουσίως δὲ ποιῶν τὰ πάντα κατὰ τὸ ἔκπληκτον αὐτοῦ μυστήριον· ὡς καὶ ὁ Πατὴρ Θεὸς σὺν αὐτῷ τῷ Μονογενεῖ, καὶ τῷ Πνεύματι αὐτοῦ τῷ ἁγίῳ, Τριὰς οὖσα ἀεὶ τελεία, καὶ ἀπαθὴς, μία θεότης περιέχει τὰ πάντα, εἷς Θεὸς, μία κυριότης τοῦ αὐτοῦ Θεοῦ περιέχοντος τὰ ὅλα.
not begotten from the Trinity. Wherefore the Trinity possesses impassibility and invariability, while all things after the Trinity are subject to passion; unless perchance the Impassible One should bestow impassibility through incorruptibility, gracing unstintingly by free gift whomsoever He wills. Yet they do not possess incorruption from an incorporeal nature, but from the unstinting bounty of the good and impassible God. For neither does the Only-Begotten's suffering in flesh procure passion for His Godhead, although it is believed by true confession from true faith that the Word, being impassible God, has suffered. Yet the same One abode in impassibility, neither turned in nature nor altered. Wherefore, being Wisdom, and being impassible God, and knowing that through suffering He saves those who bear the passions of death, He did not send an envoy, nor an angel, nor is He like the prophets before Him; but the Lord Himself came, and taking the passible in Himself truly suffered, while His Godhead abode impassible. For the incarnate presence did not blunt the power of His Godhead. For He is found working the works of God in His Godhead and not debarred by flesh: rebuking wind, and surge, and sea, summoning Lazarus by His own authority, and performing myriad other deeds, and things beyond these; Who also permitted what was fitting for the flesh, so as even for the devil to tempt, and for men to strike, and for those arresting Him to seize Him; that in the passible the Impassible One might suffer, remaining impassible as being in His own Godhead, not alien to the impassible God, but voluntarily accomplishing all things according to His awe-inspiring mystery; just as God the Father also, with the Only-Begotten Himself and His Holy Spirit — being a Trinity ever perfect and impassible, one Godhead — encompasses all things: one God, one sovereignty of the same God Who encompasses the universe.
Βʹ. Καὶ οὐ διὰ τὸ περιέχειν τὰ πάντα πάθει ὑποπίπτει, τῶν ἐμπεριεχομένων ὑπὸ πάθος πιπτόντων. Ἐντὸς γὰρ πάντων ἐστὶ, καὶ ἐκτὸς τῶν ὅλων πάντων Θεὸς, ἀμιγὴς πρὸς τὰ πάντα· ὅθεν οὐδὲ διὰ τὸ εἶναι πάντη, οὐδὲ διὰ τὸ ἐκτὸς εἶναι πάντων, οὐδὲ διὰ τὸ περιέχειν τὰ πάντα, οὐδὲ διὰ τὸ ἐν αὐτῷ τὰ πάντα κινεῖσθαι, πάθος εἰσοίσει τῷ ἀπαθεῖ Θεῷ· ὥσπερ οὐδὲ διὰ τὸ γεγεννηκέναι τὸν Μονογενῆ, οὐδὲ τὸν Μονογενῆ γεγεννῆσθαι, οὐδὲ διὰ τὸ ἅγιον αὐτοῦ Πνεῦμα ἐξ αὐτοῦ ἀπεστάλθαι, πάθος εἰσοίσει τῇ ἁγίᾳ Τριάδι. Οὔτε γὰρ παθητὸν τὸ ἅγιον Πνεῦμα, ἐν εἴδει περιστερᾶς κατιὸν περὶ τὸν Ἰορδάνην· οὔτε ὁ Μονογενὴς ὑπὸ Ἰωάννου βαπτιζόμενός τε καὶ ψηλαφώμενος· οὔτε ὁ Πατὴρ ἄνωθεν βοῶν φωνῇ ἀκουστικῇ ἀνθρώποις, ὅτι Οὗτός μού ἐστιν ὁ Υἱὸς, αὐτοῦ ἀκούετε. Ἀπαράλλακτος τοίνυν ὁ Υἱός· καὶ ὁ μὲν Πατὴρ ἀγέννητος, ὁ δὲ Υἱὸς γεννητὸς, ἀπα-
2. And He does not fall under passion by reason of encompassing all things, though the things encompassed fall under passion. For God is within all things and outside all things whatsoever, unmingled with all things; whence neither His being everywhere, nor His being outside all things, nor His encompassing all things, nor the moving of all things in Him, shall introduce passion into the impassible God; just as neither the begetting of the Only-Begotten, nor the Only-Begotten's having been begotten, nor the sending forth of His Holy Spirit from Him, shall introduce passion into the Holy Trinity. For neither is the Holy Spirit passible, descending in the form of a dove by the Jordan; nor the Only-Begotten, being baptized and handled by John; nor the Father crying aloud from above in a voice audible to men: This is My Son, hear you Him. Invariable, then, is the Son; and the Father is unbegotten, while the Son is begotten, impassible
PG 42:604Read from the page
θὴς, καὶ τὸ Πνεῦμα ἀπαθῶς προελθόν. Τῶν δὲ ἄλλων κτιστῶν ὄντων, τῆς τελείας Τριάδος διαμενούσης ἐν τῇ ποσότητι καὶ ἀκτίστῳ ὀνομασίᾳ, οὔτε τοῦ ἀμείνονος μεταβαλλομένου, οὔτε τὸ γεννηθὲν πάθει συνεχόμενόν ἐστιν. Οὔτε γὰρ ὁ γεννήσας πάθει συνεσχέθη. Οὐ γὰρ σωματικὸν τὸ γέννημα, ἀλλὰ Πνεῦμα ἐκ Πνεύματος, καὶ Υἱὸς ἐκ Πατρός. Ὡσαύτως καὶ τὸ ἅγιον Πνεῦμα ἐξ αὐτοῦ, Πνεῦμα Πατρὸς, Πνεῦμα Χριστοῦ, οὐ κτιστὸν, οὐ γεννητὸν, οὐ συνάδελφον, οὐ προπάτορον, οὐκ ἔγγονον, τῆς ἀσυγκρίτου οὐσίας Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, ὑπερβαινούσης πᾶσαν ἔννοιαν καὶ πάντα νοῦν, οὐ μόνον εἴποιμι ἀνθρώπων, ἀλλὰ καὶ ἀγγέλων. Οὐ γὰρ μεταβολὴν ἐπεδέξατο ὁ Μονογενής, οὐδὲ ὁ αὐτοῦ Πατήρ, οὐδὲ τὸ ἅγιον αὐτοῦ Πνεῦμα, τὸ τὸν Μονογενῆ ἀπαθῆ ὄντα ἐν σαρκὶ παθεῖν· καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα ἐν εἴδει περιστερᾶς, καὶ τὸ τὸν Πατέρα φθογγὴν εἰς ἀκοὴν ἀνθρώπων ἀπορῥῆξαι ἄνωθεν ἀπαθῶς· ὥσπερ οὐ μεταβολὴν, καὶ πάθος περιεποιήσαντο οἱ κτισθέντες ἄγγελοι, καὶ οὐρανοὶ, καὶ ἡ γῆ, καὶ τὰ πάντα τῷ αὐτὰ πεποιηκότι. Ἀλλὰ τὸ πᾶν ἐστιν ἔκπληκτον μυστήριον, κατὰ τὸ εἰρημένον· Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ τῆς γνώσεως Θεοῦ!
and the Spirit having proceeded impassibly. While all other beings are created, and the perfect Trinity abides in its measure and uncreated appellation, neither is that which is superior subject to change, nor is that which is begotten held fast by passion. For neither was He Who begot held fast by passion. For the offspring is not corporeal, but Spirit from Spirit, and Son from Father. Likewise also the Holy Spirit is from Him: Spirit of the Father, Spirit of Christ, not created, not begotten, not co-brother, not forefather, not grandson, of the incomparable essence of Father, and Son, and Holy Spirit, which transcends every conception and every mind — not only of men, I would say, but even of angels. For neither did the Only-Begotten admit change, nor His Father, nor His Holy Spirit, by the fact that the Only-Begotten, being impassible, suffered in flesh; and that His Holy Spirit appeared in the form of a dove; and that the Father uttered a voice into the hearing of men from above impassibly; just as the created angels, and heavens, and the earth, and all things did not procure change and passion for Him Who made them. Rather, the whole is an awe-inspiring mystery, as it has been spoken: O depth of riches, and of wisdom, and of the knowledge of God!
ΚΕΦΑΛΑΙΟΝ ΑΕΤΙΟΥ ΚΓʹ.
Chapter 23 of Aetius.
Εἰ τῆς γενομένης ἡ ἀγέννητος φύσις ἐστὶν αἰτία, τὸ δὲ ἀγέννητον μηδὲν εἴη, πῶς ἂν εἴη αἴτιον τὸ μηδὲν τοῦ γεγονότος;
If the unbegotten nature is the cause of that which has come into being, and the unbegotten were nothing, how could that which is nothing be the cause of that which has come to be?
Ανατροπὴ ΚΓʹ.
Refutation 23.
Ἔστι μὲν οὖν καθ' ἑτέραν διάνοιαν, ἀλλ' οὐ κατὰ τὴν ἴσην πρὸς πάντα ἡ ἀγέννητος φύσις, πρὸς τὸ μονογενὲς γέννημα, καὶ πρὸς τὸ ἐξ αὐτῆς ἅγιον Πνεῦμα· οὐκ αἴτιον δὲ, ὡς τὸ ὑπάρχον πρὸς τὸ μὴ ὄν. Ἔστι γὰρ οὐκ ἐξ οὐκ ὄντων ὁ γεννηθεὶς, οὐδὲ μὴ ὤν ἐστιν ὁ γεννήσας, οὐδὲ τὸ ἐξ αὐτοῦ ἅγιον Πνεῦμα· τῶν δὲ ἄλλων ἐστὶν αἴτιον τὸ ὄν. Διὸ σύνεστι τῇ ἰδίᾳ ἀεὶ δόξῃ ἡ ἁγία Τριὰς, ἀεὶ οὖσα ἀναλόγως ἑκάστῳ ὀνόματι τοῦ αὐτῆς ἀξιώματος. Δι' αὐτῆς γὰρ, καὶ οὐκ ἐκτὸς, τὰ γεγονότα γεγόνασιν οὐκ ὄντα. Διόπερ οὐδὲ καθ' ἑαυτὸν ὁ Πατὴρ αἴτιος τῶν γεγονότων ἐστὶν, ἀλλὰ Πατήρ, καὶ Υἱὸς, καὶ ἅγιον Ηνεῦμα ἐποίησε τὰ πάντα. Εἰ δὲ ἦν ἀλλότριος ὁ Υἱὸς, ὡς ἀπὸ αἰτίου οὐκ ὢν, προελθὼν ἂν μετὰ πάντων, καὶ αὐτὸς ἶσος ἐγένετο. Καὶ αἴτιος ἦν ὁ Θεὸς οὐκέτι γεννητικῶς ἀχθέντος, ἀλλὰ κτιστικῶς· καὶ οὐκέτι ἐνεδέχετο τὸν ἕνα λέγεσθαι γέννημα, τὰ δ' ἄλλα κτίσματα, ἀλλ' ἢ τὰ πάντα σὺν αὐτῷ γεννήματα λέγεσθαι, ἢ αὐτὸν σὺν πᾶσι κτίσμα ὁμοίως καλεῖσθαι· καὶ οὐδὲν ἦν ἐξαίρετον, ἐξισουμένου τοῦ ἑνὸς τοῖς πᾶσι κατὰ τὸ μέρος τὸ ἐξ οὐκ ὄντων· οὐ μόνον εἴποιμι ἀγγέλους, τῷ αὐτῶν δὲ ποιητῇ καὶ κτίστη μονογενεῖ, ἀλλὰ καὶ ἀνθρώπους, καὶ κτήνη, καὶ
Now in a different sense, and not in equal relation to all things, stands the unbegotten nature towards the only-begotten offspring, and towards the Holy Spirit which is from it; yet not as cause, like that which subsists towards that which is not. For He Who was begotten is not out of things that are not, nor is He Who begot non-existent, nor the Holy Spirit which is from Him; whereas of all other things, that which is is the cause. Wherefore the Holy Trinity ever coexists with its own glory, ever existing conformably to each name of its dignity. For through it, and not apart from it, the things that have come to be came to be when they were not. Wherefore neither is the Father by Himself alone the cause of the things that have come to be, but Father, and Son, and Holy Spirit made all things. And if the Son were alien, as being non-existent from His cause, He too, having come forth with all beings, would have become equal to them. And God would have been the cause of Him as brought forth no longer by way of begetting, but by way of creating; and it would no longer have been admissible for the One to be called offspring and the rest creatures, but either all things with Him must be called offspring, or He with all things must likewise be called a creature; and there would have been nothing exceptional, the One being equalized with all in respect of being out of things that are not — not only angels, I would say, to their Maker and Creator, the Only-Begotten, but also men, and cattle, and
Notes, col. 604

On the reading

Printed Ανατροπὴ, for Ἀνατροπὴ.

Printed Ηνεῦμα, for Πνεῦμα.

Printed κτίστη, for κτίστῃ.

PG 42:605Read from the page
ὅσα ἀπειρομεγέθως ἀποδέει τῆς ἐκείνου φύσεως καὶ ἀξιώματος. Ἔστιν ὁ ὢν σὺν τῷ ὄντι ἐξ αὐτοῦ ἀχρόνως ὄντως γεγεννημένος, οὐκ ἐξ οὐκ ὄντων, ἀλλ' ἐξ αὐτοῦ· καὶ ἔστι τὸ ἅγιον αὐτοῦ Πνεῦμα, τὸ οὐκ ἀλλότριον τῆς αὐτοῦ οὐσίας, οὐδὲ ὡς ἐπὶ βοηθείᾳ, κατὰ τὸν Ἀετίου λόγον, θεῷ προσπεπορισμένον.
whatsoever things fall immeasurably short of His nature and dignity. He Who is, is with Him Who is, timelessly and truly begotten from Him, not out of non-being, but from Him; and His Holy Spirit exists, not alien to His essence, nor procured for God by way of assistance, according to Aetius's account.
ΚΕΦΑΛΑΙΟΝ ΑΕΤΙΟΥ ΚΔʹ.
Chapter 24 of Aetius.
Ει τὸ ἀγέννητον στέρησις, ἡ δὲ στέρησις ἕξεως ἀποβολή ἐστιν, ἡ δὲ ἀποβολὴ παντελῶς ἀπόλλυται, ἢ μεθίσταται ἐφ' ἕτερον· πῶς οἷόν τε ἕξει μεθισταμένῃ ἢ ἀπολλυμένῃ, κατονομάζεσθαι τὴν οὐσίαν τοῦ Θεοῦ ἀγεννήτῳ προσηγορίᾳ;
If the ingenerate is privation, and privation is the loss of a habitude, and loss utterly perishes or passes over to another thing, how is it possible, when a habitude passes away or perishes, for the essence of God to be designated by an ingenerate appellation?
Ἀνατροπὴ ΚΔʹ.
Refutation 24.
Εἰ ἀπὸ σοῦ καὶ δεῦρο, Ἀέτιε, ἡ περὶ Θεοῦ δόξα ἀπὸ τῶν σῶν συλλογισμῶν εἰς δόξαν θεῷ πεπόρισται, κατὰ τοὺς ἀνωτάτω ὑπὸ σοῦ λεχθέντας λόγους, καὶ αὐτὸς πρὸς σὲ ἀποτεινόμενος, συγχωροῦντος τοῦ Θεοῦ, τὰ ἴσα σοι καὶ αὐτὸς προσφθέγξομαι· ὅτι μηδενὸς τῶν παλαιῶν ἔν τε τῇ Παλαιᾷ Διαθήκῃ καὶ ἐν τῇ Καινῇ ἁγίων ἀποστόλων ἢ προφητῶν τοῦτο πεφρονηκότων, ἀμείνονά σε αὐτὸν καθιστᾷς καὶ αὐτοῦ τοῦ Θεοῦ καὶ ἀσφαλῆ. Ἀπὸ γὰρ σοῦ καὶ δεῦρο προσέλαβε τὸ θεῖον, ὡς κατὰ τὸν σὸν λόγον, εἰς τὴν αὐτοῦ πίστιν τὴν συλλογιστικὴν ταύτην σου τὴν τεχνολογίαν, τὸ περὶ ἀγεννήτου λέγειν στερήσεως, καὶ τὸ γεννητοῦ, καὶ παντελῶς ἀποβολῆς ἕξεως καὶ μεταβολῆς, καὶ περὶ Θεὸν κατονομασίας ἐν τῇ κατὰ τὸν Θεὸν οὐσίας προσηγορίᾳ. Οὔτε γὰρ διὰ τὸ τὸν Θεὸν εἶναι πάντων κτίστην τῶν μετὰ τὸν Μονογενῆ αὐτοῦ καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα, διὰ τῆς τῶν κεκτισμένων συστάσεως τὸ στερητικὸν ἐφευρέθη τῶν οὐ προσόντων Θεῷ, ἢ τὸ ὁμολογητικὸν τῶν ὄντων αὐτῷ προσείληπται, ἵνα τὸ μετέπειτα κτισθὲν τὸ ἄμεινον Θεῷ προσφέρῃ, καὶ ἀκραιφνὲς, διὰ τοῦ ἀπ' ἐκείνου πρὸς ταῦτα στερητικοῦ καὶ ἀμεταβλήτου ἐπινοοῖτο. Ἀλλ' ὅτι ἐστὶν ἀεὶ αὐτὸ ὂν ὅλον δόξα, καὶ ὅλον ἀπερίληπτον ὑπὸ πάντων τῶν ὑπ' αὐτοῦ κεκτισμένων, κατὰ τὸ μέτρον τῶν πρὸς τὴν δοξολογίαν ἐπεκτεινομένων, δοξολογούμενον παρ' ἀγγέλοις μὲν κατὰ τὴν ἀγγέλων γλῶσσαν, τὴν παρὰ τῷ Ἀποστόλῳ προκριτέαν τῶν ἀνθρώπων καταγγελλομένην, κατὰ τὴν τῶν ἀνθρώπων γλῶσσαν τὴν ὑποβεβηκυῖαν τῷ μέτρῳ καὶ κατὰ τὴν τῶν ἔτι ὑποβεβηκότων δύναμιν. Καὶ οὐ πάντως ἐν ἑκάστῳ κτίσματι ἀναλόγως ὑποβέβηκεν ἡ δοξολογία, ἢ μεταβέβληται· ἀλλ' ἔστι μὲν ἐν ἑαυτῇ ἀμετάβλητος, στερισκομένη πάσης κτίσεως πρὸς τὸ ἄπειρον ἐπεκτείνεσθαι ἐν δοξολογίᾳ, ὑπερβαινούσης ἀεὶ πάντα νοῦν τῆς ἀνωτάτω οὐσίας, οὐ διὰ τῶν λεγομένων ὑπὸ πάντων ἐξεῖναι αὐτῇ, ἢ τροπὴν, ἢ μεταβολὴν, ἢ προκοπὴν περιποιουμένης. Ἡ γὰρ αὐτὴ θεότης ἀμείνων ἐστὶ, καὶ ἀσύγκριτος, καὶ δεδοξασμένη.
If from you onwards until now, Aetius, the doctrine concerning God has been procured from your syllogisms for God's glory, according to the statements uttered by you above, I myself also, addressing myself towards you with God's permission, will myself utter the like words to you: since none of the ancient holy apostles or prophets in either the Old Testament or the New held this view, you establish yourself as superior even to God Himself and unerring. For from you onwards until now, according to your account, the Deity took into His faith this syllogistic technical artifice of yours: speaking concerning the ingenerate of privation, and of the generate, and of utter loss of a habitude and alteration, and of designation concerning God in the appellation of essence applied to God. For neither because God is the Creator of all things after His Only-Begotten and His Holy Spirit was the privative notion of things not belonging to God invented through the constitution of created things, nor has the affirmative notion of things belonging to Him been adopted, so that what was created afterwards might offer what is better to God, and what is pure might be conceived through His privative and immutable state towards these things. Rather, it is because He Himself ever exists wholly as glory, and wholly incomprehensible to all things created by Him, according to the measure of those reaching out towards glorification, glorified among angels according to the tongue of angels—which is proclaimed by the Apostle as preferable to that of men—according to the tongue of men which is inferior in measure and according to the capacity of things still more inferior. And the glorification has by no means proportionately diminished or undergone change in each creature; rather, it is immutable in itself, while every creature is deprived of extending to infinity in glorification, since the supreme essence ever surpasses every mind, not acquiring from what is said by all to belong to it either turning, or alteration, or advancement. For Divinity itself is superior, and incomparable, and glorified.
Notes, col. 605

On the reading

Printed Ει, for Εἰ.

PG 42:608Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΑΕΤΙΟΥ ΚΕʹ.
Chapter 25 of Aetius.
Εἰ τὸ ἀγέννητον δηλοῖ στέρησιν μὴ πρησοῦσαν Θεῷ, πῶς ἀγέννητον εἶναι λέγομεν, γεννητὸν δὲ μὴ εἶναι;
If the ingenerate signifies a privation not belonging to God, how do we say that He is ingenerate, yet not generate?
Ἀνατροπὴ ΚΕʹ.
Refutation 25.
Ἀγέννητόν ἐστι μὲν οὖν, ἐῤῥέθη δὲ οὐδαμοῦ, οὐκ ἀπὸ τοῦ προφήτου, οὐκ ἀπὸ ἀποστόλου, οὐκ ἀπὸ εὐαγγελιστοῦ. Θαῦμα γὰρ οὐδὲ ἓν τοῦτο ἦν περὶ Θεοῦ λέγειν. Προσῆν γὰρ τῷ εὐσεβεῖ λογισμῷ ὑπ' αὐτοῦ τοῦ κατὰ τὴν φύσιν νόμου. Σὺ δὲ, Ἀέτιε, τοῦτο ἡμῖν καινοτομήσας, λέγειν, ὡς θαῦμα προσεισφέρειν σεαυτῷ νομίζεις. Συνέφυρας δὲ καὶ συνέμιξας τῷ εὐσεβεῖ τῆς φύσεως νόμῳ, καὶ τῷ τῆς πίστεως θεσμῷ, τῷ ἐπὶ προσθήκῃ βελτιώσεως ἐκ Θεοῦ κεχαρισμένῳ, τὸ τῷ ἀγεννήτῳ γεννητὸν ἐπινοῆσαι ἐξισούμενος τῷ ἀξιώματι, ἵνα ὁ παρὰ σοὶ προσκυνούμενος ἀνόμοιος ἴσος εὑρεθείη τῷ κατὰ σὲ ἀνομοίως κηρυττομένῳ. Εἰ μὲν οὖν προσκυνήσειας τὸν Πατέρα ψιλῇ ὀνομασίᾳ, ειρωνείᾳ τὴν τιμὴν προσήνεγκας· καὶ εἰ τὸν Υἱὸν προσκυνήσειας, ἀνόμοιον Πατρὶ ἐπιγινώσκων, σύγχυσιν εἰργάσω ἐν τῇ προσκυνήσει, ἀνόμοιον ἀνομοίου ἴσως τιμήσας· ει δὲ διὰ τὴν σοῦ πρόληψιν τῆς ἀπιστίας ἀρνήσει προσκυνεῖν Υἱῷ, ἐλεγχθήσῃ ὑπὸ πάντων, οὐκ ἐπιγνοὺς τὸν ὀφειλομένως ὑπὸ πάντων προσκυνούμενον καὶ ἴσον· προσκυνήσουσι γὰρ αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ προσεκύνησεν αὐτῷ Μαρία ἐνδόξως ἀναστάντι ἐν σαρκὶ, καὶ πάντες οἱ αὐτοῦ μαθηταί. Οὐ γὰρ ἔχει γεννητοῦ ὀνομασίαν, οὔτε κτιστοῦ, ἐκ Πατρὸς γεγεννημένον, ἴσασι, καὶ προσκυνοῦσιν ὄντα ἐξ ὄντος, καὶ τὸ ἐξ αὐτοῦ ἅγιον Πνεῦμα. Οἴδασι γὰρ αὐτὸν ἀλλότριον τῇ οὐσίᾳ ἀπὸ τῶν γεγονότων. Οὐ γάρ ἐστι γεννητὸς ἢ κτιστὸς, ἀλλὰ γεννητὸς ἐκ Πατρός. Διὸ περὶ πάντα καμὼν, καὶ πολλοὺς χρόνους ἀναλώσας, Ἀέτιε, καὶ λόγους ξένους παρεισενέγκας προσκυνήσεις αὐτῷ. Δεῖ γὰρ πάντας στῆναι ἐνώπιον τοῦ βήματος αὐτοῦ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς, ὁ οὐκ ἀλλότριος Θεοῦ ὢν, ἀλλὰ εἰς δόξαν Θεοῦ Πατρὸς, κατὰ τὸ γεγραμμένον καὶ πεπιστευμένον.
He is indeed ingenerate, yet this was spoken nowhere, neither by the prophet, nor by an apostle, nor by an evangelist. For it was no marvel at all to affirm this concerning God, inasmuch as it belonged to devout reasoning from the very law according to nature. But you, Aetius, having innovated in uttering this to us, suppose that you bring forward some marvel for yourself. Yet you have confounded and mingled with the devout law of nature, and with the ordinance of faith graciously bestowed by God for an increase of betterment, the contriving of the generate as made equal in dignity to the ingenerate, so that he who is worshipped among you as unlike might be found equal to Him Who according to you is proclaimed unlikely. If, therefore, you should worship the Father in bare naming alone, you have offered the honour in mockery; and if you should worship the Son while acknowledging Him as unlike the Father, you have wrought confusion in the worship, honouring the unlike equally with the unlike; but if through your preconception of unbelief you refuse to worship the Son, you will be refuted by all, not acknowledging Him Who is dutifully worshipped by all and equal; inasmuch as all God's angels shall adore Him. Mary also adored Him when He rose gloriously in the flesh, as did all His disciples. For they know that He bears no designation of originated or created, being begotten from the Father, and they worship Him as Being from Being, together with the Holy Spirit from Him. For they recognize Him as alien in essence from things that have come into being. For He is not originated or created, but begotten from the Father. Wherefore, after toiling over all things, spending many years, Aetius, and bringing in strange doctrines, you shall adore Him. For all must stand before His judgement-seat, and every tongue shall acknowledge that Jesus Christ is Lord—He Who is not alien to God—but unto the glory of God the Father, according to what is written and believed.
ΚΕΦΑΛΑΙΟΝ ΑΕΤΙΟΥ ΚϚʹ.
Chapter 26 of Aetius.
Ει ψιλὸν ὄνομά ἐστιν ἐπὶ Θεοῦ τὸ ἀγέννητον, ἡ δὲ ψιλὴ προφορὰ τὴν ὑπόστασιν τοῦ Θεοῦ ἐπαίρει κατὰ πάντων γεννητῶν· τιμιωτέρα ἄρα ἐστὶν ἡ ἀνθρώπων προφορὰ τοῦ παντοκράτορος, ὑποστάσεως ἀσυγκρίτῳ ὑπεροχῇ καλλωπίσασα Θεὸν τὸν παντοκράτορα.
If the ingenerate is a bare name in reference to God, and the bare utterance exalts the hypostasis of God above all originated things, men's utterance is therefore more precious than the Almighty, having adorned God the Almighty with incomparable superiority of hypostasis.
Ἀνατροπὴ ΚϚʹ.
Refutation 26.
Οὔτε ψιλὸν ὄνομα ἐπὶ Θεοῦ ἐστι τὸ ἀγέννητον, οὔτε
Neither is the ingenerate a bare name in reference to God, nor
Notes, col. 608

On the reading

Printed πρησοῦσαν, for προσοῦσαν.

Printed ειρωνείᾳ, for εἰρωνείᾳ.

Printed ει, for εἰ.

Printed Ει, for Εἰ.

PG 42:609Read from the page
τοῖς κτιστοῖς κατὰ τὴν οὐσίαν ἐπικοινωνοῦν. Διὸ οὔτε τὰ κτίσματα ψιλῆς ὀνομασίας ἐστὶ σημαντικά. Μέσον δὲ ἀγεννήτου καὶ κτιστοῦ ἄλλου ὀνόματος ἐπιζητουμένου, ὅπερ ἐστὶν Υἱὸς, καὶ οὐ κτιστὸς, τίνι ἂν τὸ ἐξαίρετον ἀποδοτέον; Καὶ εἰ μὲν τοῖς κεκτισμένοις τὸ ἐπικοινωνοῦν δῶμεν, οὐδοποτέρου τῶν λεγομένων ψιλῆς ὀνομασίας ὀνομαζομένου, ὡς ἐπὶ τοῦ ἀγεννήτου καὶ κτίζοντος, καὶ κτιστῶν γεγονότων, ὡς οὐ ψιλῆς ἐνδεχομένης ὀνομασίας· οὕτως ἐπὶ τοῦ γεννητοῦ καὶ Υἱοῦ, μὴ ψιλῆς ἐνδεχομένης ὀνομασίας, τὸ μάτην συκοφαντούμενον σύγχυσιν δηλώσει παρὰ τῷ Ἀετίῳ συλλογιζόμενον, διὰ τὸ μὴ συνεξισοῦσθαι τῷ Υἱοῦ ὀνόματι, τῆς κτιστῆς ἐν ἀληθείᾳ οὐσίας, καὶ οὐ ψιλῆς ὀνομασίας· ἐπειδήπερ οὐ ψιλὴν ἐπιδέχεται καὶ αὐτὸς ὁ Υἱὸς τὴν περὶ Υἱοῦ ὀνομασίαν. Οὐκ ὄντος δὲ ἀνυπάρκτου, οὔτε κατὰ ψιλὴν ὀνομασίαν λεγομένου τοῦ Υἱοῦ μονογενοῦς, καὶ τοῦ ἁγίου Πνεύματος, τῇ τοῦ Πατρὸς συνῆπται δόξῃ, καὶ οὐ συγκέχυται τῇ τῶν κτισμάτων ὀνομασίᾳ. Οὔτε γὰρ ἐπάρσεως δεῖται ἡ θεότης ὡς μὴ οὖσα, οὔτε ὕψους ἐστὶν ἐνδεομένη, κἄν τε παρά τινων τῶν ἐν ἀγνοίᾳ ὄντων μὴ ὑψοῖτο, οὔτε διὰ τῆς τινων προφορᾶς ἡ θεότητος οὐσία συνίσταται. Οὔτε γὰρ καυχήσεται ἡ τῶν ἀνθρώπων ἢ ἄλλων προφορὰ, ὡς Θεῷ ἐνδεεῖ δόξαν περιποιουμένη, ἢ καλλωπίζουσα Θεὸν παντοκράτορα, Θεὸν προσκυνητὸν, Θεὸν ἐπίσταται, καὶ κτίστην, καὶ δημιουργὸν ἴδιον. Οὔτε γὰρ ἑαυτὴν ὑπερένδοξον ἡγεῖται, καὶ κοσμήτριαν τοῦ ἰδίου αὐτῆς δημιουργοῦ· ἐπεὶ ἂν ἑαυτὴν προσκυνητὴν ἡγήσαιτο, οὐ μὴν προσκυνοῦσα τὸν προσκυνούμενον. Καὶ μάτην κατὰ πάντων λόγον κινεῖ ὁ σὸς λόγος, Ἀέτιε.
having communion in essence with created things. Wherefore neither are creatures indicative of a bare designation. And when another name is sought intermediate between ingenerate and created—namely, what is Son, and not created—to whom should what is pre-eminent be assigned? And if we grant what has communion to created things, while neither of the terms spoken of is uttered as a bare designation—as in the case of the ingenerate and creating One, and of things that have become created, inasmuch as a bare designation is not admissible—so too in the case of the begotten and Son, where a bare designation is not admissible, what is vainly and calumniously argued by Aetius will exhibit confusion, because the truly created essence—and not a bare designation—is not made equal to the name of Son; inasmuch as the Son Himself does not admit the designation concerning the Son as bare. And since the only-begotten Son, together with the Holy Spirit, is not non-existent nor spoken of by a bare designation, He is conjoined with the Father's glory, and is not confounded with the designation of creatures. For neither does the Deity need exaltation as though non-existent, nor does it stand in want of loftiness—even if it be not exalted by some who are in ignorance—nor does the essence of Deity subsist through the utterance of some. For neither will the utterance of men or others boast as though procuring glory for a needy God, or adorning God the Almighty; rather, it recognizes God as adorable, God as its own Creator and Maker. For neither does it deem itself supremely glorious and an adorner of its own Maker—since otherwise it would deem itself adorable, rather than worshipping Him Who is worshipped. And in vain does your argument stir up dispute against all, Aetius.
ΚΕΦΑΛΑΙΟΝ ΑΕΤΙΟΥ ΚΖʹ.
Chapter 27 of Aetius.
Εἰ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, ἀναίτιος δὲ ἡ ἀγέννητος φύσις· οὐκ αιτίαν δηλοῖ τὸ ἀγέννητον, ἀλλὰ ὑπόστασιν σημαίνει.
If a cause is conjointly allotted to every originated being, whereas the ingenerate nature is uncaused, the ingenerate does not denote a cause, but signifies hypostasis.
Ἀνατροπὴ ΚΖʹ.
Refutation 27.
Καὶ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, καὶ οὐχ ὁμολογοῦμεν τοῦτο, ὡς ἀπὸ σοῦ μεμαθηκότες. Προορᾷ γὰρ ἡ πίστις τῆς ἀληθείας τοῦτο, καὶ προομολογεῖ, καὶ διδάσκει, ὅτι Θεός ἐστιν ὁ ἀναίτιος πάσης αἰτίας, καὶ ἀμιγὴς, καὶ ἀνυπεύθυνος πάσης ισότητος. Διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οὐ προσκυνοῦμεν πᾶν τὸ ὑποβεβηκὸς τὴν αὐτοῦ τοῦ Θεοῦ οὐσίαν, διὰ τὸ μόνῳ πρέπειν τῷ ἀνυπευθύνῳ τὸ σέβας νέμειν, Πατρὶ τῷ ἀγεννήτῳ, καὶ Υἱῷ τῷ ἐξ αὐτοῦ, καὶ ἁγίῳ Πνεύματι, τῷ ἀπ' αὐτοῦ καὶ διὰ τοῦ Μονογενοῦς. Ἐπειδὴ οὐδὲν ἐν τῇ Τριάδι κτιστὸν, καὶ ὑπὸ αἰτίαν ἐμπίπτον ἐστίν. Οὐ γὰρ ἐξ οὐκ ὄντων τί ἐστιν ἐν τῇ Τριάδι, ὡς καὶ τὰ ἄλλα τὰ ὑπὸ αἰτίαν πεπτωκότα, καὶ αἰτίαν κεκληρωμένα. Διὸ ἀναιτία οὖσα τῆς τοιαύτης αιτίας ἡ Τριὰς, μόνην ἑαυτὴν ἀπλανῶς ἐδίδαξε προσκυνεῖσθαι· ἐπειδὴ μόνη αὕτη ἀναίτιός ἐστι· τὰ δὲ πάντα ὑπὸ αιτίαν περιπέπτωκε. Τὰ μὲν γάρ ἐστι γεγονότα καὶ κεκτι-
A cause is indeed conjointly allotted to every originated being, and we do not confess this as having learnt it from you. For the faith of truth foresees this, confesses it beforehand, and teaches that God is uncaused by any cause, unmixed, and exempt from all equality. For on this account we ourselves also do not worship anything inferior to the essence of God Himself, because it is fitting to render veneration solely to Him Who is exempt: to the ingenerate Father, and to the Son Who is from Him, and to the Holy Spirit Who is from Him and through the Only-Begotten. For nothing in the Trinity is created or falling under a cause; for nothing in the Trinity is out of non-being, like all other things that have fallen under a cause and been allotted a cause. Wherefore, being uncaused by any such cause, the Trinity taught unerringly that it alone is to be worshipped, inasmuch as it alone is uncaused, whereas all other things have fallen under a cause. For those things have come into being and are creat-
Notes, col. 609

On the reading

Printed αιτίαν, for αἰτίαν.

Printed ισότητος, for ἰσότητος.

Printed αιτίας, for αἰτίας.