Αʹ. Εἰ μὴ ὡμολογεῖτο ἀσώματος ὢν ὁ γεννήτωρ, πάντα παρὰ σοὶ δραματουργείσθω. Δραματουργήσας δὲ, οὐκ ἄλλον τινὰ πτύρεις, σεαυτοῦ δὲ τὸν νοῦν θολοῖς ἀπὸ τῆς ἀληθινῆς ὁμολογίας. Ἐξ αὐτοῦ γὰρ Θεὸς τέλειος ὢν, τέλειον Υἱὸν ἐγέννησεν, οὐχ ἕτερον παρὰ τὴν φύσιν. Οὐ γὰρ ἀπρεπής ἐστι πρὸς τὸν γεννήτορα, οὔτε ἔξωθεν ἐπιδεόμενος προσλήψεως. Οὐ γάρ τί ἐστι μεῖζον μετὰ τὴν τοῦ Θεοῦ οὐσίαν, ὅπως τῷ ἐνδεομένῳ μεταδοῦναι τῆς προσλήψεως πρὸς τελειότητα δυνηθείη. Ὁ γὰρ ὢν ἀεὶ ἀσώματος, τὸν ὄντα ἀσώματον παρ' αὐτῷ τῷ ὄντι ἀεὶ γεννητικῶς, τέλειον ὁ τέλειος ἀεὶ ὄντως γεγέννηκε, πνεῦμα ὢν Θεὸς, καὶ πνεῦμα ὄντα τὸν ἐνυπόστατον Λόγον γεγεννηκώς. Τὸ ὅλον γὰρ ἠλίθιον εἴη παρὰ σοὶ τῷ Ἀετίῳ, τῷ ἐμβατεύοντι καὶ τὰς κατὰ Θεὸν δόξας ἐρευνῶντι ἐκ συλλογισμῶν καὶ σοῦ φιλολογιστικῆς ἐννοίας, ὅτι τῷ ποιήσαντι τὰ πάντα ἐξ οὐκ ὄντων, καὶ δυνηθέντι τελείως τὰ πάντα ὑπὸ ἓν ἐργάσασθαι, μηδὲν χρείαν ἔχοντι προσληπτικῆς ἐπιδόσεως, θεσμῷ δὲ ταῦτα πεδήσαντι, ἁδρυντικὴν οὐσίαν προσληπτικῆς θεότητος ἐπιδεόμενον ἐπιφημίζεις Λόγον, καὶ οὔτε ἐξισοῖς τοῖς ὑπ' αὐτοῦ κεκτισμένοις. Ἀπαρχῆς γὰρ τελείως αὐτὰ ποιήσας προσλήψεως ἐπιδεόμενα, τὰ ἐξ αὐτῶν ἔτι βλαστάνοντα ὥρισε νόμῳ σοφίας· ἅτινά ἐστι ταῦτα, ἐν οἷς ἐστι τὰ καθεξῆς γενόμενά τε καὶ γινόμενα· ὡς οἷον εἰπεῖν, οὐρανὸν, γῆν, ὕδωρ, ἀέρα, ἥλιον, σελήνην, ἄστρα καὶ τὰ ἐκ τῶν ὑδάτων γεγεννημένα, ἕως καὶ αὐτοῦ τοῦ ἀνθρώπου. Οὐκ οὐρανὸν ἀτελῆ ἐποίησεν, οὐ γῆν ἀτελεστάτην, ἀλλὰ τελείαν μὲν τὴν γῆν, τέλειον δὲ τὸν οὐρανόν· ἀόρατον δὲ καὶ ἀκατασκεύαστον τότε, δι' ἣν ἔμελλε ποιεῖν διακόσμησιν· ὕδωρ δὲ ἅμα καὶ φῶς τὸ πρωτόκτιστον, διὰ τοῦ ἀληθινοῦ φωτὸς τὰ πάντα ποιήσας, τοῦ ἀκτίστου καὶ ζωοποιοῦ· ἐπειτά δὲ τὰ ἐκ τῆς γῆς φυέντα· καὶ πρὸ τούτου τὸ στερέωμα. Οὐχ ἡμιτελές τι ἐγίνετο, ἀλλὰ πάντα ἐν τελειότητι· Ἐξαγαγέτω γὰρ ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα καθ' ὁμοιότητα ἐπὶ τῆς γῆς, καὶ ξύλον κάρπιμον, οὗ τὸ σπέρμα αὐτῶν ἐν αὐτῷ καθ' ὁμοιότητα ἐπὶ τῆς γῆς. Καὶ ὁρᾷς, ὡς οὐδεμιᾶς εὐθὺ τὰ γεγονότα ἐπεδέετο προσληπτικῆς ἐπιδόσεως, ἀλλ' ἀνδρεῖα, ὡς εἰπεῖν, καὶ τέλεια διὰ τοῦ προστάγματος εὐθὺς εὑρίσκεσθαι; Τῷ δὲ ἀνθρώπῳ ἐπιδοθέντα ὑπ' αὐτὸν ὄντα, καὶ ἐν αὐτῷ σπερματικῶς εἰς δεσποτείαν, οὐ τέλεια παρεδόθη, διὰ τὸ εἰδέναι τὸν ἄνθρωπον πάντοτε τὸν εὐεργετοῦντα, καὶ τὸ εἶναι πᾶσι παρέχοντα, ἐπὶ πάντων δὲ ὄντα, καὶ τὰς ἐπιδόσεις ἑκάστης ποιήσεως πρὸς σύστασιν τῶν αὐτῷ χρησιμευόντων παρέχοντα.
I. Unless the Begetter were confessed to be incorporeal, let every tragic drama be staged by you. Yet by staging such dramas you frighten no one else, but rather becloud your own mind away from the true confession. For from Himself, being perfect God, He begat a perfect Son, not another contrary to His nature. For neither is He unbefitting the Begetter, nor in need of addition from without. For there is nothing greater after the essence of God that could impart an addition towards perfection unto Him as being in want. For He Who is ever incorporeal, being perfect, has ever truly and generatively begotten Him Who is incorporeal with Himself Who ever is, as perfect—God being spirit, and having begotten the enhypostatic Word Who is spirit. For altogether silly is your notion, Aetius—you who intrude into and pry out doctrines concerning God from syllogisms and your disputatious conception—in that unto Him Who made all things out of nothing, and who was able perfectly to wrought all things at once, having no need whatsoever of acquired increment, but having bound them by an ordinance, you attribute a Word in need of an acquired divinity and of a maturing essence, and do not even put Him on a level with the things created by Him. For having made them perfectly from the beginning, He ordained by a law of wisdom that the things still sprouting forth from them should need addition: such are these things among which are those that successively have come to be and come to be—as, for instance, heaven, earth, water, air, sun, moon, stars, and the things produced out of the waters, down even to man himself. He did not make heaven imperfect, nor earth most imperfect, but earth perfect and heaven perfect—though at that time unseen and unfurnished, on account of the adornment which He was about to effect—and water at the same time and first-created light, having made all things through the true Light, the uncreated and life-giving; and thereafter the things that grew up out of the earth, and before that the firmament. Nothing came to be half-finished, but all things in perfection; for: Let the earth put forth herbage of grass, sowing seed according to likeness upon the earth, and fruit-bearing tree, whose seed thereof is within it according to likeness upon the earth. And do you see how the things that came to be stood in need of no acquired increment straightway, but are straightway found vigorous, so to speak, and perfect through the command? Whereas the things bestowed upon man—which are subject to him and seminally within him—were delivered for his dominion not as perfect, so that man might at all times know Him Who confers benefits, and grants being unto all, and is over all, and grants the increments of each creation for the maintenance of the things that serve his use.