Migne Reading Room

PG 42 · cols. 552–561 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:552Read from the page
ἀκοινωνήτων οὐσῶν, ἀδύνατόν ἐστι κοινωνῆσαι κατὰ φύσιν τῷ τοῦ ὀνόματος ἀξιώματι, ἀλλ' εἰ ἄρα καταχρηστικῇ τινι χάριτι, καὶ αὐτὸ κατὰ συμμετοχὴν τοῦ πλουσίου χαριζομένου τῷ ἥσσονι. Ὁ δὲ ἥσσων οὐκ ἄν ποτε εἰς τὸ τοῦ μείζονος ὄνομα ἑαυτὸν καλέσειε, παντάπασι γινώσκων ἀλλότριον ἑαυτὸν ὄντα τοῦ κατὰ φύσιν ἀξιώματός τε καὶ ὀνόματος. Λέξειε δ' ἄν τίς σοι, ὦ Ἀέτιε, τὸ, Θεὸς ἦν ὁ Λόγος· καὶ οὐκ ἐγένετο Θεὸς ὁ Λόγος. Πῶς ἕξει τὸ κατὰ φύσιν τῆς εὐγενείας ὄνομα, ἢ πῶς ἰσωθήσεται, εἴπερ τι γέγονε τῷ τοῦ Χριστοῦ ἀξιώματι; Ἢ πῶς τὸ, Θεὸς ἦν, ἐκκοπήσεται, χρόνου μὴ ἐπιδεχομένου τοῦ ἦν διαίρεσιν ἐργάσασθαι, κἂν ἐν τῷ τυχόντι; Γνώσῃ δὲ, ὅτι ἄναρχος Θεὸς, καὶ ἀγέννητος Θεὸς ἐγέννησεν ἐξ αὐτοῦ Θεὸν ὅμοιον ἑαυτῷ, οὐ μόνον, ἀλλὰ καὶ ἴσον κατὰ πάντα. Καὶ οὐκ ἔκτισεν, ἵνα μὴ, ἀνόμοιος ὁ κτισθεὶς γενόμενος, ἀφανίσῃ τὸ τοῦ Θεὸς ὄνομα διὰ τῆς διαστάσεως τῆς παραλλαγῆς. Ἀδύνατον γὰρ τὸν γεννῶντα ἀνόμοιον καὶ ἄνισον γεννᾷν ἑαυτοῦ, καὶ τὸν γεγεννημένον ἀνόμοιον εἶναι τοῦ γεγεννηκότος. Διὸ ἐνταῦθα περιλήψεται τῆς ταυτότητος τὸ κατὰ φύσιν ἐξ εὐαγγελικῆς μαρτυρίας, ὅτι Πάντα τὰ τοῦ Πατρὸς ἐμά ἐστι, τουτέστι· Θεὸς ὁ Πατὴρ, Θεὸς ἐγώ· ζωὴ ὁ Πατὴρ, ζωὴ ἐγώ· καὶ τὰ ἑξῆς, πάντα ὅσα πρέπει Πατρὶ, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι ἐν μιᾷ θεότητι, μηδὲν τῆς Τριάδος παρηλλαγμένον ἐχούσης· σαφῶς ἡμῖν ἀνάρχως καὶ ἀχρόνως τοῦ ἐνυποστάτου Λόγου τοῦ Πατρὸς, καὶ τοῦ ἐνυποστάτου Πνεύματος τοῦ ἁγίου ἐκ Πατρὸς, καὶ τὸν τοῦ Υἱοῦ, ἡμῶν ἐν γνώσει τελείᾳ ἠσφαλισμένου.
having no communion, it is impossible to share by nature in the dignity of the name, save perhaps by some improper grace, and that by participation when the rich one bestows favour upon the inferior. And the inferior would never call himself by the name of the greater, knowing himself to be altogether alien from the natural dignity and name. And someone might cite to you, O Aetius, the words: The Word was God; and the Word did not become God. How shall anything that came to be possess the natural name of noble origin, or how shall it be made equal to the dignity of Christ? Or how shall the phrase, He was God, be cut off, when the word was does not admit of time effecting a division even in the slightest? And you shall know that God without beginning and unbegotten God begat from Himself God like unto Himself, not only so, but also equal in all respects. And He did not create Him, lest that which was created, becoming unlike, should obliterate the name of God through the interval of variation. For it is impossible for him who begets to beget one unlike and unequal to himself, and for him who has been begotten to be unlike him who begat him. Wherefore here the natural property of identity will be comprehended from evangelical testimony, that All things that belong to the Father are Mine—that is: God is the Father, God am I; life is the Father, life am I; and so forth, all things whatsoever befit the Father, and the Son, and the Holy Spirit in one divinity, the Trinity having nothing varied—since the enhypostatic Word of the Father and the enhypostatic Holy Spirit from the Father and of the Son have been clearly secured for us in perfect knowledge without beginning and without time.
ΑΕΤΙΟΥ ΚΕΦΑΛΑΙΟΝ Βʹ.
Chapter 2 of Aetius.
Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος Θεὸς, διὰ τοῦτο καὶ γενέσεως κρείττων ἂν εἴη. Εἰ δὲ κρείττων ἐστὶ πάσης αἰτίας, δηλονότι καὶ γενέσεως. Οὔτε γὰρ παρ' ἑτέρας φύσεως εἴληφε τὸ εἶναι, οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχε.
If unbegotten God is superior to every cause, on this account He would also be superior to generation. And if He is superior to every cause, manifestly He is so to generation also. For neither has He received being from another nature, nor did He bestow being upon Himself.
Ἀνατροπὴ Βʹ.
Refutation 2.
Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος Θεὸς, ὁ δὲ γεννητὸς ἐξ αὐτοῦ ἀναξίως αὐτοῦ γεγέννηται, καὶ οὐ κατ' ἰσότητα καὶ ἐν τῷ τοῦ Πατρὸς προκριτέῳ ὀνόματι ἕστηκεν· ἀτιμίαν τῷ γεγεννηκότι τὸ γέννημα περιποιεῖται, ἑτέρου ὀνόματος παρὰ τὰ γεγονότα κτίσματα ἔχον τὸ ἀξίωμα, καὶ οὐ κατὰ τὰ γεγονότα τὴν τιμὴν τῷ πεποιηκότι περιποιούμενον. Τὰ μὲν γὰρ ἐκτὸς αὐτοῦ δόξαν τῷ κεκτηκότι περιποιεῖται, οὐκ ὄντα ἴσα τῷ πεποιηκότι, οὐδὲ ὀνόματι τοῦ πεποιηκότος καλούμενα, ἀλλὰ δοῦλα γενόμενα εἰς δόξαν τοῦ πεποιηκότος, ἵνα ἀπὸ τῶν ἐνδόξων ἐκ τῶν ὑπὲρ τὰ ἔνδοξα γεγονότα τὸ προκριτέον, καὶ ὑπὲρ αὐτὰ ὂν ἀναλόγως θεωρῆται· ὁ δὲ οὐκέτι τῇ τούτων ὀνομασίᾳ κικλησκόμενος, τῇ δὲ προκριτέου ὁμοουσιότητι ἐκ τοῦ τετάχθαι συνηνωμέ-
If unbegotten God is superior to every cause, whereas He Who is begotten from Him has been begotten unworthily of Him and does not stand in equality and in the pre-eminent name of the Father, the offspring brings dishonour upon Him Who begat Him, having the dignity of another name beyond the creatures that came to be, yet not procuring honour for His Maker in the manner of the things that came to be. For the things outside Him procure glory for their Possessor, not being equal to Him Who made them nor called by the name of Him Who made them, but having come to be servants unto the glory of Him Who made them, so that from the glorious things that which is pre-eminent and exists above them may be contemplated proportionately from that which is above the glorious things that came to be; whereas the other, no longer called by their denomination, but from being ranked in conjoined consubstantiality with the Pre-eminent
PG 42:553Read from the page
νως ἔχων τὸ ἀξίωμα, εἰ διοίσει τοῦ προκριτέου τὴν παραλλαγὴν, καὶ τῷ προκριτέῳ ἔλαττον ἀξίωμα περιποιήσεται, διαλλαττομένης τῆς κατὰ τὸ προκριτέον τοῦ γεννήματος ἐπικοινωνίας. Διὸ ὅμοιος ἐξ ὁμοίου, καὶ ἴσος ἐξ ἴσου ἡμῖν ὁ βλαστὸς, οὐκ ἀπὸ σωματικῆς ἐννοίας τῇ πίστει κατείληπται, ἀλλ' ὡς Θεὸς ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, καὶ Λόγος Πατρὸς ἐνυπόστατος, σωζομένης τῆς ἀμεταθέτου τοῦ προκριτέου δόξης, ἐν τῷ τὸ προκριτέον οὐκ αὐτὸ ἑαυτοῦ αἴτιον, ἀλλ' ἀπ' αὐτοῦ τὸ ἴσον γεννῶν ἀχράντῳ καὶ ἀκαταλήπτῳ οὐσίᾳ, ὁμοουσίως τὸ οὐσιῶδες καὶ ἐνυπόστατον θεῖον γέννημα· οὗπερ εἰκών ἐστιν οὐκ ἄψυχος, ἀλλὰ Πατρὸς χαρακτηρίζουσα γένος, ὥς φησι ἡ θεία Γραφὴ, ἐπὶ τῇ ἰσότητι τοῦ γεννήτορος τὸ γέννημα τάττουσα, Εἰκὼν, φάσκουσα, τοῦ ἀοράτου Θεοῦ. Καὶ ἵνα μή τις νομίσῃ διάφορον εἶναι τὴν εἰκόνα τῆς ταυτότητος, αὐτὸς ὁ Πατὴρ, τὴν διόρθωσιν τῆς ἡμετέρας ζωῆς προνοῶν, πρὸ τούτου τοῦ λόγου ἔφησε τὸ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· οὐ διοίσας ἑαυτὸν παρὰ τὸν Υἱὸν, ἀλλὰ δυϊκὴν καὶ ὁμώνυμον λέξιν ἐπειπὼν τὸ, Ποιήσωμεν ἄνθρωπον· ἵνα δύο σημάνῃ, ἑαυτόν τε καὶ τὸν Υἱὸν, ἢ καὶ εἴποιμι καὶ τὸ ἅγιον Πνεῦμα. Καὶ τὸ ἐπὶ τῇ ἰσότητι τῆς εἰκόνος, τὸ μὴ διὰ δύο λόγων παρενθεὶς, εἰκόνα μίαν ἔφη· ἡμετέραν δὲ τὸ δυϊκὸν ἀπεφήνατο· τὸν δὲ γινόμενον ἄνθρωπον οὐ τῇ τοῦ ἑνὸς εἰκόνι, ἀλλὰ τῇ τῶν δύο ὁμοιότητί τε καὶ ἰσότητι εἰκόνα γινόμενον, ἵνα πάντη σαφὲς εἴη τὸ πρακτέον, ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι μένον ἐν ταυτότητι, καὶ μὴ ἀλλοιούμενον. Οὐ γὰρ παρ' ἑτέρας φύσεως εἴληφεν ὁ Πατὴρ, ἢ ὁ Υἱὸς, ἢ τὸ ἅγιον Πνεῦμα, ἢ δέδωκεν ἑτέρᾳ φύσει συμμετοχὴν τῆς ἑαυτοῦ φύσεως καὶ ἀξιώματος· οὔτε κατά τινα τομὴν ἢ ἀπόῤῥοιαν τὸ εἶναι ἐξ αὐτοῦ τὸν Μονογενῆ, καὶ τὸ ἅγιον Πνεῦμα ἀλλοίωσιν τῆς φύσεως ἐξειργάσατο· ἀλλὰ καθάπερ ἐξαρχῆς προκριτέα φύσις ἀγέννητος καὶ ἄκτιστος ἀεὶ ἦν, οὕτως ἀεὶ ἐξ αὐτοῦ προκριτέον γέννημα, καὶ ἅγιον Πνεῦμα ἡμῖν σαφῶς κεκήρυχε, καὶ οὐκ ἐνηλλαγμένως.
possessing its dignity, if it shall differ in variation from the Pre-eminent, will also procure a lesser dignity for the Pre-eminent, since the offspring's communion in respect of pre-eminence undergoes alteration. Wherefore the Offshoot, like from like and equal from equal, has been apprehended by us in faith not from a bodily conception, but as God from God, Light from Light, and enhypostatic Word of the Father, while the immutable glory of the Pre-eminent is preserved in that the Pre-eminent is not the cause of itself, but begets from Himself His equal in undefiled and incomprehensible essence, consubstantially, the substantial and enhypostatic divine Offspring: Whose image is not inanimate, but stamping the lineage of the Father, as divine Scripture says, ranking the Offspring in equality with the Begetter, declaring: Image of the invisible God. And lest anyone should suppose the image to be different from identity, the Father Himself, making provision for the rectification of our life, spoke before this statement the words: Let Us fashion man according to Our image and according to likeness; not separating Himself from the Son, but uttering a dual and common-named expression: Let Us fashion man; so as to signify two, both Himself and the Son, or I might even say the Holy Spirit also. And as to the equality of the image, without inserting it through two terms, He spoke of one image; and by Our He declared the dual, and that the man coming into being became an image not in the image of the one, but in the likeness and equality of the two, so that what was to be done might be wholly clear, abiding in identity in Father and Son and Holy Spirit, and undergoing no alteration. For neither has the Father, or the Son, or the Holy Spirit received from another nature or given to another nature a sharing in His own nature and dignity; nor did the existence of the Only-Begotten and the Holy Spirit from Him effect an alteration of nature by any severance or efflux; but just as from the beginning the pre-eminent nature was always unbegotten and uncreated, so it has clearly proclaimed to us from Him always a pre-eminent Offspring and Holy Spirit, and without variation.
ΚΕΦΑΛΑΙΟΝ ΑΕΤΙΟΥ Γʹ.
Chapter 3 of Aetius.
Εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν· πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως γένεσιν;
And if He did not bestow being upon Himself, not on account of the weakness of His nature, but on account of transcending every cause, whence could anyone concede that the nature which came into subsistence possesses invariability in respect of essence in comparison with that which brought it into subsistence, when such a hypostasis does not admit generation?
Ἀνατροπὴ Γʹ.
Refutation 3.
Αʹ. Χρή σε, ὦ Ἀέτιε, ἄνω προσέχοντα, καὶ σεαυτοῦ τὸ ἐλεεινὸν κατανοοῦντα, ἐπέχειν τῆς ἑαυτοῦ τολμηρᾶς διανοίας τὸ περιττὸν τῆς ἀσεβείας· ἵνα καὶ ἡμεῖς μὴ συμμαινόμενοι τῇ τοσαύτῃ ἀφοβίᾳ ἡτ-
1. It behoves you, O Aetius, giving heed above and perceiving your own pitiable state, to restrain the excess of impiety of your reckless mind, lest we also, sharing in such fearlessness, defea-
PG 42:556Read from the page
τημένοι ὑποληφθῶμεν, ἀλλὰ σοί τε καὶ ἑαυτοῖς τὰ πρὸς εὐσέβειαν συμβουλεύοντες. Δοκῶν γὰρ ἐν τοῖς ἀναγκαίοις καὶ ἐν τοῖς Θεῷ πρέπουσιν ἀνόμοιον καὶ ἄνισον τὸν Θεὸν τῷ ἐξ αὐτοῦ γεγεννημένῳ ἀπὸ πολλῆς πλάνης κατὰ εὐσεβῆ τινα ποίησιν ἐξελθεῖν, Θεὸν μᾶλλον ἐν τοῖς ἀπρεπωδεστάτοις ὅμοιον αὐτὸν κηρύττεις τοῖς μὴ πρέπουσι τῇ αὐτοῦ θεότητι. Καὶ πρῶτον μὲν τὸ διανοηθῆναι ἐπὶ Θεοῦ τὸν τοσοῦτον βυθὸν τῆς διανοίας, ἀσεβείας ἐστὶ καρπὸς, καὶ μᾶλλον μανιώδους διανοίας. Τὸ γὰρ εἰπεῖν, Ἑαυτοῦ αἴτιον, ἢ τὸ, Αὐτὸς ἑαυτῷ εἶναι τὸ παρέσχεν, ἐν δυσὶν ὑπονοίαις κακαῖς σεαυτὸν περιέπειρας, ἀναψηλαφῶν καὶ ζητῶν περὶ Θεοῦ τὸ, πῶς ἦν, ἆρα ἀεὶ, ἢ ἑαυτῷ τὸ εἶναι, ἢ αὐτομάτως εἶναι. Καὶ δέδια καὶ φρίττω τῷ σῷ κακῷ ἐνθυμήματι παρεκτεινόμενος. Πέπαυσο γὰρ, καὶ παυσόμεθα, ἀρκετῶς καὶ ὁσίως ἔχοντες τὸ ἀεὶ νοεῖν Θεὸν, καὶ πιστεύειν, ὅτι ἦν ἀεὶ Θεός. Καὶ γὰρ καὶ ἐν τούτῳ ἀφρόνως φθεγγόμενός τε καὶ συλλογιζόμενος, ὡς μεγάλως τετιμηκὼς τὸν Θεὸν, ἔφης, ὅτι οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν· οὐδὲ ἄρα κατὰ σὲ εἰ ἀπὸ λέξεών ἐστι καὶ συλλογισμῶν ἡ τῆς πίστεως σωτηρία, ἔχουσα καὶ ἐν τοῖς ὑποδεεστέροις ἢ οἰκτροῖς σώμασι τὴν τοῦ λόγου ὁμοιότητα · οὐδὲν γὰρ τῶν κτισμάτων ἑαυτῷ αἴτιόν ἔστιν, ἢ τὸ εἶναι αὐτὸ ἑαυτῷ παρέσχεν, ἀπὸ κνωδάλων ἄχρις ἀνθρώπου, καὶ ἀπὸ ἀνθρώπων ἄχρις ἀγγέλων. Οὐδεὶς γὰρ τῶν γεγονότων ἑαυτῷ τὸ εἶναι παρέσχεν, ἀλλὰ ἐκ τοῦ ὄντως μόνου τὸ εἶναι ἕκαστον ἔλαβε τὴν ἀρχήν. Ὡς οὖν ἐνταῦθα δι' ὧν ἐνόμισας συλλογίζεσθαι συλλογισθεὶς, μὴ βιάζου παρὰ φύσιν παρεκτείνεσθαι τῷ μείζονι. Παραλυθήσῃ γὰρ κατὰ πάντα, τοῦ Μονογενοῦς ἴσου καὶ ὁμοίου ὄντος τῷ Πατρὶ, κἄν τε τοῦ τεχθῆναι, ἤγουν γεννηθῆναι, ἀπὸ Πατρὸς ἔχει τὸ ἀξίωμα. Οὐδὲν γὰρ διοίσει ἐν τουτῳ τῆς πρὸς τὸν Πατέρα ἰσότητος, ὥσπερ οὐδὲ ἀπὸ τοῦ ὁμοίου, τοῦ μὴ δύνασθαι τὰ γεγονότα ἑαυτοῖς παρασχεῖν τὸ εἶναι, ὡς καὶ ὁ προκριτέος καὶ ἐν ἅπασι τέλειος, οὐκ ἀπό τινος ἄνωθεν ἔσχε τὴν ἀρχήν · οὔτε γὰρ ἤρξατο τοῦ εἶναι. Ἦν γὰρ ἀεὶ, καὶ ἀεὶ ἔστι, κἄν τε ἐν ταυτότητι μένοι, καὶ ἑαυτῷ τὸ εἶναι μὴ παράσχοι, οὐ τῶν ὁμωνύμων λέξεων ζητουμένων, ἀλλὰ τῆς κατὰ τὸ ἀκραιφνὲς πρὸς τὸ εὐσεβὲς θεωρίας.
ted should be supposed to be, but rather counselling both to you and to ourselves the things that tend towards piety. For whilst supposing that in things necessary and in things befitting God you depart from much error by some pious construction in making God unlike and unequal to Him Who was begotten from Him, you rather proclaim God Himself like unto things most unseemly and unbefitting His divinity. And first of all, to conceive upon God such a vast abyss of thought is the fruit of impiety, and rather of a frenzied mind. For in saying, 'Cause of Himself,' or, 'He Himself granted being unto Himself,' you have pierced yourself through with two evil surmises, groping and inquiring concerning God how He was: whether eternally, or granting being unto Himself, or existing spontaneously. And I fear and shudder at stretching myself out over your wicked conceit. Desist, then, and we shall desist, deeming it sufficient and pious ever to contemplate God and to believe that God ever was. For in this too, uttering and reasoning foolishly as though you had greatly honoured God, you said that neither did He Himself grant being unto Himself; nor then, according to you, is the salvation of the faith from phrases and syllogisms, having even in inferior or pitiful bodies the likeness of the argument; for none of the creatures is cause unto itself, or itself granted being unto itself, from brute beasts unto man, and from men unto angels. For none of things that have come to be granted being unto itself, but each received the beginning of its being from Him alone Who truly is. Being therefore here entangled by the very arguments whereby you thought to reason, do not force yourself contrary to nature to stretch out towards what is greater. For you shall be undone in every respect, since the Only-begotten is equal and like unto the Father, even though He possesses the dignity of having been born, that is, begotten, from the Father. For in this He will in no way fall short of equality with the Father, just as neither from the comparison—namely, that things which have come to be cannot grant being unto themselves—inasmuch as He too Who is pre-eminent and in all things perfect did not receive His beginning from anyone above; for neither did He begin to be. For He ever was, and ever is, even though He abide in identity and do not grant being unto Himself, since it is not equivocal expressions that are sought, but pure contemplation directed towards piety.
Βʹ. Καὶ ἄλλως, ἐπεὶ ἔφης· Εἰ δὲ αὐτὸς ἑαυτῷ τὸ εἶναι μὴ παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν· μάθε καὶ αὐτὸς, ὅτι οὐ διὰ τὸ ἀσθενὲς τοῦ Υἱοῦ ἔσται τὸ ὄνομα, ἀλλὰ διὰ τὸ συμπρέπον τῷ γεγεννηκότι ἔχει τῆς ὁμοουσιότητος τὸ ἐξαίρετον. Ἐπειδὴ γὰρ, ὡς τῷ Πατρὶ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν πρεπωδέστατόν ἐστιν, οὕτω καὶ τῷ μόνῳ ἐκ μόνου Πατρὸς σὺν τῷ μόνῳ Πνεύματι ἡ αὐτὴ μία θεότης συμπρέπει, μηδὲ αἴτιον ὑποδέχεσθαι δυναμένη, οὐ
II. And otherwise, since you said: 'But if He Himself did not grant being unto Himself, it was not on account of the weakness of His nature, but on account of His transcending every cause': learn yourself also that the name of the Son will not be on account of weakness, but on account of what is fitting for Him Who begat Him He possesses the prerogative of consubstantiality. For since, just as transcending every cause is most befitting to the Father, so too to Him alone from the Father alone, with the Spirit alone, the same one divinity is fitting, being unable to admit even a cause, not
Notes, col. 556

On the reading

Printed αἴτιόν ἔστιν, for αἴτιόν ἐστιν.

Printed τουτῳ, for τούτῳ.

PG 42:557Read from the page
διὰ τὸ ἀσθενὲς, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πάντα ἀριθμὸν τὸν ἐξ οὐκ ὄντων · μιᾶς οὔσης τῆς θεότητος ἐν ἑνὶ ὀνόματι Τριάδος ἀριθμουμένης, καὶ ἐν μιᾷ σφραγῖδι ὀνομάτων Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος τοῖς φωτιζομένοις κηρυττομένης, καὶ μηδὲν παρηλλαγμένον ἑαυτῆς ἐχούσης, διὰ τῶν ἐν ἀληθείᾳ λόγων ἰσότητα ὀνομασίας πληρούντων, Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Ἔφης δὲ πάλιν, ὅτι Πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν, τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν, οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως γένεσιν; Καὶ οὔτε νενόηκας, ὡς ἑαυτὸν ἠλλοτρίωσας ἀπογνώσεως Θεοῦ τῆς ἀληθείας, οὐ Πνεύματι ἁγίῳ τὰ τῆς ἀληθείας διδασκόμενος, ἀλλὰ σοφίᾳ κοσμικῇ τῇ μωρανθείσῃ τὰ ἄνω ἐμβατεύειν πειρώμενος. Ἀκολούθως γὰρ καὶ αὐτὸς ἀκούσεις, ὅτι μεματαίωταί σοι· Οἶδε γὰρ ὁ Θεὸς τοὺς λογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι. Ὁ γὰρ γεννῶν τὸν ἐνυπόστατον Λόγον, ἴσον ἑαυτῷ ἐγέννησε, καὶ οὐ παρηλλαγμένον τῆς ἑαυτοῦ θεότητος, οὐ διὰ τὴν τοῦ γεννήματος παραλλαγὴν, ἀλλ' ὅτι ἀπρεπὲς ὅλως ἦν τὸ διανοηθῆναι ἡμᾶς ἀνάξιον ἑαυτὸν καὶ ἄνισον καὶ ὑποβεβηκότα τοῦ γεννήτορος γεγεννηκέναι τὸ γέννημα αὐτὸν τὸν γεγεννηκότα. Διὸ διὰ τοῦ Υἱοῦ καὶ ἐνυποστάτου Λόγου τὰ πάντα γεγονέναι ἔφη · ἵνα αὐτὸν οὐκ ἀπὸ τῶν γεγονότων ἀριθμήσῃ, ἀλλ' ἐν Πατρὶ ὅμοιον καὶ ἴσον ὄντα, διὰ τὸ συμπρέπον τῇ τοῦ Πατρὸς ὀνομασίᾳ εἶναι, ἀεὶ ὄντα τὴν οὐσίαν τῷ ὄντι, οὐ ξένον ὄντα, ἀλλὰ γνήσιον, ὡς Υἱὸν ὁμοούσιον ἐξ αὐτοῦ γεγεννημένον.
on account of weakness, but on account of its transcending every number of things made out of nothing; since the divinity is one, reckoned in one name of Trinity, and proclaimed to those who are enlightened in one seal of the names of Father and Son and Holy Spirit, and having nothing at variance with itself, through the expressions that in truth fulfil equality of appellation, of Father and Son and Holy Spirit. And you said again: 'Whence could anyone grant that the nature which was caused to subsist possesses invariability of essence in relation to the nature which caused it to subsist, when such a hypostasis does not admit generation?' And neither have you perceived how you have estranged yourself through despair from the God of truth, not being taught the things of truth by the Holy Spirit, but attempting to intrude into things above by worldly wisdom that has been made foolish. Accordingly you also shall hear that it has been rendered futile for you: For God knoweth the reasonings of the wise, that they are futile. For He Who begets the enhypostatic Word begat Him equal unto Himself and unvaried from His own divinity—not on account of any variation in the offspring, but because it was altogether unseemly for us to conceive that the Begetter Himself had begotten the offspring unworthy of Himself and unequal and inferior to the Begetter. Wherefore He said that all things came to be through the Son and enhypostatic Word, so that He might not number Him among things that have come to be, but that He should be in the Father like and equal on account of what is befitting to the appellation of the Father, ever existing in essence with Him Who is, not being alien, but genuine, as a Son consubstantially begotten from Him.
ΚΕΦΑΛΑΙΟΝ ΑΕΤΙΟΥ Δʹ.
Chapter IV of Aetius.
Εἰ ἀτελευτήτως ὁ Θεὸς διαμένει ἐν ἀγεννήτῳ φύσει, καὶ ἀτελευτήτως τὸ γέννημα γέννημά ἐστιν · ἡ τοῦ ὁμοουσίου καὶ ἀνομοιουσίου κακοδοξία παραφανισθήσεται. Ἵσταται δὲ τὸ ἐν οὐσίᾳ ἀσυγκρίτῳ, ἑκατέρας φύσεως ἀπαύστως διαμενούσης ἐν τῷ ἰδίῳ τῆς φύσεως ἀξιώματι.
If God abides endlessly in ingenerate nature, and the offspring is endlessly offspring, the perverse doctrine of the consubstantial and of the dissimilar in essence will be swept away. And that which is in incomparable essence stands firm, each nature abiding unceasingly in the own dignity of its nature.
Ἀνατροπὴ Δʹ.
Refutation IV.
Εἰ ἀτελευτήτως καὶ ἀπαύστως ὁ Θεὸς διαμένει, ὡς ἔφης, ἐν ἀγεννήτῳ φύσει, φύσις δὲ Θεοῦ ἀΐδιος ἀτελευτήτως ἔχουσα τὸ ἀξίωμα, οὐ διά τι ἕτερον, ἀλλὰ διὰ τὸ αὐτόθεον καὶ αὐτοαΐδιον · ἄρα γε καὶ τὸ γέννημα ὁμοούσιον ἔσται, εἰ παρὰ σοὶ τὸ τοῦ ἀτελευτήτου εἴληφεν ὄνομα, ὡς, παλιμβόλως τῷ Υἱῷ χαρίσασθαι, πιθανῶς ἐφυσιολόγησας. Δώσεις γὰρ καὶ ἀναγκαζόμενος ὁμολογῆσαι τὸ τοῦ ἀτελευτήτου ἐν ἅπασιν ἄπλετον καὶ ἀχώρητον ὄνομα. Πῶς οὖν οὐκ ἔσται ὁμοούσιον; Ἐπειδὴ ἔδοξας σκώπτειν, διὰ κακοδόξου ὀνόματος τὴν ἀλήθειαν ἐξυβρίσαι πειρασάμενος, ἐξ αὐτῶν ἐλεγχόμενος, ὧν ἔφης, ῥημάτων. Ἢ γὰρ δώσεις τέλος τῶν ὑπὸ σοῦ παρηλλαγμένων βλασφημουμένων τὴν οὐσίαν, ἢ ἀτελεύτητον αὐτὸν ὁρισάμενος, ἐν ἅπασιν ἀμετάστατον καὶ ἀπαράλλακτον τῆς τοῦ ἀτελευτήτου ἀξίας
If God abides endlessly and unceasingly, as you said, in ingenerate nature, and the nature of God is everlasting, possessing its dignity endlessly not on account of anything else, but on account of His being God of Himself and everlasting of Himself, then indeed the offspring also will be consubstantial, if with you it has received the name of the endless, just as you speciously discoursed on nature in order to gratify the Son with shifting duplicity. For even under compulsion you will grant to confess the boundless and illimitable name of the endless in all things. How, then, will it not be consubstantial? Since you thought fit to jeer, attempting to insult the truth through a perverse name, you are convicted out of the very words that you spoke. For either you will assign an end to those blasphemed by you as varied in essence, or else, having defined Him as endless, as in all things unshifting and unvarying from the dignity of the endless
PG 42:560Read from the page
εἰσάγειν ἀναγκασθήσῃ, τῆς ἀληθείας μὴ παραδεχομένης ἔχειν τὸν Υἱὸν, ὅτι τῆς βασιλείας αὐτοῦ, φησὶν ἡ Γραφὴ, οὐκ ἔσται τέλος· διὰ τὸ σὺν Πατρὶ βασιλεύειν ἀεὶ καὶ σὺν τῷ ἁγίῳ αὐτοῦ Πνεύματι. Ἐπειδήπερ πᾶν τὸ ἀρχὴν ἔχον, καὶ τέλος ἕξει, εἰ βούλοιτο ὁ εἶναι τῷ τὴν ἀρχὴν εἰληφότι παρεσχημένος · ὅπερ ἐπὶ πᾶσι μὲν ἐνδέχεται, ἐπὶ δὲ τῷ Υἱῷ ἀνένδεκτόν ἐστιν. Ἔστι γὰρ ἀεὶ ἐκ τοῦ ὄντος, καὶ παρὰ τῷ ὄντι ἀεὶ, τοῦ εἶναι μηδέποτε λήγων. Διὸ καὶ ὁμοούσιος ἦν, [καὶ ἔστι,] καὶ ἔσται, μόνος ἐκ μόνου, καὶ ἐν οὐδενὶ τῇ οὐσίᾳ παρηλλαγμένος, ἀλλὰ κατὰ τὸ ἀξίωμα τῶν ὀνομάτων μενούσης τῆς θεότητος ἐν τῇ ταυτότητι, οὔτε συναλοιφὴν ἔχουσα, οὔτε ἀρχὴν ἑαυτῇ παρέχουσα τοῦ εἶναι, οὔτε δεχομένη τὸ ἀνόμοιον ἑαυτῇ ὑπάρχειν, ἡ ἀεὶ οὖσα, καὶ μηδέποτε τοῦ εἶναι λήγουσα, συμπρέπουσα δὲ αὐτῇ, ἀεὶ ἐν τῷ ἀξιώματι Πατρὸς πρὸς Υἱὸν, καὶ Υἱοῦ πρὸς Πατέρα, καὶ ἁγίου Πνεύματος, σὺν Πατρὶ καὶ Υἱῷ ὑπάρχουσα, καὶ μηδέποτε διαλείπουσα. Ἔστι γὰρ ἑαυτῇ ἀσύγκριτος ἡ Τριὰς, διαίρεσιν οὐδεμίαν ἐν τῷ ἀξιώματι ὑποδεχομένη.
you will be compelled to introduce, since the truth does not admit that the Son possesses an end—for of His kingdom, says the Scripture, there shall be no end—because He reigns eternally with the Father and with His Holy Spirit. For everything that has a beginning will also have an end, should He so will Who granted being to that which received a beginning; which is indeed possible in the case of all things, but in the case of the Son is inadmissible. For He is ever from Him Who is, and ever with Him Who is, never ceasing to be. Wherefore He also was, [and is,] and shall be consubstantial, alone from Him Who is alone, and in no respect varied in essence, but the divinity abiding in identity according to the dignity of the names, neither having conflation, nor granting unto itself a beginning of being, nor admitting what is unlike to exist within itself—she that ever is, and never ceases to be, but is befitting unto herself, ever existing in the dignity of Father towards Son, and of Son towards Father, and of Holy Spirit with Father and Son, and never failing. For the Trinity is incomparable with itself, admitting no division whatsoever in dignity.
ΚΕΦΑΛΑΙΟΝ ΑΕΤΙΟΥ Εʹ.
Chapter V of Aetius.
Εἰ ἀγέννητός ἐστιν ὁ Θεὸς τὴν οὐσίαν, οὐκ οὐσίας διαστάσει τὸ γεννητὸν ἐγεννήθη, ἀλλ' ἐξ οὐσίας ὑποστησάσης αὐτό. Τὴν γὰρ αὐτὴν οὐσίαν καὶ γεννητὴν εἶναι καὶ ἀγέννητον οὐδεὶς λόγος εὐσεβὴς ἐπιτρέπει.
If God is ingenerate in essence, that which is generate was begotten not by distension of essence, but from an essence that caused it to subsist. For no pious reason permits the same essence to be both generate and ingenerate.
Ἀνατροπὴ Εʹ.
Refutation V.
Πολλάκις ἡμῖν προῆλθες φέρων, ὦ οὗτος, τὸ ἀγέννητον καὶ γεννητὸν, τὸ τοῦ Θεοῦ ὄνομα φρυαττόμενος, ὁ ἐν πάσῃ ἀνομίᾳ σεαυτοῦ τὴν διάνοιαν ἐνθάψας. Ἐκεῖνο δὲ παντὶ τῷ ἀπόρως ἔχοντί ἐστι ποθητὸν, ἡ τοῦ ἀπορουμένου εὐπορία εἰς παραμυθίαν, καὶ ἐπὶ τοῦ στόματος φέρειν, ἐὰν μὴ εὐποροίη τοῦ τοιούτου. Καὶ σὺ, ἐπειδὴ ἄθεος τυγχάνεις, σέμνυναι κἂν διὰ τοῦ ὀνόματος λέγειν τούτου τὸ ὄνομα, ἐπειδὴ φύσει κατὰ τὸν αὐτοῦ φόβον, καὶ πίστιν, καὶ ἐλπίδα, καὶ πρὸς αὐτὸν ἀγάπην οὐδέποτε αὐτὸν ἐκτήσω. Ἢ γὰρ ἂν ἤρκει σοι ἅπαξ τοῦτο λέγειν, καὶ μὴ ὑπερβαίνειν ὅρον τῶν τεταγμένων τῆς ἀκολουθίας. Σαφὴς γὰρ ἡ παρὰ σοῦ, παρὰ τοῦ Σωτῆρος ἡμῖν ἀποφαντικὴ ἀπόδειξις, ὅτι Ἀπὸ τῶν καρπῶν αὐτῶν γνώσεσθε αὐτοὺς, τῷ εἶναι μέν σε περιβεβλημένον προβάτου κώδιον, ἔσωθεν δὲ εἶναι ἅρπαγα, καὶ λύκῳ παραβεβλημένον. Εἰ γὰρ ἦς ἐξ ἁγίου Πνεύματος γεγεννημένος, καὶ προφήταις, καὶ ἀποστόλοις μεμαθητευμένος, ἔδει σε διελθόντα ἀπαρχῆς γενέσεως κόσμου ἄχρι τῶν τῆς Ἐσθὴρ χρόνων, ἐν εἴκοσι καὶ ἑπτὰ βίβλοις Παλαιᾶς Διαθήκης εἴκοσι δύο ἀριθμουμένοις, τέταρσι δὲ ἁγίοις Εὐαγγελίοις, καὶ ἐν τεσσαρεσκαίδεκα Ἐπιστολαῖς τοῦ ἁγίου ἀποστόλου Παύλου, καὶ ἐν ταῖς πρὸ τούτων, καὶ σὺν ταῖς ἐν τοῖς αὐτῶν χρόνοις Πράξεσι τῶν ἀποστόλων, καθολικαῖς Ἐπιστολαῖς Ἰακώβου, καὶ Πέτρου, καὶ Ἰωάννου, καὶ Ἰούδα,
Many a time have you come forward bringing us, O fellow, the ingenerate and the generate, insolently vaunting the name of God, you who have buried your own mind in every lawlessness. Yet for everyone who is in want, this is desirable: to possess an abundance of what he lacks for his consolation, or, should he not abound in such a thing, at least to carry it upon his lips. And you, since you happen to be godless, pride yourself at least on uttering His name by way of a title, since in true nature—in the fear of Him, and faith, and hope, and love towards Him—you never acquired Him. Otherwise it would have sufficed you to say this once, and not to overstep the boundary of the appointed order. For plain to us is the declaratory proof concerning you from the Saviour, that From their fruits you shall recognize them, inasmuch as you are clad outwardly in a sheep's fleece, whilst within you are rapacious and likened unto a wolf. For had you been begotten of the Holy Spirit and discipled to prophets and apostles, you ought to have gone through from the beginning of the world's genesis down to the times of Esther, in twenty-seven books of the Old Testament reckoned as twenty-two, and in four holy Gospels, and in fourteen Epistles of the holy Apostle Paul, and in the Catholic Epistles of James, and Peter, and John, and Jude, both before these and along with the Acts of the Apostles in their times,
PG 42:561Read from the page
καὶ ἐν τῇ τοῦ Ἰωάννου Ἀποκαλύψει, ἔν τε ταῖς Σοφίαις, Σολομῶντός τέ φημι καὶ υἱοῦ Σιρὰχ, καὶ πάσαις ἁπλῶς Γραφαῖς θείαις, καὶ ἑαυτοῦ καταγνῶναι, ὅτι ὄνομα, ὅπερ οὐδαμοῦ ἐντέτακται, ἦλθες ἡμῖν φέρων, οὐκ ἀπρεπὲς μὲν Θεῷ, ἀλλ' εὐσεβὲς εἰς Θεὸν, τὸ τοῦ ἀγεννήτου ὄνομα, μηδαμοῦ δὲ ἐν θείᾳ Γραφῇ ῥηθέν.
and in the Apocalypse of John, as well as in the Wisdoms—I mean both that of Solomon and that of the son of Sirach—and simply in all the divine Scriptures, and to have condemned yourself because you came bringing us a name which is entered nowhere—not indeed unbefitting God, but pious towards God, the name of the ingenerate, yet uttered nowhere in divine Scripture.
Οὐδεὶς γὰρ μεμηνώς ποτε γεννητὸν ἐνενόει Θεόν. Ἀλλ' οὔτε χρείαν ἔσχον εἰπεῖν ἀγέννητον Θεὸν μόνον Πατέρα διὰ τὸν ἐξ αὐτοῦ γεγεννημένον · ἵνα μή τις ἐπὶ τῷ Πατρὶ μόνῳ νομίσῃ τοῦτο πληροῦσθαι, ἀλλὰ καὶ ἐπὶ τῷ Υἱῷ, καὶ ἐπὶ τῷ ἁγίῳ Πνεύματι · τῆς διανοίας τῆς ὀρθῆς, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου διδάσκοντος πάντας υἱοὺς ἀληθείας ἀφ' ἑαυτῶν μὴ ἐν θαυμασμῷ τοῦτο ἔχειν, ἀλλὰ κατὰ τὸ ἀπαιτούμενον, καὶ ἐν ἑαυτῷ ὑπάρχον τοῦ πρὸς εὐσέβειαν λογισμοῦ περὶ Θεοῦ εἰδέναι. Εἰ δὲ, διὰ τὸ ἀγέννητον αὐτὸν εἶναι, συνομολογεῖσθαι δὲ ἀφ' ἡμῶν τοῦτο, ἀπὸ Γραφῆς δὲ μὴ ἔχειν τῆς ὀνομασίας τοῦ λόγου τὴν σύστασιν, ἀλλ' ἀφ' ἑαυτῶν διὰ τῶν λογισμῶν τὴν εὐσέβειαν ταύτην εἰδέναι τὸ οὕτως εἶναι. Εἰς τί γὰρ οὐσίας ἔσται διάστασις τὸ γεννηθὲν, εἰ κατὰ ἀλήθειαν τοῦ γεγεννῆσθαι ἔχει τὸ ὄνομα φυσικῇ τινι καὶ ἀρῥήτῳ συμπρεπούσῃ τῷ Θεῷ, καὶ τῷ ἐξ αὐτοῦ γεγεννημένῳ ἀχρόνως καὶ ἀνάρχως ἐν ἀληθείᾳ, καὶ οὐ καταχρηστικῇ τινι ὑπονοίᾳ; Ἐντεῦθεν οὐ κτιστήν φαμεν τὴν οὐσίαν, οὐδὲ ἀλλοτρίαν ὡς ποιητὴν, ἀλλὰ γεννητὴν οὐσιωδῶς, καὶ οὐκ ἀλλοίαν παρὰ τὸν γεγεννηκότα. Διὸ καὶ ἄκτιστος διαμένει, καὶ οὐ ποιηθεῖσα, ἀλλὰ γεννηθεῖσα ἐκ τῆς αὐτῆς οὐσίας Θεοῦ, οὐ χρόνῳ ὑποπίπτουσα. Οὐ γὰρ ὁ γεννήσας ἐν ἀληθείᾳ χρόνῳ ὑπέπεσεν, ἵνα χρονικὴν ὑποστήσεται οὐσίαν. Ὁποῖον γάρ ἐστι τὸ γέννημα, τοιοῦτος ὁ γεννήτωρ· καὶ ὁποῖος ὁ γεννήτωρ, τοιοῦτος καὶ ὁ γεγεννημένος.
For no madman ever conceived God to be generate. Nor had they any need to call the Father alone ingenerate God on account of Him Who was begotten from Him, lest anyone should suppose this to be fulfilled in the Father alone, but rather also in the Son and in the Holy Spirit; right understanding and the Holy Spirit teaching all sons of truth not of themselves to hold this in marvel, but to know concerning God according to what is required and inherent in pious reasoning itself. And if, because He is ingenerate and this is jointly confessed by us, whilst not having from Scripture the establishment of the appellation of the term, we yet know from ourselves through our reasonings that this piety is so: wherefore then shall that which was begotten be a severance of essence, if in truth it possesses the name of having been begotten by a certain natural and ineffable propriety befitting God and Him Who was begotten from Him timelessly and without beginning in truth, and not by some improper conceit? Hence we affirm the essence to be neither created, nor alien as though made, but essentially generate and not different from Him Who begat it. Wherefore it also abides uncreated, and not made, but begotten from the very essence of God, not falling under time. For He Who truly begat did not fall under time, so that He should cause a temporal essence to subsist. For such as is the offspring, such is the Begetter; and such as is the Begetter, such also is He Who has been begotten.
ΚΕΦΑΛΑΙΟΝ ΑΕΤΙΟΥ Ϛʹ.
Chapter VI of Aetius.
Εἰ τὸ ἀγέννητον ἐγεννήθη, τί τὸ κωλύον τὸ γεννητὸν ἀγέννητον γεγονέναι; Μᾶλλον γὰρ τοῦ ἀνοικείου ἐπὶ τὸ αὐτῆς οἰκεῖον ἐπείγεται πᾶσα φύσις.
If that which is ingenerate begat, what hinders that which is generate from having become ingenerate? For every nature hastens towards what is akin to itself rather than towards what is foreign to it.
Ἀνατροπὴ Ϛʹ.
Refutation VI.
Εἰ τὸ ἀγέννητον ἐποίησε, καὶ οὐκ ἐγέννησεν, ἐπὶ τῆς μιᾶς ταυτότητος ταττομένης τῆς ὀνομασίας, καὶ θατέρου θατέρῳ μὴ παρεκτεινομένου διὰ τῆς κατὰ ἀλήθειαν ἀντωνυμίας · ἡ δύναμις τῆς σχέσεως ἐπὶ θατέρου διαφωνίᾳ ἔστηκε, μηδὲν πρὸς τὸ ἕτερον ἐπικοινωνοῦσα ἢ μόνον κατὰ τὴν ἐξουσίαν, καὶ τοῦ προκριτέου φύσεως αἰτίου πρὸς πᾶν τὸ ὑπ' αὐτῆς κεκτισμένον. Ἐπειδὴ δὲ ἀναμέσον τοῦ ποιητικοῦ καὶ ποιουμένου, καὶ κτίστου καὶ κτιζομένου, ἄλλη τίς ἐστιν ὀνομασία, ἐγγίζουσα μὲν τῷ ἀγεννήτῳ ὀνόματι, μακρυνομένη δὲ ἀπὸ τοῦ κτίστου ὀνόματος· ἀδύνα-
If that which is ingenerate made and did not beget, with the appellation being ranged under the one identity, and the one not stretching out in opposition to the other through the correlative term in truth, the force of the relation stands in discord with the other, having nothing in common with the other save only in authority, and in the cause pre-eminent by nature over everything created by it. But since between that which makes and that which is made, and between Creator and creature, there is some other appellation, drawing near indeed to the ingenerate name, yet receding far from the name of Creator, it is impossi-