Migne Reading Room

PG 42 · cols. 516–525 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:516Read from the page
ριος ἔνθα ἦσαν οἱ μαθηταὶ συνηγμένοι, καί φησιν αὐτοῖς· Εἰρήνη ὑμῖν.
rd stood where the disciples were gathered together, and says to them: Peace be unto you.
Θʹ. Εἶτα δὲ περὶ τούτου αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας, ὅτι ἀναγκαίως ἡ Ἐκκλησία τοῦτο ἐπιτελεῖ, παράδοσιν λαβοῦσα παρὰ πατέρων. Τίς δὲ δυνήσεται θεσμὸν μητρὸς καταλύειν, ἢ νόμον πατρός; ὡς τὰ παρὰ τῷ Σολομῶντι εἰρημένα· Ἄκουε, υἱὲ, λόγους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· δείξας, ὅτι ἐγγράφως τε καὶ ἀγράφως ἐδίδασκεν ὁ Πατὴρ, τουτέστιν ὁ Θεὸς ὁ μονογενὴς, καὶ τὸ ἅγιον Πνεῦμα· ἡ δὲ μήτηρ ἡμῶν ἡ Ἐκκλησία εἶχε θεσμοὺς ἐν αὐτῇ κειμένους, ἀλύτους, μὴ δυναμένους καταλυθῆναι. Τεταγμένων τοίνυν τῶν ἐν τῇ Ἐκκλησίᾳ θεσμῶν καὶ καλῶς ἐχόντων καὶ τῶν πάντων θαυμασίων γινομένων, ἐλήλεκται πάλιν καὶ οὗτος ὁ πλάνος. Καὶ τοῦτον δὲ παρελθόντες ὥσπερ κάνθαρον, ἢ κανθαρίδα, ἢ τὸν καλούμενον βούπρηστιν κνώδαλον καταθλάσαντες τῷ ἐκκλησιαστικῷ ἑδραιώματι καὶ τῇ τοῦ Θεοῦ δυνάμει, ἐπὶ τὰς ἑξῆς πάλιν ἴωμεν, τὸν Θεὸν βοηθὸν ἐπικαλούμενοι.
9. And thereafter concerning this I shall resume the sequence of the argument, that the Church necessarily performs this, having received the tradition from the fathers. And who shall be able to abrogate a mother's ordinance, or a father's law? As it is said in Solomon: Hearken, my son, to the words of your father, and do not spurn the ordinances of your mother; showing that both in writing and without writing the Father—that is, the only-begotten God, and the Holy Spirit—taught, while our mother the Church had ordinances laid down in her, indissoluble and unable to be overthrown. Since, therefore, the ordinances in the Church stand ordained and well constituted and all things are admirable, this deceiver too has again been refuted. And passing by this man also, having crushed him like a dung-beetle or a blister-beetle or the creature called buprestis with the ecclesiastical bulwark and the power of God, let us proceed again to the following heresies, calling upon God as helper.
ΚΑΤΑ ΑΝΟΜΟΙΩΝ,
Against the Anomoeans,
Πεντηκοστὴ ἕκτη, ἡ καὶ ἑπτακοστὴ ἕκτη.
The fifty-sixth heresy, which is also the seventy-sixth.
Αʹ. Ἀνόμοιοι πάλιν τινές εἰσι καλούμενοι· οὗτοι δὲ πρόσφατοι. Ἔσχον δὲ ἀρχηγὸν Ἀέτιόν τινα διάκονον, προαχθέντα διὰ τὴν αὐτοῦ φλυαρίαν ὑπὸ Γεωργίου τοῦ Ἀλεξανδρέως, τῶν Ἀρειανῶν ἅμα καὶ Μελετιανῶν γεγονότος ἐπισκόπου, καὶ ἐν χρόνοις Ἰουλιανοῦ, ὡς ἄνω μοι προδεδήλωται, τὴν πόλιν πομπεύσαντος ἐπὶ καμήλου· καὶ πρῶτον μὲν πολλὰ ὑπὸ τῶν Ἑλλήνων συγκλεισθέντος καὶ πεπονθότος, πομπεύσαντός τε, ὡς ἔφην, καὶ ξύλοις παισθέντος, ἔπειτα δὲ συρέντος ὅλην σχεδὸν τὴν πόλιν, καὶ οὕτως ἀποθανόντος, καὶ μετὰ θάνατον καέντος, καὶ μετὰ πολλῶν ὀστέων κτηνῶν καὶ ζώων εἰς τέφραν συναχθέντος, καὶ μετέπειτα τοῖς ἀνέμοις ὑπ' αὐτῶν λικμηθέντος, καὶ οὕτως τὸ πέρας ἐσχηκότος. Λέξειε δ' ἄν τις περὶ τοῦ οὕτως τετελευτηκότος· Οὐκοῦν ἐμαρτύρησεν ὑπὸ Ἑλλήνων ταῦτα πεπονθώς; Καὶ εἰ μὲν ὑπὲρ ἀληθείας αὐτῷ ἦν ὁ ἀγὼν, καὶ ὑπὸ Ἑλλήνων διὰ φθόνον καὶ τὴν εἰς Χριστὸν ὁμολογίαν τὰ τοιαῦτα αὐτῷ συμβέβηκεν, ὄντως ἐν μάρτυσι καὶ οὐκ ἐν μικροῖς ἐτέτακτο· οὐκ ἦν δὲ τὸ αἴτιον διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἀλλὰ δι' ἣν ἐν τῇ ἑαυτοῦ δῆθεν ἐπισκοπῇ καλουμένῃ πολλὴν βίαν τὴν πόλιν τε καὶ τὸν δῆμον διέθετο, πὴ μὲν ἁρπάζων τοὺς ἀνθρώπους τὰ ὑπὸ τῶν γονέων αὐτῶν κληρονομήματα. Καὶ ἵνα μὴ διαβάλλωμεν τὸν ἄνδρα· πολλὰ γάρ ἐστι τὰ ὑπ' ἐκείνου τοῖς Ἀλεξανδρεῦσι γενόμενα, πῶς μὲν τὴν νίτρον ἅπασαν ἐξέλαβε, πῶς δὲ τὰ ἕλη τὰ τῆς
1. Again, there are some called Anomoeans, and these are of recent origin. They had as ringleader a certain Aetius, a deacon, promoted on account of his babbling by George of Alexandria, who had become bishop of the Arians and Meletians together, and in the times of Julian, as has been set forth by me above, was paraded through the city upon a camel; and first was hemmed in and suffered many things at the hands of the pagans, and was paraded about, as I said, and beaten with clubs, and then dragged through nearly the whole city, and so died, and after death was burned, and gathered into ashes with many bones of cattle and beasts, and afterwards winnowed by them to the winds, and so met his end. Now someone might say concerning him who thus died: Did he not then suffer martyrdom, having endured these things at the hands of pagans? And if indeed his contest had been on behalf of truth, and such things had befallen him at the hands of pagans through envy and confession of Christ, truly he would have been ranked among martyrs, and no small ones; yet the cause was not on account of confession of Christ, but on account of the great violence wherewith in his so-called episcopate he treated the city and the populace, partly robbing men of the inheritances left by their parents. And lest we seem to traduce the man—for many are the things done by him to the Alexandrians, how on the one hand he monopolized all the nitron, and how on the other hand the marshes of the
PG 42:517Read from the page
παπύρου καὶ τοῦ καλάμου, καὶ τὰς λίμνας τοῦ ἁλὸς διοικεῖν καὶ εἰς ἑαυτὸν ἀποφέρεσθαι ἐπενόησεν. Ὡς πᾶσα αἰσχρότης βίου κέρδους διὰ πολλῆς μηχανῆς, ἄχρι καὶ λεπτῶν πραγμάτων, παρ' αὐτῷ οὐκ ἠμέλητο. Ὡς καὶ κλίνας ἐπενόησε τοῖς σώμασι τῶν ἐξοδευόντων ποιῆσαι ἐν ἀριθμῷ τινι· καὶ ἄνευ τῶν ὑπ' αὐτοῦ ἐπιτεταγμένων οὐκ ἐξεκομίζετο σῶμα τῶν τελευτώντων, ἐπιπλεῖστον δὲ τῶν ξένων· οὐ διὰ φιλοξενίαν, ἀλλὰ, καθὼς ἔλεγον, διὰ πορισμὸν βιώδη. Εἴ τις γὰρ ἔθαπτε δι' ἑαυτοῦ σῶμα, κίνδυνον ὑφίστατο. Οὕτως δὲ ὑφ' ἑκάστου τῶν ἐκφερομένων κέρδος τι αὐτῷ προσεφέρετο. Καὶ σιωπῶ τὰ ἄλλα λέγειν, ὅσα ὁ ἀνὴρ ἐν τρυφαῖς καὶ ἄλλοις ἐκομίζετο καὶ ἐν ἀπηνότητι. Διὰ γοῦν ταῦτα πάντα τὴν εἰς αὐτὸν μῆνιν κεκρατηκότες Ἀλεξανδρέων παῖδες, Ἕλληνες δὲ μάλιστα, τοῦτο αὐτὸν διέθεντο τὸ τέλος. Ἐμοὶ δὲ γέγονε πρόφασις περὶ τούτου λέγειν, ὡς, ἐνηχηθέντες τὴν τοῦ Κωνσταντίου τελευτὴν, εὐθὺς οὕτως αὐτὸν ἀπώλεσαν οἱ αὐτοὶ Ἀλεξανδρεῖς, δι' οὐδὲν ἕτερον [ἡ περὶ τούτου μοι γεγένηται ὑπόθεσις], ἀλλὰ διὰ τὸν Ἀέτιον τὸν ὑπ' αὐτοῦ κατασταθέντα διάκονον.
papyrus and the reed, and contrived to administer the salt-lakes and draw their revenues to himself. So no base sordidness of life for gain through manifold contrivance, even down to petty matters, was neglected by him. Thus he also devised the making of biers in a fixed number for the bodies of those departing this life; and without those appointed by him no body of the deceased was carried out for burial, above all of strangers—not out of hospitality, but, as men said, for worldly lucre. For if anyone buried a body by himself, he incurred danger. And thus from each of those carried out some profit accrued to him. And I pass over speaking of the other things which the man amassed in luxuries and other matters, and in cruelty. For all these reasons, then, the sons of the Alexandrians, and especially the pagans, harbouring wrath against him, inflicted this end upon him. And the occasion for me to speak of this—how, as soon as they heard rumour of the death of Constantius, the same Alexandrians forthwith destroyed him in this manner—[the subject concerning him has arisen for me] on no other account than Aetius, who was appointed deacon by him.
Βʹ. Οὗτος ὁ Ἀέτιος κατὰ τὸν κοσμικὸν λόγον ἀπαίδευτος ἦν ἕως τῆς τελείας αὐτοῦ ἡλικίας, ὡς ὁ λόγος. Ἐπενόησε δὲ, ὑποβὰς καὶ σχολάσας ἐν Ἀλεξανδρείᾳ Ἀριστοτελικῷ [τινι] φιλοσόφῳ καὶ σοφιστῇ, καὶ τὰ τῆς διαλεκτικῆς δῆθεν ἐκείνων μαθὼν, οὐδὲν ἕτερον πλὴν σχηματοποιεῖν τὴν περὶ τοῦ Θεοῦ λόγου ἀπόδοσιν. Σχολαίτερον ἐπεχείρει ὀρθρίζων ἅμα καὶ ἐνδελεχῶς ἄχρις ἑσπέρας εἰς τοῦτο καθεζόμενος· φημὶ δὲ εἰς τὸ διὰ γεωμετρίας τινὸς καὶ διὰ σχημάτων περὶ Θεοῦ λέγειν τε καὶ ὁρίζειν, διδάσκων τε καὶ τελῶν. Οἷα δὲ Ἀρειανὸς βαθύτατος, καὶ τὴν Ἀρείου ἔχων μανιώδη διδασκαλίαν, περισσοτέρως τις λυμεὼν γέγονε τούτοις κατατριβόμενος, καὶ κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ κατὰ τοῦ ἁγίου Πνεύματος τὴν γλῶσσαν αὐτοῦ καθ' ἑκάστην ἡμέραν ὀξύνας. Οὗτος δὲ κατηγορεῖται ὑπό τινων, καὶ τῷ αὐτῷ Κωνσταντίῳ δηλοῦται, καὶ ὑφίσταται ἐξορίαν ἐν τοῖς τοῦ Ταύρου μέρεσιν· ἐν ᾧ τόπῳ πάντα τὰ τῆς αὐτοῦ κακοδιδασκαλίας ἐπλάτυνε, καὶ ἐφώρασεν εἰς μέσον φέρων μετὰ παρῥησίας, ἀποτριψάμενος τὸ μέτωπον ἐν ἀναισχυντίᾳ περιττοτέρᾳ, τὰς ἐξεμέσεις τῆς αὐτοῦ κακοδιδασκαλίας ἀπαραλείπτως ὑπέδειξεν. Ἐτόλμησε γὰρ εἰπεῖν, ἀνόμοιον τὸν Υἱὸν τῷ Πατρὶ ὑπάρχειν, καὶ οὐ ταυτὸν εἶναι τῇ θεότητι πρὸς τὸν Πατέρα· καὶ οὐδ' ὅτι ἡμεῖς τῷ ὁμοιώματι ἐπερειδόμεθα Ὑπὲρ γὰρ τὴν ὁμοίωσιν οἴδαμεν τὸν
2. This Aetius was uneducated in secular learning until his mature age, as the account goes. Yet having condescended to study at Alexandria under [a certain] Aristotelian philosopher and sophist, and having forsooth learned their art of dialectic, he devised nothing else than to cast into syllogistic figures the exposition of the doctrine concerning God. With studious leisure he applied himself to this, rising at dawn and sitting continually at it until evening—I mean, to speaking and defining about God through a kind of geometry and figures, both teaching and initiating. And being a most deep-dyed Arian, and holding the mad teaching of Arius, by busying himself with these things he became an even more virulent pest, sharpening his tongue day by day against the Son of God and against the Holy Spirit. But he is accused by certain persons and denounced to the same Constantius, and undergoes banishment in the parts of the Taurus, in which place he spread abroad all the doctrines of his evil teaching and laid them bare, bringing them forth openly with boldness; having wiped his brow in exceeding shamelessness, he displayed without ceasing the vomitings of his evil teaching. For he dared to say that the Son is unlike the Father, and is not the same in Godhead with the Father; and not even we rely upon likeness alone; for beyond likeness we know the
PG 42:520Read from the page
Υἱὸν πρὸς τὸν Πατέρα, ὡς ταυτὸν τῇ θεότητι καὶ ἴσον, καὶ οὐδ' ὅλως ἠλλοιωμένον. Ἔστι γὰρ πολλὰ ἀφωμοιωμένα τῷ Θεῷ, ἀλλ' οὐ ταυτὸν, ἴσα ὑπάρχοντα τῇ θεότητι· ὡς καὶ ὁ ἄνθρωπος κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν, ἀλλ' οὐ ταυτὸν τῷ Θεῷ πρὸς ἰσότητα. Καὶ ὁμοία ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ἀλλ' οὐ ταυτὸν τῇ βασιλείᾳ, οὐδ' ὅλως μετέχον τι τῆς αὐτῆς καὶ ὁμοίας ζύμης. Καὶ ὁμοία δέκα παρθένοις, καὶ ἀνδρὶ οἰκοδεσπότῃ ὡς πρὸς ὁμοίωσιν, ἀλλ' οὐ κατὰ ταυτότητα. Τοῦ δὲ Υἱοῦ ὁμοίου ὄντος τῷ Πατρὶ καὶ ὑπερομοίου, διὰ τὸ ταυτὸν εἶναι πρὸς τὸν Πατέρα καὶ ἴσον Πατρὶ, οὐ τὸ ὅμοιον συνιστᾷν ἡμῖν μόνον ἐπιμελὲς πεφιλοτίμηται, ἀλλὰ ταυτὸν καὶ ἴσον, ὡς Θεὸν ἐκ Θεοῦ, καὶ Υἱὸν ἐκ Πατρὸς, καὶ οὐκ ἀλλοῖον τῆς οὐσίας, ἀλλ' ἐξ αὐτοῦ γεγεννημένον· οὕτω καὶ περὶ τοῦ ἁγίου Πνεύματος. Τούτῳ δὲ τῷ γεννάδᾳ Ἀετίῳ οὐδὲ τὸ ὅμοιον πρὸς Πατέρα τὸν Υἱὸν ἀξιοῦν ἔδοξεν. Οὐ τῷ ὁμοίῳ δὲ αὐτοὶ ἐπερειδόμενοι μόνον τὴν σύστασιν τῆς πίστεως, καὶ τὸ γεραίρειν τὴν Τριάδα ἀληθῶς ἐνιστάμενοι ὁμολογοῦμεν. Καὶ γὰρ καὶ ἄργυρος κασσιτέρῳ ὁμοιοῦται, καὶ χρυσὸς χαλκῷ, καὶ μόλιβδος σιδήρῳ, καὶ λίθοι τίμιοι ἐξομοιοῦνται ὑέλῳ, καὶ οὐ τὸ ὅμοιον τὴν φύσιν δηλοῖ, ἀλλὰ τὸ ἀπείκασμα.
Son in relation to the Father, as the same in Godhead and equal, and in no way altered. For there are many things likened to God, yet not the same nor equal in Godhead: just as man also is according to the image and according to the likeness, yet not the same with God in equality. And the kingdom of the heavens is like a grain of mustard, yet not the same as the kingdom, nor at all partaking in any way of the same and like leaven; and it is like ten virgins, and a householder, by way of similitude, yet not by way of identity. Whereas since the Son is like the Father and more than like, by reason of His being the same in relation to the Father and equal to the Father, we have not made it our earnest care to establish likeness alone, but identity and equality, as God from God, and Son from Father, and not different in essence, but begotten of Him; so too concerning the Holy Spirit. But this noble Aetius did not deem fit to allow even likeness in the Son towards the Father. Yet we ourselves do not rely upon likeness alone, but stand firm in the establishment of the faith and truly confess the revering of the Trinity. For silver also resembles tin, and gold bronze, and lead iron, and precious stones resemble glass; and likeness does not declare the nature, but the resembling form.
Γʹ. Ἐνταῦθα δὲ ἡμεῖς καὶ περὶ τῆς Γραφῆς ὁμολογούσης τὸν Υἱὸν εἰκόνα Θεοῦ τοῦ ἀοράτου ὑπάρχειν, τὴν δύναμιν τῆς θείας Γραφῆς ἐκ θείας δωρεᾶς ἠκριβωκότες, τῆς φησάσης Φαρισαίοις· Οὐκ οἴδατε τὰς Γραφὰς, οὐδὲ τὴν δύναμιν τοῦ Θεοῦ· ἐπιστάμεθα οὖν διττὴν οὖσαν ταύτην τὴν σχέσιν. Τὴν ἀπόχρησιν δὲ ὡς ἀπὸ ἀνθρώπου λαμβάνοντες πρὸς παράστασιν φράσεως δηλοῦμεν. Καὶ γὰρ καὶ ἀνθρώπου εἰκὼν λέγεται, καὶ οὐχ ὁμοία. Ἡ μὲν γάρ ἐστι διὰ χρωμάτων ἀπεικαζομένη, ἡ δὲ διὰ τῆς γεννητικῆς ὁμοουσιότητος, ὡς τοῦ γεννωμένου Υἱοῦ πρὸς τὸν Πατέρα χαρακτηρίζοντος τὸ γένος· ἀπεικονίσματος δὲ λοιπὸν εὑρισκομένου ταυτότητός τε καὶ ὁμοουσιότητος καὶ ἐκτυπώματος. Καὶ ἔστιν ἡμῖν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ταυτὸν μὲν τῇ τοῦ Πατρὸς θεότητι καὶ ἀξίᾳ, καὶ ἴσος διὰ τῆς ἀληθινῆς εἰκόνος καὶ ὁμοιώσεως οὐ παρηλλαγμένης, ἀλλ' ἀπαραλλάκτου, ὡς Υἱὸς ἐκ Πατρὸς ἀληθινῶς καὶ ὁμοουσίως γεγεννημένος. Οὕτω καὶ ἐπὶ τοῦ ἁγίου Πνεύματος, διὰ τὸ ἐκ Πατρὸς ἐξελθεῖν, εἰ καὶ οὐ γεγέννηται, διὰ τὸ τοῦ Υἱοῦ μονογενές. Οὗτος δὲ ὁ Ἀέτιος, περισσοτέρως βουληθεὶς ἀντιστῆναι τῇ τῆς ἀληθείας ὁμολογίᾳ, οὐδὲ τὸ ὅμοιον Υἱοῦ πρὸς Πατέρα πειρᾶται ὁμολογεῖν. Οἱ μὲν γὰρ ἄλλοι τῶν Ἀρειανῶν, τῶν ἀπὸ Λουκιανοῦ τε καὶ Ὠριγένους λαβόντες τὴν πρόφασιν, γεγονότες ἅμα Ἀστερίῳ τινὶ ἀπὸ σοφιστῶν ὄντι, ἐκπεσόντι δὲ ἐν τῷ διωγμῷ τῷ ἐπὶ Μαξιμιανοῦ γεγονότι· τινὲς μὲν γὰρ αὐτῶν, ὡς ἐν ταῖς ἄνω μοι αἱρέσεσι δεδήλωται,
3. Here, concerning Scripture also when it confesses the Son to be the image of the invisible God, we—having by divine gift accurately grasped the force of divine Scripture, which said to the Pharisees, You know not the Scriptures, nor the power of God—know therefore that this relation is twofold. Taking the katachrestic usage from man, we explain it for clarity of expression. For one speaks also of the image of a man, and it is not alike: for the one is portrayed through colours, whereas the other is by generative consubstantiality, inasmuch as the begotten Son characterizes the offspring in relation to the Father, while the likeness is found to be one of identity and consubstantiality and express imprint. And to us the only-begotten Son of God is the same in the Father's Godhead and dignity, and equal through the true image and unaltered, nay invariable, likeness, as Son truly and consubstantially begotten of the Father. So too in the case of the Holy Spirit, by reason of His proceeding from the Father, even though He is not begotten, because the Son alone is only-begotten. But this Aetius, wishing all the more to withstand the confession of the truth, attempts not even to confess the likeness of the Son to the Father. For the rest of the Arians, taking their pretext from the followers of Lucian and Origen, and having associated with a certain Asterius, one of the sophists who lapsed in the persecution that took place under Maximian—for some of them, as has been set forth by me in the heresies above,
PG 42:521Read from the page
ὅτι κτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ ἕκαστος τῶν προειρημένων ὡρίσατο, καὶ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα κτίσματος ἐδίδαξαν· τινὲς δὲ ἔλεγον ὅμοιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, εἰ καὶ κτίσμα αὐτὸν ὡρίσαντο. Οὗτος δὲ τὸ πᾶν τῆς ἐκείνων μὲν εἰρωνείας, ἰδίας δὲ ἀσεβείας ἀπεκάλυψε τηλαυγῶς τὸ τοῦ δόγματος πρὸς τὸν Κύριον ἀπηνές τε καὶ ἀναίσχυντον.
that each of the aforesaid men defined the Son of God to be a creature, and taught that the Holy Spirit is a creature of a creature; yet some said that the Son is like the Father, even though they defined Him to be a creature. Whereas this man, by the whole of their dissimulation and his own impiety, laid bare in broad daylight the harsh and shameless character of the dogma towards the Lord.
Καὶ ὡς μὲν ἔχει ἡ ἀλήθεια, δικαιότατα πρὸς τοὺς τὸ κτίσμα παρεισφέροντας ἀποτείνεται ἡ τούτου τοῦ Ἀετίου τε καὶ Ἀνομοίου λεγομένου τοῦ λόγου ἀκριβολογία. Πᾶν γὰρ τὸ κτιστὸν ἀνόμοιον τυγχάνει τῷ κεκτικότι, κἄν τε κατὰ χάριν ἀφομοιοῖτο· καὶ ὁ κτίσας τῷ κεκτισμένῳ ἀνόμοιος ὑπάρχει, εἰ καὶ χρώμασί διαφόροις αὐτὸ κοσμεῖν πειράσοιτο· εἰ μή τι ἂν πρὸς ἀπεικασμὸν καὶ ἀπεικόνισμα κατὰ μίμησιν μόνον θεωρίας ἐστὶ τὸ ἐκτυπούμενον. Καὶ ὡς μὲν πρὸς Ἀρειανοὺς τοὺς κτιστὸν νομίζοντας τὸν Υἱὸν τοῦ Θεοῦ καὶ τὸ ἅγιον Πνεῦμα ἴσχυσεν ἂν ὁ τούτου λόγος, ὡς καὶ ὕστερον ὑπ' αὐτῶν τῶν Ἀρειανῶν, φημὶ δὲ τῶν περὶ Εὐδόξιον καὶ Μηνόφιλον καὶ ἄλλους, καὶ ἀποσύνακτος γενόμενος διήλεγχεν ἐπὶ τοῦ βασιλέως τότε· ὅτι Ὁποίως αὐτοὶ ἔχουσιν, ἐγὼ ἔχω, ὡς καὶ αὐτοὶ πάντες· ἀλλ' ὃ ἐν ἐμοὶ ἀληθὲς, αὐτοὶ κρυπτάζουσι· καὶ ὃ ἐγὼ τηλαυγῶς ὑποφαίνω καὶ ὁμολογῶ, οὗτοι πάντες τὰ αὐτὰ λέγουσι, κρυπτάζονται δὲ, τοῦ τότε βασιλέως. Οὐκ ἐναντίως ἔχοντος πρὸς τὴν Ἀρειανὴν δραματουργίαν, ἀλλὰ δῆθεν εὐσεβεῖν νομίζοντος. Τὸ μὲν γὰρ κτίσμα ὁμολογεῖν τὸν Υἱὸν τοῦ Θεοῦ παραιτούμενος, ἠγανάκτει, καὶ εἰς ὑπερορισμὸν κατέταξεν, ὡς ἄνω προδεδήλωται.
And to speak the truth, the strict logic of the argument of this Aetius, also called the Anomoean, is most justly directed against those who bring in the notion of a creature. For every created thing is unlike Him Who created it, even if it be likened by grace; and He Who created is unlike that which has been created, even if He should essay to adorn it with diverse colours—unless perhaps that which is modelled be by way of representation and portraiture for imitation in contemplation alone. And against Arians who deem the Son of God and the Holy Spirit created, his argument would have prevailed—as indeed afterwards, when excommunicated by the Arians themselves—I mean those around Eudoxius and Menophilus and others—he confuted them before the emperor at that time, saying: As they hold, so I hold, even as they all do; but what in me is candid, they conceal; and what I openly show forth and confess, all these men say the same, yet keep hidden—of the emperor of that time. For he was not adverse to the Arian stage-play, but forsooth supposed himself to be pious; for shrinking from confessing the Son of God to be a creature, he was indignant, and consigned him to banishment, as has been set forth above.
Δʹ. Ἐντεῦθεν ἀρχὴ τῆς αἱρέσεως γεγένηται· καὶ ἀπὸ τῆς μιᾶς ὑποθέσεως εἰς πολλὴν κακῶν φορὰν ἀρθεὶς ὁ ἀνὴρ τὴν διάνοιαν, δεινῶς κατέτρωσεν ἑαυτοῦ τὴν ψυχὴν καὶ τῶν [αὐτῶν] αὐτῷ πεισθέντων. Ἐφαντασιάσθη γὰρ οὗτος ὕστερον εἰπεῖν αὐτός τε καὶ οἱ ὑπ' αὐτοῦ μεμαθητευμένοι, ὅτι « Οὕτως, » φησὶ, « τὸν Θεὸν ἐπίσταμαι τηλαυγέστατα, καὶ τοσοῦτον αὐτὸν ἐπίσταμαι, καὶ οἶδα, ὥστε μὴ εἰδέναι ἐμαυτὸν, ὡς Θεὸν [μᾶλλον] ἐπίσταμαι. » Ἄλλα δὲ ὅσα περὶ τούτου ἀκηκόαμεν, καθὼς δεινῶς ὁ διάβολος κατ' αὐτοῦ ἐμηχανήσατο, ψυχὰς ἀνθρώπων δελεασθέντων ἀπολέσαι. Καὶ γὰρ οὐκ ἄγεται αὐτοῖς περὶ βίου σεμνότητος, οὐ περὶ νηστειῶν, οὐ περὶ ἐνταλμάτων Θεοῦ, οὐ περί τινος ἑτέρου τῶν εἰς ζωὴν ἀνθρώποις ἐκ Θεοῦ προστεταγμένων, ἢ μόνον πρόχειρος αὐτοῖς ὁ λόγος δι' ἑνὸς ῥήματος τὸ πᾶν· ὡς εἴ τις, ἀπὸ νηὸς ῥίψας, καὶ τὴν πᾶσαν ἐκβολὴν τοῦ παντὸς φόρτου ποιήσας, κατάσχῃ δὲ ἕν τι τῶν ἐν τῷ πλοίῳ ἐμβεβλημένων, κεράμου τέ φημι ἤ τινος ἑτέρου, ὡς δύνασθαι δι' ἑνὸς σκεύους τὸν πάντα πόντον διανήξα-
4. Hence the beginning of the heresy has arisen; and lifted up in mind from this single premise to a great rush of evils, the man grievously wounded his own soul and the souls of those [themselves] persuaded by him. For in delusion he and those discipled under him afterwards presumed to say: "Thus," says he, "I know God most clearly, and so thoroughly do I know Him and comprehend Him that I do not know myself as [rather] I know God." And many other things we have heard concerning him, as the devil grievously contrived against him to destroy the souls of enticed men. For among them no account is taken of gravity of life, nor of fastings, nor of the commandments of God, nor of anything else enjoined by God upon men for life, save only that their ready argument settles everything by a single phrase—as if someone, casting overboard from a ship and jettisoning the entire cargo, should hold on to some single item of what had been laden in the vessel—say an earthen jar or something else—as if able by means of a single vessel across the whole deep to swim o-
Notes, col. 521

On the reading

Printed κεκτικότι, for κεκτισκότι.

Printed χρώμασί, for χρώμασι.

PG 42:524Read from the page
σθαι, καὶ σωτηρίαν ἑαυτῷ προσπορίσασθαι· σφαλέντος δὲ τοῦ τοιούτου, καὶ οὐχ ὡς ὑπελάμβανε περὶ τοῦ μετὰ χεῖρα σκεύους τὸ πέρας εὑρόντος, ὕστερον ὑποβρυχίου γεγονότος, ἐκπεσεῖν τῆς πάσης πραγματείας τε καὶ σωτηρίας· οὕτω καὶ οὗτος ὁ Ἀέτιος καὶ οἱ ἐξ αὐτοῦ Ἀνόμοιοι, εἰς μέσον φέροντες τὸ ῥητὸν τὸ ὑπὸ τοῦ Κυρίου ἐν τῷ Εὐαγγελίῳ εἰρημένον, τὴν μὲν λέξιν ὑφηγοῦνται, τὴν δὲ αὐτῆς δύναμιν οὐχ ὀρθῶς κατέχοντες, σφάλλεται καὶ σφάλλονται. Ὅταν γὰρ αὐτοῖς περιτύχοιέ τις, καὶ περὶ ἐντολῶν ὑπομνήσειε, τοῦτο φάσκουσιν, ὡς ἔφη τὸ ῥητὸν, ὅτι « Οὐδὲν ἕτερόν ἐστιν ὃ ζητεῖ Θεὸς παρ' ἡμῶν, ἀλλ' ἵνα γινώσκωμεν αὐτὸν μόνον, ὡς καὶ ὁ Χριστὸς ἔφη, φησὶν, ἐν τῷ λέγειν αὐτόν· Δὸς αὐτοῖς, Πάτερ, ἔχειν ἐν ἑαυτοῖς ζωήν. Αὕτη δέ ἐστιν ἡ ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. » Ἀκηκόαμεν γὰρ καί τινων λεγόντων, ὡς παρ' αὐτοῦ ἐναργῶς ἀκηκόασιν, ὥς τινες κατηγοροῦντο ἐπὶ ἀτοπήματι γυναικὸς ᾄδοντες, καὶ κατεγινώσκοντο ὑπ' αὐτῶν. Ὁ δὲ οὐδὲ περὶ τούτων χαλεπῶς ἔφερεν· ἀλλὰ καὶ μάτην ἐχλεύαζε, φάσκων μηδὲν εἶναι τὸ τοιοῦτον. Σωματικὴ γάρ ἐστιν ἡ χρεία καὶ ἡ ὑπηρεσία· ὥσπερ γὰρ, φησὶ, περὶ τὸ οὖς κνηθόμεθα (καὶ αὐτὸς μὲν αἰδοῦμαι λέγειν ὅσαπερ ἐκεῖνος ἀκάθαρτος διηγήσατο), λαβόντες δὲ, φησὶ, πτερὸν ἢ κάρφος, τὸ οὖς κνηθόμεθα, καὶ οὕτω παυόμεθα τῆς περὶ τὴν ἀκοὴν κνησμονῆς· οὕτω καὶ τοῦτο, φησὶ, συμβαίνει κατὰ φύσιν· καὶ εἴ τις ἐπιτελέσειεν, οὐχ ἁμαρτάνει.
ver, and procure safety for himself; but when such a man fails, and does not find the outcome as he supposed concerning the vessel in hand, and afterwards becomes submerged, he loses his whole undertaking and safety alike; so also this Aetius and the Anomoeans springing from him, bringing forward the saying spoken by the Lord in the Gospel, expound indeed the wording, yet not rightly grasping its force, he stumbles and they stumble. For whenever anyone chances upon them, and reminds them concerning commandments, they allege this, as the saying declared: "There is nothing else that God seeks from us, save that we should know Him alone, just as Christ also spoke, he says, when He said: Grant unto them, Father, to possess life within themselves. And this is the life, that they may know Thee, the only true God, and Jesus Christ Whom Thou hast sent." For we have also heard certain persons relating that they plainly heard from him, how some people were being accused upon a misdeed with a woman, singing, and were condemned by them. Yet he was not even displeased about these matters; rather, he idly jeered, saying that such a thing is nothing. For the need and the function is bodily; for just as, he says, we itch around the ear (and I myself am ashamed to utter all that that impure man recounted), and taking, he says, a feather or a straw, we scratch the ear, and thus cease from the itching around the hearing; so also this, he says, happens according to nature; and if anyone should perform it, he does not sin.
Εʹ. Καὶ ὅσα τοιαῦτα ὁ ἀνὴρ διηγούμενος, ὑδαρῶς τὰ πάντα καὶ κακῶς ἐδίδασκεν· ἵνα ἐξ αὐτῶν τῶν ἔργων ὀφθῇ, τί μὲν οὗτός ἐστιν· οἱ δὲ τοῦ Κυρίου λόγοι σαφῶς ἡμῖν καταυγάσωσιν, ὡς ἔλεγε· Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλας, ἢ ἀπὸ τριβόλων σῦκα; Οὕτω καὶ ἡ τούτου κατὰ πάντα τῆς ἀνοησίας τόλμα ἐντεῦθεν καὶ ἐκεῖθεν διελέγχεται· ὡς μὲν κατὰ τοῦ Δεσπότου αὐτοῦ ἀνέτεινε τὸ στόμα ἀθυρογλωττῶν, εἰς τὸν ἑαυτοῦ Κύριον βλασφημεῖν μή αἰσχυνόμενος, ἵνα καὶ ἐκ τῶν καρπῶν τῆς αὐτοῦ ἀκολασίας καὶ ὑδαρότητος οἱ συνετοὶ δοκιμάσαντες μὴ δρέψωνται τῶν αὐτῶν καρπῶν. Οὐ γὰρ δύναται ἐξ ἀκανθῶν σταφυλὴ τρυγᾶσθαι, ἵνα καὶ ἀπὸ τῆς κακοδιδασκαλίας ἡ σεμνότης ὀφθείη. Ἀλλὰ ταῦτα μὲν περὶ τὸν ἄνδρα γεγονότα ἀκηκόαμεν καὶ συμβεβηκότα· διὰ δὲ τῶν λόγων αὐτοῦ ἀκόλουθα εἰς μανίαν ἄρσεως κατὰ τοῦ Κυρίου τολμηθείσης, ὡς ἔφην, πολλὰ μὲν ἔστιν, ὀλίγα δὲ ἀπὸ τῶν πλειόνων παραθήσομαι. Πρὸς αὐτὰ δὲ ἃ ὁ Κύριος δίδωσι πρὸς ἀνατροπὴν, καὶ αὐτοὶ λέξομεν. Καὶ ἔστιν ἡ τούτου τοῦ Ἀνομοίου τῆς πίστεως ἐρεσχελία, καὶ τῶν λόγων ἀπεικασμοὶ οὗτοι, ἐκ Γραφῶν μὲν λεγόμενοι, οὐχ οὕτως δὲ κατὰ τὸν νοῦν ἔχοντες, ἀλλὰ ἄλλως τὴν δύναμιν ἔχοντες, ἀπ' αὐτοῦ δὲ οὕτως λαμβανόμενοι.
Chapter V. And in recounting all such things, the man taught everything insipidly and wickedly, so that from his very deeds it may be seen what he is, whilst the Lord's words may shine clearly upon us, as He used to say: Be on your guard against the false prophets, who come to you in garments of sheep, but inwardly are ravening wolves. From their fruits you shall recognize them. Do people gather grapes from thorns, or figs from thistles? Thus also this man's reckless audacity in all matters is convicted on this side and on that: how with unbridled tongue he stretched forth his mouth against his Master, not ashamed to blaspheme against his own Lord, so that also from the fruits of his licentiousness and insipidity the prudent, having tested them, may not pluck of the same fruits. For a cluster of grapes cannot be harvested from thorns, that reverence should also appear from evil teaching. But these things that have occurred and befallen concerning the man we have heard; yet through his arguments what follows consistently with the madness of exaltation dared against the Lord, as I said, is manifold indeed, but I shall set forth a few points out of the many. And in reply to them, whatever the Lord grants for their overthrow, we ourselves also shall speak. And such is the cavilling about the faith on the part of this Anomoean, and these comparisons of his arguments: uttered indeed out of the Scriptures, yet not having that meaning, but possessing their force otherwise, whilst taken by him in this manner.
Notes, col. 524

On the reading

Printed σταφυλας, for σταφυλὰς.

Printed μή αἰσχυνόμενος, for μὴ αἰσχυνόμενος.

PG 42:525Read from the page
Ϛʹ. Φάσκει δὲ εὐθὺς ἐν ἀρχῇ, ὅτι « Οὐ δύναται τὸ ἀγέννητον ὅμοιον εἶναι τῷ γεννητῷ· καὶ γὰρ κατὰ τὸ ὄνομα διαλλάττει· τὸ μὲν γάρ ἐστιν ἀγέννητον, τὸ δὲ γεννητόν. » Τὸ δὲ πᾶν ἐστιν ἠλίθιον, καὶ εἰς μανίαν τρέψαν τὸν ἄνδρα. Εἰ γὰρ ζητήσομεν τῷ ἀγεννήτῳ γεννήτορα, ἵνα μὴ τὴν περὶ Χριστοῦ δόξαν ἀληθῆ ἀπολέσωμεν, εὑρεθήσεται οὐκέτι εἷς ὁ Πατὴρ, οὐδὲ Πατὴρ πατρὸς, ἀλλὰ ἄπειροι οἱ πατέρες πατέρων ζητούμενοι, καὶ οὐκέτι εἷς Θεός ἐστιν ὁ ὢν ἀεὶ, καὶ πρὸ αὐτοῦ μηδὲν ἐσχηκὼς, καὶ ἀεὶ διατελῶν, καὶ μένων· ἐξ οὗ ὁ μονογενὴς ἀληθινὸς Υἱὸς γεγέννηται, καὶ ἔστι, καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα ἐξ αὐτοῦ· ἀλλ' ἔσονται οἱ ζητούμενοι πολλοὶ θεοὶ, καὶ λοιπὸν τὰ πάντα ἀπάτη ἔσται, καὶ οὐκ ἀλήθεια. Δεῖ δὲ καὶ ὡς ἔστιν, ἕνα εἰδέναι Θεὸν, Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀπὸ Πατρὸς ἐκπορευόμενον, καὶ τοῦ Υἱοῦ λαμβάνον. Καὶ αὕτη ἐστὶν ἡ μία θεότης, εἷς Θεὸς, εἷς Κύριος, Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα· οὐ συναλοιφή τις ὢν ὁ Υἱὸς τῷ Πατρὶ, οὐδὲ τὸ ἅγιον Πνεῦμα, ἀλλ' ὁ Πατὴρ Πατὴρ, καὶ ὁ Υἱὸς Υἱὸς, καὶ ἅγιον Πνεῦμα ἅγιον Πνεῦμα· τρία τέλεια, μία θεότης, εἷς Θεὸς, εἷς Κύριος, ὡς καὶ πολλάκις ἐν πάσαις αἱρέσεσιν οὕτω τὴν περὶ Θεοῦ ἀπεδώκαμεν δοξολογίαν. Οὐκοῦν ἐπειδὴ εἷς ἐστι Θεὸς, καὶ οὐκ ἔνι ὑπολαβεῖν ἕτερον παρὰ τὸν ὄντα, θαυμαστῶς καὶ ἀγέννητός ἐστιν ὁ Πατὴρ καὶ ἄκτιστος, καὶ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐξ αὐτοῦ γεννηθεὶς οὐκ ἀνόμοιος αὐτῷ κατὰ πάντα τρόπον τυγχάνει, ἀλλὰ ταυτὸν τῷ Πατρὶ καὶ ἴσος κατὰ πᾶσαν ἀξίαν, κἄν τε ὁ μὲν γεγέννηται, ὁ δὲ ἀγέννητός ἐστιν. Εἰ μὲν γὰρ ὅλως γεγέννηκεν ἐξ αὐτοῦ τὸν Υἱὸν, ἀδύνατον μὴ εἶναι ἴσον τῷ Πατρὶ καὶ ὅμοιον. Πᾶν γὰρ τὸ γεννῶν ὅμοιον ἑαυτῷ γεννᾷ· καὶ οὐ μόνον ὅμοιον, ἀλλ' ἴσον τῇ ταυτότητι. Ἄνθρωπος μὲν γὰρ ἄνθρωπον γεννᾷ, καὶ Θεὸς Θεόν. Καὶ ὁ μὲν γὰρ ἄνθρωπος ἐκ σωμάτων συμπλοκῆς, ὁ δὲ Θεὸς ἀνεκδιηγήτως μόνος Μονογενῆ γεγέννηκε, καὶ οὐ κατά τινα ῥῆσιν, οὐδὲ συστολὴν, οὐδὲ πλατυσμόν. Ἀλλὰ πνεῦμα ὢν ὁ Πατὴρ ἐξ αὐτοῦ ἀνάρχως καὶ ἀχρόνως τὸν Υἱὸν ἐγέννησεν, ὅμοιον αὐτῷ κατὰ πάντα, καὶ ἴσον, ὡς λέγει τὸ ἅγιον Εὐαγγέλιον, ὅτι Ἐζήτουν αὐτὸν ἀποκτεῖναι οἱ Ἰουδαῖοι· ὅτι οὐ μόνον ἔλυε τὸ Σάββατον, ἀλλ' ὅτι καὶ Υἱὸν Θεοῦ ἑαυτὸν ἔλεγεν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Πῶς γὰρ οὐχ ὅμοιος τῷ Πατρὶ καὶ ἴσος κατὰ πάντα, ὁ ἐν αὐτῷ ἔχων τὸ ζῆν, καὶ λέγων· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς, οὕτω καὶ ὁ Υἱὸς ἐγείρει τοὺς νεκρούς ; Καὶ λέγων· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· οὐ δύναται διηλλαγμένος εἶναι, ὁ δι' ἑαυτοῦ τὸν Πατέρα σημαίνων· καὶ ὁ λέγων, ὅτι Ὁ γινώσκων ἐμὲ γινώσκει τὸν Πατέρα· καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· ὡς αὐτοῦ οὐκ ἄλλου ὄντος παρὰ τὸν Πατέρα, ὡς καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς σημαίνει. Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Εἰ μὲν γὰρ οὐκ ἦν ὁ Υἱὸς ὅμοιος τῷ Πατρὶ, πῶς λοιπὸν ὁ ἄνθρωπος κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἐγένετο ; Οὐ γὰρ εἶπεν ὁ Πατήρ· Ποιήσωμεν ἄνθρω-
Chapter VI. And he alleges straightway at the outset: "That which is unbegotten cannot be like that which is begotten; for even in name it differs, for the one is unbegotten, whilst the other is begotten." Yet the whole thing is foolish, and has turned the man to madness. For if we shall seek a begetter for the Unbegotten, lest we lose the true belief concerning Christ, the Father will no longer be found one, nor Father of a father, but infinite fathers of fathers being sought, and no longer is He one God Who exists always, and has had nothing before Him, and continues always, and abides—from Whom the only-begotten true Son has been begotten, and exists, and His Holy Spirit is from Him—but those sought will be many gods, and thenceforth all things will be deceit, and not truth. Yet one must also, as it truly is, know one God, Father of our Lord Jesus Christ, from Whom also the Holy Spirit proceeding from the Father, and receiving of the Son, is. And this is the one Godhead, one God, one Lord, Father and Son and Holy Spirit; the Son not being some coalescence with the Father, nor the Holy Spirit, but the Father is Father, and the Son is Son, and the Holy Spirit is Holy Spirit: three perfect, one Godhead, one God, one Lord, just as often in all heresies we have thus rendered the doxology concerning God. Therefore, since God is one, and it is impossible to suppose another beside Him Who is, wondrously the Father is both unbegotten and uncreated, and the only-begotten Son of God begotten from Him is in no way unlike Him, but is identical with the Father and equal in every dignity, even though the One has been begotten whilst the Other is unbegotten. For if He has altogether begotten the Son from Himself, it is impossible that He should not be equal to the Father and like Him. For everything that begets, begets what is like itself; and not only like, but equal in identity. For a man begets a man, and God begets God. And whilst a man begets from the union of bodies, God alone has ineffably begotten the Only-begotten, and not by way of any flux, nor contraction, nor expansion. Rather, the Father, being spirit, without beginning and without time begot the Son from Himself, like Him in all things, and equal, as the holy Gospel says: The Jews were seeking to slay Him, because He not only was breaking the Sabbath, but also was calling Himself Son of God, making Himself equal to God. For how is He not like the Father and equal in all things, Who possesses life within Himself, and says: Just as the Father raises the dead, so also the Son raises the dead? And Who says: He who has seen Me has seen the Father—He cannot be divergent, Who through Himself signifies the Father; and He Who says: He who knows Me knows the Father; and: He who has seen Me has seen the Father—inasmuch as He is not another apart from the Father, as both the Father and the Son signify: Let Us make man according to Our image, and according to likeness. For if the Son were not like the Father, how then did man come to be according to image and according to likeness? For the Father did not say: Let Us make man