Ζʹ. Πῶς δὲ δύναται μὴ εἶναι ἴσος, καὶ μὴ ὅμοιος, ὡς καὶ ἤδη εἰπὼν, ὁ λέγων, ὅτι Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ; Οὐ μόνον γὰρ αὐτὸς ἐν τῷ Εὐαγγελίῳ λέγει τοῦτο, ἀλλὰ καὶ Πνεύματι ἁγίῳ προφητεύων Ἠσαΐας ἔγνω τὸν Υἱὸν ἐν τῷ Πατρὶ καὶ μὴ ἀλλότριον τοῦ Πατρὸς, μηδὲ παρηλλαγμένον, ὡς ἔχει τὸ ῥητὸν, ὃ ταύτην ἔχει τὴν ἀκολουθίαν· ἀπὸ μὲν τοῦ Ἑβραϊκοῦ οὕτως· Φθόου σααρεὶμ, οὐϊαβωτῶν σαδὶκ, σωμὴρ ἐμμουνείω, ιεσροσμοὼχ, θεσὰρ σαλὼμ σαλὼμ, χιβὰκ βατόου, βετοὺβ βαλδωναΐ ἀδδὼθ, χιβαΐα ἀδωναΐ σωδωλεμείμ· ἀπὸ δὲ τῆς ἑρμηνείας Ἀκύλα οὕτως· Ἀνοίξατε πύλας, εἰσελθέτω ἔθνος δίκαιον, φυλάττον πίστιν, πλάσμα ἐστηριγμένον, φύλαξις εἰρήνης, ὅτι ἐπ' αὐτῷ πεποίθασι. Πεποίθατε ἐπὶ τῷ Κυρίῳ ἕως αἰῶνος· ὅτι ἐν τῷ Κυρίῳ Κύριος ὁ στερεώσας τοὺς αἰῶνας· παρὰ δὲ τοῖς Ἑβδομήκοντα οὕτως· Ἀνοίξατε πύλας, εἰσελθέτω φυλάσσων ἀλήθειαν, καὶ ἀντιλαμβανόμενος ἀληθείας, καὶ φυλάσσων εἰρήνην, ὅτι ἐπὶ σοὶ ἤλπισαν, Κύριε, ἕως τοῦ αἰῶνος, ὁ Θεὸς ὁ μέγας, ὁ αἰώνιος. Παρατηρείσθω δὲ ὁ ἀναγινώσκων, ὡς [ἀντὶ τοῦ] Κύριος, καὶ τὸ, ὁ μέγας, ἀντὶ τοῦ, ἐν Κυρίῳ, κεῖται παρὰ τοῖς Ἑβδομήκοντα. Καὶ πόσα ἐστὶ [περὶ] τούτου λέγειν ! Δέδια δὲ μήπως εἰς ὄγκον πολὺν ἐλάσω περὶ τούτων τῶν λόγων πραγματείαν. Πάντα γὰρ σαφῆ ἐν τῇ θείᾳ Γραφῇ τοῖς βουλομένοις εὐσεβεῖ λογισμῷ προσέρχεσθαι τῷ θείῳ λόγῳ. καὶ μὴ διαβολὴν ἐνέργειαν ἐν ἑαυτοῖς ἐγκισσήσαντας ἑαυτοὺς καταστρέφειν εἰς τὰ βάραθρα τοῦ θανάτου· ὡς οὗτος ὁ ἐλεεινὸς, καὶ οἱ αὐτῷ πεισθέντες ἄνθρωποι κατὰ τῆς ἀληθείας ἐστρατεύσαντο ὑπὲρ πάντας τοὺς πρὸ αὐτῶν γεγονότας βλασφήμους εἰς Θεὸν, καὶ τὴν αὐτοῦ πίστιν. Καὶ ὅτι μὲν οὐ δύναται ἀνόμοιος εἶναι ὁ Υἱὸς τῷ Πατρὶ, ἀλλ' οὐδὲ τοῦτο ἐπερειδόμενοι ταῦτα ἔφημεν. Ἔστι γὰρ οὐ μόνον ὅμοιος, ἀλλὰ καὶ ἴσος, ταυτὸν τῇ θεότητι, ταυτὸν τῇ ἀϊδιότητι καὶ δυνάμει. Καὶ οὐ λέγομεν ταυτοούσιον, ἵνα μὴ ἡ λέξις παρά τισι λεγομένη Σαβελλίῳ ἀπεικασθῇ. Ταυτὸν δὲ λέγομεν τῇ θεότητι, καὶ τῇ οὐσίᾳ, καὶ τῇ δυνάμει, κατὰ πάντα ἴσον τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ αὐτοῦ Πνεύματι. Ὁμοούσιον δέ φαμεν, ὡς ἔχει ἡ ἁγία πίστις, ἵνα ἀπὸ τοῦ ὁμοῦ σαφῶς σημανθῇ τὰ τέλεια, ὅτι ὁ Υἱὸς ἐκ Πατρὸς, τέλειος ἐκ τελείου, τέλειον δὲ καὶ τὸ ἅγιον Πνεῦμα.
Chapter VII. And how can He not be equal, and not like, having already spoken thus, Who says: I am in the Father, and the Father is in Me? For not only does He Himself say this in the Gospel, but also Isaiah, prophesying by the Holy Spirit, knew that the Son is in the Father and not alien to the Father, nor at variance, as the saying stands, which has this sequence; from the Hebrew thus: Phthoou saareim, ouiaboton sadik, somer emmouneio, iesrosmooch, thesar salom salom, chibak batoou, betoub baldonai addoth, chibaia adonai sodolemeim; and from the translation of Aquila thus: Open gates, let a righteous nation enter in, keeping faith, a fashioned work made steadfast, a guarding of peace, because they have trusted in Him. Trust in the Lord unto the age; for in the Lord is the Lord Who established the ages; and among the Seventy thus: Open gates, let him enter in who keeps truth, and cleaves to truth, and keeps peace, because in Thee they hoped, O Lord, unto the age, the great, the everlasting God. And let the reader observe how [in place of] Lord, the phrase, the great, also stands in place of, in the Lord, among the Seventy. And how much there is to say [about] this! Yet I fear lest I drive my treatise concerning these arguments to great bulk. For all things are clear in divine Scripture to those who wish with pious reasoning to approach the divine word, and not, having craved and conceived a slanderous working within themselves, to plunge themselves into the pits of death; just as this wretched man, and the people persuaded by him, campaigned against the truth beyond all those blasphemers against God and His faith who were before them. And that the Son cannot be unlike the Father, not even resting upon this alone have we spoken these things. For He is not only like, but also equal, identical in Godhead, identical in eternity and power. And we do not say tautoousion, lest the term used among some be likened to Sabellius. But we say that He is identical in Godhead, and in substance, and in power, equal in all things to the Father, and to His Holy Spirit. And we say consubstantial, as the holy faith holds, so that from the element "together" the perfect subsistences may be clearly signified: that the Son is from the Father, perfect from perfect, and perfect also is the Holy Spirit.