ἀκοῇ μόνῃ, φιλίᾳ τῇ πρὸς τὸν ἐλθόντα πρὸς ἐμέ. Ἑαυτὸν γὰρ ὁ Θεὸς γινώσκει, ἑαυτὸν Χριστὸς κηρύττει, ἑαυτὸ τὸ Πνεῦμα τὸ ἅγιον δηλοῖ τοῖς ἀξίοις. Ἐν Γραφαῖς δὲ ἁγίαις Τριὰς ἡμῖν καταγγέλλεται καὶ πιστεύεται, ἀπεριέργως, ἀφιλονείκως, συνθημάτων ἀκοαῖς. Ἐκ πίστεως δὲ αὐτῆς ἡ σωτηρία τῆς χάριτος· ἐκ πίστεως ἡ δικαιοσύνη χωρὶς ἔργων νόμου γέγραπται, ἐξ ἀκοῆς πίστεως τὸ Πνεῦμα τοῦ Χριστοῦ δίδοσθαι τοῖς σωζομένοις. Πίστις δὲ ἡ καθόλου κηρύκων φωναῖς αὕτη σημαίνεται, ὡς ἔγωγε οἶμαι, κατηχούμενος ἐκ Γραφῶν, τρία ἅγια, τρία συνάγια, τρία ὑπαρκτὰ, τρία συνύπαρκτα, τρία ἔμμορφα, τρία σύμμορφα, τρία ἐνεργὰ, τρία συνεργὰ, τρία ἐνυπόστατα, τρία συνυπόστατα ἀλλήλοις συνόντα. Τριὰς αὕτη ἁγία καλεῖται, τρία ὄντα, μία συμφωνία, μία θεότης τῆς αὐτῆς δυνάμεως, τῆς αὐτῆς ὑποστάσεως· ὁμοία ἐξ ὁμοίου, ἰσότητα χάριτος τῆς αὐτῆς χάριτος ἐργάζεται, Πατρὸς καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Τὸ δὲ πῶς, αὐτοῖς ἀπολείπεται διδάσκειν. Οὐδεὶς οἶδε τὸν Πατέρα ει μὴ ὁ Υἱὸς, οὐδὲ τὸν Υἱὸν, ει μὴ ὁ Πατὴρ, καὶ ᾧ ἐὰν ὁ Υἱὸς ἀποκαλύπτει. Ἀποκαλύπτει δὲ διὰ Πνεύματος ἁγίου. Ουκοῦν τρία ταῦτα ὄντα, ἢ ἐξ αὐτοῦ, ἢ παρ' αὐτοῦ, ἢ πρὸς αὐτὸν, ἑκάστῳ ἀξίως νοούμενα, καθὼς ἑαυτὰ ἀποκαλύπτει, φῶς, πῦρ, πνεῦμα, καὶ ἄλλαις, οἶμαι, ὁράσεων ὁμοιώσεσι, καθὼς ἄξιος ὁ διακονούμενος ἄνθρωπος. Αὐτὸς τοίνυν ὁ Θεὸς ὁ ἐν ἀρχῇ ειπών· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, τὸ ὁρώμενον, αὐτὸς ὁ φωτίσας ἡμᾶς το φῶς ἰδεῖν τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εις τὸν κόσμον. Ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου, ὁ Δαβὶδ φησιν· αὐτός ἐστιν ὁ Κύριος ὁ ειπών· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν αι θυγατέρες αὐτῶν, καὶ οι νεανίσκοι αὐτῶν ὁράσεις ὄψονται· τρία πρόσωπα ἁγίας λειτουργίας δεικνὺς ἡμῖν, ὑποστάσεως ἐξ ὑποστάσεως οὔσης τρίτης.
by hearing alone, in love towards Him Who came unto me. For God knows Himself, Christ proclaims Himself, and the Holy Spirit manifests Himself to the worthy. In the Holy Scriptures the Trinity is announced to us and believed, without prying curiosity and without contention, by hearing the tokens of the creed. By faith indeed is the salvation of its grace; by faith righteousness apart from works of the law is written, and by the hearing of faith that the Spirit of Christ is given to those being saved. This universal faith is signified by the voices of the heralds, as I for my part deem, being instructed from the Scriptures: three holy, three co-holy, three existent, three co-existent, three endowed with form, three conformed, three operative, three co-operative, three subsistent, three co-subsistent, being with one another. This is called the Holy Trinity: three beings, one harmony, one Godhead of the same power, of the same substance; like from like, it works equality of grace of the same grace, of Father and Son and Holy Spirit. But the manner how is left for Them to teach. No one knows the Father save the Son, nor the Son save the Father, and he to whomsoever the Son unveils Him. And He unveils through the Holy Spirit. Therefore these, being three, whether out of Him, or from Him, or unto Him, are worthily conceived by each one according as They unveil Themselves—as light, fire, spirit, and by other similitudes of visions, I deem, according as the man ministered to is worthy. God Himself, therefore, Who in the beginning said: Let there be light, and there was light—the visible light—is Himself He Who enlightened us to behold the true light, which enlightens every man coming into the world. Send forth Thy light and Thy truth, says David; He Himself is the Lord Who said: In the last days I will pour out of My Spirit upon all flesh; and their daughters shall prophesy, and their young men shall see visions—showing us three persons of sacred ministry, subsistence being a third from subsistence.
Εʹ. Λέγω οὖν Χριστὸν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ πληρῶσαι τὰς ἐπαγγελίας. Συνδιακονεῖν δὲ Πνεῦμα τὸ ἅγιον παρειλήφαμεν ἐκ θείων Γραφῶν οὕτως· Ἀποστέλλεται ὁ Χριστὸς ἀπὸ Πατρὸς, ἀποστέλλεται τὸ Πνεῦμα τὸ ἅγιον· λαλεῖ ἐν ἁγίοις Χριστὸς, λαλεῖ τὸ Πνεῦμα τὸ ἅγιον· ἰᾶται Χριστὸς, ἰᾶται τὸ Πνεῦμα τὸ ἅγιον· ἁγιάζει Χριστὸς, ἁγιάζει τὸ Πνεῦμα τὸ ἅγιον· βαπτίζει Χριστὸς ἐν τῷ ὀνόματι αὐτοῦ, βαπτίζει τὸ Πνεῦμα τὸ ἅγιον. Οὕτως λέγουσιν αι Γραφαί· Ἀποστελεῖς τὸ Πνεῦμά σου, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς· ὅμοιον τῷ λέγειν· Ἐξαποστελεῖς τὸν Λόγον σου, καὶ τήξει αὐτά. Λειτουργούντων δὲ αὐτῶν, φησὶ, τῷ Κυρίῳ, καὶ
5. I say, therefore, that Christ has become a minister of the circumcision on behalf of the truth of God, so as to fulfil the promises. And that the Holy Spirit ministers together with Him we have received from the divine Scriptures thus: Christ is sent from the Father, and the Holy Spirit is sent; Christ speaks in the saints, and the Holy Spirit speaks; Christ heals, and the Holy Spirit heals; Christ sanctifies, and the Holy Spirit sanctifies; Christ baptizes in His name, and the Holy Spirit baptizes. Thus say the Scriptures: Thou shalt send forth Thy Spirit, and Thou shalt renew the face of the earth—which is like saying: Thou shalt send forth Thy Word, and it shall melt them. And as they were ministering, it says, to the Lord, and