Migne Reading Room

PG 42 · cols. 468–477 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:468Read from the page
τούτων· ὃς καὶ δεῦρο ὑπάρχει ἐν τῇ ἰδίᾳ πατρίδι τίμιος ἀνὴρ καὶ ἐπιπόθητος, μάλιστα δι' ὧν νυνὶ ἐνηχούμεθα κατωρθωκέναι, καὶ ἀφ' ὧν νυνὶ οἱ ὑπ' αὐτὸν ἐν Ἀντιοχείᾳ ὁμολογοῦσιν, οὐκέτι ὅλως οὔτε ἐν παραδρομῇ μεμνημένοι κτίσματος ὀνόματος, ἀλλ' ὁμοούσιον ὁμολογοῦντες Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, τρεῖς ὑποστάσεις, μίαν οὐσίαν, μίαν θεότητα· καθώς ἐστιν ἡ ἀληθινὴ πίστις, ἡ ἀπὸ τῶν ἀνέκαθεν, προφητική τε καὶ εὐαγγελικὴ, καὶ ἀποστολική· ἣν ὡμολόγησαν οἱ συνελθόντες Πατέρες ἡμῶν καὶ ἐπίσκοποι ἐν τῇ Νικαίᾳ συνόδῳ ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου καὶ μακαριωτάτου βασιλέως. Γένοιτο δὲ καὶ αὐτὸν τὸν τιμιώτατον Μελέτιον οὕτως ὁμολογεῖν κατὰ τοὺς ὑπ' αὐτὸν ὄντας ἐν τῇ Ἀντιοχείᾳ καὶ ἐν ἄλλοις τισὶ τόποις οὕτως ὁμολογοῦντας! Εἰσὶ γὰρ καί τινες τῶν δοκούντων αὐτῷ κοινωνεῖν, καὶ τῇ κατ' αὐτὸν συνόδῳ βλασφημοῦντες τὸ Πνεῦμα τὸ ἅγιον· καὶ περὶ μὲν Υἱοῦ καλῶς λέγοντες, τὸ δὲ Πνεῦμα κτιστὸν ἡγούμενοι, καὶ ἀλλότριον Θεοῦ παντάπασι. Περὶ ὧν ὕστερον ἐν τῇ κατ' αὐτοὺς ἀνατροπῇ τῆς αἱρέσεως τὰ πάντα ἀκριβῶς κατὰ δύναμιν λέξομεν.
[these]; who even hitherto abides in his own homeland an honoured and beloved man, especially on account of what we now hear he has set right, and from what those under him in Antioch now confess, no longer at all even in passing mentioning the name of creature, but confessing Father, and Son, and Holy Spirit consubstantial — three hypostases, one essence, one Godhead, even as is the true faith from ancient times, both prophetic and evangelical and apostolic, which our Fathers and bishops assembled at the Nicene Synod confessed under Constantine the great and most blessed emperor. And may the most honourable Meletius himself also confess thus according to those under him in Antioch and in certain other places who confess thus! For there are also some among those who seem to be in communion with him and his synod who blaspheme the Holy Spirit — speaking well indeed concerning the Son, yet deeming the Spirit created and altogether alien to God. Concerning whom we shall later in the refutation of their heresy state all things accurately according to our power.
ΛΕʹ. Τίμιος οὖν ὁ ἀνὴρ ἡμῖν, ὡς ἔφην, διὰ τὰς τοιαύτας περὶ αὐτοῦ φήμας ὑπάρχει. Καὶ γὰρ καὶ τἄλλα αὐτοῦ βίος σεμνὸς, τρόπος ἀγαθὸς, εἰς πάντα τοῖς λαοῖς ἐπιπόθητος διὰ τὸν βίον αὐτοῦ παρὰ πᾶσιν ἐκθειαζόμενον. Τινὲς δὲ καὶ περὶ τούτου οὐκ οἶδα λέγειν, ἢ μίσει φερόμενοι, ἢ φθόνῳ, ἢ τὰ ἑαυτῶν μεγαλύνειν βουλόμενοι, τινὰ ὑφηγήσαντο, ὡς ὅτι οὐχ ἕνεκεν ὀρθοδοξίας ἡ κατ' αὐτοῦ γέγονε κίνησις, ἀλλ' ἕνεκεν, φασὶ, κανονικῶν πραγμάτων, καὶ τῆς ἀναμέσον αὐτοῦ καὶ τοῦ αὐτοῦ ἱερατείου ἐρεσχελίας· καὶ ὅτι τινὰς ἐδέξατο, οὓς πάλαι ἀπεβάλετο καὶ ἀνεθεμάτισεν. Ἀλλ' οὐ πάνυ ταῦτα κατὰ νοῦν ἐθήκαμεν, διὰ τὸ μάλιστα ἐσύστερον ἐν τῇ κατ' αὐτὸν συνόδῳ ὁσημέραι διορθούμενα, καὶ ὁμολογούμενα ἐν τῇ πίστει, ὡς ἄνω μοι προδεδήλωται. Δεῖ γὰρ κατὰ τὸ μέρος τοῦτο ἀληθεύειν ὅση δύναμις, κατὰ τὸ ἀσθενὲς τὸ ἡμέτερον ἐν πᾶσι. Θέλεις γὰρ παρῆλθε τὸν ἄνδρα ἐν τῷ ῥοίζῳ τῆς τῶν λόγων ἐξηγήσεως, οὐκ ἔχω λέγειν· θέλεις κατὰ ἀφέλειαν ἀπ' αὐτοῦ ὁ λόγος παρήχθη, Θεῷ ἔγνωσται. Πλὴν ἐν ἑνὶ μέρει ἐπιλήψιμοι δύο ἢ τρεῖς λόγοι ἐν τῇ αὐτῇ ἐξηγήσει εὑρίσκονται, ἐν τῷ ὅλως περὶ κτίσματος περὶ Υἱοῦ τοῦ Θεοῦ λαμβάνειν ἐν τῇ αὐτοῦ θεότητι, κἂν ἕως ὀνόματος· καὶ ἐν τῇ τῷ εἰπεῖν, ὅτι Ὑπὲρ σοφίαν, καὶ εἴ τι ἕτερον.
35. The man, then, is honoured by us, as I said, on account of such reports concerning him. For indeed in other respects his life is reverend, his character good, beloved by the peoples in every way for his life, which is extolled to the skies among all. Yet some people also concerning him — I know not how to say, whether moved by hatred, or by envy, or wishing to magnify their own affairs — have suggested certain things, namely that the agitation against him arose not on account of orthodoxy, but on account, they say, of canonical matters and the wrangling between him and his clergy; and because he received certain men whom he had formerly cast out and anathematized. Yet we did not put much stock in these things, especially on account of what has subsequently been amended day by day in his synod and confessed in the faith, as has been set forth by me above. For in this respect we must speak the truth as far as we can, according to our weakness in all things. For whether it escaped the man in the onrush of expounding his words, I cannot say; or whether the expression was drawn from him out of simplicity, is known to God. Save in one respect, two or three objectionable expressions are found in that same exposition, in adopting language about a creature at all concerning the Son of God in His Godhead, even so far as a name; and in saying: Above wisdom, and whatever else.
ΛϚʹ. Ὀλίγα δὲ πρὸς τὰ ὑπ' αὐτῶν ὑποβληθέντα διηγησάμενοι, καὶ ταύτην παρελευσόμεθα τὴν ὑφήγησιν. Λέγετε ἡμῖν, ὦ οὗτοι, τί ἐλύπει λέγειν τὸ
36. Having set forth a few points in reply to what they have put forward, we shall pass over this account also. Tell us, O you men, what grieved you in saying the
Notes, col. 468

On the reading

Printed τῇ τῷ, for τῷ.

PG 42:469Read from the page
[ὁμοιούσιον] ὁμοούσιον, Σαφῶς ἡμῖν ὁμολογήσατε, ἵνα καὶ ὑμᾶς ἐπιγνῶμεν ἰδίους ὄντας, καὶ μὴ ἀλλοτρίους. Δύναται γὰρ καὶ ὁμοιούσιον εἶναι πρὸς χρυσὸν χαλκὸς, πρὸς ἄργυρον κασσίτερος, πρὸς σίδηρον ὁ μόλιβδος. Ἀλλ' οὐκ ἀπατήσει ἡμᾶς ἡ ὑμῶν ἐπιτετηδευμένη καὶ τετορνευμένη μυθοπλαστία. Εἰ μὲν γάρ τινας βουλόμενοι ἀπατῆσαι βούλεσθε προφάσεις ψευδεῖς λέγοντες, ὅτι οὐ χρὴ λέγειν τὸ ὁμοούσιον, ἵνα μὴ συναλοιφὴν ποιήσωμεν τὸν Υἱὸν πρὸς Πατέρα, ἢ τὸ Πνεῦμα πρὸς τὸν Υἱὸν καὶ Πατέρα, καὶ ἐν τούτῳ διέπεσεν ὑμῶν ὁ ἐπιτετηδευμένος λόγος. Οὐ γὰρ εἴπομεν ὁμαούσιον, ἀλλ' ὁμοούσιον· ἵνα μηδὲν τοῦ Πατρὸς παρηλλαγμένον ὁμολογήσωμεν, ἀλλὰ Θεὸν ὄντως ἐκ Θεοῦ γεγεννημένον, καὶ οὐκ ἀλλαχόθεν, οὐδὲ ἐξ οὐκ ὄντων, ἀλλὰ Πατρὸς προελθόντα ἀχρόνως καὶ ἀνάρχως, καὶ ἀνεκδιηγήτως γεγεννημένον, ἀεὶ ὄντα πρὸς τὸν Πατέρα, καὶ μηδέποτε διαλείποντα τοῦ εἶναι, ἀλλὰ γεγεννημένον, οὐ συνάδελφον, οὐ προπάτορα. Τὸ γὰρ, ὁμοῦ, δύο μὲν ὑποστάσεών ἐστι σημαντικὸν, οὐκ ἀλλοτρίων τῇ φύσει· διὸ ὁ σύνδεσμος τῆς ἀληθείας ἐν τούτῳ ἐκ τοῦ Πνεύματος τοῦ ἁγίου ᾠκονόμηται, ἐν στόματι τῶν τοῦτο ἐκθεμένων. Καὶ ὁρᾷς, ὅτι οὐκ ἔσται σοι πρόφασις, οὐδὲ δύνασαι κατὰ τῆς ὀρθοδοξίας λέγειν καὶ πτύρειν τοὺς παρὰ σοῦ τὴν ἀκοὴν τοῦ παραπεποιημένου σου λόγου παραδεχομένους· ὅτι, Ἐάν τις εἴπῃ τὸ ὁμοούσιον, συναλοιφὴν ὡμολόγησεν. Οὐκέτι γὰρ ἔσται τοῦτο. Ἀπὸ γὰρ τοῦ, ὁμοούσιον, σημανθήσεται δύο, καὶ ἀπὸ τοῦ, ὁμοουσίου, δηλωθήσεται οὐκ ἀλλότριον τὸ γέννημα πρὸς τὸν Πατέρα ὑπάρχον. Σὺ δὲ, ἐπιπλασάμενος τὸ, ὁμοιούσιον, διὰ μὲν τοῦ ὀνόματος τῆς οὐσίας ἐλεγχθήσῃ, διὰ δὲ τῆς παρηλλαγμένης ὁμολογίας κατακριθήσῃ, οὐχ ἃ λέγεις φρονῶν, ἀλλ' ἃ φρονεῖς παραπεποιημένως διδάσκων· ει γὰρ ὅλως οὐκ ἔστιν ἐξ αὐτοῦ, ὅμοιος δὲ αὐτῷ ἐστι, πολὺ ἀφέστηκας τῆς ἀληθείας. Ὁποίαις γὰρ ὕλαις τὸν ἐκτυπούμενον εἴ τις ἂν θέλοι διακοσμήσειν, οὐκ ἂν ἴσον τῷ ἐκτυπουμένῳ κατασκευάσειε. Καὶ γὰρ καὶ κατασκευῆς τὸ ἔργον. Τὸ δὲ γεννώμενον ἐκ τοῦ τινος, ἐκεῖνο πρὸς τὸ γένος τὸ ὅμοιον καὶ τὸ ἴσον τῆς γνησιότητος ἀποσώζει εἶδος. Εἰ τοίνυν οὐκ ἐξ αὐτοῦ γεγέννηται τοῦ Πατρὸς ὁ Υἱὸς, ἐκτὸς δὲ αὐτοῦ εἴη, ὁμοιούσιος δὲ παρὰ σοὶ κατὰ χάριν λεχθήσεται, οὐδὲν αὐτῷ δέδωκας, ἀλλ' ἐξέπεσας τῆς παρ' αὐτοῦ χάριτος. Ὁ γὰρ μὴ τιμῶν τὸν Υἱὸν ὡς τιμᾷ τὸν Πατέρα, ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτὸν, ὁ ἅγιος ἀπόστολός φησι· καὶ πάλιν· Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω· ὁ φήσας· Ἐγὼ ἐν τῷ Πατρὶ, ὁ Πατὴρ ἐν ἐμοί· ὁ λέγων· Φίλιππε, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.
[of like essence] of one essence? Clearly confess to us, so that we may recognize you also as our own, and not aliens. For bronze also can be of like essence with gold, tin with silver, and lead with iron. Yet your contrived and finely turned myth-making will not deceive us. For if, wishing to deceive some, you wish to speak false pretexts, saying that one ought not to say "of one essence" lest we make the Son coalesce with the Father, or the Spirit with the Son and the Father, even herein your contrived argument has collapsed. For we did not say "co-essential" (homaousion), but "of one essence" (homoousion), so that we may confess nothing divergent from the Father, but God truly begotten of God, and not from elsewhere, nor out of non-existent things, but having proceeded from the Father timelessly and without beginning, and inexpressibly begotten, ever being with the Father, and never ceasing to be — begotten, moreover, not a brother, not a forefather. For the element "together" is indicative of two hypostases, not alien in nature; wherefore the bond of truth has been dispensed herein from the Holy Spirit in the mouth of those who set this forth. And you see that you will have no pretext, nor can you speak against orthodoxy and alarm those who receive from you the report of your counterfeited doctrine, saying: If anyone utters "of one essence," he has confessed coalescence. For this will no longer hold. For from "of one essence" (homoousion) two will be signified, and from "consubstantial" it will be shown that the offspring is not alien to the Father. Whereas you, having fabricated "of like essence" (homoiousion), will be convicted by the term "essence" and condemned by your altered confession, not thinking what you say, but counterfeitly teaching what you think; for if He is altogether not from Him, yet is like Him, you stand far from the truth. For with whatever materials anyone might wish to adorn a modelled image, one could not fashion it equal to the original model. For the work belongs to fashioning. Whereas what is begotten from someone preserves with respect to kind the like and equal form of genuineness. If, then, the Son has not been begotten from the Father Himself, but were outside Him, and is to be called "of like essence" among you by grace, you have granted Him nothing, but have fallen away from His grace. For he who does not honour the Son as he honours the Father, the wrath of God abides upon him, says the holy Apostle; and again: I came forth from the Father, and am come — He Who said: I am in the Father, and the Father in Me — He Who says: Philip, he who has seen Me has seen the Father.
ΛΖʹ. Πολλάκις δὲ καὶ περὶ τούτων διηγησάμενος, ἀρκετῶς ἔχειν ἐνταῦθα ἡγούμεθα τῶν αὐτῶν ἀνατροπῶν τῶν ῥηθεισῶν ἄνω πρὸς τὴν ῥίζαν τὴν ἐκ-
37. Having set forth these matters many times already, we deem the same refutations stated above sufficient here, as regards the root that has
Notes, col. 469

On the reading

Printed ει, for εἰ.

PG 42:472Read from the page
φύσασαν τούτων τὴν κακοδοξίαν δυναμένων καὶ ἐνταῦθα τούτους τοὺς προειρημένους Ἡμιαρείους ἀνατρέπειν, καὶ τοὺς ἀπ' αὐτῶν σχίσαντας, τοὺς περὶ Ἀκάκιον καὶ τοὺς ἄλλους τοὺς ἐκθεμένους ἐν τῇ Σελευκείᾳ τῆς Ἰσαυρίας ἑτέραν πίστιν παρὰ τὴν τῆς ἀληθείας, ἣν καὶ αὐτὴν τὴν ἐξ αὐτῶν ἐκτεθεῖσαν εἰς φανερὸν βουλόμενοι καταστῆσαι, ὁμοίως μετὰ την Βασιλείου Ἀγκυρηνοῦ καὶ Γεωργίου τοῦ Λαοδικέως, ἐκ προσώπου ὅλων γεγραμμένην πᾶσαν τελείως προετάξαμεν. Ἵνα δὲ καὶ ταύτην τὴν κρυφῇ μὲν τὰ δεινὰ ἐργαζομένην, φιμὸν δὲ ἐπὶ τῷ στόματι λαβοῦσαν, ὥσπερ διὰ χαλινοῦ διὰ τὸν καιρὸν τῆς ὑποκρίσεως, μὴ ἐν δευτέρῳ θέμενος δόξω ὡς κατὰ λήθην τοῦτο πεποιηκέναι, λέξω καὶ ὀλίγα πρὸς αὐτὴν καὶ τοὺς αὐτὴν ἐκθεμένους, πρὸς τοὺς προειρημένους περὶ Ἀκάκιον, καὶ Εὐζώϊον, καὶ Εὐτύχιον, καὶ τοὺς ἄλλους. Καὶ φανερὰ μὲν ἔστιν ἡ ἔκθεσις ἡ προκειμένη, ἀλλοιώσασα τὴν ὁμολογίαν τῆς ἀληθείας· ἵνα δὲ μή τινες εἴπωσι κατὰ συκοφαντίαν πρὸς τούτους ἡμᾶς εἰρηκέναι, δείξωμεν ἃ προβαινόντων τῶν χρόνων ὤφθη καὶ φωράθη ἐν τῇ προειρημένῃ τῶν αὐτῶν συνόδῳ. Ἐξ αὐτῶν γὰρ Εὐζώϊος ὁ ἐν Καισαρείᾳ, μαθητὴς ἐκείνων ὑπάρχων, εἰ καὶ τὸν Ἀκάκιον διεδέξατο μετὰ κατάστασιν Φιλουμένου τοῦ ὑπὸ Κυρίλλου τοῦ Ἱεροσολυμίτου κατασταθέντος, καὶ μετὰ κατάστασιν Κυρίλλου τοῦ γέροντος, τοῦ ἀπὸ τῶν περὶ Εὐτύχιον κατασταθέντος, καὶ μετὰ κατάστασιν Γελασίου τοῦ ὑπὸ Κυρίλλου αὖθις τοῦ Ἱεροσολυμίτου κατασταθέντος. Ἐξ ἀδελφῆς γὰρ αὐτοῦ ἐτύγχανε. Κατασταθέντων γὰρ τῶν τριῶν, καὶ ἀργησάντων διὰ την πρὸς ἀλλήλους ἔριν, αὖθις ὁ προειρημένος Εὐζώϊος κατεστάθη. Ἐξ αὐτῶν οὖν καὶ Γεμελλῖνος ὑπῆρχεν· ἐξ αὐτῶν Φίλιππος ὁ Σκυθοπολίτης· ἐξ αὐτῶν Ἀθανάσιος ὁ Σκυθοπολίτης· οἵτινες οὐκ ἐν κρυφῇ, ἀλλὰ μετὰ παῤῥησίας, ὡς ἀπειραγαθήσαντες, οὐ μόνον τὰ Ἀρείου διδάσκουσιν, ἀλλ' ὑπερμαχοῦσι τῆς αὐτῶν αἱρέσεως, καὶ τοὺς την ἀλήθειαν διδάσκοντας διώκουσιν, οὐκέτι λόγοις βουλόμενοι ἀνατρέπειν, ἀλλὰ καὶ ἐχθρίαις, καὶ πολέμοις, καὶ μαχαίραις παραδιδόντες τοὺς ὀρθῶς πιστεύοντας. Λύμην γὰρ οὐ μιᾷ πόλει καὶ χώρᾳ εἰργάσαντο, ἀλλὰ πολλαῖς.
sprouted forth their misbelief being able here also to overturn these aforesaid Semi-Arians, and those who split off from them, those around Acacius and the others who at Seleucia in Isauria put forth another faith contrary to that of the truth — which very exposition put forth by them, wishing to bring it into the open, we likewise placed in full completeness above, after that of Basil of Ancyra and George of Laodicea, written in the person of all of them. And lest by placing in second rank this creed also, which in secret wrought dreadful things yet took a muzzle upon its mouth, as though by a bridle on account of the season of hypocrisy, I seem to have done so out of forgetfulness, I shall say a few words also against it and those who put it forth, against the aforesaid men around Acacius, and Euzoius, and Eutychius, and the others. And the exposition before us is manifest, having altered the confession of the truth; but lest some say that we have spoken by way of calumny against them, let us show what in course of time was seen and detected in that aforesaid synod of theirs. For from among them Euzoius in Caesarea, being a disciple of theirs, even though he succeeded Acacius after the appointment of Philumenus who was appointed by Cyril of Jerusalem, and after the appointment of Cyril the elder, who was appointed by those around Eutychius, and after the appointment of Gelasius who was appointed again by Cyril of Jerusalem — for he happened to be his sister's son. For when the three had been appointed and had ceased to function through their strife with one another, the aforesaid Euzoius was appointed afresh. From among them, then, was also Gemellinus; from among them Philip of Scythopolis; from among them Athanasius of Scythopolis; who not in secret, but openly, as though inexperienced in goodness, not only teach the doctrines of Arius, but champion their own heresy, and persecute those who teach the truth, no longer wishing to overturn them by arguments, but handing over those who believe rightly to enmities, and wars, and swords; for they wrought ruin not in one city and district, but in many.
ΛΗʹ. Λούκιος οὗτος, ὁ ἐν Ἀλεξανδρείᾳ τοσαῦτα ἐργασάμενος εἰς τοὺς ὁμολογοῦντας τὸν Υἱὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ. Ἡ δὲ αὐτῶν φατρία καθ' ἑκάστεν ἡμέραν τίνι τῶν σύνεσιν Θεοῦ ἐχόντων οὐκ ἔστι δήλη; ὡς δημοσίᾳ κηρύττουσι κτιστὸν μὲν τὸν Υἱὸν τοῦ Θεοῦ, κτιστὸν δὲ καὶ τὸ ἅγιον Πνεῦμα, καὶ ἀλλότριον παντάπασι τῆς τοῦ Θεοῦ οὐσίας. Περὶ γὰρ
38. [Just as] this Lucius, who in Alexandria wrought such great outrages against those who confess the Son of God in truth. And to whom among those who possess understanding of God is their faction not manifest every day — how they publicly proclaim the Son of God created, and the Holy Spirit also created, and altogether alien to the essence of God? For concerning
Notes, col. 472

On the reading

Printed την, for τὴν.

Printed ἑκάστεν, for ἑκάστην.

PG 42:473Read from the page
τὸν περὶ Εὐδόξιον, ἐξότου τὸ τέλος ἀπείληφεν αἰσχρῶς ὁ Γεώργιος ἐπ' Ἀλεξανδρείας, καὶ τὰ πρωτεῖα ἐδέξατο, καὶ τὰ φίλα πρὸς τὴν κατ' ἐξοχὴν οὖσαν ἐξουσίαν. Εὐδόξιος ὦν ἀπὸ τῶν περὶ Ὑπάτιον καὶ Εὐνόμιον ἔδοξε διά τινα θωπείαν ὡς ἐλεγχόμενος, οὐ διέλειπε τὰ μὲν τῶν Ἀνομοίων φρονῶν, ἐπικρυβόμενος δὲ, οὓς ἐξώρισάν ποτε διὰ τὴν τοιαύτην τοῦ βαράθρου ἐξήγησιν, αὐτὸς εἰς προκοπὴν ἀγαγὼν Δημόφιλον, Ὑπάτιον, Εὐνόμιον, τοὺς Ἀετίου μαθητὰς, τοῦ ἐξορισθέντος ποτὲ εἰς τὰ τοῦ Ταύρου μέρη, τοῦ ὑπὸ Γεωργίου τοῦ Ἀλεξανδρέως κατασταθέντος διακόνου· ἐξ οὗπερ ἡ τῶν Ἀνομοίων ἐφύη ῥίζα, μιᾶς μὲν ἀκανθώδους οὔσης καὶ τῆς αὐτῆς ῥίζης, διαφόρως δὲ, ὡς ἐπὶ ἑκάστης ἀκάνθης τὰ σχίσματα, οὕτω καὶ ἡ τούτων κακόνοια ἄλλως ἄλλοτε καὶ ἄλλοτε ἄλλως τὰ παρερμηνεύματα τῆς κακοδόξου αἱρέσεως ἐπὶ τὸ χεῖρον προκόπτοντα τὴν λύμην τῷ βίῳ ἐξήμεσε, καὶ ὡς ὕστερον περὶ τούτου τοῦ Ἀνομοίου πάλιν ἐροῦμεν. Τὰ δὲ νῦν ἕως ὧδε καλῶς ἔχειν νομίσαντες, καὶ ὥσπερ ἑρπετὸν δεινὸν ἀνατρέψαντες, καὶ παρωσάμενοι, ἀνετρέψαμεν μὲν, καὶ πατήσαντες τεθνεῶτα καταλείψωμεν, καὶ παρεγκλίναντες, ἐπὶ τὰς ἑξῆς ὁρμήσωμεν, Θεὸν ἐπικαλούμενοι βοηθῆσαι ἡμῖν ὡσαύτως εἰς τὸ τὴν ἐπαγγελίαν πληρῶσαι.
those around Eudoxius, ever since George shamefully met his end at Alexandria, and he received the primacy, and favour with the supreme authority. Eudoxius, being from the party of Hypatius and Eunomius, seemed through a certain flattery, when reproved, never to cease holding the tenets of the Anomoeans, while concealing himself, and bringing to advancement those whom they had once banished for such an exposition of the abyss, namely Demophilus, Hypatius, and Eunomius, the disciples of Aetius, who was once banished to the regions of Taurus, and had been appointed deacon by George of Alexandria; from whom the root of the Anomoeans sprang up, the root being one and the same thorny root, yet diversely, just as the clefts upon each thorn, so too their malice, in one way at one time and in another way at another, vomited forth upon human life the ruin of its misinterpretations of the ill-famed heresy advancing for the worse, as we shall again speak later concerning this Anomoean. But for the present, judging matters thus far to stand well, and having overturned and thrust aside, as it were, a dread serpent, we have indeed overturned it, and trampling it underfoot let us leave it dead, and turning aside let us press on to the next, calling upon God to aid us likewise in fulfilling our promise.
ΚΑΤΑ ΠΝΕΥΜΑΤΟΜΑΧΩΝ,
Against the Pneumatomachi,
Πεντηκοστὴ τετάρτη, ἡ καὶ ἑπτακοστὴ τετάρτη.
The fifty-fourth, which is also the seventy-fourth.
Αʹ. Ἀπὸ τούτων τῶν Ἡμιαρείων καὶ ἀπὸ ὀρθοδόξων τινὲς, ὡς εἰπεῖν, τέρας τισὶ γεννηθέντες ἄνθρωποι, διφυεῖς καὶ ἡμίπλαστοι, ὡς τοὺς κενταύρους, ἢ Πᾶνας, ἢ σειρῆνας οἱ ἀναγράψαντες τοὺς μύθους, ἐπανέστησαν ἡμῖν· οἱ μὲν ἀπὸ Ἀρείου ὄντες, καὶ δῆθεν τὸν Υἱὸν οὐ τέλειον κτιστὸν ὁριζόμενοι, ἀλλ' Υἱὸν ἀχρόνως γεγεννημένον. Χρόνον δὲ ἐν ὑπονοίᾳ λέγουσι τὸν ἀπ' οὐρανοῦ καὶ δεῦρο. Οὐ μὴν ἀπηλλαγμένοι τῆς ἐν πρώτοις ἀπὸ Ἀρείου ἐξεμεθείσης λέξεως, τῆς φασκούσης εἶναί ποτε ὅτε οὐκ ἦν. Πρὸ χρόνων δὲ πάντων αὐτὸν εἶναι, δι' οὗ τὰ πάντα γέγονε, λέγοντες, βλασφημοῦσι τὸ Πνεῦμα τὸ ἅγιον. Ἄλλοι δὲ φύσει καὶ περὶ τὸν Υἱὸν ὀρθοδόξως ἔχοντες, ὅτι ἦν ἀεὶ σὺν Πατρὶ, καὶ οὐδέποτε διέλειπε τοῦ εἶναι· ἀλλ' ἐκ Πατρὸς μὲν αὐτὸν γεγεννημένον ἀνάρχως καὶ ἀχρόνως· εἰς τὸ Πνεῦμα δὲ τὸ ἅγιον πάντες οὗτοι βλασφημοῦσι, μὴ συναριθμοῦντες αὐτὸ Πατρὶ καὶ Υἱῷ ἐν τῇ θεότητι. Πολλάκις δὲ περὶ τούτου πολλὰ διελέχθημεν, καὶ ἐν ἑκάστῃ αἱρέσει τήν τε ἀληθινὴν περὶ αὐτοῦ σύστασιν, οὐ μικρῶς ὑφηγησάμεθα, ὡς σὺν Πατρὶ καὶ Υἱῷ κυριολεκτεῖται. Πνεῦμα γὰρ Κυρίου πεπλήρωκε τὴν οἰκουμένην· τὸ Πνεῦμα τῆς ἀληθείας, τὸ Πνεῦμα τοῦ Θεοῦ.
1. From these Semi-Arians and from the orthodox certain men, born as a prodigy to some, so to speak, of double nature and half-formed, like the centaurs, or Pans, or sirens of the writers of myths, have risen up against us: some being from Arius, and forsooth defining the Son as not a complete creature, but a Son begotten timelessly. Yet by time they insinuate that which extends from the creation of heaven until now. Nor indeed are they freed from the phrase vomited forth at the first by Arius, which alleges that there was once when He was not. And saying that He is before all times, through Whom all things came to be, they blaspheme the Holy Spirit. Others, moreover, holding orthodoxly by nature also concerning the Son, that He was ever with the Father and never ceased to exist, but was begotten from the Father without beginning and timelessly, all these blaspheme against the Holy Spirit, not numbering Him with the Father and the Son in the Godhead. Often have we discoursed at length on this matter, and in each heresy have at no small scale set forth the true demonstration concerning Him, how He is properly spoken of with the Father and the Son. For the Spirit of the Lord has filled the inhabited world: the Spirit of truth, the Spirit of God.
Notes, col. 473

On the reading

Printed ὦν, for ὢν.

Printed ἐπικρυβόμενος, for ἐπικρυπτόμενος.

PG 42:476Read from the page
Πνεῦμα γὰρ Κυρίου λέγεται, καὶ ἐκ Πατρὸς ἐκπορευόμενον, καὶ τὸ Υἱοῦ λαμβάνον, χαριζόμενόν τε τὰ χαρίσματα διαφόρως, ὡς βούλεται, ἐρευνῶν καὶ τὰ βάθη τοῦ Θεοῦ, σὺν Πατρὶ καὶ Υἱῷ ὂν, βαπτίζον, σφραγίζον, τελειοῦν τὸν ἐσφραγισμένον. Ἵνα δὲ μὴ ἐνταῦθα κάματον ἀναδέξωμαι, τὰ ἤδη μοι εἰρημένα ἐν τῷ μεγάλῳ λόγῳ τῷ περὶ πίστεως γραφέντι εἰς τὰ μέρη τῆς Παμφύλων παραθήσομαι, πρὸς ἀντίθεσιν μὲν τῶν βλασφημούντων τὸ ἅγιον Πνεῦμα, εἰς διδασκαλίαν δὲ τῶν ἐντυγχανόντων, καὶ εἰς εὐφρασίαν τῶν Πνεύματος ἁγίου καταξιουμένων. Καὶ ἔστι τάδε.
For He is called the Spirit of the Lord, and proceeding from the Father, and receiving of the Son's, and bestowing the spiritual gifts diversely as He wills, searching also the depths of God, existing with the Father and the Son, baptizing, sealing, and perfecting him who has been sealed. Yet so that I may not undertake labour here, I shall set forth the things already spoken by me in the great discourse written concerning the faith to the regions of the Pamphylians, both in refutation of those who blaspheme the Holy Spirit, and for the instruction of readers, and for the gladness of those counted worthy of the Holy Spirit. And they are as follows.
Ἐκ τοῦ Ἀγκυρωτοῦ λόγος.
Discourse from the Ancoratus.
Βʹ. Ἐπεφάνη ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διδάσκουσα ἡμᾶς· ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ εὐσεβῶς καὶ δικαίως ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων· ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον τοῖς δόγμασιν, ὃ ἦν ὑπεναντίον ἡμῶν, ἦρκεν ἐκ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ· ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παῤῥησίᾳ θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ· θύρας χαλκᾶς συντρίψας, καὶ μοχλοὺς σιδηροῦς συνθλάσας, τὸ φῶς αὖθις ὑπέδειξε τῆς ζωῆς, χεῖρας ὀρέγων, ὁδοποιῶν, ὑποβάθραν οὐρανῶν ὑποδεικνὺς, παράδεισον αὖθις οἰκεῖν ἀξιῶν. Τοίνυν κατῴκησεν ἐν ἡμῖν, καὶ τὸ δικαίωμα τοῦ νόμου δοὺς ἡμῖν τοῦ Πνεύματος, εἰς τὸ γνῶναι αὐτὸν, ἢ τὰ περὶ αὐτοῦ, ὅ ἐστιν ἀρχὴ καὶ τέλος ζωῆς, νόμος δικαιοσύνης γέγονεν ἡμῖν, νόμος πίστεως, νόμος πνεύματος, ἐλεύθερος ἐκ νόμου σαρκὸς ἁμαρτίας. Διὸ συνήδομαι τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον. Ἔσω δὲ ἡμῶν ὁ Χριστὸς, εἴπερ οἰκεῖ ἐν ἡμῖν. Ἀλλ' αὐτὸς θανὼν ὁδὸς ζωῆς ὑπὲρ ἡμῶν γέγονεν· Ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἀναστάντι, αἰτίῳ ζωῆς, τοῦ πρὸ πολλῶν γενεῶν ὅρκου μνησθεὶς, κατὰ τὸν Δαβίδ· Ὁ Θεὸς ἦν ἐν Χριστῷ, κόσμον καταλλάσσων ἑαυτῷ, μὴ λογιζόμενος αὐτοῖς τὰ παραπτώματα αὐτῶν. Ὅτι ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ.
2. The grace of our Lord Jesus Christ has appeared, instructing us that, having renounced impiety and worldly cravings, we should live temperately and devoutly and righteously in the present age, awaiting the blessed hope and manifestation of the glory of our great God and Saviour Jesus Christ, Who gave Himself on our behalf, so that He might ransom us from every lawlessness and cleanse for Himself a chosen people, eager for noble deeds; having blotted out the bond written in ordinances against us, which stood opposed to us, He has removed it from the midst, nailing it to the cross; divesting the rulers and the authorities, He exposed them openly, leading them in triumph in Himself; shattering gates of bronze and crushing bars of iron, He showed anew the light of life, stretching out His hands, paving the way, pointing out the stepping-stone of the heavens, and vouchsafing that paradise be inhabited again. Accordingly He dwelt among us, and giving us the righteous requirement of the law of the Spirit, so that we might know Him, or the things concerning Him, which is the beginning and end of life, He has become for us a law of righteousness, a law of faith, a law of spirit, free from the law of the flesh of sin. Therefore I rejoice with the law of God according to the inward man. For Christ is within us, if indeed He dwells in us. But He Himself by dying has become the way of life on our behalf: So that the living should no longer live for themselves, but for Him Who died and rose again on our behalf, the author of life, remembering the oath sworn many generations ago, according to David: God was in Christ, reconciling the world to Himself, not reckoning to them their trespasses. For in Him all the fulness was pleased to dwell, and through Him to reconcile all things unto Him, having made peace through the blood of the cross.
Παραγέγονε τοίνυν εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, καθὼς ἐπήγγελται Ἀβραὰμ καὶ λοιποῖς ἁγίοις, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν αὐτῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· διάστασις δὲ ἦν
He has therefore arrived for the dispensation of the fulness of the times, just as was promised to Abraham and the rest of the saints, to sum up all things in Him, both the things in the heavens and the things upon the earth; for there was division
PG 42:477Read from the page
καὶ ἔχθρα ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ· ἀποκατήλλαξε δὲ ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ, δι' αὐτοῦ ποιήσας τὰ ἀμφότερα ἕν. Ἦλθε γὰρ ἡ εἰρήνη ἡμῶν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν εντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εις ἕνα καινὸν ἄνθρωπον. Εἶναι δὲ τὰ ἔθνη σύσσωμα καὶ συμμέτοχα καὶ συγκληρονόμα τῆς ἐπαγγελίας ἐκέλευσεν εἰπών· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Τοίνυν ἐν ᾧ ἐγὼ ἠσθένουν διὰ τῆς σαρκὸς, ἀπεστάλη μοι ὁ Σωτὴρ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας οἰκονομίαν τοιαύτην πληρῶν, ἵνα με δουλείας ἐξαγοράσῃ, ἵνα με φθορᾶς, ἵνα με θανάτου· καὶ ἐγένετό μοι δικαιοσύνη, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις. Δικαιοσύνη μὲν, διὰ πίστεως αὐτοῦ ἁμαρτίαν λύσας· ἁγιασμὸς, δι' ὕδατος καὶ πνεύματος καὶ ἐν ῥήματι αὐτοῦ ἐλευθερώσας· ἀπολύτρωσις δὲ, τὸ αἷμα αὐτοῦ λύτρον ἀμνοῦ ἀληθοῦς ὑπὲρ ἐμοῦ ἑαυτὸν παραδοὺς, ἱλαστήριον καθάρσεως κόσμου, καταλλαγῆς ἁπάντων οὐρανοῦ καὶ γῆς· μυστήριον τὸ ἀπόκρυφον πρὸ τῶν αἰώνων καὶ γενεῶν πληρῶν καιροῖς τοῖς διωρισμένοις. Ὁ αὐτὸς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι σύμμορφον τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς.
and enmity in the forbearance of God; but He reconciled them in the body of His flesh, making both one through Himself. For He came who is our peace, and breaking down the dividing wall of the barrier—the enmity—in His flesh, annulling the law of the commandments in decrees, so that He might create the two in Himself into one new man. And He commanded that the Gentiles be of the same body and sharers and fellow-heirs of the promise, saying: Come unto Me, all you who toil and are burdened, and I will give you rest. Therefore, wherein I was weak through the flesh, the Saviour was sent to me in the likeness of flesh of sin, fulfilling such a dispensation, so that He might redeem me from bondage, from corruption, and from death; and He became for me righteousness, and sanctification, and redemption: righteousness, on the one hand, having loosed sin through faith in Him; sanctification, having set me free through water and spirit and in His word; and redemption, having given Himself up on my behalf—His blood as the ransom of a true lamb, a propitiation for the cleansing of the world, and for the reconciliation of all things in heaven and on earth—fulfilling at the appointed seasons the mystery hidden before the ages and generations. The same shall transfigure the body of our lowliness, so that it may become conformed to His glory, according to the working whereby He is able even to subject all things to Himself; for in Him dwells all the fulness of the Godhead bodily.
Γʹ. Τὸ δοχεῖον τοίνυν τῆς σοφίας καὶ τῆς θεότητος ὁ Χριστὸς μεσιτεύων, καὶ καταλλάσσων τὰ πάντα Θεῷ ἐν αὐτῷ, μὴ λογιζόμενος ἁμαρτίαν, ἀπόκρυφα μυστήρια πληρῶν, πίστει διαθήκης αὐτοῦ τῆς προεπηγγελμένης ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, Υἱὸς Θεοῦ κηρυσσόμενος, υἱὸς Δαβὶδ λεγόμενος. Ἄμφω γὰρ Θεὸς καὶ ἄνθρωπος, μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἀληθινὸς οἶκος Θεοῦ, ἱεράτευμα ἅγιον, Πνεύματος δοτὴρ, τοῦ ἀναγεννῶντος καὶ ἀνακαινίζοντος αὖθις τὰ πάντα τῷ Θεῷ. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, ὡς δόξαν Μονογενοῦς παρὰ Πατρός. Ὁ ὑετὸς δένδρεσι καὶ φυτοῖς συμφυσιούμενος σῶμα ἀπεργάζεται, καὶ τὸν καθ' ὁμοιότητα καρπὸν ἕκαστον· καὶ ἐν μὲν τῇ ἐλαίᾳ ἔλαιον πῖον γίνεται, προσλαμβανόμενος πρὸς αὐτῆς τὸ οὐσιῶδες· ἐν δ' ἀμπέλῳ οἶνος ἡδὺς χροΐζεται· ἐν δὲ συκῇ σῦκον γλυκαίνεται· ἐν δὲ ἑκάστῳ τῶν σπερμάτων πρὸς τὸ εἶδος αὐτοῦ αὔξει φυήν· οὕτως, οἶμαι, ὁ Λόγος τοῦ Θεοῦ ἐν Μαρίᾳ σὰρξ ἐγένετο, καὶ ἐν σπέρματι Ἀβραὰμ ἄνθρωπος ευρίσκετο, κατὰ τὴν ἐπαγγελίαν. Εὑρήκαμεν γὰρ Μεσσίαν, ὃν ἔγραψε Μωϋσῆς. Ὡς δὲ Μωϋσῆς ἔφη· Καταβήτω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ ὡς σταγόνες στάζουσαι ἐπὶ τῆς γῆς· ἢ, Καταβήτω ὡς δρόσος ἐπὶ πόκον. Ἔριον τοίνυν δεχόμενον τὴν δρόσον αὔξει πόκου γονήν. Γῆ
3. The vessel, therefore, of wisdom and of the Godhead, Christ, acting as mediator and reconciling all things to God in Himself, not reckoning sin, fulfilling hidden mysteries by the faith of His covenant promised beforehand by the law and the prophets, is proclaimed Son of God and called son of David. For He is both God and man, mediator of God and men, true house of God, holy priesthood, giver of the Spirit Who regenerates and renews all things again unto God. And the Word became flesh, and tabernacled among us, and we beheld His glory, glory as of an Only-begotten from a Father. The rain, uniting by nature with trees and plants, produces a body and each fruit according to its likeness: in the olive tree it becomes rich oil, taking on from it its substantial quality; in the vine it is tinged into sweet wine; in the fig tree it is sweetened into a fig; and in each of the seeds it increases growth according to its form; so too, I deem, the Word of God became flesh in Mary, and in the seed of Abraham was found a man, according to the promise. For we have found the Messiah, Whom Moses wrote of. And as Moses said: Let my utterance come down like rain, and like drops distilling upon the earth; or: Let it come down like dew upon a fleece. Wool, therefore, receiving the dew, increases the yield of the fleece. The earth
Notes, col. 477

On the reading

Printed εντολῶν, for ἐντολῶν.

Printed εις, for εἰς.

Printed ευρίσκετο, for εὑρίσκετο.