Migne Reading Room

PG 42 · cols. 456–465 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:456Read from the page
θόντες, γνῶτε πῶς ῥᾳδιουργόν ἐστι τὸ ἐπιχείρημα θατέρου αὐτῶν τοῦ συστήματος, καὶ οὐδὲν ὀρθὸν, οὐδὲ βραχὺ μετέχον τῆς κατὰ Θεὸν ὁμολογίας. Φάσκει γὰρ ὁ Κύριος λέγων· Ὃ εἰς τὸ οὖς ἠκούσατε, ἐπὶ τῶν δωμάτων κηρύξατε. Καὶ καθὼς ὁ ἅγιος Ἀπόστολός φησιν· Ἀλήθειαν λαλείτω ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· ὁ δὲ Προφήτης τὴν τούτων κακόνοιαν διελέγχων ἐκφαίνει λέγων· Μετὰ τοῦ πλησίου αὐτοῦ λαλεῖ εἰρηνικὰ, ἐν δὲ τῇ καρδίᾳ αὐτοῦ ἔχει τὴν ἔχθραν, εἴτ' οὖν κακίαν· οὕτω καὶ οὗτοι περὶ Ἀκάκιον. Ἐκ τῶν περὶ βασιλέως δὲ διηρημένοι, βουλόμενοι λῦσαι τὸν σύνδεσμον τῆς ἀληθινῆς ὁμολογίας, νόθον τινὰ καὶ εὐάλωτον ἐκ πανταχόθεν ἀπολυτὴν ἔθεντο ἔκθεσιν, εἰς τὸ δύνασθαι αὐτοὺς ἀπὸ τούτων τῶν εἰρημένων, εἰ μὲν θέλοιέν τινας ἀπατᾷν, δύνασθαι ὁμολογεῖν τὸ δίκαιον· εἰ δὲ θελήσαιεν τῆς ἑαυτῶν κακοδοξίας ἐκφᾶναι τὸ δηλητήριον, ἔσται αὐτοῖς αὕτη ἡ ἔκθεσις ἐπαμφοτερίζουσα τὰς πρὸς δύο σχέσεις, καὶ δυναμένη ποιεῖν ἑκάστης αὐτῶν ποιήσεως τὴν ὁμολογίαν. Ἀλλ' ἐπειδήπερ ἐν τῇ κατὰ τὸν Ἀκάκιον ταύτῃ τῇ ἀπὸ τῶν ἄλλων δύο συνόδων διαιρεθείσῃ συνόδῳ· ἔφημεν γὰρ πῶς εἰς τρία τάγματα ἡ τῆς Ἀρειανῶν διηρέθη τάξις, ὡς ὁ μὲν Εὐδόξιος, καὶ Γερμανὸς, Γεώργιός τε ὁ Ἀλεξανδρεὺς, Εὐζώϊός τε Ἀντιοχείας, εἰς ἓν τάγμα ἀπεσχίσθησαν· Βασίλειός τε καὶ Ἐλεύσιος, Εὐστάθιος καὶ Γεώργιος ὁ Λαοδικείας, Σιλουανός τε ὁ Ταρσοῦ, Μακεδόνιος ὁ Κωνσταντινουπολίτης, καὶ ἄλλοι πλείους ὡσαύτως εἰς ἓν τάγμα διηρέθησαν· Ἀκάκιος δὲ πάλιν, ὡς προεῖπον, καὶ Μελέτιος, καὶ Εὐτύχιος, καὶ ἄλλοι τινὲς ἄλλο τάγμα καὶ οὗτοι γεγόνασι, καὶ ἦν τὸ πᾶν κυβείας ἔμπλεων τὸ ἔργον· ἃ γὰρ ἕκαστος ἐφρόνει, ταῦτα καὶ ὁ ἕτερος εἶχεν· εἰς σχίσματα δὲ διηρέθησαν πρὸς ἀλλήλους, ἢ μίσει τινὶ τῷ πρὸς ἀλλήλους, διὰ τὸ Κύριλλον τὸν Ἱεροσολυμίτην πρὸς Εὐτύχιον ἔχειν μῆνιν, καὶ Εὐτύχιον πρὸς Κύριλλον· εἶναι δὲ τὸν Κύριλλον ἅμα Βασιλείῳ τῷ Γαλάτῃ, καὶ Ἀνιανῷ τῷ κατασταθέντι ἐπὶ τῆς Ἀντιοχείας, καὶ Γεωργίῳ τῷ Λαοδικείας· τί δὲ κατατρίβομαι τὰς τάξεις διαιρῶν τε καὶ λέγων; Ἐλεύσομαι δὲ εἰς τὰς τούτων ἀντιθέσεις, καὶ ἀνατροπὴν τῆς ἑκάστου τούτων δολιότητος. Δεῖ δέ με πρῶτον περὶ τῶν ὕστερον γεγονότων λέγειν. Συμβέβηκε γὰρ τοῦτό τισιν εἰς ἀγαθότητα, τισὶ δὲ εἰς πονηρίαν.
s, know how crafty is the undertaking of this one among their bodies, and in no way upright, nor partaking even a little in the confession according to God. For the Lord declares, saying: What you have heard in the ear, proclaim upon the housetops. And even as the holy Apostle says: Let each one speak truth with his neighbour; while the Prophet, reproving their malice, discloses it, saying: With his neighbour he speaks peaceable things, but in his heart he harbours enmity, or rather wickedness; so also are these men around Acacius. Having been severed from those around Basil, and wishing to loosen the bond of the true confession, they set forth a spurious exposition, easy to refute and dissoluble on every side, so that from these aforesaid statements they might be able, if they wished to deceive certain people, to confess what is right; whereas if they wished to bring to light the poison of their own misbelief, this exposition will serve them by facing both ways towards two bearings, and being capable of furnishing the confession of each fabrication of theirs. But inasmuch as in this synod of Acacius's party, which was severed from the other two synods — for we have stated how the rank of the Arians was divided into three divisions, how Eudoxius, and Germanus, and George the Alexandrian, and Euzoius of Antioch split off into one division; while Basil and Eleusius, Eustathius and George of Laodicea, and Silvanus of Tarsus, Macedonius of Constantinople, and several others likewise were divided into one division; and Acacius again, as I said before, and Meletius, and Eutychius, and certain others, these too became another division, and the whole business was full of dice-trickery: for what each one held, that the other also maintained; yet they were divided into schisms towards one another, or by some hatred towards one another, because Cyril of Jerusalem bore wrath towards Eutychius, and Eutychius towards Cyril, and Cyril was with Basil the Galatian, and Anianus who had been appointed over Antioch, and George of Laodicea — but why do I wear myself out distinguishing and recounting the ranks? I shall proceed to the refutations of these men, and the overthrow of the craftiness of each of them. Yet I must first speak concerning the things that took place afterwards. For this has turned out for some unto goodness, and for some unto wickedness.
ΚΗʹ. Μελέτιος μὲν γὰρ ὁ ἐν Ἀντιοχείᾳ κατασταθεὶς ὑπὸ τῶν περὶ Ἀκάκιον· ἐντεῦθεν γὰρ γέγονε τοῦ Ἀκακίου ἔνστασις, ὑπὲρ τοῦ κἂν ὀλίγον τι ἀποστρέψειν τῆς κακοδόξου αὐτῶν γνώμης, καὶ ὑποφαίνειν ἑαυτὸν δῆθεν ἐν ὀρθοδόξοις, διὰ τὸ βεβαιῶσαι τὸν προειρημένον Μελέτιον ἐν τῇ καταστάσει· κατασταθεὶς γὰρ
Chapter XXVIII. For Meletius, who was appointed in Antioch by those around Acacius — for hence arose Acacius's design, on behalf of turning aside even a little from their misbelieving opinion, and making himself appear forsooth among the orthodox, on account of confirming the aforesaid Meletius in his appointment; for having been appointed
PG 42:457Read from the page
ὁ Μελέτιος οὗτος ὑπ' αὐτῶν τῶν περὶ Ἀκάκιον, ἐνομίζετο παρ' αὐτῶν εἶναι τῆς αὐτῶν δόξης. Ἀλλ' οὐχ εὑρέθη, ὡς πολλοὶ περὶ τούτου ἀπαγγέλλουσι. Νῦν μὲν γὰρ οἱ αὐτῷ προσκεκλημένοι καὶ τῷ αὐτοῦ τάγματι, ἀπὸ τοῦ ἐκεῖνον μὲν δεδιῶχθαι καὶ ἐκβεβλῆσθαι ἀπὸ τοῦ ἰδίου θρόνου, τῷ χρόνῳ καὶ τῇ παρολκῇ τοὺ δεδιῶχθαι προσβαίνοντες καὶ προστιθέμενοι διὰ τὸν Θεὸν ὀρθοδοξοῦσιν. Ἦσαν μὲν γὰρ οἱ λαοὶ πλείους τοῦ τάγματος τούτου τοῦ τῆς συνόδου, οἵ, ἐπισκόπους ἑαυτοὺς κατατάξαντες, ὁμολογοῦσι περὶ Υἱοῦ θαυμαστῶς, καὶ τὸ ὁμοούσιον οὐκ ἐκβάλλουσιν· ἀλλὰ καὶ ἐν ἑτοίμῳ, ὥς φασι, τοῦτο ἔχειν, εἰ γένοιτο σύνοδος τελεία, ὁμολογεῖν, καὶ μὴ ἀρνεῖσθαι. Συμβέβηκε γὰρ αὐτὸν τὸν προειρημένον τιμιώτατον ἀπὸ τῶν Ἀρειανῶν τῶν περὶ Ἀκάκιον κατασταθέντα πρώτῃ προσομιλίᾳ ὡς ἀπαρχὴν ἐπὶ τῆς Ἀντιοχέων ἐξηγήσασθαι ἐπὶ τῆς ἐκκλησίας· καὶ ὡς μὲν οἱ πλείους φασὶν, ὀρθοδόξως· τὴν δὲ αὐτοῦ ἐξήγησιν ἐνταῦθα παραθήσομαι. Καὶ ἔστιν ἥδε.
this Meletius, by those around Acacius themselves, was supposed among them to be of their own opinion. Yet he was not found so, as many report concerning him. For now those attached to him and to his order, from the fact that he had been persecuted and expelled from his own throne, coming forward and being added through time and the continuance of his persecution, hold the orthodox faith for God's sake. For most of the peoples of this rank of the synod, who appointed themselves bishops, confess admirably concerning the Son, and do not reject the consubstantial; but say that they are even ready to hold this, should a complete synod take place, to confess and not deny it. For it happened that this aforesaid most honourable man, set up by the Arians around Acacius, in his first address as a first-fruits in Antioch expounded in the church — and, as most say, orthodoxly; and his exposition I shall set forth here. And it is this.
Ἀντίγραφον ὁμιλίας Μελετίου.
Copy of the Homily of Meletius.
ΚΘʹ. Ὁ μὲν σοφώτατος Ἐκκλησιαστής φησιν ἀγαθὴν ἐσχάτην λόγου ὑπὲρ ἀρχὴν αὐτοῦ· ὅσῳ κρεῖττόν ἐστι καὶ ἀσφαλέστερον παύεσθαι τῆς περὶ τὸ λέγειν ἀγωνίας, ἢ ἄρχεσθαι· μάλισθ' ὅτε ὁ αὐτὸς Ἐκκλησιαστής φησιν· Αὕτη ἡ σοφία τοῦ πένητος ἐξουθενημένη, καὶ οἱ λόγοι αὐτοῦ οὐκ εἰσὶν ἀκουόμενοι· ἐπειδὴ τὸ σῶμα οὐχ ἕν ἐστι μέλος, ἀλλὰ πολλά· πάντα δὲ μεριμνᾷ ὑπὲρ ἀλλήλων τὰ μέλη, ἵνα μὴ σχίσμα ῇ ἐν τῷ σώματι· καὶ οὐ δύναται εἰπεῖν ἡ κεφαλὴ τοῖς ποσί· Χρείαν ὑμῶν οὐκ ἔχω. Ἀλλ' ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, δεδωκὼς τῷ ὑστερουμένῳ περισσοτέραν τιμήν. Ὅτι μὲν οὖν ἀπαραίτητόν ἐστι κινουμένῳ παντὶ τῷ σώματι μὴ συγκινεῖσθαι, αὐτόθεν δῆλόν ἐστι.
29. The most wise Preacher says that the end of a discourse is good above its beginning, inasmuch as it is better and safer to cease from the anxiety of speaking than to begin; especially when the same Preacher says: This wisdom of the poor man is despised, and his words are not heeded; since the body is not one member, but many; yet all the members care for one another, so that there may be no division in the body; and the head cannot say to the feet: I have no need of you. But God compounded the body, having given more abundant honour to that which lacked. That it is indispensable, then, when the whole body is moved, not to fail to move with it, is self-evident.
Τίνα δ' ἄν τις τοῦ λόγου τοῦ πρὸς ὑμᾶς ἀρχὴν ποιήσαιτο; Ἢ δῆλον, ὡς, παντὸς ἀρχομένου καὶ λόγου καὶ ἔργου, προσήκει τὴν εἰρήνην ἀρχὴν ποιεῖσθαι καὶ τέλος, καὶ ἀπ' αὐτῆς ἀρχομένους, καὶ εἰς αὐτὴν καταλήγειν; Τοῦτο γάρ φησιν ὁ Ἀπόστολος ἀποβήσεσθαι εἰς σωτηρίαν διὰ τῆς ἡμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος, ὃ δίδωσιν Ἰησοῦς τοῖς πιστεύουσιν εἰς αὐτόν. Καὶ εἴτε οἰκοδομὴν λαλοίη τις, εἴτε παράκλησιν, εἴτε παραμύθιον ἀγάπης, εἴτε κοινωνίαν Πνεύματος, διὰ τῆς κατὰ Θεὸν παραγίνεται. Οὐ μὴν πᾶσιν ἀδιορίστως, ἀλλὰ τοῖς ἀγαπῶσι τὸν νόμον, ὡς ὁ προφήτης φησί· τὸν νόμον οὐ τὸν σωματικὸν, ὃς εἰκόνα καὶ σκιὰν ἔχει τῶν μελλόντων, ἀλλὰ τὸν πνευματικὸν, ὃς σοφῶς ἀνακαλύπτει τῶν προαναφωνηθέντων τὴν ἔκβασιν. Εἰρήνη γὰρ, φησὶ, πολλὴ τοῖς ἀγαπῶσί σε, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Ὡς δῆλον εἶναι, ὅτι τοὺς τὴν εἰρήνην μεμισηκότας μένει τὸ σκάνδαλον. Καὶ προσήκει τοὺς τούτων ἐλευθερωθῆναι ποθοῦντας καθά-
What beginning, then, might one make of one's address to you? Or is it clear that, at the commencement of every word and deed, it is fitting to make peace the beginning and the end, both starting from it and concluding in it? For the Apostle says that this will turn out for salvation through our supplication and the supply of the Spirit, which Jesus gives to those who believe in Him. And whether anyone speaks edification, or exhortation, or solace of love, or fellowship of the Spirit, it comes about through the peace that is according to God. Yet not to all indiscriminately, but to those who love the law, as the prophet says: the law, not the bodily one, which has an image and shadow of the things to come, but the spiritual one, which wisely uncovers the outcome of the things proclaimed beforehand. For much peace, he says, belongs to those who love Thee, and there is no stumbling-block for them. So that it is clear that the stumbling-block awaits those who have hated peace. And it befits those who long to be freed from these as
Notes, col. 457

On the reading

Printed τοὺ, for τοῦ.

PG 42:460Read from the page
περ θυρεόν τινα προβάλλεσθαι τὴν ἀγάπην πρὸς τὸν Κύριον. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. Καὶ οὔτε τηρεῖν ἔστι τὴν ἐντολὴν τοῦ Κυρίου, μὴ τῆς ἀγάπης τοῦ Θεοῦ προηγουμένης· Ἐὰν γὰρ ἀγαπᾶτέ με, φησὶ, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε· οὔτε φωτισθῆναι τοὺς ὀφθαλμοὺς, οὐδὲ τὴν καρδίαν, μὴ τῆς ἐντολῆς φωτιζούσης· Ἐντολὴ γὰρ, φησὶ, Κυρίου τηλαυγῶς φωτίζουσα ὀφθαλμούς· ἀλλ' οὐδὲ λόγον ἀληθείας προέσθαι, εἰ μή τις ἔχει Χριστὸν ἐν ἑαυτῷ λαλοῦντα, κατὰ τὸν λέγοντα· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ· μᾶλλον δὲ οὐ λαλοῦντος μόνον, ἀλλὰ καὶ ἐλεοῦντος. Ἔλθοι γὰρ, φησὶ, τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου ἐπ' ἐμὲ, καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον. Ὅπερ οὐκ ἂν ὑπάρξειεν, εἰ μή τις τὰ δικαιώματα ἐκζητήσει. Τῶν γὰρ μὴ οὕτω διακειμένων ἐπὶ σχήματος ἡ ἐν τοῖς ὀνείδεσιν αἰσχύνη· ὡς μὴ δύνασθαι λέγειν· Περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν. Περιαιρεῖται δὲ ἐκ τοῦ στόματος τῆς ἀληθείας ὁ λόγος, ὡς μηδὲν εἶναι πλέον τῷ εὐχομένῳ· Μὴ περιέλῃς λόγον ἀληθείας ἐκ τοῦ στόματός μου.
though a kind of shield, to hold forth love towards the Lord. For He Himself is our peace, Who made both things one, and dissolved the dividing wall of the fence, having annulled the enmity in the flesh, the law of the commandments in decrees. And neither is it possible to keep the commandment of the Lord unless the love of God leads the way — For if you love Me, He says, you will keep My commandments — nor for the eyes or the heart to be illumined unless the commandment gives light; for the commandment of the Lord, he says, radiantly illumines the eyes; nor even to utter a word of truth, unless one has Christ speaking within oneself, according to him who says: If you seek proof of Christ speaking in me; or rather, not speaking only, but also showing mercy. For may Thy mercy, he says, come upon me, and Thy salvation, and I shall answer a word to those who reproach me. Which would not occur, unless one sought out the ordinances. For to those not so disposed clings outward shame amid reproaches, so that they cannot say: Take away from me reproach and contempt. And the word of truth is taken away from the mouth, so that no avail remains for him who prays: Take not away the word of truth utterly from my mouth.
Λʹ. Πότε δὲ τοῦτο γίνεται; Ὅταν μὴ φυλάξῃ τὸν νόμον διαπαντός· ὅταν μὴ πορευθῇ τις ἐν πλατυσμῷ. Πλατυνθῆναι δεῖ τὴν καρδίαν, ἧς μέλλοι τις Χριστὸν ἐμπεριπατοῦντα χωρεῖν· οὗ τὴν δόξαν οὐκ ἄνθρωποι, ἀλλ' οὐρανοί· Οὐρανοὶ γὰρ διηγοῦνται δόξαν Θεοῦ, μᾶλλον δὲ ὁ αὐτὸς Πατὴρ, λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Ὃν οὐκ ἔστιν ὁμολογῆσαι, εἴ τις εἰς ὕψος ἀδικίαν λαλοίη πρὸς τὸν πλησίον αὐτοῦ· εἴ τις εις τὴν ἀντιχρίστων τάξιν καὶ ἐπωνυμίαν αὐτὸν καλέσειεν, ἀποστὰς τῆς τάξεως καὶ ἐπωνυμίας τῶν Χριστιανῶν· περὶ ὧν εἴρηται· Μὴ ἅψησθε τῶν χριστῶν μου. Τίς γὰρ, φησὶν, ὁ ψευδόμενος εἰ μὴ ἀρνούμενος, ὅτι Ἰησοῦς ὁ Χριστὸς οὐκ ἔστιν; Οὗτος, φησὶν, ὁ Ἀντίχριστος. Ὁ γὰρ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει· ὁ δὲ ὁμολογῶν τὸν Υἱὸν καὶ τὸν Πατέρα ὁμολογεῖ. Ὅπερ οὖν, φησὶν, ἐξ ἀρχῆς ἠκούσατε, τοῦτο μενέτω ἐν ὑμῖν. Καὶ ἐὰν, φησὶ, μένῃ ἐν ὑμῖν ὅπερ ἐξ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ Υἱῷ μενεῖτε καὶ τῷ Πατρί. Μενοῦμεν δὲ, ὅταν ἐνώπιον Θεοῦ καὶ ἐκλεκτῶν ἀγγέλων ὁμολογήσωμεν, ἀλλὰ καὶ ἐνώπιον βασιλέων, καὶ μὴ αἰσχυνώμεθα· Ἐλάλουν γὰρ, φησὶν, ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην· ὅτι Υἱὸς τοῦ Θεοῦ, Θεὸς ἐκ Θεοῦ, εἷς ἐξ ἑνὸς, ἐξ ἀγεννήτου μονογενὴς, ἐξαίρετον γέννημα τοῦ γεγεννηκότος, καὶ ἄξιος ὁ Υἱὸς τοῦ ἀνάρχου, τοῦ ἀδιηγήτου ἑρμηνεὺς ἀδιήγητος, Λόγος, καὶ σοφία, καὶ δύναμις τοῦ ὑπὲρ σοφίαν καὶ
30. And when does this happen? When one does not keep the law continually; when one does not walk in breadth. The heart must be widened, by which one would receive Christ walking within — Whose glory not men, but the heavens [proclaim]; for the heavens recount the glory of God, or rather the Father Himself, saying: This is My beloved Son, in Whom I am well pleased. Whom it is impossible to confess, if anyone should speak iniquity on high against his neighbour; if anyone should summon himself into the rank and title of antichrists, departing from the rank and title of Christians, concerning whom it has been said: Do not touch My anointed ones. For who, he says, is the liar save him who denies that Jesus is the Christ? This one, he says, is the Antichrist. For he who denies the Son does not have the Father either; whereas he who confesses the Son confesses the Father also. What you heard, then, he says, from the beginning, let that abide in you. And if, he says, what you heard from the beginning abides in you, you also shall abide in the Son and in the Father. And we shall abide, when we confess before God and chosen angels, and before kings as well, and are not ashamed; for I spoke, he says, in Thy testimonies before kings, and was not ashamed: that the Son of God is God from God, one from one, only-begotten from the unbegotten, choice offspring of Him Who begot Him, and worthy Son of the unoriginated One, ineffable interpreter of the ineffable One, Word, and wisdom, and power of Him Who is above wisdom and
Notes, col. 460

On the reading

Printed εις, for εἰς.

PG 42:461Read from the page
δύναμιν, ὑπὲρ ὃ φθέγξασθαι δύναται γλῶττα, ὑπὲρ ὃ κινῆσαι διάνοια· γέννημα τέλειόν τε καὶ μένον, ἐκ τελείου καὶ μένοντος ἐν ταυτότητι, οὐκ ἀποῤῥεῦσαν ἐκ Πατρὸς, οὔτε ἀποτμηθέν τε καὶ διαιρεθὲν, ἀλλ' ἀπαθῶς καὶ ὁλοκλήρως προελθὼν, ἐκ τοῦ μηδὲν ἀποβεβληκότος ὧν εἶχε· καὶ ὅτι Λόγος ἐστί τε καὶ λέγεται Υἱὸς, οὐ μὴν φωνὴ τοῦ Πατρὸς, οὐδὲ ῥῆμα νοεῖται. Ὑφέστηκε γὰρ καθ' ἑαυτὸν, καὶ ἐνεργεῖ, καὶ δι' αὐτοῦ τὰ πάντα, καὶ ἐν αὐτῷ τὰ πάντα· ὥσπερ καὶ σοφία ὁ αὐτὸς ὢν οὐκ ἐνθύμημα τοῦ Πατρὸς νοεῖται, οὔτε κίνησις τοῦ ἡγεμονικοῦ ἐνέργεια, ἀλλὰ γέννημα ὅμοιόν τε τοῦ Πατρὸς, καὶ τὸν χαρακτῆρα τοῦ Πατρὸς ἀκριβοῦν. Τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός· καὶ οὐχ ἑτέρῳ μὲν ἐνυπάρχει, οὐχ ὑφέστηκε δὲ καθ' ἑαυτὸ, ἀλλὰ γέννημα ἐνεργητικὸν, καὶ πεποιηκὸς τόδε τὸ πᾶν, καὶ φυλάττον ἀεί. Ταῦτα ἱκανὰ καὶ τῆς Ἑλλήνων πλάνης ἡμᾶς καὶ τῆς Ἰουδαϊκῆς ἐθελοθρησκείας ἐλευθερῶσαι, καὶ τῆς αἱρετικῆς κακοδοξίας.
power, beyond what a tongue can utter, beyond what a mind can stir; an offspring perfect and abiding, from Him Who is perfect and abiding in sameness, not having flowed forth from the Father, nor shorn off and divided, but having proceeded impassibly and wholly from Him Who cast away nothing of what He possessed; and that He both is and is called Word and Son, yet is not conceived of as a voice of the Father, nor as a spoken utterance. For He subsists by Himself, and acts, and through Him are all things, and in Him are all things; just as being also wisdom He Himself is not conceived of as a thought of the Father, nor as a movement or activity of the ruling faculty, but an offspring both like the Father and exactly expressing the Father's impress. For him God the Father sealed; and it does not exist in another while not subsisting by itself, but is an effective offspring, having made this whole universe, and preserving it for ever. These things suffice to set us free both from the error of the Greeks and from Jewish self-willed worship, and from heretical misbelief.
ΛΑʹ. Ἐπειδὴ δὲ τῶν ἐν ταῖς Γραφαῖς κειμένων λέξεων τὸν νοῦν παρατρέποντές τινες, καὶ ἑτέρως ἢ προσῆκεν ἑρμηνεύοντες, καὶ μήτε τῶν ῥημάτων τὴν δύναμιν, μήτε τῶν πραγμάτων τὴν φύσιν κατανοοῦντες, τολμῶσιν ἀθετεῖν τὴν θεότητα τοῦ Υἱοῦ, προσκόπτοντες τῇ λέξει τῆς κτίσεως τῇ ἐμφερομένῃ ταῖς Παροιμίαις· Κύριος γὰρ ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· οὓς δέον τῷ πνεύματι τῷ ζωοποιοῦντι ἀκολουθεῖν, καὶ μὴ τῷ γράμματι τῷ ἀποκτείνοντι· Τὸ γὰρ πνεῦμα ζωοποιεῖ· φέρε δὴ τολμήσωμεν καὶ ἡμεῖς μικρὰ περὶ τούτων διαλαβεῖν, οὐχ ὅτι ἐντελῶς εἴρηται τοῖς πρὸ ἡμῶν εἰρηκόσιν· ἦ γὰρ ἂν μαίνοιτό τις, εἰ τοῦτο λέγοι· οὐδὲ ὅτι χρήζετε διδάσκοντος· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε· ἀλλ' ἵνα φανερωθῶμεν ἐν ταῖς συνειδήσεσιν ἡμῶν, ὅτι τῶν ἐπιθυμούντων ἐσμὲν χαρίσματος ὑμῖν μεταδοῦναι πνευματικοῦ.
31. Since, however, some people, twisting the sense of the expressions set down in the Scriptures and interpreting them otherwise than was fitting, and perceiving neither the force of the words nor the nature of the realities, venture to reject the deity of the Son, stumbling at the expression of creation contained in Proverbs — For the Lord created me a beginning of His ways for His works — whereas they ought to follow the life-giving spirit, and not the letter that kills — For the spirit gives life — come now, let us also venture to discuss these matters briefly, not because it has [not] been fully stated by those who spoke before us — for one would truly be mad if one said this — nor because you need one to teach you — for you yourselves are taught by God — but so that we may be made manifest in our consciences as being among those who desire to impart to you a spiritual gift.
Πίστευσον οὖν, ὅτι οὔτε ἀλλαχοῦ τῆς Γραφῆς, οὔτε ἐπὶ τοῦ παρόντος χωρίου ἐναντία τὰ ῥήματα τῆς Γραφῆς ἀλλήλοις ἐστὶ, κἂν μάχεσθαι δοκῇ παρὰ τοῖς τῇ πίστει μὴ ὑγιαίνουσιν, ἤτοι ἀσθενοῦσι τῇ γνώμῃ· καὶ ὡς οὐδὲν τῶν κατὰ τὸν κόσμον παραδειγμάτων οἷόν τέ ἐστιν εὑρεθῆναι, ὅπερ ἐξαρκεῖ καθ' ἑαυτὸ σαφῶς παραστῆσαι τοῦ Μονογενοῦς τὴν φύσιν. Καὶ διὰ τοῦτο ἡ Γραφὴ πολλαῖς ἐπινοίαις περὶ τοῦ Μονογενοῦς καὶ ἐπωνυμίαις κέχρηται, εἴ πως δυνηθείημεν διὰ τῶν καθ' ἡμᾶς τὸ ὑπὲρ ὑμᾶς καταλαβεῖν, καὶ διὰ τῶν γινωσκομένων φαντασθῆναι τὰ ἀγνοούμενα, ἠρέμα καὶ κατὰ μικρὸν ἀπὸ τῶν φανερῶν πρὸς τὰ κεκρυμμένα προβιβαζόμενοι. Ἐπεὶ τοίνυν ἔδει τοὺς πιστεύοντας εἰς Χριστὸν, ὡς ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ἅτε δὴ εἰκὼν ὑπάρχων τοῦ ἐπὶ πάντων ὁ διὰ πάντων, δι' οὗ τὰ πάντα δεδημιούργηται, τά τε ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ γῆς· εἰκὼν δὲ οὐχ ὡς ἄψυχον ἐμψύχου, οὐδ' ὡς ἐνέργεια τέχνης, οὐδ' ὡς ἀποτέλεσμα ἐνεργείας, ἀλλὰ γέννημα τοῦ γεννήσαντος·
Believe, then, that neither elsewhere in Scripture nor at the present passage are the words of Scripture contrary to one another, even if they seem to clash among those unsound in faith, or weak in judgement; and that none of the examples in the world can be found that suffices by itself to set forth clearly the nature of the Only-begotten. And for this reason Scripture has used many conceptions and titles concerning the Only-begotten, if perhaps we might be able through things familiar to us to grasp what is above you, and through known things to form a notion of unknown ones, being led forward gently and little by little from manifest things towards hidden ones. Since, then, it behoved those who believe in Christ [to believe] that the Son is like the Father, inasmuch as He Who is through all things, through Whom all things have been framed, both those in the heavens and those on earth, is the image of Him Who is over all — an image, moreover, not as an inanimate thing of an animate one, nor as an activity of art, nor as a product of activity, but as offspring of Him Who begot Him;
PG 42:464Read from the page
καὶ ὅτι οὐ θέμις ἐστὶ τῆς σωματικῆς ἀνθρωπίνης γεννήσεως τὴν τοῦ Μονογενοῦς γέννησιν τὴν πρὸ τῶν αἰώνων χαρακτηρίζεσθαι· καὶ ὡς κατὰ τὸ παράδειγμα τῆς σοφίας τῆς περιεκτικῆς τῶν ἀνθρωπίνων ἐνθυμημάτων τοῦ Πατρὸς, οὐ μὴν ἀνυπόστατός τε καὶ ἀνύπαρκτος, ἑκατέραις ταῖς λέξεσιν ἐχρήσατο ἡ Γραφὴ, τῆς τε κτίσεως, καὶ τῇ τῆς γεννήσεως, τῇ τε τοῦ, ἔκτισε, καὶ τοῦ, ἐγέννησεν, οὐχ ἵνα τὰ ἐναντία δοκῇ καὶ κατὰ τὸ αὐτὸ περὶ τῶν αὐτῶν λέγεσθαι, ἀλλ' ἵνα διὰ μὲν τοῦ, ἔκτισε, τὸ ἐνυπόστατόν τε καὶ μόνιμον, διὰ δὲ τοῦ, ἐγέννησε, τὸ ἐξαίρετον τοῦ Μονογενοῦς καὶ ἰδιάζον παριστᾷ. Ἐγὼ, φησὶν, ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω. Ἱκανὸν δέ ἐστι καὶ τὸ τῆς σοφίας ὄνομα πᾶσαν ἔννοιαν πάθους ἀποκλεῖσαι.
and that it is unlawful for the before-all-ages generation of the Only-begotten to be characterized by bodily human generation; and that after the pattern of the wisdom of the Father that embraces human thoughts, yet not insubsistent and non-existent, Scripture employed both expressions, that of creation and that of generation, both that of "created" and that of "begot", not so that contraries should seem to be spoken at the same time about the same things, but so that through "created" it might present what is subsistent and abiding, and through "begot" what is choice and peculiar to the Only-begotten. I came forth, He says, from the Father, and am come. And the name of wisdom itself suffices to shut out every notion of passion.
ΛΒʹ. Ἀλλὰ ποῖ φερόμεθα μὴ μνημονεύοντες τοῦ εἰπόντος· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ἔχομεν γὰρ διδάσκαλον τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ἔδωκεν ἡμῖν ὁ Κύριος μετὰ την εἰς οὐρανοὺς ἀνάληψιν, Ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. Ἐν ᾧ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς τοῦ Πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες· ἐν ᾧ λατρεύομεν καὶ προσκυνοῦμεν. Διὸ ἀτιμαζόμεθα ἐν ᾧ προφῆται προεφήτευσαν, ἐν ᾧ δίκαιοι ὡδηγήθησαν, δι' οὗ προσαγόμεθα τῷ Υἱῷ. Ἀλλὰ τί πολυπραγμονοῦμεν τὰ τῆς φύσεως; Μὴ γὰρ ὡς σαρκικοῖς, ἀλλ' οὐχ ὡς πνευματικοῖς διαλεγόμεθα; Ἐπ' ἄλλων γὰρ εἴρηται, Ὅτι οὐ δυνάμεθα ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ' ὡς σαρκικοῖς. Δέος γάρ ἐστι μήπως ἐκ τῆς τῶν ἀκαταλήπτων φιλονεικίας καὶ τῆς τῶν ἀνεφίκτων ζητήσεως εἰς βυθὸν ἀσεβείας ἐμπέσωμεν. Καὶ εἶπα· Σοφισθήσομαι· καὶ αὐτὴ ἐμακρύνθη ἀπ' ἐμοῦ ὑπὲρ ὃ ἦν· καὶ βαθὺ βάθος· τίς εὑρήσει αὐτήν; Μνημονεύσωμεν γὰρ τοῦ εἰπόντος· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. Εἴ τις δοκεῖ γινώσκειν, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι. Καὶ διὰ τοῦτο δέος ἐστὶ, μήπως, βιαζόμενοι λέγειν περὶ ὧν οὐ δυνάμεθα λέγειν, μηκέτι συγχωρηθῶμεν μηδὲ περὶ ὧν δυνάμεθα. Ἐκ πίστεως γὰρ δεῖ λαλεῖν, οὐκ ἐκ τῶν λαλουμέ⟨ ⟩ων πιστεύειν. Ἐπίστευσα γὰρ, φησὶ, διὸ ἐλάλησα. Ὅταν οὖν τὸ μὲν περὶ τῆς οἰκείας γεννήσεως μὴ δυνάμενοι ἀποφαίνεσθαι περιεργαζώμεθα, καὶ φιλονεικεῖν ἐπιχειρῶμεν περὶ τῆς τοῦ Θεοῦ γεννήσεως· πῶς οὐ δέος ἐστὶ μήπως ὁ διδοὺς οὐ μόνον γλῶτταν παιδείας, ἀλλὰ καὶ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον, καταψηφίσηται ἡμῶν τῆς ἐπὶ τῷ λέγειν προπετείας τὴν σιωπήν; ὅπερ ἐπὶ τοῦ μακαρίου Ζαχαρίου πεποίηται, ὃς, ἐπειδὴ μὴ ἐπίστευσε τῷ εὐαγγελισαμένῳ τὴν γένεσιν τοῦ παιδὸς, ἀνθρωπίνοις λογισμοῖς
32. But whither are we carried away, forgetful of him who said: O depth of riches and wisdom and knowledge of God, how unsearchable are His judgements, and untraceable His ways! For we have as teacher the Spirit of truth, which the Lord gave us after His ascension into the heavens, That we may know the things freely given to us by God. In whom also we speak, not in words taught by human wisdom, but in those taught by the Spirit, comparing spiritual things with spiritual; in whom we serve and worship. Wherefore we dishonour him in whom prophets prophesied, in whom righteous men were guided, through whom we are brought near to the Son? Yet why do we pry into the matters of nature? For do we converse as with carnal men, and not as with spiritual? For of others it has been said: We cannot speak to you as to spiritual men, but as to carnal. For there is fear lest out of contentiousness over incomprehensible things and inquiry into unattainable ones we fall into an abyss of impiety. And I said: I shall become wise; and it receded far from me beyond what it was; and a deep depth — who shall find it? For let us remember him who said: In part we know, and in part we prophesy; but when that which is perfect comes, then that which is in part shall be done away. If anyone supposes that he knows, he has not yet known as one ought to know. And for this reason there is fear lest, forcing ourselves to speak about things about which we cannot speak, we be no longer permitted to speak even about those we can. For one must speak out of faith, not believe out of what is spoken. For I believed, he says, therefore I spoke. When, then, unable to pronounce concerning our own generation, we busy ourselves and attempt to wrangle about the generation of God, how is there not fear lest He Who gives not only a tongue of instruction, but also the knowledge of when one ought to speak a word, pass sentence of silence upon our rashness in speaking? Which very thing was done in the case of blessed Zachariah, who, since he did not believe him who announced the good tidings of the child's birth, with human reasonings
Notes, col. 464

On the reading

Printed την, for τὴν.

PG 42:465Read from the page
δοκιμάζων τὴν τοῦ Θεοῦ χάριν καὶ δύναμιν, καὶ διαπορῶν πρὸς ἑαυτὸν, εἰ φύσιν ἔχει τὸν πρεσβύτην ἐκ τῆς προβεβηκυίας παιδοποιήσασθαι, τί φησι; Πῶς γνώσομαι τοῦτο, ὅτι ἔσται; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Τοιγαροῦν ὁπότε ἤκουσεν, ὅτι Ἰδοὺ ἔσῃ σιωπῶν, καὶ οὐ δυνάμενος λαλεῖν. Καὶ οὐκ ἐλάλησεν ἐξελθών.
testing the grace and power of God, and doubting within himself whether nature allows an old man to beget children from a woman advanced in years, what does he say? How shall I know this, that it shall be? For I am an old man, and my wife is advanced in her days. Wherefore at the time he heard: Behold, you shall be silent, and unable to speak. And he did not speak when he came out.
ΛΓʹ. Διόπερ, ἀφέντες περὶ τῶν ἀμφισβητουμένων φιλονεικεῖν καὶ περὶ τῶν ὑπὲρ ἡμᾶς, κρατοῦμεν ἃ παρειλήφαμεν. Τίς γάρ ἐστιν ὁ τολμῶν ἐπὶ γνώσει φυσιωθῆναι, ὁπότε αὐτὸς ὁ τῶν ἀποκαλύψεων καταξιωθεὶς, ὁ εἰς οὐρανὸν τρίτον ἀναληφθεὶς, ὁ ἀκούσας ἄῤῥητα ῥήματα, ἐσωφρονίσθη διὰ τοῦ κατὰ τὴν σάρκα σκόλοπος μὴ ὑπεραίρεσθαι; Καὶ αὐτὸς ὁ Προφήτης ὁ εἰπών· Ἐπίστευσα, διὸ ἐλάλησα· Ἐταπεινώθην, φησὶν, οὐχ ἁπλῶς, ἀλλὰ σφόδρα. Ὅσῳ γὰρ ἄν τις ἐγγυτέρω τῆς γνώσεως εἶναι δοκῇ, τοσούτῳ μᾶλλον ὀφείλει λογίζεσθαι πρὸς ἑαυτὸν ὅτι ἄνθρωπός ἐστι. Περὶ τούτου ἄκουε τί λέγει· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης. Ἔχοντες οὖν τὸν διδάσκαλον τῆς ἀληθείας, μηκέτι ἀνθρωπίνοις διδασκάλοις προσχρώμεθα, ἀλλ' ἐννοοῦντες· καὶ μήτε τρόπους περιεργαζώμεθα, μήτε ἕτερόν τι. Ὥσπερ γὰρ τὴν γέννησιν τοῦ Υἱοῦ οὐκ ἔστιν εἰπεῖν, οὐδὲ τὸν τρόπον τῆς γεννήσεως τοῦ Πατρὸς ἔστιν ἀποφήνασθαι. Ἀλλὰ ἀρκεῖν ἡγεῖσθε πρὸς διδασκαλίαν τοῦτο, ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρις αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Δῴη δὲ Κύριος κατὰ τὸν Ἀβραὰμ φρονοῦντας ἡμᾶς τὸν λέγοντα· Νῦν ἠρξάμην λαλεῖν τῷ Κυρίῳ μου. Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· καὶ μὴ ὑπεραιρομένους κατὰ τὰς κέδρους τοῦ Λιβάνου· ὅτι μὴ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πίστεως ἡ ὁμαλὴ καὶ εἰρηνικὴ κατορθοῦται σοφία, μήτε διαπορεῖν ἡμᾶς, ἀλλ' ὁτιοῦν ποιοῦντες εὐαρεστήσωμεν τῷ Θεῷ καὶ Πατρὶ, καὶ μετ' αὐτοῦ, καὶ σὺν αὐτῷ ἐν ἁγίῳ Πνεύματι, ἡ δόξα, τὸ κράτος, ἡ τιμὴ, καὶ ἡ δύναμις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
33. Wherefore, ceasing to wrangle about disputed matters and things above us, we hold fast to what we have received. For who is he that dares to be puffed up over knowledge, when he himself who was counted worthy of revelations, who was caught up to the third heaven, who heard unutterable words, was chastened by the thorn in the flesh not to exalt himself? And the Prophet himself who said: I believed, therefore I spoke — I was humbled, he says, not simply, but exceedingly. For the closer anyone seems to be to knowledge, the more he ought to reckon with himself that he is a man. Concerning this hear what he says: I said in my ecstasy: Every man is a liar. Having, then, the teacher of truth, let us no longer resort to human teachers, but reflecting within; and let us pry neither into modes nor into anything else. For just as it is impossible to utter the generation of the Son, so neither can one declare the manner of the Father's begetting. But deem this sufficient for instruction, that All things came to be through Him, and apart from Him came to be not one thing. And may the Lord grant us to be minded like Abraham who says: Now I have begun to speak to my Lord, and I am earth and ashes; and not exalted like the cedars of Lebanon — for not in words taught by human wisdom, but in those taught by faith is even and peaceable wisdom brought to perfection — nor for us to be at a loss, but whatever we do, may we well please God the Father, and with Him [the Son], and together with Him in the Holy Spirit, [to Whom be] the glory, the dominion, the honour, and the power now and for ever and unto the ages of ages. Amen.
Πεπλήρωται ἡ τοῦ Μελετίου ὁμολογία.
Here ends the confession of Meletius.
ΛΔʹ. Ἔδοξε δὲ τούτοις μετενέγκαι αὐτὸν ἀπὸ τῆς Ποντικῆς χώρας τοὺς πλείους τῶν Ἀρειανῶν, οὐκ ἐπὶ χαρᾶς, οὐδὲ εἰς αὐτῶν ἀνάπαυσιν, ἀλλ' εἰς ἐπάχθειαν. Ἐντεῦθεν κινοῦσι τὸν βασιλέα, καὶ συσκευάζονται τὸν ἄνδρα, ὡς διὰ τὸ μὴ ὡμολογηκέναι κτίσμα τέλειον αὐτὸν, καὶ ἐξεοῦσι τῆς αὐτοῦ καθέδρας. Καὶ νύκτωρ φυγαδεύεται ὁ ἀνὴρ, ἕως τῶν χρόνων
34. And it seemed good to these — most of the Arians — to transfer him from the Pontic region, not for joy nor for their repose, but to their vexation. Hence they stir up the emperor and plot against the man, on the ground that he had not confessed Him a complete creature, and they thrust him from his see. And by night the man is banished, up to the times
Notes, col. 465

On the reading

Printed χωρις, for χωρὶς.