Migne Reading Room

PG 42 · cols. 444–453 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:444Read from the page
εἶναι τὸν Υἱὸν τῷ Πατρὶ κατὰ πάντα ὑπέγραψαν οὕτως· Μάρκος ὁ ἐπίσκοπος Ἀρεθουσίας οὕτω πιστεύω καὶ φρονῶ τοῖς προγεγραμμένοις· καὶ οἱ παρόντες ὁμοίως. Οὐάλης δὲ οὕτως· Ὅπως μὲν ὑπεγράψαμεν τῇ νυκτὶ ἐπιφωσκούσης τῆς Πεντηκοστῆς τὴν προγεγραμμένην ὑπογραφήν, οἴδασιν οἱ παρόντες καὶ ὁ εὐσεβὴς βασιλεὺς, πρὸς ὃν καὶ ἐμαρτυράμην ἀγράφως τε καὶ ἐγγράφως. Μετὰ δὲ ταῦτα οἰκείῳ ἤθει ὑπογράψαντος Οὐάλεντος, καὶ προστεθεικότος τῇ ὑπογραφῇ, ὅμοιον τὸν Υἱὸν τῷ Πατρὶ, μὴ προστεθεικότος δὲ, κατὰ πάντα, καὶ δείξαντος ὅπως καὶ συνέθετο τοῖς προγεγραμμένοις, ἢ τὸ ὁμοούσιον πῶς νοεῖ, ἐπισημηναμένου τε τοῦτον τοῦ εὐσεβοῦς βασιλέως, καὶ ἀναγκάσαντος αὐτὸν προσθεῖναι τὸ, κατὰ πάντα, ὅπερ καὶ προστέθεικε, Βασίλειος ὑποπτεύσας καὶ τὸ, κατὰ πάντα, ἰδίῳ νῷ αὐτὸν προστεθεικέναι εἰς τὰ ἴσα (ἐσπούδασαν οἱ περὶ Οὐάλεντα λαβεῖν, ἐφ' ᾧτε ἀποκομίσαι εἰς την κατὰ Ἀρίμινον σύνοδον), ὑπέγραψεν οὕτως· Βασίλειος ἐπίσκοπος Ἀγκύρας πιστεύω καὶ συνευδοκῶ τοῖς προγεγραμμένοις, ὅμοιον ὁμολογῶν τὸν Υἱὸν τῷ Πατρὶ κατὰ πάντα. Κατὰ πάντα δὲ, οὐ μόνον κατὰ τὴν βούλησιν, ἀλλὰ κατὰ τὴν ὑπόστασιν, καὶ κατὰ τὴν ὕπαρξιν, καὶ κατὰ τὸ εἶναι, ὡς Υἱὸν κατὰ τὰς θείας Γραφὰς, πνεῦμα ἐκ πνεύματος, ζωήν ἐκ ζωῆς, φῶς ἐκ φωτὸς, Θεὸν ἐκ Θεοῦ, ἀληθινὸν Υἱὸν ἐξ ἀληθινοῦ, σοφίαν Υἱὸν ἐκ σοφοῦ Θεοῦ καὶ Πατρὸς, καὶ καθάπαξ κατὰ πάντα τὸν Υἱὸν ὅμοιον τῷ Πατρὶ, ὡς υἱὸν πατρί. Καὶ εἴ τις κατά τι λέγοι ὅμοιον, ὡς προγέγραπται, ἀλλότριον εἶναι τῆς καθολικῆς Ἐκκλησίας, ὡς μὴ κατὰ τὰς θείας Γραφὰς ὅμοιον τὸν Υἱὸν τῷ Πατρὶ λέγων. Ἀνεγνώσθη ἡ ὑπογραφὴ, καὶ ἐδόθη Οὐάλεντι, παρόντος Μάρκου, Γεωργίου, Οὐρσακίου, Γερμανοῦ, Ὑπατιανοῦ ἐπισκόπων, καὶ πρεσβυτέρων καὶ διακόνων πλειόνων.
the Father in all respects, they subscribed thus: I, Mark, bishop of Arethusa, thus believe and hold in accordance with what has been written above; and those present likewise. And Valens thus: How we subscribed the aforewritten subscription on the night as Pentecost was dawning, those present know, and so does the pious emperor, before whom I also testified both orally and in writing. But after these things, when Valens had subscribed in his customary manner, and had added to his subscription that the Son is like the Father, yet had not added, in all respects, and had shown how he had assented to what was written above, or how he understands consubstantial, and when the pious emperor took note of him and compelled him to add the phrase, in all respects, which indeed he added, Basil, suspecting that he had added the phrase, in all respects, in his own sense upon the copies (which Valens's party were eager to obtain, in order to carry them off to the synod at Ariminum), subscribed thus: I, Basil, bishop of Ancyra, believe and consent to what has been written above, confessing that the Son is like the Father in all respects. And in all respects, not according to will alone, but according to subsistence, and according to existence, and according to being, as Son according to the divine Scriptures, spirit from spirit, life from life, light from light, God from God, true Son from true, wisdom Son from wise God and Father, and once for all in every respect the Son like the Father, as a son to a father. And if anyone should say that He is like in any particular respect, as has been written above, he is alien to the Catholic Church, as not saying that the Son is like the Father according to the divine Scriptures. The subscription was read aloud and handed to Valens, in the presence of Mark, George, Ursacius, Germanus, and Hypatianus, bishops, and of several presbyters and deacons.
ΚΓʹ. Αὗται αἱ ἐπιστολαὶ μετετάγησαν πρὸς τὸ εἰδέναι ἕκαστον τῶν φιλολόγων, τῶν τὰ ἀληθῆ τῆς πίστεως ἐκζητούντων, ὅτι οὐ κατὰ κενοῦ φερόμεθα πρός τινας λέγειν, ἀλλ' ἐξ ἀληθινῶν συστάσεων φιλοτιμούμεθα ὁρμᾶσθαι. Διηνέχθησαν οὖν οἱ αὐτοὶ πάλιν πρὸς τοὺς σὺν αὐτοῖς, διὰ μίση τινῶν καὶ ζῆλον ἀνθρώπινον ἐρεσχελοῦντες ἑκάτερος πρὸς ἑκάτε-
Chapter XXIII. These letters have been transcribed so that every lover of learning who seeks out the truths of the faith may know that we are not carried along at random in speaking against certain persons, but endeavour to proceed from genuine proofs. These same men, then, fell into dissension again with those associated with them, wrangling each with the othe-
Notes, col. 444

On the reading

Printed την, for τὴν.

Printed ζωήν, for ζωὴν.

PG 42:445Read from the page
ρον, καὶ φιλαρχοῦντες. Καὶ ἐκρατύνθη τότε τὸ μέρος τούτων τῶν Ἡμιαρείων, τῶν περὶ Βασίλειον, φημὶ, καὶ Γεώργιον, καὶ Σιλουανὸν, καὶ λοιποὺς, ἔχοντες μεθ' ἑαυτῶν σαρκὸς δεξιὰν Κωνστάντιον τὸν βασιλέα, οἱ περὶ Εὐδόξιον καὶ Γεώργιον τὸν Ἀλεξανδρέα, καὶ Εὐζώϊον τὸν Ἀντιοχέα. Καὶ οἱ μὲν περὶ Βασίλειον καὶ Γεώργιον τὸν Λαοδικέα ἐταπεινώθησαν, καίπερ πολλὰ ἰσχύσαντες. Ἐξ ὧν πάλιν ἕτεροι διηρέθησαν τῆς αὐτῆς αἱρέσεως καὶ συνόδου· καὶ γέγονε τὸ τῶν Ἀρειανῶν σύστημα εἰς τρία τάγματα. Ἀκάκιος γὰρ ὁ Παλαιστῖνος ὁ Καισαρείας ἅμα Μελετίῳ, καὶ Οὐρανίῳ τῷ Τυρίῳ, καὶ Εὐτυχίῳ τῷ Ἐλευθεροπολίτῃ διὰ τὸν πρὸς Κύριλλον τὸν Ἱεροσολυμίτην ζῆλόν τε καὶ μῖσος ἀνθίστατο τοῖς περὶ Βασίλειον, καὶ Γεώργιον τὸν Λαοδικέα, καὶ Σιλουανὸν τὸν Ταρσέα, Ἐλεύσιόν τε τὸν Κυζίκου, Μακεδόνιον τὸν Κωνσταντινουπολιτανόν, Εὐστάθιον τὸν Σεβαστείας καὶ Ἀνιανὸν τὸν Ἀντιοχέα, τότε κατασταθέντων κατ' αὐτῶν ἑαυτὸν στρατεύσας ὁ αὐτὸς Ἀκάκιος πολλὴν φύρσιν εἰργάσατο. Καὶ γεγόνασιν εἰς ἀλλήλους ὁμόδοξον μὲν γνώμην κεκτημένοι, διαφόρως δὲ ἑκάστου αὐτῶν ὁμολογοῦντος, εἰς ἀλλήλους διενηνεγμένοι, καὶ σχισθέντες, εἰς τὰ προειρημένα διεσπάσθησαν τρία τάγματα. Ὁ μὲν γὰρ Ἀκάκιος καὶ οἱ μετ' αὐτοῦ οὔτε ὁμοούσιον ὡμολόγουν, οὔτε κτίσμα ἓν τῶν κτισμάτων, καίπερ οἱ αὐτοὶ ὑπάρχοντες· κρυφῇ δὲ διὰ τὸν καιρὸν παρασιωπήσαντες τὸ τοῦ κτίσματος, αὐτοὶ μὲν ὅλοι ἦσαν, ὁποῖοι καὶ
r, through hatreds of certain persons and human jealousy, and lusting for rule. And at that time the party of these Semi-Arians was strengthened — I mean those around Basil, and George, and Silvanus, and the rest — having with them as a fleshly right hand Constantius the emperor, whereas those around Eudoxius and George the Alexandrian, and Euzoius the Antiochene [prevailed]. And those around Basil and George of Laodicea were humbled, though they had wielded great power. From among them others again were divided off from the same heresy and synod; and the body of the Arians came to be in three divisions. For Acacius the Palestinian of Caesarea, together with Meletius, and Uranius of Tyre, and Eutychius of Eleutheropolis, on account of jealousy and hatred towards Cyril of Jerusalem, opposed those around Basil, and George of Laodicea, and Silvanus of Tarsus, and Eleusius of Cyzicus, Macedonius of Constantinople, Eustathius of Sebasteia and Anianus of Antioch; having marshalled himself against them when they were then appointed, the same Acacius wrought much confusion. And though possessing a like-minded opinion towards one another, yet as each of them confessed differently, having fallen at variance with one another and split, they were torn asunder into the aforesaid three divisions. For Acacius and those with him neither confessed consubstantial, nor a creature as one of the creatures, although being the very same; but secretly passing over in silence the point of the creature on account of the time, they themselves were altogether such as also
PG 42:448Read from the page
Ἀρειανοί· παρεκρύβησαν δὲ τῷ καιρῷ ἐκείνῳ, μηδὲν ἄλλο φρονοῦντες ἀλλ' ἢ τοῦτο διὰ τοὺς σὺν αὐτοῖς μεμιγμένους, φύσει ὀρθοδόξους, ὑποκριτὰς δὲ ὑπάρχοντας, καὶ ὑποκρινομένους τὴν βασιλέως δεξιὰν, καὶ δεδιότας, καὶ ἔχοντας πρὸς ἀλλήλους ἐχθρίαν, βουλόμενοι στῆναι. Εὐτύχιος μὲν γὰρ ὁ Ἐλευθεροπολίτης, οἷα δὴ ἀπὸ τοῦ μακαρίου Μαξιμωνᾶ τοῦ Ἱεροσολυμίτου ὁμολογητοῦ ἐπισκόπου τὴν πίστιν ἔχων σαφῆ τῆς ὀρθοδοξίας, διὰ τὴν πρὸς τὸν Κύριλλον ἐχθρίαν οὐκ ἐμίγη τοῖς περὶ Ἀκάκιον, ὀρθοδόξως μὲν ἔχων ἄχρι καιροῦ, ὑποκρινόμενος δὲ διὰ τὸν ἴδιον θρόνον· καὶ ἄλλοι πλείους τῆς Παλαιστίνης, δι' οὓς Ἀκάκιος καὶ οἱ μετ' αὐτοῦ τὴν αύτην ἔχοντες λύσσαν καὶ μανιώδη κακοπιστίαν, τέως πρὸς τὸν καιρὸν περὶ τούτων οὐδὲν ἐκίνουν, οὔτε μὲν ὁμολογεῖν, οὔτε ἀρνεῖσθαι· ἀλλὰ συνελθόντες ἐν τῇ Σελευκείᾳ, τῇ Τραχείᾳ καλουμένῃ, κατὰ τὴν Ἰσαυρίαν, ἐκ προστάγματος Κωνσταντίου τοῦ βασιλέως, πίστιν ἑτέραν δῆθεν ἐκτίθενται, οὐ κατὰ τὴν ὑπὸ τῶν Πατέρων ταχθεῖσαν ἐν τῇ Νικαίᾳ τῇ πόλει, τὴν ὀρθόδοξον καὶ καλῶς τεταγμένην, ἀλλὰ προσποιητῶς μὲν, ὡς κατὰ ἀφελότητα εἰπόντες·
Arians; but at that time they concealed themselves, minding nothing else save this, on account of those mingled with them who by disposition were orthodox, yet were dissemblers, feigning deference to the emperor's right hand and fearing it, and harbouring enmity towards one another, wishing to maintain their standing. For Eutychius of Eleutheropolis, inasmuch as he held the clear faith of orthodoxy from the blessed Maximonas, the confessor and bishop of Jerusalem, on account of his enmity towards Cyril did not join with those around Acacius, holding orthodoxly for a time, yet dissembling for the sake of his own throne; and several others of Palestine, on account of whom Acacius and those with him, having the same rabid rage and frenzied misbelief, for the time being stirred up nothing concerning these matters, neither to confess nor to deny; but having assembled in Seleucia, called Tracheia, in Isauria, by command of Constantius the emperor, they forsooth set forth another creed, not in accordance with that ordained by the Fathers in the city of Nicaea, which is orthodox and well ordained, but feignedly, speaking as though in simplicity:
ΚΔʹ. Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, καὶ καθεξῆς· καὶ εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, λιτῶς, μηδὲν ἰσχυρὸν λαλήσαντες. Ὕστερον ἵνα ὑποδείξωσι τὴν αὐτῶν δραματουργίαν, ἔφησαν, ὅτι « Ἐκβάλλομεν τὸ ὁμοούσιον, ὡς ἀλλότριον τῆς θείας Γραφῆς. Τὸ δὲ ἀνόμοιον Υἱοῦ πρὸς Πατέρα ἀναθεματίζομεν. » Καὶ ἦν τοῦτο δολίων θηρευτῶν δέλεαρ. Καὶ γὰρ ἔφασκον, ὅτε ἐν αὐτοῖς ἐγίνοντο, καὶ ἐδέδασκον, ὅτι Κτίσμα μὲν ἔστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ἀλλ' ὅμοιός ἐστι τῷ Πατρὶ, ὡς κατὰ διάνοιαν ταύτην τὴν ἐν τοῖς ἀνθρώποις νομιστευομένην. Ἐκτυποῦσι γὰρ καὶ οἱ πλαστουργοὶ ἀνδριάντας, καὶ ἀφομοιάζουσιν εἰκόνας ἤτοι ἐκ χρυσοῦ, καὶ ἀργύρου, καὶ ἄλλης ὕλης, ἢ διὰ χρωμάτων ἐπὶ ξύλου, καὶ τὸ ὅμοιον ἔχουσιν, οὐδὲν δὲ κατ' ἰσότητα τῶν ἐκτυπουμένων. Οὕτως παρ' αὐτοῖς τὸ δόλιον ἦν, ὁμολογεῖν μὲν ὅμοιον τῷ Πατρὶ, οὐδὲν δὲ ἔχειν τῆς τοῦ Πατρὸς θεότητος τὸ παράπαν. Ἀλλά τινες τῶν μετ' αὐτῶν, ἅμα δὲ διὰ τὴν οὕτω συμβᾶσαν συμφορὰν τοῦ καιροῦ κατεδέχοντο, καὶ ὁμοῦ ἦσαν συνειδότες οἱ πλείους αὐτῶν· τινὲς δὲ καὶ ἀγνοοῦντες, ὡς ὕστερον ἐδείχθη. Ἦν γὰρ ἅμα τούτοις Πατρόφιλος ὁ Σκυθοπολίτης, καὶ μετὰ τούτων Φίλιππος ὁ ἐκεῖ κατασταθεὶς διάδοχος τοῦ προειρημένου, καὶ ἄλλοι πλείους, οἱ φύσει ταύτην τὴν αἵρεσιν κατέχοντες. Νῦν δὲ μετὰ τὴν ἐκείνων τελευτὴν, ὅτε εἰς πλάτος ἐλήλακεν ἡ αὐτῶν κακοδοξία, καὶ μετὰ παῤῥησίας τυγχάνουσι διὰ τὴν τῆς σαρκὸς δεξιὰν, καὶ μηκέτι ἐμποδιζόμενοι, κηρύττουσι σαφῶς τὸ αὐτῶν ἐπιχείρημα· οὐκέτι οὔτε αἰδοῖ τινι κατεχόμενοι, οὔτε ἰνδαλλόμενοι ἀπό τινος προστάγματος, εἰς τὸ μή τινα
Chapter XXIV. We believe in one God, the Father almighty, and so forth; and in the Son of God, barely, having uttered nothing forceful. Afterwards, so as to exhibit their stage-play, they said: « We cast out the consubstantial, as alien to the divine Scripture. But the unlikeness of Son to Father we anathematize. » And this was the bait of crafty hunters. For indeed they used to say, when they were among themselves, and to teach: The Son of God is indeed a creature, but He is like the Father, in that notion which is current among men. For sculptors also mould statues, and fashion likenesses of images either out of gold, and silver, and other matter, or by means of pigments upon wood, and they possess likeness, yet nothing by way of equality with the things modelled. Thus with them the guile was to confess that He is like the Father, while possessing nothing whatsoever of the Father's Godhead. Yet some of those with them accepted it at the same time on account of the calamity of the season that had thus befallen, and together the greater part of them were privy to it; while some were even unaware, as was shown afterwards. For together with these was Patrophilus of Scythopolis, and with them Philip, who was appointed there as successor of the aforesaid, and several others, who by disposition held fast this heresy. But now after their decease, when their misbelief has spread abroad, and they enjoy boldness through the fleshly right hand, and are no longer hindered, they openly proclaim their undertaking; no longer restrained either by any shame, or putting on a semblance from any edict, so that none
Notes, col. 448

On the reading

Printed αύτην, for αὐτὴν.

Printed ἐδέδασκον, for ἐδίδασκον.

PG 42:449Read from the page
δοκεῖν κατὰ κοινοῦ φέρεσθαι, καὶ τὴν ἐκτεθεῖσαν ἐκεῖ καὶ ὑπ' αὐτῶν τῶν περὶ Ἀκάκιον πίστιν μεθ' ὑπογραφῆς τῶν ἐν αὐτῇ τῇ συνόδῳ γενομένων ἐνταῦθα παραθήσομαι. Καὶ ἔστιν ἥδε·
should seem to be carried along in common, I shall set down here also the creed propounded there by those very men around Acacius, together with the subscription of those present in that synod. And it is thus:
Ἔκθεσις πίστεως τῆς ἐν Σελευκείᾳ ψευδοσυνόδου.
Exposition of faith of the false synod in Seleucia.
ΚΕʹ. Οἱ συνελθόντες ἐπίσκοποι ἐκ διαφόρων ἐπαρχιῶν ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας κατὰ πρόσταγμα τῆς εὐσεβείας τοῦ θεοσεβεστάτου βασιλέως ἡμῶν Κωνσταντίου τάδε διελαλήσαμεν ἡμεῖς οἱ συναχθέντες ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας κατὰ βασιλικὸν βούλημα.
Chapter XXV. We, the bishops who have assembled from various provinces in Seleucia of Isauria by command of the piety of our most God-fearing emperor Constantius, have declared these things, we who were gathered together in Seleucia of Isauria according to the imperial will.
Τῇ χθὲς ἡμέρᾳ, ἥτις ἦν πρὸ πέντε Καλανδῶν Ὀκτω., πᾶσαν σπουδὴν εἰσηνεγκάμεθα μετὰ πάσης εὐταξίας τὴν εἰρήνην τῇ Ἐκκλησίᾳ διαφυλάξαι, καὶ τῆς πίστεως εὐσταθῶς διαλαβεῖν, ὡς προσέταξεν ὁ θεοφιλέστατος βασιλεὺς ἡμῶν Κωνστάντιος, κατὰ τὰς προφητικὰς φωνὰς, καὶ μηδὲν παρὰ τὰς θείας Γραφὰς παρεισενέγκαι τῇ ἐκκλησιαστικῇ πίστει. Ἐπειδὴ δὲ ἐν τῇ συνόδῳ τινὲς, τοὺς μὲν ἡμῶν ὕβρισαν, τοὺς δὲ ἐπεστόμισαν, οὐ συγχωροῦντες λαλεῖν, τοὺς δὲ ἀπέκλεισαν ἄκοντας, καὶ τοὺς καθῃρημένους δὲ ἐκ διαφόρων ἐπαρχιῶν μεθ' ἑαυτῶν, καὶ τοὺς παρὰ κανόνα κατασταθέντας ἦγον μεθ' ἑαυτῶν, ὡς πανταχόθεν θορύβου πλῆρες γενέσθαι τὸ συνέδριον, καθὼς καὶ ὁ λαμπρότατος κόμης Λεωνᾶς, καὶ ὁ λαμπρότατος ἡγούμενος τῆς ἐπαρχίας Λαυρίκιος αὐτοψίᾳ παρέλαβε· τούτου ἕνεκεν διαλαλοῦμεν, ὡς οὐ φεύγομεν, τὴν αὐθεντικήν πίστιν ἐν τοῖς ἐγκαινίοις τοῖς κατὰ Ἀντιόχειαν προκομίζοντες, οἱ καὶ αὐτοὶ μάλιστα οἱ Πατέρες ἡμῶν κατ' ἐκεῖνο καιροῦ πρὸς τὸ ὑποκείμενον τῆς ζητήσεως συνέδραμον.
On yesterday's date, which was the fifth day before the Kalends of October, we brought to bear all earnestness with all good order to preserve peace for the Church, and to treat soundly of the faith, as our emperor Constantius, most beloved of God, enjoined, according to the prophetic utterances, and to introduce nothing besides the divine Scriptures into the ecclesiastical faith. But since in the synod certain persons insulted some of us, and stopped the mouths of others, not permitting them to speak, and shut out others against their will, and brought with themselves men deposed from various provinces, and brought with themselves men appointed contrary to canon, so that the council became filled with tumult on every side, even as both the most clarissimus count Leonas and the most clarissimus governor of the province, Lauricius, witnessed with their own eyes; for this reason we declare that we do not shun the inquiry, bringing forward the authentic creed published at the Dedication at Antioch, wherein also our Fathers themselves especially concurred at that time upon the subject under inquiry.
Notes, col. 449

On the reading

Printed αὐθεντικήν, for αὐθεντικὴν.

PG 42:452Read from the page
Ἐπειδὴ πολλοὺς ἐθορύβησε τὸ ὁμοούσιον καὶ τὸ ὁμοιούσιον ἐν τοῖς παρελθοῦσι χρόνοις, καὶ μέχρι νῦν, ἀλλὰ καὶ ἕως ἄρτι λέγεται καινοτομεῖσθαι ὑπό τινων τὸ ἀνόμοιον Υἱοῦ πρὸς Πατέρα· τούτου χάριν τὸ ὁμοούσιον ὡς ἀλλότριον τῶν Γραφῶν ἐκβάλλομεν· τὸ δὲ ἀνόμοιον ἀναθεματίζομεν· καὶ πάντας, ὅσοι τοιοῦτοι τυγχάνουσιν, ἀλλοτρίους ἡγούμεθα τῆς Ἐκκλησίας. Τὸ δὲ ὅμοιον τοῦ Υἱοῦ πρὸς Πατέρα σαφῶς ὁμολογοῦμεν, κατὰ τὸν Ἀπόστολον τὸν λέγοντα περὶ τοῦ Υἱοῦ· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Ὁμολογοῦμεν δὲ καὶ πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε καὶ ἀοράτων. Πιστεύομεν δὲ καὶ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν ἐξ αὐτοῦ γεννηθέντα ἀπαθῶς πρὸ πάντων αἰώνων, Θεὸν Λόγον, Θεὸν ἐκ Θεοῦ μονογενῆ, φῶς, ζωὴν, ἀλήθειαν, σοφίαν, δύναμιν, δι' οὗ τὰ πάντα ἐγένοντο, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα. Τοῦτον πιστεύομεν ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας σάρκα ἀνειληφέναι ἐκ τῆς Παρθένου, καὶ ἐνανθρωπήσαντα, παθόντα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἀναστάντα, καὶ ἀναληφθέντα εἰς οὐρανοὺς, καθέζεσθαι ἐν δεξιᾷ τοῦ Πατρὸς, πάλιν ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. Πιστεύομεν δὲ καὶ εἰς ἓν ἅγιον Πνεῦμα, ὃ καὶ Παράκλητον ὠνόμασεν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἐπαγγειλάμενος, μετὰ τὸ ἀνελθεῖν αὐτὸν, πέμψαι τοῖς μαθηταῖς τοῦτο, ὃ καὶ ἀπέστειλεν, δι' οὗ καὶ ἁγιάζει τοὺς ἐν τῇ Ἐκκλησίᾳ πιστεύοντας, καὶ βαπτιζομένους ἐν ὀνόματι Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Τοὺς δὲ παρὰ ταύτην τὴν πίστιν ἄλλο τι κηρύττοντας ἀλλοτρίους οἶδεν ἡ καθολικὴ Ἐκκλησία. Ὅτι δὲ ταύτῃ τῇ πίστει ἰσοδυναμεῖ καὶ ἡ ἐν Σιρμίῳ πρώην ἐκτεθεῖσα πίστις ἐπὶ τῆς εὐσεβείας τοῦ βασιλέως ἡμῶν, γνωρίζουσιν οἱ ἐντυγχάνοντες τῇ πίστει.
Since the terms consubstantial and of like substance have troubled many in times past, and until now, and even at this very time the unlikeness of Son to Father is said to be innovated by some; for this cause we cast out the consubstantial as alien to the Scriptures, and we anathematize the unlike, and all who are such we deem alien to the Church. But the likeness of the Son to the Father we plainly confess, according to the Apostle who says concerning the Son: Who is the image of the invisible God. And we confess and believe in one God, the Father almighty, the Maker of heaven and earth, of things visible and invisible. And we believe also in our Lord Jesus Christ, the Son of God, Him who was begotten of Him impassibly before all ages, God the Word, God from God, only-begotten, light, life, truth, wisdom, power, through Whom all things came into being, those in the heavens and those upon the earth, whether visible or invisible. Him we believe at the consummation of the ages, for the abolition of sin, to have assumed flesh from the Virgin, and having become man, having suffered for our sins, and having risen again, and having been taken up into the heavens, to be seated at the right hand of the Father, and to be coming again in glory to judge the living and the dead. And we believe also in one holy Spirit, whom our Saviour and Lord Jesus Christ also named the Paraclete, having promised, after He should ascend, to send this Spirit to the disciples, whom indeed He dispatched, through whom also He sanctifies those who believe in the Church and are baptized in the name of Father, and Son, and holy Spirit. But those who proclaim anything else besides this faith the Catholic Church knows to be aliens. And that the creed lately propounded at Sirmium in the presence of our emperor's piety is equivalent in force to this creed, those who read that creed recognize.
ΚϚʹ. Ὑπέγραψαν οἱ παρόντες, Βασίλειος, Μάρκος, καὶ Γεώργιος ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος,
Chapter XXVI. Those present subscribed: Basil, Mark, and George the bishop of Alexandria,
PG 42:453Read from the page
Παγκράτιος, καὶ Ὑπατιανὸς, καὶ οἱ πλεῖστοι ἐπίσκοποι τῆς Δύσεως· Γεώργιος ἐπίσκοπος Ἀλεξανδρείας ἐξεθέμην τὴν πίστιν οὕτως· Ὁμολογῶ φρονεῖν ὡς πρόκειται· Ἀκάκιος ἐπίσκοπος Καισαρείας ἐξεθέμην τὴν πίστιν οὕτως· Ὁμολογῶ φρονεῖν ὡς πρόκειται. Οὐράνιος ἐπίσκοπος Τύρου, Εὐτύχιος ἐπίσκοπος Ἐλευθεροπόλεως, Ζώϊλος ἐπίσκοπος Λαρίσσης τῆς Συρίας, Σέρας ἐπίσκοπος ἐκ Παρατονίου τῆς Λιβύης, Παῦλος ἐπίσκοπος Ἐμίσης, Εὐστάθιος ἐπίσκοπος Ἐπιφανίας, Ειρηναῖος ἐπίσκοπος Τριπόλεως τῆς Φοινίκης, Εὐσέβιος ἐπίσκοπος Σελευκείας τῆς Συρίας, Εὐτυχιανὸς ἐπίσκοπος Πατάρων τῆς Λυκίας, Εὐστάθιος ἐπίσκοπος Πιναρῶν καὶ Διδύμων, Βασίλειος ἐπίσκοπος Καυνίων τῆς Λυδίας, Πέτρος ἐπίσκοπος Ἵππου Παλαιστίνης, Στέφανος ἐπίσκοπος Πτολεμαΐδος τῆς Λιβύης, Εὐδόξιος ἐπίσκοπος, Ἀπολλώνιος ἐπίσκοπος Ὀξυρύγχου, Θεόκτιστος ἐπίσκοπος Ὀστρακίνης, Λεόντιος ἐπίσκοπος Λυδίας, Θεοδόσιος ἐπίσκοπος τῆς Φιλαδελφίας Λυδίας, Φοῖβος ἐπίσκοπος Πολυχαλάνδου τῆς Λυδίας, Μάγνος ἐπίσκοπος Θεμισῶν τῆς Φρυγίας, Εὐάγριος ἐπίσκοπος Μιτυλήνης τῶν νήσων, Κυρίων ἐπίσκοπος Δολίχης, Αὔγουστος ἐπίσκοπος Εὐφράτης, [Μάγνος ἐπίσκοπος Θεμισῶν τῆς Φρυγίας,] Πολυδεύκης ἐπίσκοπος Ἐπαρχίας δευτέρας Λιβύης, Παγκράτιος ἐπίσκοπος Πηλουσίου, Φιλίκαδος ἐπίσκοπος Αὐγουστάδων Φρυγίας ἐπαρχίας, Σεραπίων ἐπίσκοπος Ἀντιπύργου τῆς Λιβύης, Εὐσέβιος ἐπίσκοπος Σεβαστῆς τῆς Παλαιστίνης, Ἡλιόδωρος ἐπίσκοπος Σωζούσης τῆς Πενταπόλεως, Πτολεμαῖος ἐπίσκοπος Θμούεως Αὐγουστονίκης, Αὔγαρος ἐπίσκοπος Κύρου Εὐφρασίας, Ἐξερέσιος ἐπίσκοπος Γερασῶν, Ἀραβίων ἐπίσκοπος Ἀδράων, Χαρίσιος ἐπίσκοπος Ἀζώτου, Ἐλισσαῖος ἐπίσκοπος Διοκλητιανουπόλεως, Γερμανὸς ἐπίσκοπος Πετρῶν, Βαρόχιος ἐπίσκοπος Ἀραβίας. Ὁμοῦ ἐπίσκοποι μγʹ.
Pancratius, and Hypatianus, and most of the bishops of the West; I, George, bishop of Alexandria, have set forth the faith thus: I confess that I hold as is set forth; I, Acacius, bishop of Caesarea, have set forth the faith thus: I confess that I hold as is set forth. Uranius bishop of Tyre, Eutychius bishop of Eleutheropolis, Zoilus bishop of Larissa of Syria, Seras bishop from Paratonium of Libya, Paul bishop of Emisa, Eustathius bishop of Epiphania, Irenaeus bishop of Tripolis of Phoenicia, Eusebius bishop of Seleucia of Syria, Eutychianus bishop of Patara of Lycia, Eustathius bishop of Pinara and Didyma, Basil bishop of Caunii of Lydia, Peter bishop of Hippos of Palestine, Stephen bishop of Ptolemais of Libya, Eudoxius bishop, Apollonius bishop of Oxyrhynchus, Theoctistus bishop of Ostracine, Leontius bishop of Lydia, Theodosius bishop of Philadelphia of Lydia, Phoebus bishop of Polychalandus of Lydia, Magnus bishop of Themisae of Phrygia, Evagrius bishop of Mitylene of the islands, Cyrion bishop of Doliche, Augustus bishop of Euphrates, [Magnus bishop of Themisae of Phrygia,] Polydeuces bishop of the Province of Second Libya, Pancratius bishop of Pelusium, Philicadus bishop of Augustadae of the province of Phrygia, Serapion bishop of Antipyrgus of Libya, Eusebius bishop of Sebaste of Palestine, Heliodorus bishop of Sozusa of the Pentapolis, Ptolemaeus bishop of Thmuis of Augustonica, Augarus bishop of Cyrrhus of Euphrasia, Exeresius bishop of Gerasa, Arabion bishop of Adraa, Charisius bishop of Azotus, Elissaeus bishop of Diocletianopolis, Germanus bishop of Petra, Barochius bishop of Arabia. In all 43 bishops.
Πεπλήρωται ἕως ὧδε ἡ τῶν προειρημένων Ἡμιαρείων καὶ Ἀρειανῶν ἔκθεσις.
Here ends the exposition of the aforesaid Semi-Arians and Arians.
ΚΖʹ. Οἱ νουνεχεῖς, ταύτην καὶ τὰς ἄλλας διελ-
Chapter XXVII. You men of prudence, having gone through this and the other-
Notes, col. 453

On the reading

Printed Ειρηναῖος, for Εἰρηναῖος.