Migne Reading Room

PG 42 · cols. 360–369 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:360Read from the page
Οὐ δύναται δὲ τοῦτο πάντοτε γενέσθαι ἐν τῇ ψήφῳ τῇ ἐκκλησιαστικῇ.
Yet this cannot always come to pass in the ecclesiastical reckoning.
ΙΑʹ. Ἐκ τριῶν γὰρ συνέστηκεν ὁ τοῦ Πάσχα σύνδεσμος, ἔκ τε τοῦ ἡλιακοῦ δρόμου διὰ τὴν Κυριακὴν καὶ τὸν μῆνα, ἔκ τε τοῦ σεληνιακοῦ δρόμου διὰ τὸ κατὰ τὸν νόμον, ὅπως ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῆς σελήνης τυθῇ τὸ Πάσχα, ὡς εἶπεν ὁ νόμος. Οὔτε οὖν δύναται ἀχθῆναι, ἐὰν μὴ ὑπερβῇ ἰσημερία, ὅπερ παρὰ τοῖς Ἰουδαίοις οὐ φυλάσσεται, οὐδὲ ἀκριβῆ θέλουσι τοιαύτην ἐπιτελεῖν πραγματείαν· διέπεσε γὰρ παρ' αὐτοῖς, καὶ ἠπάτηται τὰ πάντα. Πλὴν εἰ καὶ τοσαύτης ζητήσεως ὑπάρχει ἡ τοιαύτη ἀκρίβεια, οὐ διὰ τὴν ζήτησιν ταύτην καὶ τὴν ἀκρίβειαν τοῖς ἀποστόλοις εἴρηται, ἀλλὰ δι' ὁμόνοιαν. Καὶ μετὰ τῶν ἐχθρῶν τοῦ Χριστοῦ ἐπιτελεῖν οἱ ἀπόστολοι προσέταξαν, ὡς οὗτοι διισχυρίζονται, πόσῳ γε μᾶλλον δι' ὁμόνοιαν μετὰ τῆς Ἐκκλησίας χρὴ ἐπιτελεῖν, ἵνα μὴ τὴν ὁμόνοιαν χαράξωμεν τῆς Ἐκκλησίας! Πῶς οὖν δύναται τελεῖσθαι τοῦτο; Λέγουσι γὰρ οἱ αὐτοὶ ἀπόστολοι, ὅτι, Ὅταν ἐκεῖνοι εὐωχῶνται, ὑμεῖς νηστεύοντες ὑπὲρ αὐτῶν πενθεῖτε, ὅτι ἐν τῇ ἡμέρᾳ τῆς ἑορτῆς τὸν Χριστὸν ἐσταύρωσαν. Καὶ ὅταν αὐτοὶ πενθῶσι τὰ ἄζυμα ἐσθίοντες
11. For of three elements is the conjunction of the Pasch composed: both of the solar course on account of the Lord's Day and the month, and of the lunar course on account of the precept of the law, so that on the fourteenth day of the moon the Pasch may be sacrificed, even as the law declared. Neither, therefore, can it be celebrated unless the equinox has passed, which is not observed among the Jews, nor do they care to carry out such an exact reckoning; for among them all things have collapsed and gone astray. Yet even if so great a precision belongs to such an inquiry, it was spoken by the apostles not on account of this inquiry and precision, but for the sake of concord. And [if] the apostles enjoined its observance with the adversaries of Christ, as these men contend, how much more for the sake of concord ought one to celebrate it with the Church, lest we rend the concord of the Church! How then can this be accomplished? For the same apostles declare: When those men make merry, do you fast and mourn on their behalf, because on the day of the feast they crucified Christ. And when they themselves mourn, partaking of unleavened loaves
PG 42:361Read from the page
ἐν πικρίσιν, ὑμεῖς εὐωχεῖσθε. Συμβαίνει δὲ αὐτοὺς ἐν Κυριακῇ ἡμέρᾳ ἄζυμα λαμβάνειν. Ἐπιφωσκούσης γὰρ τῆς Κυριακῆς ἑσπέρας, δύνανται θύειν τὸ πάσχα. Μετὰ γὰρ ἑσπέραν, παρελθόντος τοῦ σαββάτου, οὐ δύνανται ἔργον ἐπιτελεῖν. Ἄρα γὰρ αὐτῶν θυσάντων, εἰ ἐγείρονται εὐωχούμενοι, πῶς ἡμεῖς ἐν Κυριακῇ πενθήσομεν, καὶ νηστεύσομεν; αὖθις αὐτῶν ἀκούοντες ἐν τῇ διατάξει, ὅτι Ὁ κακῶν ἑαυτοῦ τὴν ψυχὴν ἐν Κυριακῇ, ἐπικατάρατός ἐστι τῷ Θεῷ. Καὶ ὁρᾷς πόση ἐστὶν ἀκρίβεια καὶ ἀντίθεσις, μὴ δυναμένης τῆς πραγματείας κατὰ τὸ ῥητὸν ἐπιτελεῖσθαι; Νοήματι δὲ [ἡ] πᾶσα ἔστη ἡ ἀλήθεια τοῦ κηρύγματος, καὶ ἀπ' αὐτῆς τῆς
with bitter herbs, do you keep feast. Now it befalls them to take unleavened bread on the Lord's Day. For as the evening of the Lord's Day draws on, they are able to sacrifice the pasch. For after evening, once the Sabbath has passed, they cannot perform the work. Then, once they have offered the sacrifice, if they rise up making merry, how shall we mourn and fast on the Lord's Day, hearing again from them in the ordinance that He who afflicts his own soul on the Lord's Day is accursed before God? And do you perceive how great is the exactness and the opposition, since the business cannot be carried out according to the bare letter? Rather, in the meaning [the] whole truth of the proclamation stood firm, and from that very
PG 42:364Read from the page
διατάξεως τῶν ἀποστόλων, ὅτι δι' ὁμόνοιαν, ὡς συνῆκται τοῦ λόγου ὁ σύνδεσμος, ἐὰν ἐπιτελέσωμεν, ἢ καὶ ἐπιτελῶσι, μετὰ ἰσημερίαν· καθὼς κἀκεῖνοι ἄγουσι πολλάκις τε, καὶ ἡμεῖς. Πάλιν δὲ πρὸ τοῦ τελεσθῆναι τὴν ἰσημερίαν, ὡς ἐκεῖνοι ἄγουσιν, ὅτε μόνοι ἄγουσιν. Ἐὰν οὖν καὶ ἡμεῖς ἐπιτελέσωμεν, συμβέβηκεν ἡμῖν ἐν ἑνὶ ἐνιαυτῷ δύο Πάσχα ἐπιτελέσαι, μετὰ ἰσημερίαν καὶ πρὸ ἰσημερίας· τῷ δὲ ἄλλῳ ἑξῆς ἐνιαυτῷ οὐδὲ ὅλως ἐπιτελέσωμεν Πάσχα. Καὶ εὑρεθήσεται τὸ πᾶν πλάνης εἶναι ἔργον ἤπερ ἀλήθεια. Πρὸ γὰρ ἰσημερίας οὐ πληρωθήσεται τὸ ἔτος· οὔτε πληροῦται τοῦ κύκλου τοῦ δρόμου, ἐκ Θεοῦ τοῖς ἀνθρώποις τεταγμένου, ὁ ἐνιαυτὸς, ἐὰν μὴ παρέλθῃ ἰσημερία.
ordinance of the apostles, that for the sake of concord—as the connection of the discourse is knit together—if we celebrate it, or they also celebrate it, [it be] after the equinox; even as they too oftentimes keep it, and we as well. Again, however, before the equinox is completed, as those men keep it, when they keep it alone: if, therefore, we also celebrate it, it befalls us in a single year to celebrate two Paschs, after the equinox and before the equinox; while in the next ensuing year we shall not celebrate a Pasch at all. And the whole matter will be found to be a work of error rather than truth. For before the equinox the year will not be fulfilled; nor is the year of the cycle of the course appointed by God for mankind fulfilled, unless the equinox has passed.
ΙΒʹ. Καὶ ἦν μὲν περὶ τούτου πολλὰ λέγειν, ὡς καλῶς ποιήσαντες οἱ πατέρες, μᾶλλον δὲ δι' αὐτῶν ὁ Θεὸς κατώρθωσε τῇ Ἐκκλησίᾳ τὸ πᾶν ἀκρίβασμα τῆς ἀληθείας τῆς πανσεβάσμου ταύτης ἑορτῆς καὶ παναγίας, μετὰ ἰσημερίαν μὲν ποιεῖσθαι, ὅτε ὑποπίπτει ἡ τῆς τεσσαρεσκαιδεκάτης κατὰ τῆς σελήνης ἡμέρας ψῆφος· οὐχ ἵνα ἐν αὐτῇ τῇ τεσσαρεσκαιδεκάτῃ ἐπιτελέσωμεν. Μία γὰρ ἡμέρα παρ' ἐκείνοις ζητεῖται· παρ' ἡμῖν δὲ οὐ μία, ἀλλὰ ἓξ ἑβδομὰς πληρεστάτη. Διὸ καὶ αὐτὸς λέγει ἐπιπλατύνων τὸ, Λήψεσθε ἑαυτοῖς πρόβατον ἐνιαύσιον, ἄμωμον, τέλειον, ἀπὸ δεκάτου τοῦ μηνός· καὶ ἔσται ὑμῖν διατετηρημένον ἄχρι τῆς τεσσαρεσκαιδεκάτης. Καὶ θύσεσθε αὐτὸ πρὸς ἑσπέραν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς, τουτέστι τῆς σελήνης. Παρατηρεῖται δὲ ἡ Ἐκκλησία ἄγειν τὴν ἑορτὴν ταῦ Πάσχα, τουτέστι τὴν ἑβδομάδα τὴν ὡρισμένην καὶ ἀπ' αὐτῶν τῶν ἀποστόλων ἐν τῇ διατάξει, ἀπὸ δευτέρας σαββάτων· ὅπερ ἐστὶν ἀγορασμὸς τοῦ προβάτου. Καὶ ἐὰν μὲν ἦν τεσσαρεσκαιδεκάτη τῆς σελήνης τῇ δευτέρᾳ τῶν σαββάτων, μέσον ἄγεται τὸ θῦμα τοῦ προβάτου· ἐάν τε τρίτῃ σαββάτων. ἐὰν δὲ τετάρτῃ σαββάτων, ἐάν τε
12. And there was much to say concerning this, how the fathers, acting nobly—or rather God through them—set right for the Church the whole exact rule of the truth of this all-venerable and all-holy feast, that it should be kept after the equinox, when the reckoning of the fourteenth day according to the moon falls due; not that we should celebrate it on the fourteenth itself. For among those men a single day is sought; but among us not a single day, rather six [days], a most complete week. Wherefore he himself also says, amplifying the precept: You shall take for yourselves a yearling sheep, unblemished, perfect, from the tenth of the month; and it shall be kept by you until the fourteenth. And you shall sacrifice it towards evening on the fourteenth day of the month (Exod. 12:5-6), that is, of the moon. Now the Church observes the custom of keeping the feast of the Pasch—that is, the week appointed also by the apostles themselves in the ordinance—from the second day of the week, which is the purchasing of the sheep. And if the fourteenth of the moon fell on the second day of the week, the sacrificial victim of the sheep is kept in the midst; whether on the third day of the week. and whether on the fourth day of the week, or whether
Notes, col. 364

On the reading

Printed ταῦ, for τοῦ.

PG 42:365Read from the page
πέμπτῃ σαββάτων, ἐάν τε προσαββάτῳ, ἐάν τε σαββάτῳ, τῶν ἓξ ἡμερῶν πρὸς τὴν τοιαύτην ὑπόθεσιν ἐχουσῶν τὴν διοίκησιν. Οὔτε γὰρ ἐξ ἑκκαιδεκάτης δυνάμεθα, οὔτε ἀπὸ ἐνάτης σελήνης δυνάμεθα ἄρξασθαι τῆς ἑβδομάδος τῆς Ξηροφαγίας, καὶ Πάσχα καλουμένης ἁγίας, ἀλλὰ ἀπὸ δεκάτης ἕως ἐπιφωσκούσης πεντεκαιδεκάτης, μεσαζούσης τῶν δύο δρόμων, νυκτός τε καὶ ἡμέρας· καὶ συναναλαμβανομένου τοῦ αὐτῶν ἀριθμοῦ τῶν δεκατεσσάρων ἡμερῶν τῆς σελήνης, κἄν τε παράπτηται εἰς ἐπίφαυσιν τῆς πεντεκαιδεκάτης, διὰ τὴν ἐξ ἀνάγκης ἀκρίβειαν τοῦ τε ἡλιακοῦ δρόμου μετὰ τὴν ἰσημερίαν, καὶ τοῦ σεληνιακοῦ δρόμου διὰ τὴν τεσσαρεσκαιδεκάτην, καὶ τῆς ἑβδομάδος πλήρους διὰ τὴν Κυριακὴν, καὶ τὸν ἀπὸ δεκάτης ἡμέρας σελήνης ἀριθμὸν, ἥτις ἐστὶ σύλληψις τοῦ προβάτου, καὶ ἀκροστιχὶς τοῦ ὀνόματος τοῦ Ἰησοῦ· ἐπειδὴ τῷ ὀνόματι αὐτοῦ ἀντίτυπον αὐτοῦ πρόβατον ἐλαμβάνετο, ἀπὸ δεκάτης οὕτως ὁριζόμενον· οὐκέτι δὲ ἐπιφωσκούσης ἑκκαιδεκάτης, οὔτε ἀπὸ ἐννάτου σελήνης δυνάμεθα τὴν ἀρχὴν ἔχειν, ἢ τὸ τέλος. Οἱ γὰρ ἐνιαυτοὶ, ἀνθυπερ-
on the fifth day of the week, or on the day before the Sabbath, or on the Sabbath, the six days holding the administration for such a purpose. For neither from the sixteenth nor from the ninth moon are we able to begin the week of Xerophagy and of the Pasch, which is called holy, but from the tenth until the fifteenth dawns, standing midway between the two courses, both of night and of day; the very number of the fourteen days of the moon being taken up together, even though it touches upon the dawning of the fifteenth, on account of the necessary exactness both of the solar course after the equinox, and of the lunar course on account of the fourteenth, and of the full week on account of the Lord's Day, and the count from the tenth day of the moon, which is the taking of the sheep and the initial letter of the name of Jesus; since by His name the sheep that was His antitype was taken, being thus appointed from the tenth; whereas no longer as the sixteenth dawns, nor from the ninth of the moon, are we able to have the beginning or the end. For the years, mutually surpassing
Notes, col. 365

On the reading

Printed ἐννάτου, for ἐνάτης.

PG 42:368Read from the page
βάτως ὑστεροῦντες διὰ τοὺς διηλλαγμένους πρὸς ἀλλήλους δρόμους, ἡλίου τε καὶ σελήνης ταύτην τὴν ἀνισότητα ἐκτελοῦσιν· οὐ σκάνδαλον παρὰ Θεοῦ ὡρισμένον, ἀλλὰ τῆς ἀκριβείας ταύτης ἐκ Θεοῦ τεταγμένης, κατὰ τὴν πάνσοφον αὐτοῦ διοίκησιν, ἣν ἐχαρίσατο τῷ ἰδίῳ αἰῶνι, τοὺς ὁρισμοὺς τάξας φωστήρων τε καὶ καιρῶν, καὶ μηνῶν, καὶ ἐνιαυτῶν, καὶ τροπῶν, καὶ προνοητικοῖς ἀνθρώποις ἐκ τῆς αὐτοῦ φιλανθρωπίας ἐπιμελείας.
falling behind in turn on account of the courses of both sun and moon that differ from one another, produce this inequality: not a stumbling-block ordained by God, rather this exactness being appointed by God according to His all-wise governance, which He bestowed upon His own world, ordering the bounds both of luminaries and seasons, and months, and years, and solstices, and [providing] care for provident men out of His loving-kindness.
ΙΓʹ. Τοῦ γὰρ ἐνιαυτοῦ κατὰ τὸν ἡλιακὸν δρόμον πληρουμένου ἐν διακοσίαις ἑξήκοντα πέντε ἡμέραις καὶ ὥραις τρισὶ, συμβαίνει, διὰ τὸ τὴν σελήνην ποιεῖν τὸν ἐνιαυτὸν ἡμέραις τʹ πεντήκοντα τέσσαρσι, λείπεσθαι τῷ μὲν κατὰ τὴν σελήνην δρόμῳ ἕνδεκα ἡμέρας καὶ ὥρας γʹ. Καὶ τῷ μὲν πρώτῳ ἐνιαυτῷ γίνονται αἱ καλούμεναι ἐπακταὶ ἕνδεκα, καὶ ὧραι τρεῖς· δευτέρῳ ἔτει ἡμέραι εἴκοσι δύο, ὧραι ἓξ· τρίτῳ ἐνιαυτῷ ἡμέραι τριακοντατρεῖς καὶ ὧραι θʹ· καὶ τέμνεται ὁ εἷς μὴν ἐμβόλιμος καλούμενος. Ἐμβολιμεύονται γὰρ αἱ τριάκοντα ἡμέραι. Ὑπολείπονται δὲ ἡμέραι τρεῖς, ὧραι θʹ. Αἵτινες, προστιθέμεναι ταῖς ἕνδεκα ταῖς ἀπὸ τετάρτου ἔτους, καὶ ὥραις τρισὶ, γίνονται ἡμέραι ιδʹ, ὧραι ιβʹ. Ἄλλων ἕνδεκα προστιθεμένων, καὶ ὡρῶν τριῶν, γίνονται κεʹ ἐπακταὶ, καὶ ὧραι ιεʹ. Καὶ τῷ ἕκτῳ ἐνιαυτῷ προστιθεμένων ἄλλων ιαʹ τοῦ ἔτους, καὶ ὡρῶν γʹ, γίνονται ἡμέραι λϛʹ, καὶ ὧραι ιηʹ· αἳ ποιοῦσιν ἐμβόλιμον μῆνα ἕνα. Καὶ ἐνεβολεύθησαν καὶ κατὰ τρία ἔτη μῆνες δύο· τοῖς πρώτοις τρισὶν ἔτεσι μὴν εἷς, καὶ ἐν τοῖς ἄλλοις τρι-
13. For since the year according to the solar course is completed in two [three] hundred and sixty-five days and three hours, it comes to pass, because the moon makes its year in 300 and fifty-four days, that eleven days and 3 hours remain over to the course according to the moon. And in the first year the so-called epacts come to eleven [days] and three hours; in the second year, twenty-two days, six hours; in the third year, thirty-three days and 9 hours; and the one month called intercalary is cut off, for the thirty days are intercalated. And three days, 9 hours remain over; which, being added to the eleven from the fourth year and three hours, come to 14 days, 12 hours. When another eleven and three hours are added, there come to be 25 epacts and 15 hours. And in the sixth year, when another 11 of the year and 3 hours are added, there come to be 36 days and 18 hours, which make one intercalary month. And two months were also intercalated every three years: one month in the first three years, and in the other three
Notes, col. 368

On the reading

Printed διακοσίαις, for τριακοσίαις.

Printed ἐνεβολεύθησαν, for ἐνεβολιμεύθησαν.

PG 42:369Read from the page
σὶν ἔτεσι μὴν ἕτερος. Καὶ περιλείπεται ἀπὸ τῶν ἐπακτῶν ἡμέραι ἓξ, καὶ ὧραι ιηʹ. Προστιθεμένων δὲ τούτων τῷ ἑβδόμῳ ἔτει ταῖς ιαʹ, ταῖς ἀπὸ τοῦ ἔτους, καὶ ὥραις τρισὶ, γίνονται ἐπακταὶ ιϛʹ, ὧραι καʹ. Τῷ δὲ ὀγδόῳ ἔτει προστιθεμένων πάλιν τῶν ιαʹ ἡμερῶν, καὶ ὡρῶν γʹ, γίνονται ἡμέραι κηʹ ἐπακταὶ καὶ ὧραι κζ, αἳ ποιοῦσιν ἡμέρας βʹ. Ἐκ τούτων τῶν ὡρῶν προστιθεμένων ταῖς κηʹ ἡμέραις γίνονται ὁμοῦ λʹ. Καὶ συμβαίνει κατὰ τὸν ὄγδοον ἐνιαυτὸν ἐμβολιμεύεσθαι τὰς λʹ ἡμέρας, τὸν ἕνα μῆνα εἰς τὰ δύο ἔτη· καὶ οὕτως κατὰ περίοδον ὀκταετηρίδος ἐνενήκοντα ἡμέραι, αἵτινές εἰσι πληρέστατοι ἐμβόλιμοι μῆνες τρεῖς, οἳ γίνονται κατὰ τρία ἔτη μὴν εἷς, καὶ κατὰ δύο τὰ ὕστερα ἔτη μὴν εἷς. Ἐν τούτοις τοῖς τρισὶν ἐμβολίμοις τῶν τριῶν συστάσεων διαφωνεῖ τὸ Πάσχα παρὰ Ἰουδαίοις τε καὶ Χριστιανοῖς, καὶ τοῖς ἄλλοις.
years another month. And there remain over from the epacts six days and 18 hours. When these are added in the seventh year to the 11 from the year and three hours, there come to be 16 epacts, 21 hours. And in the eighth year, when the 11 days and 3 hours are again added, there come to be 28 epact days and 27 hours, which make 2 days. When these [days] from the hours are added to the 28 days, they come to 30 in all. And it comes to pass in the eighth year that the 30 days are intercalated, the one month for the two years; and thus over the cycle of the octaeteris there are ninety days, which are three most complete intercalary months, coming to one month every three years, and one month in the latter two years. In these three intercalary months of the three gatherings the Pasch is at variance among both Jews and Christians, and the rest.
ΙΔʹ. Ἐν τούτοις ἡ διαλλαγὴ παρὰ τοῖς προειρημένοις Αὐδιανοῖς γίγνεται· καὶ πλανῶσιν ἄνδρας καὶ γυναῖκας, ἐν τούτῳ τῷ μέρει σεμνυνόμενοι κατὰ τὴν παράδοσιν τῆς ἀπαρχῆς ἐπιτελουμένην, καὶ κατὰ τὴν διάταξιν τῶν ἀποστόλων, μηδεμιᾶς ἀκριβείας προσέχοντες, μηδὲ ἐπιστάμενοι τὸ σαφὲς τῆς ἐν διατάξει τῶν ἀποστόλων ἐπιμελείας, ἧς ἐποιήσαντο, οὐ διὰ τὸ πάντως ἄγειν τοὺς Ἰουδαίους μετὰ ἀκριβείας, ἀλλὰ διὰ τὸ ἐκτεμεῖν τὴν φιλονεικίαν τῶν βουλομένων καθ' ἑαυτοὺς ἕκαστον ἐπιτελεῖν, καὶ μὴ ἐν ὁμονοίᾳ. Ἓν γὰρ Πάσχα Χριστὸς βούλεται, καὶ τοῦτο λογίζεται, καὶ προσδέχεται τὸν ἀφιλονείκως ἐπιτελοῦντα, μέντοι γε μετὰ τῶν μετὰ ἀκριβείας ποιούντων, μετὰ πάσης τῆς ἁγίας Ἐκκλησίας, τῆς κατὰ πολλοὺς τρόπους τὴν ἑορτὴν ἀγούσης. Καὶ εἰ μὲν ἀπὸ Κωνσταντίνου ἐσχίσθη τὸ Πάσχα, πιθανὸν ἦν τοῖς τοῦτο συκοφαντοῦσιν· ἐπειδὴ δὲ πρὸ τοῦ Κωνσταντίνου τὰ σχίσματα ἦν, καὶ ἦν χλεύη, Ἑλλήνων λεγόντων, καὶ
14. In these matters the divergence among the aforesaid Audians arises; and they lead men and women astray, priding themselves in this respect upon the tradition accomplished from the first-fruits and upon the ordinance of the apostles, paying heed to no exactness, nor understanding the clear intent of the diligence which the apostles exercised in their ordinance—not because the Jews by all means keep it with exactness, but in order to cut off the contentiousness of those who wished each to celebrate it by themselves and not in concord. For Christ wills one Pasch, and reckons this so, and accepts him who celebrates it without contention—provided it be with those who act with exactness, with the whole holy Church, which keeps the feast in many manners. And if indeed the Pasch had been divided from the time of Constantine, that would have been plausible for those who calumniated this; but since the schisms existed before Constantine, and there was mockery, Greeks saying and