Migne Reading Room

PG 42 · cols. 372–381 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Panarium Adversus Octoginta Haereses: Liber III, Tomus I (Anacephalaeosis et Haereses LXX–LXXVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 42:372Read from the page
χλευαζόντων τὴν ἐν τῇ Ἐκκλησίᾳ διαφωνίαν, ἐπὶ Κωνσταντίνου δὲ διὰ τῆς τῶν ἐπισκόπων σπουδῆς συνηνώθη μᾶλλον τὸ σχίσμα εἰς μίαν ὁμόνοιαν· τί οὖν τούτου ἐστὶ προυργιαίτερον καὶ χαριέστατον, ἀπὸ γῆς περάτων ἐν μιᾷ ἡμέρᾳ ἀπαλλάττειν λαὸν Θεῷ, συμφωνεῖν τε καὶ ἀγρυπνεῖν, καὶ τὰς αὐτὰς ἡμέρας ἴσας φέρειν ἔν τε ἀγρυπνίαις καὶ δεήσεσι, καὶ ὁμονοίᾳ καὶ λατρείᾳ, νηστείᾳ τε καὶ ξηροφαγίᾳ καὶ ἁγνείᾳ, καὶ ταῖς ἄλλαις ταῖς κατὰ τὴν πανσεβάσμιον ταύτην ἡμέραν ἀγαθαῖς Θεῷ εὐαρεστήσεσιν; Ἱκανῶς δὲ ἔχειν νομίζω τῆς κατὰ τοῦτο τὸ τάγμα τῶν Αὐδιανῶν διαφωνίας.
jeering at the discord in the Church, while under Constantine through the zeal of the bishops the schism was rather united into a single concord: what, then, is more serviceable and most gracious than this—from the ends of the earth on a single day for a people to acquit its duty to God, to agree together and keep vigil, and to observe the same equal days both in vigils and supplications, and in concord and worship, both in fasting and xerophagy and purity, and in the other good observances well-pleasing to God on this all-venerable day? Now I judge that enough has been said of the disagreement touching this body of the Audians.
Ὑπέστη δὲ καὶ ἐξορίαν αὐτὸς ὁ γέρων Αὔδιος, εἰς τὰ μέρη τῆς Σκυθίας ὑπὸ τοῦ βασιλέως ἐξορισθεὶς, διὰ τὸ ἀφηνιάζειν λαοὺς, καὶ ὑπὸ τῶν ἐπισκόπων τῷ βασιλεῖ ἀνηνέχθη. Ἐκεῖ δὲ μάλιστα διατρίβων χρόνον ἐτῶν, οὐκ ἔχω λέγειν, καὶ εἰς τὰ πρόσω βαίνων, καὶ εἰς τὰ ἐσώτατα τῆς Γοτθίας, πολλοὺς τῶν Γότθων κατήχησεν· ἀφ' οὗπερ καὶ μοναστήρια ἐν τῇ αὐτῇ Γοτθίᾳ ἐγένετο, καὶ πολιτεία καὶ παρθενία τε καὶ ἄσκησις οὐχ ἡ τυχοῦσα. Ἔστι γὰρ τῷ ὄντι τοῦτο τὸ τάγμα πάνυ ἐν ἀναστροφῇ θαυμαστῇ· καὶ τὰ πάντα αὐτῶν ἐν τοῖς αὐτῶν μοναστηρίοις καλῶς φέρεται, πλὴν τῶν φιλονεικιῶν τούτων, τῆς τε παραλλαγῆς τοῦ Πάσχα, τῆς τε κατὰ τὸ ἰδιωτικὸν ἐγκειμένης τοῦ κατ' εἰκόνα ὁμολογίας.
Moreover, the old man Audius himself also underwent exile, having been banished by the emperor to the regions of Scythia because he made peoples unruly, and he had been denounced by the bishops to the emperor. Spending there especially a period of years—how many I cannot say—and advancing farther inland even into the inmost parts of Gothia, he instructed many of the Goths in the faith; whence monasteries also arose in that same Gothia, and a religious way of life, virginity, and an ascetic discipline by no means ordinary. For in very truth this body is altogether admirable in its conduct, and all their affairs in their monasteries are nobly carried on, save for these contentions—both the divergence touching the Pasch, and the ignorantly maintained profession concerning the divine image.
ΙΕʹ. Τὸ δὲ δεινότερον πάντων καὶ φοβερώτερον, ὅτι οὐκ εὔχονται μετά τινος, κἄν τε τῶν δοκίμων φανῇ, καὶ μηδὲν εἰς κατηγόρησιν ἐχόντων, μηδὲ μέμψιν πορνείας ἢ μοιχείας ἢ πλεονεξίας, ἀλλ' ὅτι ὁ τοιοῦτος ἐν τῇ Ἐκκλησίᾳ συνάγεται. Καὶ τοῦτό ἐστι τὸ φοβερὸν, τὸ παραλλάξαι ὄνομα Χριστιανῶν τῆς ἁγίας Ἐκκλησίας, τῆς μὴ ἐχούσης ἐπίθετον ὄνομα, ἀλλὰ μόνον ὄνομα Χριστοῦ καὶ Χριστιανῶν, εἰς ὄνομα Αὐδίου καλεῖσθαι, συνθέσθαι τε καὶ ἀπαιτεῖσθαι σύνθημα ἀνθρωπίνης φύσεως, εἰ καὶ ἐπὶ τὸ ἀκραιφνὲς εἴη τῷ βίῳ, καὶ πάσῃ δικαιοσύνῃ τὸ τάγμα σεμνυνόμενον. Πολλοὶ δὲ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν γεγόνασι σὺν αὐτοῖς τε καὶ μετ' αὐτὸν τοῦ τάγματος αὐτοῦ ἐπίσκοποι, Οὐράνιός τις τῆς Μέσης τῶν ποταμῶν· καὶ ἀπὸ τῆς Γοτθίας δὲ ἔσχε τινὰς, καὶ κατέστησεν αὐτοὺς ἐπισκόπους· ἀλλὰ καὶ Σιλουανός τις, καὶ ἄλλοι τινὲς, ὧν συμβέβηκέ τινας τοῦ βίου παύσασθαι, μάλιστα Οὐράνιον. Ηὔχει γὰρ οὗτος ἀναμέσον τοιούτου τάγματος. Μετὰ δὲ τὴν τῶν ἐπισκόπων αὐτῶν τούτων Οὐρανίου καὶ Σιλουανοῦ τοῦ ἐκ Γοτθίας τελευτὴν, πολλοὶ διελύθησαν, καὶ εἰς ὀλίγον ἦλθε τὸ τούτων σύστημα, ἔν τε τοῖς μέρεσι Χαλκίδος τῆς πρὸς Ἀντιοχείας, καὶ ἐν τοῖς μέρεσι τοῦ Εὐφράτου Καὶ γὰρ ἀπὸ τῆς Γοτθίας ἐδιώχθησαν οἱ πλείους, οὐ
15. Yet what is more dreadful and more fearsome than all is that they do not pray with anyone, even though he appear to be among the approved and to have nothing open to accusation, nor any reproach of fornication or adultery or covetousness, merely because such a man assembles in the Church. And this is what is fearsome: to exchange the name of Christians of the holy Church—which has no added surname, but only the name of Christ and Christians—so as to be called after the name of Audius, and to covenant together and exact a watchword of human nature, even though the body be unblemished in life and glorying in all righteousness. Now many also after his death became bishops of his body both with them and after him, one Uranius of Mesopotamia; and from Gothia too he had certain men and appointed them bishops, as well as one Silvanus and certain others, some of whom it has befallen to depart from life, especially Uranius; for he vaunted himself in the midst of such a body. Yet after the death of these bishops of theirs, Uranius and Silvanus of Gothia, many were dispersed, and their community dwindled to little, both in the regions of Chalcis near Antioch and in the regions of the Euphrates[.] For indeed from Gothia the greater part were driven out, not
PG 42:373Read from the page
μόνον, ἀλλὰ καὶ οἱ ἡμέτεροι ἐκεῖ Χριστιανοὶ, διωγμοῦ μεγάλου ἐνστάντος ὑπὸ βασιλέως Ἕλληνος, δεινοῦ τε γενομένου καὶ πρὸς ζῆλον τῶν Ῥωμαίων, διὰ τὸ τοὺς βασιλεῖς τῶν Ῥωμαίων εἶναι Χριστιανοὺς, τὸ πᾶν γένος τῶν Χριστιανῶν ἀπ' ἐκείνων ἀπελαθῆναι. Οὐ λείπει δὲ ῥίζα σοφίας, οὐδὲ φύτευμα πίστεως. Ἀλλὰ καὶ εἰ δοκοῦσι πάντες ἀπηλάσθαι, πάντως εἰσὶν ἐκεῖθεν ἄνθρωποι. Οὐκ ἐγχωρεῖ γὰρ λεῖψαι τὴν πηγὴν τῆς πίστεως. Πολλοὶ οὖν ἀναχωρήσαντες τῶν αὐτῶν Αὐδιανῶν τῆς Γοτθίας, καὶ τῶν ἡμετέρων μερῶν ἐνταῦθα ἐλθόντες, παροικοῦσιν ἀπὸ τοῦ χρόνου τούτου ἐτῶν τεσσάρων. Ἀλλὰ καὶ ἀπὸ τοῦ Ταύρου ὄρους ἀνεχώρησαν πάλιν τὰ τῶν αὐτῶν Αὐδιανῶν μοναστήρια, ἀπό τε τῆς Παλαιστίνης καὶ τῆς Ἀραβίας. Ἤδη γάρ εἰσι πεπλατυσμένοι. Λοιπὸν δὲ ὀλίγοι, καὶ ὀλίγα μοναστήρια· τάχα δὲ καὶ δυσὶ κώμαις ἐν τοῖς προειρημένοις μέρεσι κατὰ τὸ ἐξώτερον μέρος τῆς Χαλκίδος, καὶ ἐπέκεινα Δαμασκοῦ, καὶ τῶν μερῶν τῆς Μεσοποταμίας ἐστὶν ἄχρι δεῦρο τὸ τάγμα εἰς ὀλίγον περιστὰν, ὡς ἔφην.
only, but also our own Christians there, when a great persecution arose under a pagan king—one that grew fierce also out of jealousy towards the Romans, because the emperors of the Romans were Christians, so that the entire race of Christians was expelled from among them. Yet the root of wisdom fails not, nor the planting of faith; nay, even though all seem to have been driven out, there are certainly men remaining thence, for it is impossible that the fountain of faith should fail. Many, therefore, having withdrawn from Gothia—both of those same Audians and of our own party—and having come hither, have sojourned here for four years from that time. Moreover, the monasteries of those same Audians again withdrew also from Mount Taurus, and from both Palestine and Arabia; for by now they have spread out. For the rest, they are few, and few are their monasteries; and perhaps in two villages in the aforesaid regions, in the outer district of Chalcis and beyond Damascus and the regions of Mesopotamia, the body exists down to this present time reduced to a small remnant, as I said.
Ἀλλ' ἕως ὧδε ἱκανῶς καὶ περὶ τούτων ἔχειν ἡγοῦμαι. Οὓς παρελθὼν, πάλιν τὰ ἑξῆς διασκοπήσω, ἵνα μή τι παραλείψω τῶν εἰς διαιρέσεις τε καὶ τομὰς, καὶ εἰς διαστόσεις, καὶ εἰς σχίσματα ἐν τῷ κόσμῳ συμβεβηκότων. Εἰ γὰρ καὶ τῇ πίστει οὐκ ἂν μεταλλάττοιεν, καὶ τῷ τρόπῳ τοσοῦτον, ἀλλ' ὅμως πᾶν τὸ διαιρεθὲν καὶ ἐν βίῳ ὀνομαζόμενον ὑφ' ἡμῶν κατὰ τὸ δυνατὸν οὐ παραλειφθήσεται.
Yet thus far I judge that enough has been said touching these men also. Passing them by, I shall again examine what follows in order, lest I omit anything of what has come to pass in the world by way of divisions and severings, and sunderings, and schisms. For even though they may not alter so much in faith and in manner of life, nevertheless whatever has been sundered and bears a distinct name in human life shall, so far as lies in our power, not be passed over by us.
ΚΑΤᾺ ΦΩΤΕΙΝΙΑΝΩΝ,
Against the Photinians,
Πεντηκοστὴ πρώτη, ἡ καὶ ἑβδομηκοστὴ πρώτη.
The Fifty-first, which is also the Seventy-first [Heresy].
Αʹ. Φωτεινὸς, ἐξ οὗπερ Φωτεινιανοὶ, ἐν τούτῳ τῷ χρόνῳ ἤκμασεν, ἐπίσκοπος γεγονὼς τῆς ἁγίας καθολικῆς Ἐκκλησίας, μανίᾳ ἀρθεὶς οὐ μικροτάτῃ, ἀλλ' ἐμβρόντητος γεγονὼς ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ, ὅμοια καὶ ἐπέκεινα τῶν Παύλου τοῦ Σαμοσατέως διανενοημένος περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐξεμέσας λόγους ἀσυστάτους βλασφημίας. Οὗτος δὲ ὡρμᾶτο ἀπὸ Σιρμίου. Καὶ ὅτε μὲν τοῦτο τὸ ζιζάνιον τῷ κόσμῳ εἰσηγήσατο, τότε κατ' ἐκεῖνο καιροῦ ἐπὶ Κωνσταντίνου τοῦ βασιλέως, καιρὸς ἦν εἰς ἔτι δεῦρο περιῆν τῷ βίῳ, ἀπὸ τῆς ἐν τῇ Σαρδικῇ συναχθείσης δυτικῆς συνόδου καθαιρεθεὶς, δι' ἣν ἐξήμεσε βλασφημίαν.
1. Photinus, from whom come the Photinians, flourished at this time, having become a bishop of the holy Catholic Church; lifted up with no slight madness, nay, having grown crazed beyond all those before him, conceiving notions touching the Son of God similar to and surpassing those of Paul of Samosata, he spewed forth incoherent words of blasphemy. Now this man set out from Sirmium. And when he introduced this darnel into the world, it was then at that season under the Emperor Constantine [Constantius], and he survived in life down to the present, having been deposed by the Western synod assembled at Sardica on account of the blasphemy which he spewed forth.
Notes, col. 373

On the reading

Printed διαστόσεις, for διαστάσεις.

PG 42:376Read from the page
Φάσκει δὲ οὗτος, ἀπαρχῆς τὸν Χριστὸν μὴ εἶναι, ἀπὸ δὲ Μαρίας καὶ δεῦρο αὐτὸν ὑπάρχειν· ἐξότε, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον ἐπῆλθεν ἐπ' αὐτὸν, καὶ ἐγεννήθη ἐκ Πνεύματος ἁγίου. Τὸ δὲ Πνεῦμα τὸ ἅγιόν φησιν, ὡς τολμηρὸς ἀρχιτέκτων, νομίζειν εἶναι τοῦ Χριστοῦ, καὶ ὡς οὐρανομέτρης τῶν ἀνεκδιηγήτων. Γέγονε δὲ οὗτος ὁ Φωτεινὸς λάλος τὸν τρόπον, καὶ ὠξυμμένος τὴν γλῶτταν, πολλοὺς δὲ δυνάμενος ἀπατᾷν τῇ τοῦ λόγου προφορᾷ καὶ ἑτοιμολογίᾳ. Πολλάκις γὰρ ὑπὸ πολλῶν ἐλεγχόμενος καὶ μετὰ τὴν τότε γενομένην ἐν τῇ Σαρδικῇ αὐτοῦ ἀπολογίᾳ, ὅτε ἀπὸ τῶν ἐπισκόπων ἐκλήθη δοῦναι λόγον περὶ τῆς ὑπ' αὐτοῦ προβληθείσης κακοπιστίας. Καὶ γὰρ οὗτος ἠξίωσε Κωνστάντιον τὸν βασιλέα, ὡς μάτην καθηρημένος, ὅπως ἀκροατὰς λάβοι αὖθις, τοῦ ἀποδεῖξαι ἑαυτὸν μάτην καθηρημένον. Ὅθεν ὁ μὲν βασιλεὺς κατ' ἐκεῖνο καιροῦ ἐξέπεμψε κριτὰς καὶ ἀκροατὰς τῆς αὐτοῦ μελλούσης ἔσεσθαι ἀπολογίας, Θαλάσσιον καὶ Δατιανὸν καὶ Κερεάλιον καὶ Ταῦρον καὶ Μαρκελλῖνον καὶ Εὐάνθιον καὶ Ὀλύμπιον καὶ Λεόντιον, Βασιλείου τοῦ Ἀγκυριανοῦ τὰς αὐτοῦ πεύσεις ἐρωτῶντος, καὶ ἀντιλέγοντος τοῖς ὑπ' αὐτοῦ μέλλουσιν ἀπολογεῖσθαι, ἢ καὶ καταδέχεσθαι. Οὐ μικρὰν δὲ διάλεξιν πρὸς τὸν αὐτὸν βασιλέα ἐποιήσατο· ἀλλ' ὥσπερ παρατετριμμένης φαύλης γυναικὸς τὸ χρῶμα, διὰ τῶν λόγων αὐτοῦ παρέφερεν ἐν τῇ διαλέξει ῥητὰ ἀσύστατα πρὸς τὴν διάνοιαν τῆς ἀληθείας, ὄντα δὲ αὐτοῦ τῇ ἐννοίᾳ παραπεποιημένως νοούμενα. Διὰ δὲ τῆς ἀπατηλῆς αὐτοῦ φθογγῆς καὶ ἑτοιμολογίας, εἰς κατασκευὴν αὐτοῦ τε καὶ τῶν ἀκουόντων διὰ τῆς γλώσσης αὐτῶν ἡτοιμασμένος, καὶ μετὰ καυχήσεως περὶ τῆς ὑποθέσεως ἑκατὸν μαρτυρίας φέρειν ὁ γεννάδας ἐπηγγείλατο. Καὶ γὰρ τῶν ἀεὶ πολλάκις πρὸς αὐτὸν ἀντιβαλλόντων, ὡς καὶ ἐν τῇ πρὸς Βασίλειον διαλέξει εὕρομεν, ἐν οἷς ἐκέλευσαν ταχυγράφοις γρόφειν, Ἀνυσίῳ διακόνῳ τοῦ βασιλέως, καὶ Καλλικράτει ἐκσκέπτορι Ῥουφίνου τοῦ ἐπάρχου, καὶ Ὀλυμπίῳ καὶ Νικήτῃ καὶ Βασιλείῳ Μεμοραδίοις, καὶ Εὐτυχεῖ, καὶ Θεοδούλῳ, νοταρίοις τοῦ Βασιλείου· καὶ ἀπεστάλη ἐσφραγισμένος τόμος εἷς τῷ βασιλεῖ Κωνσταντίνῳ· εἷς δὲ ἔμεινεν ἐν τῇ κατὰ Βασίλειον συνόδῳ· καὶ ἄλλος τόμος μετὰ τῶν κομήτων, ὡσαύτως ἐσφραγισμένος, ὡς τὰ τῆς αὐτοῦ ὑπονοίας βεβλημένα.
This man asserts that Christ did not exist from the beginning, but that He has existed from Mary onwards; since that time, he says, the Holy Spirit came upon Him, and He was begotten of the Holy Spirit. And he says that he regards the Holy Spirit as belonging to Christ, like an audacious master-builder and a sky-measurer of things beyond utterance. Now this Photinus was loquacious in manner and sharpened in tongue, able to beguile many by his delivery of speech and readiness of words. For he was often confuted by many even after the defence made by him at that time in Sardica, when he was summoned by the bishops to render an account concerning the misbelief put forth by him. For indeed this man petitioned Constantius the emperor, as though deposed in vain, that he might again obtain hearers, so as to prove himself deposed in vain. Wherefore at that time the emperor sent forth judges and hearers of his impending defence: Thalassius, Datianus, Cerealius, Taurus, Marcellinus, Euanthius, Olympius, and Leontius, while Basil of Ancyra put his inquiries and spoke against—or else admitted—the pleas he was going to offer in defence. And he held no small disputation before that same emperor; but like the cosmetic paint of a brazen, worthless woman, through his speeches he brought forth in the disputation expressions inconsistent with the meaning of the truth, being conceived in a counterfeited manner by his own thought. And through his deceitful voice and readiness of speech, prepared for the subversion both of himself and of his hearers by means of their tongue, this noble fellow boastfully promised to adduce a hundred testimonies concerning the subject. For indeed, when those who continually and repeatedly disputed against him—as we also found in the disputation against Basil, wherein they ordered shorthand writers to write: Anysius deacon of the emperor, and Callicrates exceptor of Rufinus the prefect, and Olympius and Nicetas and Basil, memorials, and Eutyches, and Theodulus, notaries of Basil—and one sealed tome was dispatched to the emperor Constantine; and one remained in the synod around Basil; and another tome with the counts, likewise sealed, containing the points put forth of his conceit.
Βʹ. Εἴποτε γὰρ ὁ Βασίλειος ἠρώτησεν, ὅτι πῶς αἱ θεῖαι Γραφαὶ διδάσκουσι περὶ τοῦ Κυρίου τοῦ Θεοῦ Λόγου ( πρὸ αἰώνων εἶναι τὸν Μονογενῆ καὶ σὺν Πα-
2. For whenever Basil inquired how the divine Scriptures teach concerning the Lord, God the Word ( that the Only-Begotten exists before the ages and with the Fa-
Notes, col. 376

On the reading

Printed γρόφειν, for γράφειν.

PG 42:377Read from the page
τρί· ) ὁ Φωτεινὸς μὲν τὸν λόγον ἐδέχετο, τὰ μὲν εἰς Χριστὸν τὴν διαίρεσιν προσάπτων, τὰ δὲ εἰς τὸν Λόγον ἀνωτάτω ἀναλογούμενα. Τὸ γὰρ, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, τῷ Λόγῳ ἑαυτοῦ, φησὶν, ὁ Πατὴρ εἴρηκε. Τί οὖν; ὁ Λόγος ἐν τῷ Πατρὶ, φησὶν, ἦν, ἀλλ' οὐκ ἦν Υἱός. Καὶ, Ἔβρεξε Κύριος παρὰ Κυρίου, ἐν Πατρὶ ὢν ὁ Λόγος. Καὶ, Εἶδον, φησὶ, κατερχόμενον ἐπάνω τῶν νεφελῶν, ὡς Υἱὸν ἀνθρώπου· τοῦτο, φησὶ, προκαταγγελτικῶς ἔλεγεν, οὐχ ὡς τοῦ Υἱοῦ ὑπάρχοντος, ἀλλὰ δὴ ὃ ἔμελλεν Υἱὸς καλεῖσθαι μετὰ τὴν Μαρίαν, καὶ ἀντὶ τῆς σαρκὸς ἀνιέναι, γεννηθεὶς ὁ Χριστὸς ἐκ Πνεύματος ἁγίου καὶ ἀπὸ Μαρίας, προχρηστικῶς, φησὶ, τὰ πάντα ἀναφέρεται εἰς αὐτὸν ἀπαρχῆς. Οὔπω δὲ ἦν, Λόγος δὲ ἦν. καθάπερ ἐν ἐμοὶ ὁ Λόγος. Ἤδη δὲ εἶπον, ὅτι ἀπὸ μέρους Παύλου τοῦ Σαμοσατέως ἔχων τὰ ὅμοια τῆς ἐννοίας· ἕτερα δὲ ἔτι παρ' ἐκεῖνον ὑπερβεβηκὼς τῇ ἐννοίᾳ.
ther ), Photinus accepted the statement, applying the distinction partly to Christ, and referring the rest to the Word on high. For the saying, Let us make man according to our image and according to our likeness, the Father spoke, he says, to His own Word. What then? The Word, he says, was in the Father, yet was not Son. And, The Lord rained from the Lord, the Word being in the Father. And, I saw, he says, one descending upon the clouds, as a Son of man; this, he says, he spoke by way of prediction, not as though the Son already existed, but rather what was going to be called Son after Mary and spring up in place of the flesh—Christ having been begotten of the Holy Spirit and from Mary—all things, he says, are referred to Him from the beginning by anticipation. Yet He did not yet exist, but He was Word—just as the word is in me. I have already stated that in part he holds the same notions as Paul of Samosata, while in other points he has surpassed even that man in his conception.
Γʹ. Καὶ αὐτὸς δὲ οὗτος ἀνατραπήσεται εἰς ἐσχάτην ἐλθὼν ἀρνησιθεΐαν, καὶ ἀλλοτρίαν ὑπόνοιαν ζωῆς αἰωνίου ἐν ἅπασιν. Εἰ γὰρ πρόσφατος ὁ Υἱὸς τοῦ Θεοῦ κατὰ τὴν θεότητα, ἄρα ὁ Δαβὶδ πρωτεύει, μᾶλλον δὲ καὶ ἐν προκριτέοις ὑπάρχει τοῦ αὐτὸν πεποιηκότος. Οὕτω γὰρ καὶ αὐτὸς διενοεῖτο, μᾶλλον καὶ παρελθὼν τὴν θείαν Γραφὴν, κατὰ τὴν αὐτοῦ πεπλανημένην ἔννοιαν φάσκων, ὅτι καὶ ὁ Ἀπόστολος εἴρηκεν· Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, καὶ ὁ δεύτερος ἀπ' οὐρανοῦ. Εὐθὺς δὲ ἀντιπίπτει αὐτῷ ὁ λόγος τῆς ἀληθείας, καὶ ἐλέγχει αὐτοῦ τὴν ἐσκοτωμένην διάνοιαν. Ἄνθρωπον γὰρ καὶ ἄνθρωπον ἔφη ὁ ἅγιος Ἀπόστολος· καὶ τὸν μὲν πρῶτον ἄνθρωπον τὸν Ἀδὰμ ἐκ γῆς εἶναι χοϊκὸν, τὸν δὲ δεύτερον ἀπ' οὐρανοῦ. Καίτοι γε ἄνθρωπον λέγων, οὐκ ἐξ οὐρανοῦ δὲ ἡ σὰρξ καταβέβηκεν, ἀλλ' ὡμολόγηται καὶ ἀπὸ τούτου ἀπὸ Μαρίας οὖσα. Ἀπ' οὐρανοῦ δὲ καταχρηστικῶς οὐ λέγει σάρκα, ἀλλὰ τὸν δεύτερον ἄνθρωπον, ἐξότε ἄνωθεν ἦλθεν ὁ Λόγος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κατὰ τὸ γεγραμμένον. Εἰ οὖν προϋπῆρχεν ὁ Κύριος, καὶ πάρεστιν, Ὅς ἐφεῦρε πᾶσαν ὁδὸν συνέσεως, εἶναι δὲ αὐτὸν, ὡς οὐκ ἀμφιβάλλει ἡ θεία Γραφή. Τὰ γὰρ μετὰ ταῦτα σημαίνει προόντα, καὶ τὸ εὐρηκέναι πᾶσαν ὁδὸν συνέσεως· εἶτα ἐπὶ γῆς ὤφθη, τὴν μέλλουσαν ἔνσαρκον παρουσίαν. Καὶ ὅτι ἀπ' οὐρανοῦ φασι τὸν ἄνθρωπον ἐνηνοχέναι, οὐ λέγει ὁ Ἀπόστολος. Ἀλλὰ διὰ τὴν συνένωσιν τῆς ἐνσάρκου παρουσίας ἄνθρωπον μὲν αὐτὸν λέγει διὰ τὸν χρόνον τὸν μεταξὺ Ἀδὰμ καὶ τῆς ἐνσάρκου παρουσίας· ἀπ' οὐρανοῦ δὲ αὐτὸν λέγει, διὰ τὸ ἄνωθεν ἡκέναι τὸν Θεὸν Λόγον, καὶ σάρκα, ὥς φησιν, ὁ Λόγος σὰρξ γενόμενος, οὐχ ὡς αὐτὸς ὑπονοεῖ Λόγον ἐκ Πατρὸς προελθόντα, καὶ εἰς σάρκα μεταβεβλημένον· οὕτω γὰρ κατὰ τὴν ἠπατημένην αὐτοῦ ἔννοιαν διηγήσατο περὶ τοῦ ὅρου. Εἰ δὲ ἔστιν Ἀδὰμ πρὸ τοῦ εἶναι τὸν Λόγον, ἄρα διὰ τίνος ὁ αὐτὸς Ἀδὰμ κέκτισται, καὶ πάντα τὰ πρὸ αὐτοῦ κτίσματα τοῦ Θεοῦ; Ἢ πρὸς τίνα ὁ Πατὴρ εἴ-
3. And this man himself will also be overthrown, having come to utter denial of God and to a notion alien to everlasting life in every respect. For if the Son of God is recent with regard to His divinity, then David holds precedence—indeed, ranks among those to be preferred above Him Who made him. For thus he himself also imagined, even passing by the divine Scripture and asserting according to his own erring notion that the Apostle too has said: The first man is from the earth, made of dust, and the second is from heaven. Yet at once the word of truth confronts him and refutes his darkened mind. For the holy Apostle spoke of man and man: that the first man, Adam, is from the earth, made of dust, whereas the second is from heaven. And although he calls Him man, the flesh did not come down out of heaven, but is confessed even by this man to be from Mary. And he says "from heaven" not of the flesh by improper usage, but of the second man, since the time when the Word came from above and pitched His tent among us, as it is written. If, then, the Lord pre-existed and is present—He Who found every path of understanding—divine Scripture has no doubt that He exists. For what follows signifies Him as pre-existent, both his having found every path of understanding and: thereafter He appeared upon earth—His future incarnate coming. And the Apostle does not say, as they allege, that He brought the man from heaven. Rather, by reason of the union of His incarnate coming, he calls Him man on account of the time intervening between Adam and the incarnate coming; and he calls Him "from heaven" because God the Word has come from above, and flesh, as he says, the Word having become flesh—not, as this man supposes, a Word having proceeded from the Father and been changed into flesh; for thus, according to his deluded notion, he expounded concerning the definition. But if Adam exists before the Word exists, then through whom has that same Adam been created, and all God's creatures before him? Or to whom did the Father sp-
Notes, col. 377

On the reading

Printed Ὅς, for Ὃς.

Printed εὐρηκέναι, for εὑρηκέναι.

PG 42:380Read from the page
ρηκε· Ποιήσωμεν ἄνθρωπον; οὐ γάρ τίς ποτε πρὸς τὸν ἐνδιάθετον αὐτοῦ λόγον, ἢ τὸν προφορικὸν ἐπιτείνεται τὴν συμβουλίαν, ἀλλὰ πρὸς τὸν ἔμφυτον καὶ ἅγιον αὐτοῦ Λόγον τῆς μελλούσης τοῦ ἀνθρώπου δημιουργίας ποιεῖται τὴν μετὰ πάσης σοφίας ἐξήγησιν· ἵνα μάθωμεν ἐξ ἀρχῆς εἶναι τὸν Παῖδα πρὸς τὸν αὐτοῦ Πατέρα, ἵνα μὴ τὸν ἡμέτερον κτίστην πρόσφατον νομίσωμεν, ἀλλὰ συν Πατρὶ ἀεὶ ὑπάρχοντα πρὸ τῶν αἰώνων· ὡς καὶ Ἰωάννης μαρτυρεῖ λέγων· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν.
eak: Let us make man? For no one ever directs his deliberation to his own inward word or to his uttered word, but rather to His inborn and holy Word He sets forth with all wisdom the declaration of the impending fashioning of man; so that we may learn that the Child is from the beginning with His Father, lest we deem our Creator recent, but rather ever existing with the Father before the ages; as John also bears witness, saying: In the beginning was the Word, and the Word was with God.
Δʹ. Ὡς φησιν ὁ ἀγύρτης· Καὶ αὐτός φημι εἶναι τὸν Λόγον ἀπαρχῆς, ἀλλ' οὐχ Υἱὸν Θεοῦ γεγεννημένον. Καὶ εἰ μὴ ἔστιν Υἱὸς Θεοῦ, μάταιος αὐτοῦ ὁ πόνος, ματαία αὐτοῦ καὶ ἡ προαίρεσις, καὶ ἡ ἐλπὶς, καὶ ἡ διάνοια. Οὐδὲ γὰρ περισσότερον τῶν ἀρνησαμένων αὐτὸν Ἰουδαίων οὗτος λέγει. Οὐ γὰρ λέγει περὶ αὐτοῦ τὸ Εὐαγγέλιον, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν ἐν τῷ Θεῷ· ἀλλ', Ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. Καὶ οὐ λέγει, ὅτι ἐν τῷ Θεῷ ἦν μόνον· ἀλλὰ, Θεὸς ἦν ὁ Λόγος. Ἀλλ' ἐν τῷ ἀνθρώπῳ μὲν, λόγος ἐνδιάθετος ἀεὶ καὶ προφορικὸς ὑπάρχων, οὐ δύναται λέγεσθαι ἄνθρωπος, ἀλλὰ ἀνθρώπου λόγος. Εἰ οὐκ ἦν οὔπω τὸ γέννημα, ὡς αὐτὸς λέγει, καὶ εἰ οὔπω ἦν Υἱὸς τοῦ Θεοῦ Θεὸς Λόγος, διὰ τίνος τὰ πάντα γεγένηται; ἐπειδή φησι τὸ Εὐαγγέλιον· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ἀλλὰ, φησὶν, ὥσπερ διὰ λόγου ὁ ἄνθρωπος πράττει ὃ βούλεται, οὕτως διὰ τοῦ ἰδίου Λόγου ὁ Πατὴρ διὰ τοῦ ὄντος ἐν αὐτῷ λόγῳ ἐποίησε τὰ πάντα. Πῶς οὖν ὁ Κύριος διὰ τοῦ Εὐαγγελίου λέγει, ὅτι Ἕως ἄρτι ὁ Πατὴρ ἐργάζεται, κἀγὼ ἐργάζομαι; Τὸ δὲ, Ὁ Πατὴρ ἐργάζεται, κἀγὼ ἐργάζομαι, οὐ τοῦ Πατρὸς μὴ ἐργαζομένου ἐν τῇ τοῦ Υἱοῦ ἐργασίᾳ, οὐδὲ τοῦ Υἱοῦ ἀλλοτριοῦντος, καὶ μὴ ἐργασαμένου ἐν τῇ τοῦ Πατρὸς δημιουργίᾳ. Πάντα γὰρ τὰ ἔργα ὅσα ἐστὶν, ἅμα ἐκ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος γεγένηται. Δι' αὐτοῦ γὰρ τὰ πάντα γέγονεν ἀπὸ Πατρὸς, καὶ αὐτὸς τὰ πάντα εἰργάσατο σὺν Πατρὶ, καὶ σὺν ἁγίῳ Πνεύματι. Τῷ γὰρ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Διὸ καὶ μετὰ ἀσφαλείας ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ ἔλεγε, γινώσκων τὰς ὑπονοίας τῶν πεπλανημένων, προγνώστης ὢν, ὡς Θεὸς, καὶ ὡς ἤμελλεν ἕκαστος ἀπὸ τῆς ἀληθείας ἑαυτὸν ἐκβάλλειν, ἔλεγε πρὸς τοὺς Ἰουδαίους· Οὐδὲν ἀφ' ἑαυτοῦ ποιεῖ ὁ Υἱὸς, ἐὰν μὴ ἴδῃ τὸν Πατέρα ποιοῦντα. Καὶ οὐχ ὅτι πρῶτον ὁρᾷ, ἔπειτα πράττει· ἀλλὰ πάντα ἐν ἑαυτῷ ἔχει καὶ πράττει, ἃ βούλεται.
4. As the charlatan says: I too affirm that the Word exists from the beginning, yet not as a begotten Son of God. And if He is not Son of God, in vain is his toil, in vain too his purpose, his hope, and his thought. For this man says nothing more than the Jews who denied Him. For the Gospel does not say concerning Him: In the beginning was the Word, and the Word was in God; but: The Word was with God. And it does not say that He was in God alone; but: God was the Word. Now in man, a word that is ever inward and uttered cannot be called a man, but a man's word. If the offspring did not yet exist, as he says, and if God the Word was not yet Son of God, through whom have all things come into being? Since the Gospel says: All things came to be through Him, and apart from Him not one thing came to be. But, he says, just as a man accomplishes what he wills through his word, so through His own Word the Father made all things by the word that was in Him. How then does the Lord say through the Gospel: Until now the Father works, and I work? Now the saying, The Father works, and I work, is not spoken as though the Father were not working in the Son's work, nor as though the Son estranged Himself and did not work in the Father's creative work. For all works that exist have come to be together from the Father and the Son and the Holy Spirit. For through Him all things have come to be from the Father, and He Himself wrought all things with the Father and with the Holy Spirit. For by the word of the Lord the heavens were established, and by the breath of His mouth all their power. Wherefore the Lord also spoke with precaution in the Gospel, knowing the suspicions of those led astray—being foreknower, as God, and how each was going to cast himself out from the truth—spoke to the Jews: The Son can do nothing of Himself, unless He sees the Father doing it. And not that He first sees and afterwards acts; rather, He has all things in Himself and does what He wills.
Εʹ. Πῶς οὖν ταῦτα ἔσται, ὦ Φωτεινέ; Ἢ τις ὁ ἐν σοὶ πάλιν ἡμῖν προβαλλόμενος τοῦτο τὸ ζιζάνιον; Τίς ὁ τὸ δηλητήριον τοῦτο κατασκευάσας τῷ βίῳ; Πόθεν τὸ πονηρόν σοι ἐνθυμεῖσθαι κατὰ τοῦ Κυρίου σου
5. How then shall these things be, O Photinus? Or who is he that in you again puts forth this darnel before us? Who has concocted this poison for human life? Whence came it to you to conceive evil against your Lord
Notes, col. 380

On the reading

Printed συν, for σὺν.

Printed τις, for τίς.

PG 42:381Read from the page
βλάσφημοι λαβεῖν ὑπόνοιαν; Οὐκ ἔπεισέ σε Ἀβραὰμ, φάσκων πρὸς αὐτὸν καὶ λέγων· Ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν; Ἐλέγχθητι γὰρ, ὡς παρ' αὐτῷ ὁ Υἱὸς ἐπεδήμησε, καὶ οὐ προφορά τις ὢν, ἀλλ' ἐνυπόστατος Θεὸς Λόγος. Καὶ ὅπως γνῴης, ὦ ἐθελόσοφε, τὸ πέρας τῶν ἐν ταύτῃ τῇ ὑποθέσει πεπραγματευμένων, ὡς ἐν τῇ θείᾳ Γραφῇ ἐπισφραγισάμενος τὸ τέλειον ἡμῖν ἀπεφήνατο φάσκων, ὅτι Ἔβρεξε Κύριος ἀπ' οὐρανοῦ πῦρ καὶ θεῖον ἐπὶ Σόδομα καὶ Γόμοῤῥα παρὰ Κυρίου. Καὶ οὐκ εἶπεν, ὁ Λόγος τοῦ Κυρίου, ἀλλὰ, Κύριος παρὰ Κυρίου· ὡς καὶ Δαβὶδ λέγει· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου. Καὶ ἵνα ὅτι οὐ μετὰ τὴν ἔνσαρκον παρουσίαν ὁ Υἱὸς μόνον εὑρίσκεται, διηγεῖται καὶ περὶ τῆς ἀπαρχῆς, ὅτι Ἐκ γαστρὸς πρὸ Ἐωσφόρου ἐγέννησά σε. Καὶ περὶ τοῦ ἁγίου Πνεύματος, ὦ περιττολόγε, καὶ ἐν ἀργοῖς καὶ περιέργοις ταττόμενε, οὐδεὶς δέξεταί σου τὸν λόγον. Οὔτε γὰρ μειζότερον τὸ Πνεῦμα, οὔτε μικρότερον. Τίς γὰρ ταῦτα ἐξεζήτησε, φησὶν, ἐκ τῶν χειρῶν ὑμῶν; Ἐλέγχει σε δὲ ὁ αὐτὸς ἅγιος Λόγος, ὡς φάσκει Κύριος περὶ τοῦ Πνεύματος τοῦ ἁγίου· ὁμολογῶν αὐτὸ γνήσιον τῆς αὐτοῦ θεότητος, φησί· Τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λήψεται.
and adopt a blasphemous notion? Did not Abraham convince you, when he spoke to Him and said: Thou Who judgest all the earth, wilt Thou not do judgement? For be convicted that the Son sojourned with him—not being some mere utterance, but subsistent God the Word. And so that you may know, O would-be sage, the conclusion of what has been treated in this matter, how in the divine Scripture He sealed and declared the perfect truth to us, saying: The Lord rained down from heaven fire and brimstone upon Sodom and Gomorrah from the Lord. And it did not say, the Word of the Lord, but: the Lord from the Lord; as David also says: The Lord said to my Lord. And in order [that you may know] that the Son is not found only after the incarnate coming, he recounts also concerning the beginning: From the womb before the morning-star I have begotten Thee. And concerning the Holy Spirit, O idle babbler, ranked among the slothful and meddlesome, no one will receive your account. For the Spirit is neither greater nor lesser. For who, it says, has sought these things at your hands? And that same holy Word convicts you, as the Lord speaks concerning the Holy Spirit; acknowledging Him to be genuinely of His own divinity, He says: He Who proceeds from the Father shall also receive of Mine.
Ϛʹ. Καὶ πόσαι ἄλλαι τυγχάνουσι μαρτυρίαι; Ἐπειδὴ δὲ πᾶσιν ἡ σὴ ἐρεσχελία δῆλός ἐστι πλάνης οὖσα, καὶ οὐκ ἀληθείας· φωραθήπεται δὲ οὐ μόνον ἀπὸ συνετῶν, ἀλλὰ καὶ ἀπὸ τῶν ὀλίγον τι τῆς θείας Γραφῆς τὴν ἀκολουθίαν ἐπιγινωσκόντων, δι' ἣν οὐκ ἐπιδεηθήσομαι πολλῶν μαρτυριῶν, ἢ πολλῆς ἀνατροπῆς· εὐάλωτον γάρ σου τὸ διήγημα καὶ ἡ κακοπιστία. Διὸ ἀρκετῶς ἔχειν τὰ πρὸς σὲ εἰρημένα, ὡς ἀπὸ γῆς ἀναφύσαντος κνωδάλου, ἀτόμου τε καὶ ἀδυνάμου τῷ ποδὶ τοῦ λόγου συντρίψας, καὶ τῇ τοῦ Θεοῦ Λόγου ἀληθείᾳ· ἢ ὡς ἕλμιγγα, ἤτοι γῆς ἐντεριώνην καταλείψω. Ἤδη γὰρ καὶ διεσκεδάσθη εἰς ὀλίγον χρόνον ἡ τούτου τοῦ ἠπατημένου αἵρεσις. Ἐπὶ δὲ τὰς ἑξῆς συνήθως Θεὸν ἐπικαλούμενος προελεύσομαι.
6. And how many other testimonies are there? Yet since your cavilling is manifest to all as being of error and not of truth—and it will be detected not only by the prudent, but also by those who recognize even a little the tenor of the divine Scripture—on account of which I shall have no need of many testimonies or lengthy refutation; for your narrative and misbelief are easily captured. Wherefore, deeming what has been spoken to you sufficient, having crushed with the foot of reason and with the truth of God the Word, as it were, a verminous creature sprung up from the earth, tiny and powerless, or like a grub, that is, an earthworm, I shall leave it behind. For indeed the heresy of this deluded man has already been scattered within a brief time. And calling upon God as is my custom, I shall advance to those that follow.
ΚΑΤΑ ΜΑΡΚΕΛΛΙΑΝΩΝ,
Against the Marcellians,
Πεντηκοστὴ δευτέρα, ἡ καὶ ἑπτακοστὴ δευτέρα.
The fifty-second, which is also the seventy-second.
Αʹ. Τῷ δὲ αὐτῷ πάλιν χρόνῳ (ὑπὸ ἓν γὰρ πάντες οὗτοι ἦσαν) Μάρκελλος γέγονεν ἐν Ἀγκύρῃ. Ἔτι γὰρ καὶ δεῦρο, ἀπὸ τοῦ ἔτους τούτου ὡς ἀπὸ δύο ἐτῶν ἐτελεύτα, ἢ πλείω ἢ ἐλάσσω. Ἐποίησε δὲ καὶ αὐτός τινα διαίρεσιν ἐν τῇ Ἐκκλησίᾳ ἀπ' ἀρχῆς τοῦ αὐτοῦ χρόνου. Ὀλίγην δέ τινα ἔννοιαν ὑπέφαινεν οὗτος, ἀπεικαζόμενος Σαβελλίῳ τε καὶ Ναυάτῳ ἀπὸ τοῦ τῶν Ἀρειανῶν πρὸς αὐτὸν παροξυσμοῦ, δῆθεν διὰ τοῦ λογισμοῦ τῆς πρὸς τοὺς Ἀρειανοὺς ἀντιθέσεως. Ὅθεν καὶ παρά τινων βλασφημεῖται ἀπὸ μέρους, ὡς ἔφην, Σαβελλιανῶν ἐσχηκὼς τὴν ἐρεσχελίαν. Τινὲς δὲ ὑπὲρ
1. At the same time again (for all these men belonged to one period) Marcellus arose in Ancyra. For down to the present, he died about two years ago from this year, more or less. And he too caused a certain division in the Church from the beginning of that same time. This man disclosed a somewhat slight notion, being likened to Sabellius and Novatus owing to the exasperation of the Arians against him, ostensibly through the reasoning of his opposition towards the Arians. Whence he is also reproached by some as having in part, as I said, adopted the cavilling of the Sabellians. Yet some on behalf of
Notes, col. 381

On the reading

Printed βλάσφημοι, for βλάσφημον.

Printed φωραθήπεται, for φωραθήσεται.