Migne Reading Room

PG 41 · cols. 944–953 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:944Read from the page
κατὰ τὴν ἀρχὴν τοῦ κηρύγματος ὁ Σωτὴρ ποιεῖται, καὶ τῷ τρίτῳ πάσχει· ὡς πληροῦσθαι τὰ ἤδη μοι κατὰ λεπτὸν εἰρημένα περὶ ἡμερῶν, καὶ μηνῶν, καὶ ὑπατειῶν. Καὶ πανταχόθεν διέπεσεν ὁ περὶ τούτων πεπλανημένος λόγος, τῶν Εὐαγγελίων συνῳδὰ πρὸς ἄλληλα ἐχόντων, καὶ μηδ' ὁπότερον τῶν Εὐαγγελίων ἀντίθετον πρὸς τὸν ἕτερον ἐχόντων.
the Saviour keeps at the beginning of His preaching, and on the third He suffers; so that the things already stated by me in detail concerning days, and months, and consulships are fulfilled. And on every side the erroneous account concerning these matters has fallen to the ground, since the Gospels stand in harmony with one another, and neither of the Gospels holds anything contrary to the other.
ΛΑʹ. Ἐλεύσομαι δὲ πάλιν εἰς τὸ προκείμενον. Φάσκει πάλιν ὁ Λουκᾶς, μαρτυρῶν μοι τοῖς πολυμερῶς καὶ πολυτρόπως εἰρημένοις, ὅτι Ἐγένετο ἐν Σαββάτῳ δευτεροπρώτῳ· ἵνα δείξῃ Σάββατον πρῶτον εἶναι τὸ ἀπ' ἀρχῆς ὁρισθὲν καὶ ῥηθὲν ὑπὸ Κυρίου ἐν τῇ κοσμοποιίᾳ, κατὰ περίοδον ἀπὸ τότε ἄχρι τοῦ δεῦρο, κατὰ ἑπτὰ ἡμέρας ἀνακυκλούμενον, τοῦτο εἶναι πρῶτον. Δεύτερον δὲ Σάββατον τὸ ἀπὸ νόμου ὡρισμένον. Φάσκει γὰρ, ὅτι Λήψῃ σαυτῷ πρόβατον ἐνιαύσιον, ἄμωμον, ἄρσεν (ὅπερ ἦν ἀντίτυπον τοῦ Σωτῆρος), ἀπὸ δεκάτης τοῦ μηνός. Καὶ ἔσται διατετηρημένον ἄχρι τῆς τεσσαρεσκαιδεκάτης· καὶ θύσετε αὐτὸ ἑσπέρας τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ. Καὶ ἔσται σοι Σάββατον ἡμέρα ἁγία, καὶ ἔδεσθε ἄζυμα ἑπτὰ ἡμέρας· καὶ τῇ ἑβδόμῃ ἡμέρᾳ ποιήσεις ἅγιον Σάββατον, ἡμέραν ἁγίαν. Καὶ ὁρᾶτε, ὅτι δεύτερον καλεῖται Σάββατον μετὰ τὸ Σάββατον ἡ τοιαύτη ἁγία τοῦ Προσαββάτου ἡμέρα, εἰς Σάββατον ἁγιασθεῖσα, κἄν τε Κυριακὴ εἴη, κἂν δευτέρα, κἄν τε τρίτη καταντήσῃ. Εἰς δὲ ἑπτὰ ἡμέρας πάλιν ἀνακυκλούμενον δεύτερον καλεῖται πρῶτον· ἵνα δείξῃ ἐντεῦθεν, ὅτι οὐ μόνον ὁ Ἰωάννης περὶ περιόδου ἡμερῶν ἐνιαυτῶν δύο καὶ τριῶν ἑορτῶν τοῦ Πάσχα ἐσήμανεν, ἀλλὰ καὶ ὁ Λουκᾶς, καὶ οἱ ἄλλοι. Οὕτω γὰρ φάσκει ὁ νόμος· Ἀριθμήσεις σεαυτῷ ἑπτὰ ἑβδομάδας ἀπ' ἀρχῆς δράγματος, τοῦ βαλεῖν δρέπανον ἐπ' ἀμητῷ, καὶ ποιήσῃς ἑβδόμην ἑβδομάδα ἡμέραν ἁγίαν Κυρίῳ.
31. I shall come back again to the subject in hand. Luke says again, bearing witness for me to the things spoken in many parts and in many ways: It came to pass on the second-first Sabbath; to show that the first Sabbath is that which was appointed from the beginning and spoken of by the Lord at the creation of the world, revolving in its cycle from that time until now every seven days—that this is the first. And the second Sabbath is that appointed by the law. For it says: Thou shalt take unto thyself a lamb of a year old, without blemish, a male (which was the antitype of the Saviour), from the tenth day of the month. And it shall be kept until the fourteenth; and ye shall slay it at evening on the fourteenth day. And it shall be unto thee a Sabbath, a holy day, and ye shall eat unleavened bread seven days; and on the seventh day thou shalt keep a holy Sabbath, a holy day. And you see that such a holy day of the Preparation is called a second Sabbath after the Sabbath, having been sanctified for a Sabbath, whether it fall on the Lord's day, or on the second day of the week, or on the third. And when it revolves again to seven days, being second, it is called first; to show thereby that not only John signified a period of days of two years and three feasts of the Passover, but Luke also, and the others. For thus says the law: Thou shalt number unto thyself seven weeks from the beginning of the sheaf, from putting the sickle to the standing corn, and thou shalt keep the seventh week as a holy day unto the Lord.
PG 41:945Read from the page
Σημαίνων περὶ Πεντηκοστῆς. Μετὰ γὰρ τὸ θῦσαι τὸ Πάσχα, εἴσω τριῶν ἡμερῶν, τουτέστι μετὰ τρεῖς ἡμέρας τοῦ προβάτου, προσέταττε τὸ δράγμα εἰσφέρεσθαι· ἵνα σημάνῃ τὸ εὐλογημένον δράγμα ἐγειρόμενον ἐκ τῶν νεκρῶν μετὰ τρίτην ἡμέραν, τῆς γῆς αὐτὸ προσφερούσης, καὶ αὐτοῦ αὐτὸ πάλιν κομιζομένου ἀπ' αὐτῆς ἐν τῇ ἀναστάσει τοῦ μνήματος, καὶ μένοντος σὺν τοῖς μαθηταῖς τεσσαράκοντα ἡμέρας, καὶ ἐπὶ τῷ τέλει τῆς Πεντηκοστῆς εἰσφέροντος αὐτὸ εἰς τὰ ἐπουράνια τῷ Πατρὶ τὸ πρωτότοκον τῶν πρωτοτόκων, ἡ ἀπαρχὴ ἡ ἁγία, τὸ δράγμα, ὃ ἐδράξατο ἀπὸ Μαρίας, ἡ ἀγκαλισθεῖσα ἐν Θεῷ, ὁ καρπὸς τῆς κοιλίας, ἡ ἀπαρχὴ τῆς ἅλω. Οὐκέτι γὰρ μετὰ Πεντηκοστὴν τὸ δρέπανον ἀπαρχὴν Θεῷ προσφέρει. Οὐκέτι γὰρ Χριστὸς ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει, κατὰ τὸ γεγραμμένον. Καὶ ὁρᾷς πόσα Θεοῦ μυστήρια προετύπου νόμος, καὶ ἐπλήρου τὸ Εὐαγγέλιον ; Πόθεν δὲ οὐκ ἔχομεν τούτων δεῖξαι τὴν σαφήνειαν ; Διὰ τὸ μὴ εἰς πλάτος φέρειν τὸν λόγον, διὸ ἐπὶ τὴν ἀκολουθίαν πάλιν ἐπιστρεπτέον. Φαίνεται δὲ ἀπό τε τῶν σταχύων καὶ ἀπὸ τοῦ ἀμητοῦ, καὶ τῶν μαθητῶν, ὡς μετὰ τῶν τεσσαράκοντα ἡμερῶν πειρασμὸν ταῦτα πάντα διηγεῖται ὁ Ἰωάννης, καὶ Λουκᾶς, καὶ οἱ πάντες.
Signifying concerning Pentecost. For after sacrificing the Passover, within three days, that is, three days after the lamb, He commanded the sheaf to be brought in; to signify the blessed sheaf raised up from the dead after the third day, the earth offering it up, and He Himself receiving it back again from her in the resurrection from the tomb, and abiding with the disciples forty days, and at the close of Pentecost bringing it in unto the Father into the heavenly places—the firstborn of the firstborn, the holy first-fruits, the sheaf which He grasped from Mary, she who was embraced in God, the fruit of the womb, the first-fruits of the threshing-floor. For after Pentecost the sickle no longer offers first-fruits to God. For Christ dies no more; death has dominion over Him no more, according as it is written. And do you see how many mysteries of God the law prefigured, and the Gospel fulfilled? And whence are we unable to show the clearness of these things? Because of not drawing out the discourse at length, wherefore we must turn back again to the sequence. Now it is evident both from the ears of corn and from the harvest, and from the disciples, that John, and Luke, and all of them recount all these things as occurring after the forty days' temptation.
ΛΒʹ. Οὐκ αἰδοῦνται δὲ πάλιν οἱ τοιοῦτοι κατὰ τῶν ὑπὸ τοῦ ἁγίου Ἰωάννου εἰρημένων ἐξοπλιζόμενοι, νομίζοντες μή πη ἄρα δύνανται τὴν ἀλήθειαν ἀνατρέπειν· οὐκ εἰδότες, ὅτι καθ' ἑαυτῶν μᾶλλον ὁπλίζονται, ἤπερ κατὰ τῆς ὑγιοῦς διδασκαλίας. Φάσκουσι δὲ κατὰ τῆς Ἀποκαλύψεως τάδε χλευάζοντες· Τί με, φησὶν, ὠφελεῖ ἡ Ἀποκάλυψις Ἰωάννου, λέγουσά μοι περὶ ἑπτὰ ἀγγέλων, καὶ ἑπτὰ σαλπίγγων ; οὐκ εἰδότες, πῶς ἀναγκαῖα καὶ ὠφέλιμα τοιαῦτα ὑπῆρξεν ἐν τῇ ὀρθότητι τοῦ κηρύγματος. Ὅσα γὰρ ἦν νόμῳ καὶ ἐν προφήταις σκοτεινὰ καὶ αἰνιγματώδη, ταῦτα ὁ Κύριος ᾠκονόμησε διὰ τοῦ ἁγίου Πνεύματος εἰς ἡμῶν σωτηρίαν τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ ἀποκαλύψαι· τὰ ἐκεῖσε σκοτεινὰ ὧδε εἰς πνευματικὰ καὶ ἔκδηλα κηρύττων. Πνευματικῶς δὲ ἡμῖν τὰ αὐτὰ ᾠκονόμει. Καὶ ἐκ δερμάτων μὲν τότε κατασκευάζει τὴν σκηνὴν, τῶν δερμάτων ἠρυθροδανωμένων, καὶ ὑακινθίνων, καὶ τὰ ἑξῆς, ἵνα δείξῃ τὴν σκηνὴν ἐκεῖσε σκηνὴν μὲν οὖσαν, ἀποδεχομένην δὲ τὴν τελειοτάτην σκηνὴν τοῦ Χριστοῦ. Δέρμα γὰρ ἀπὸ σώματος γίνεται νεκρὸν ὂν, ὡς σκιὰ σώματος ζῶντος, ἵνα δείξῃ σώματα εἶναι τὴν σκηνὴν τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ ἐν σώμασιν ἁγίοις κατασκηνοῖ ὁ Θεὸς, πληρουμένου τοῦ ῥητοῦ, ὅτι Κατασκηνώσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω.
32. Yet again such men are not ashamed to arm themselves against the things spoken by holy John, supposing that haply they may be able to overturn the truth, not knowing that they arm themselves rather against themselves than against sound teaching. And they say in mockery against the Apocalypse as follows: What, says he, does the Apocalypse of John profit me, telling me about seven angels and seven trumpets?—not knowing how necessary and profitable such things were in the rightness of the preaching. For whatsoever things in the law and in the prophets were dark and enigmatic, these the Lord dispensed through the Holy Spirit to reveal for our salvation unto His servant John, proclaiming here into spiritual and manifest truths the things that were dark there. And spiritually He dispensed the same things unto us. Thus of old He fashions the tabernacle out of skins, skins dyed red, and hyacinthine, and so forth, to show that the tabernacle there was indeed a tabernacle, yet receiving in anticipation the most perfect tabernacle of Christ. For skin comes from a body, being dead, as the shadow of a living body, to show that bodies are the tabernacle of God. For since God tabernacles in holy bodies, the saying is fulfilled: I will tabernacle in them, and walk among them.
Ἔμελλεν οὖν πλάνη τις γίνεσθαι ἐν πιστοῖς, εἰ μὴ ἡ βίβλος πνευματικῶς ἡμῖν ἀπεκαλύφθη, ἵνα μάθωμεν μὴ σαλπίγγων εἶναι χρείαν, ἀλλὰ εἰδέναι, ὅτι πνευματική ἐστιν ἡ πᾶσα τοῦ Θεοῦ πραγματεία· ἵνα
Some error, therefore, would have arisen among the faithful, had not the book been spiritually revealed unto us, that we might learn that there is no need of trumpets, save to know that the whole dispensation of God is spiritual; in order that
PG 41:948Read from the page
μὴ κατὰ τὰς Ἰουδαϊκὰς χαλκᾶς σάλπιγγας λάβωμεν, ἢ ἀργυρᾶς, ἀλλὰ πνευματικῶς ἐννοήσωμεν, ὡς ἀπ' οὐρανοῦ εἶναι τῆς Ἐκκλησίας τὸ κήρυγμα· ὡς καὶ ἄλλῃ που εἶπεν· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ σαλπίσουσιν ἐν τῇ σάλπιγγι τῇ μεγάλῃ. Σάλπιγγες γὰρ ἦσαν οἱ προφῆται. Σάλπιγξ δὲ μεγάλη ἡ ἁγία φωνὴ τοῦ Κυρίου ἐν τῷ Εὐαγγελίῳ. Διὰ τοῦτο καὶ ἀγγέλοις ἐδόθη ἀποκαλύψαι ἡμῖν. Σαλπίσει γὰρ, φησὶ, καὶ οἱ νεκροὶ ἀναστήσονται. Εἰ δὲ χλευάζονται παρ' ὑμῖν, ὦ οὗτοι, αἱ τῶν ἀγγέλων σάλπιγγες, διὰ τὸ ἐν τῇ Ἀποκαλύψει γεγράφθαι, χλευάζεται ἄρα καὶ ἡ παρὰ τῷ ἁγίῳ Ἀποστόλῳ σάλπιγξ εἰρημένη· Καταβήσεται, φησὶν, ἀπ' οὐρανοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι, καὶ οἱ νεκροὶ ἀναστήσονται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, ἐν φωνῇ ἀρχαγγέλου. Συνᾴδοντος τοίνυν τοῦ Ἀποστόλου τῷ ἁγίῳ ἀποστόλῳ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει, ποία τις ὑπολείπεται ἀντιλογία ; Πῶς δὲ οὐκ εὐθὺς ἑκάστη πλάνη ἐλεγχθήσεται, τοῦ Θεοῦ ἐν ἑκάστῳ τῶν ἁγίων δεδωκότος μαρτυρίαν ;
we should not take them after the manner of the Jewish trumpets of bronze or of silver, but understand spiritually that the preaching of the Church is from heaven; as He also said somewhere else: In that day they shall blow with the great trumpet. For the prophets were trumpets; and the great trumpet is the holy voice of the Lord in the Gospel. On this account it was given to angels also to reveal unto us. For the trumpet shall sound, says he, and the dead shall rise. Now if among you, O ye men, the trumpets of the angels are mocked because they are written in the Apocalypse, then the trumpet spoken of in the holy Apostle is mocked as well: He shall descend, says he, from heaven at the last trumpet, and the dead shall rise on the last day, at the voice of an archangel. Since, therefore, the Apostle accords with the holy apostle John in the Apocalypse, what gainsaying remains? And how shall not every error straightway be refuted, since God has given testimony in each of the saints?
ΛΓʹ. Εἶτά τινες ἐξ αὐτῶν πάλιν ἐπιλαμβάνονται τούτου τοῦ ῥητοῦ ἐν τῇ Ἀποκαλύψει τῇ αὐτῇ. Καὶ φάσκουσιν ἀντιλέγοντες, ὅτι εἶπε πάλιν· Γράψον τῷ ἀγγέλῳ τῆς Ἐκκλησίας τῷ ἐν Θυατείροις, καὶ οὐκ ἔνι ἐκεῖ Ἐκκλησία Χριστιανῶν ἐν Θυατείρῃ. Πῶς οὖν ἔγραφε τῇ μὴ οὔσῃ ; Καὶ εὑρίσκονται οἱ τοιοῦτοι ἑαυτοὺς ἀναγκάζοντες ἐξ αὐτῶν ὧν κηρύττουσι κατὰ τῆς ἀληθείας ὁμολογεῖν. Ἐὰν γὰρ εἴπωσιν, Οὐκ ἔνι νῦν Ἐκκλησία εἰς Θυάτειρα, δεικνύουσι προπεφητευκέναι τὸν Ἰωάννην. Ἐνοικησάντων γὰρ τούτων ἐκεῖσε καὶ τῶν κατὰ Φρύγας, δίκην λύκων ἁρπαξάντων τὰς διανοίας τῶν ἀκεραίων πιστῶν, μετήνεγκαν τὴν πᾶσαν πόλιν εἰς τὴν αὐτῶν αἵρεσιν, οἵ τε ἀρνούμενοι τὴν Ἀποκάλυψιν τοῦ λόγου τούτου, εἰς ἀνατροπὴν κατ' ἐκείνου καιροῦ ἐστρατεύοντο. Νῦν δὲ διὰ τὸν Κύριον ἐν τῷ χρόνῳ τούτῳ μετὰ χρόνον ἑκατὸν δεκαδύο ἐτῶν ἔστιν ἡ Ἐκκλησία, καὶ αὔξει, καὶ ἄλλαι τινὲς ἐκεῖσε τυγχάνουσι. Τότε δὲ ἡ πᾶσα Ἐκκλησία ἐκενώθη εἰς τὴν κατὰ Φρυγας. Διὸ καὶ ἐσπούδασε τὸ ἅγιον Πνεῦμα ἀποκαλύψαι ἡμῖν, πῶς ἔμελλε πλανᾶσθαι ἡ Ἐκκλησία μετὰ τὸν χρόνον τῶν ἀποστόλων, τοῦ τε Ἰωάννου καὶ τῶν καθ-
33. Then again some of them lay hold of this saying in the same Apocalypse. And they say in contradiction that he said again: Write unto the angel of the Church in Thyatira—and there is no Church of Christians there in Thyatira. How then was he writing to her that did not exist? Yet such men are found compelling themselves to confess against their own position out of the very things which they proclaim against the truth. For if they say, There is now no Church at Thyatira, they show that John prophesied beforehand. For when both these men and the Phrygians settled there, snatching away like wolves the minds of the simple faithful, they carried over the whole city into their own heresy; and those who deny the Apocalypse took the field at that time for the overthrow of this teaching. Yet now, through the Lord, at this time, after a space of a hundred and twelve years, the Church exists and grows, and certain others are found there. At that time, however, the whole Church had been emptied out into the Phrygian heresy. Wherefore also the Holy Spirit hastened to reveal unto us how the Church was going to be led astray after the time of the apostles, both of John and of the suc-
Notes, col. 948

On the reading

Printed Φρυγας, for Φρύγας.

PG 41:949Read from the page
εξῆς· ὃς ἦν χρόνος μετὰ τὴν τοῦ Σωτῆρος ἀνάληψιν ἐπὶ ἐνενήκοντα καὶ τρισὶν ἔτεσιν, ὡς μελλούσης τῆς ἐκεῖσε Ἐκκλησίας πλανᾶσθαι, καὶ χωνεύεσθαι ἐν τῇ κατὰ Φρύγας αἱρέσει. Οὕτω γὰρ εὐθὺς διελέγχει ὁ Κύριος· Γράψον τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις Ἐκκλησίας· Τάδε λέγει ὁ ἔχων τοὺς ὀφθαλμοὺς ὡς φλόγα πυρὸς, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· Οἶδά σου τὴν πίστιν, καὶ ἀγάπην, καὶ τὴν διακονίαν, καὶ ὅτι τὰ ἔσχατά σου πλείονα τῶν πρώτων. Ἔχω δὲ κατὰ σοῦ, ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ ἀπατᾷν τοὺς δούλους μου, λέγουσαν ἑαυτὴν προφῆτιν, διδάσκουσαν φαγεῖν εἰδωλόθυτα καὶ πορνεύειν. Καὶ ἔδωκα αὐτῇ χρόνον μετανοῆσαι, καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
cessors—which was a period of ninety-three years after the Ascension of the Saviour—showing that the Church there was going to be led astray and melted down in the Phrygian heresy. For thus the Lord straightway convicts her: Write unto the angel of the Church in Thyatira: These things saith He Who hath His eyes like a flame of fire, and His feet like unto fine brass: I know thy faith, and love, and ministry, and that thy last works are more than the first. Yet I have against thee that thou sufferest the woman Jezebel, who calleth herself a prophetess, to deceive My servants, teaching them to eat things sacrificed unto idols and to commit fornication. And I gave her time to repent, and she willeth not to repent of her fornication.
Οὐχ ὁρᾶτε, ὦ οὗτοι, ὅτι περὶ τῶν γυναικῶν λέγει τῶν ἐν οἰήσει προφητείας ἀπατωμένων, καὶ ἀπατωσῶν πολλούς ; φημὶ δὲ περὶ Πρισκίλλας, καὶ Μαξιμίλλας, καὶ Κυϊντίλλας, ὧν οὐ λέληθε τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἡ αὐτῶν ἀπάτη· ἀλλὰ προεθέσπισε προφητικῶς ἐν τῷ στόματι τοῦ ἁγίου Ἰωάννου, ὅπερ ἐγένετο μετὰ τὴν τοῦ ἁγίου Ἰωάννου κοίμησιν. Αὐτοῦ δὲ προφητεύσαντος ἐν χρόνοις Κλαυδίου Καίσαρος ἀνωτάτω, ὅτε εἰς τὴν Πάτμον νῆσον ὑπῆρξεν (ὁμολογοῦσι γὰρ καὶ οὗτοι ἐν Θυατείροις ταῦτα πεπληρῶσθαι), ἄρα γοῦν κατὰ προφητείαν ἔγραφε τοῖς ἐκεῖ ἐν Χριστῷ κατ' ἐκεῖνα πεπολιτευμένοις, ὅτι ἤμελλεν ἑαυτὴν γυνὴ προφῆτιν καλεῖν. Καὶ διέπεσεν ὁ κατὰ τῆς ἀληθείας ἐπεγειρόμενος πανταχόθεν ἐπινενοημένος λόγος, δεικνυμένου τοῦ κατὰ τὴν Ἀποκάλυψιν λόγου προφητικοῦ ὄντος, ἐκ Πνεύματος ἁγίου κατὰ ἀλήθειαν.
Do you not see, O ye men, that He speaks concerning the women who are deceived in a conceit of prophecy and who deceive many—I mean concerning Priscilla, and Maximilla, and Quintilla, whose deceit also did not escape the Holy Spirit; rather, He foretold prophetically by the mouth of holy John that which came to pass after the falling asleep of holy John? And since he prophesied very long before in the times of Claudius Caesar, when he was on the island of Patmos (for even these men confess that these things were fulfilled in Thyatira), surely then by prophecy he wrote to those who at that time lived there in Christ, that a woman was going to call herself a prophetess. Thus the argument devised on every side and raised up against the truth has collapsed, since the word according to the Apocalypse is shown to be prophetic, truly from the Holy Spirit.
ΛΔʹ. Ἐπαίρονται δὲ πάλιν τῇ διανοίᾳ οἱ αὐτοὶ λεξιθηροῦντες ἀπείρως, ἵνα δόξωσι παρεκβάλλειν τὰ τοῦ ἁγίου Ἀποστόλου βιβλία, φημὶ δὲ Ἰωάννου τό τε Εὐαγγέλιον καὶ τὴν Ἀποκάλυψιν, τάχα δὲ καὶ τὰς Ἐπιστολάς. Συνᾴδουσι γὰρ καὶ αὗται τῷ Εὐαγγελίῳ καὶ τῇ Ἀποκαλύψει. Καί φασιν, ὅτι Εἶδον, καὶ εἶπε τῷ ἀγγέλῳ· Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐπὶ τοῦ Εὐφράτου. Καὶ ἤκουσα τὸν ἀριθμὸν τοῦ στρατοῦ, μύριαι μυριάδες, καὶ χίλιαι χιλιάδες· καὶ ἦσαν ἐνδεδυμένοι θώρακας πυρίνους καὶ θειώδεις, καὶ ὑακινθίνους. Ἐνόμισαν γὰρ οἱ τοιοῦτοι, μή πη ἄρα γελοῖόν ἐστιν ἡ ἀλήθεια. Ἐὰν γὰρ λέγῃ τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐν τῷ Εὐφράτῃ καθεζομένους, ἵνα δείξῃ τὰς τέσσαρας διαφορὰς τῶν ἐκεῖσε ἐθνῶν καθεζομένων ἐπὶ τὸν Εὐφράτην, οἵτινές
34. Yet again the very same men puff themselves up in their mind, hunting after words unskilfully, that they may seem to cast aside the books of the holy Apostle—I mean both the Gospel of John and the Apocalypse, and perhaps the Epistles as well; for these too accord with the Gospel and the Apocalypse. And they say: I saw, and He said to the angel: Loose the four angels that are upon the Euphrates. And I heard the number of the host, ten thousand times ten thousand, and a thousand thousands; and they were clad in breastplates of fire, and of brimstone, and of hyacinth. For such men supposed that haply the truth is something ridiculous. Yet if he speaks of the four angels sitting at the Euphrates, to show the four divisions of the nations there sitting upon the Euphrates, who
PG 41:952Read from the page
εἰσιν Ἀσσύριοι, Βαβυλώνιοι, Μῆδοι, καὶ Πέρσαι. Αὗται γὰρ αἱ τέσσαρες βασιλεῖαι κατὰ διαδοχὴν ἐν τῷ Δανιὴλ ἐμφέρονται, ὡς πρῶτοι Ἀσσύριοι ἐβασίλευον, καὶ Βαβυλώνιοι ἐν χρόνοις αὐτοῦ. Μῆδοι δὲ διεδέξαντο. Μετ' αὐτοὺς δὲ Πέρσαι, ὧν πρῶτος γέγονε Κῦρος ὁ βασιλεύς. Τὰ γὰρ ἔθνη ὑπὸ ἀγγέλους τεταγμένα εἰσὶν, ὡς ἐπιμαρτυρεῖ μοι Μωϋσῆς ὁ ἅγιος τοῦ Θεοῦ θεράπων, τὸν λόγον κατὰ ἀκολουθίαν ἑρμηνεύων καὶ λέγων· Ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι· τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ. Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Εἰ οὖν τὰ ἔθνη ὑπὸ ἀγγέλους εἰσὶ τεταγμένα, δικαίως εἶπε· Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐν τῷ Εὐφράτῃ καθεζομένους, καὶ ἐπεχομένους ἐπιτρέπειν τοῖς ἔθνεσιν εἰς πόλεμον ἕως καιροῦ μακροθυμίας Κυρίου, ἕως προστάξει
are the Assyrians, Babylonians, Medes, and Persians. For these four kingdoms are set forth in succession in Daniel: how the Assyrians reigned first, and the Babylonians in his times; then the Medes succeeded; and after them the Persians, whose first king was Cyrus. For the nations are set in order under angels, as Moses, the holy servant of God, bears witness for me, interpreting the saying in sequence and saying: Ask thy father, and he will declare unto thee; thine elders, and they will tell thee: When the Most High divided the nations, when He scattered the sons of Adam, He set the bounds of the nations according to the number of the angels of God. And His people Jacob became the portion of the Lord, Israel the lot of His inheritance. If, therefore, the nations are set in order under angels, rightly did He say: Loose the four angels sitting at the Euphrates, and restrained from suffering the nations to go to war until the time of the long-suffering of the Lord, until by His command
PG 41:953Read from the page
δι' αὐτῶν ἐκδικίαν γενέσθαι τῶν αὐτοῦ ἁγίων. Ἐκρατοῦντο γὰρ οἱ ἐπιτεταγμένοι ἄγγελοι ὑπὸ τοῦ Πνεύματος, μὴ ἔχοντες καιρὸν ἐπιδρομῆς, διὰ τὸ μήπω λύειν αὐτοῖς τὴν δίκην, τοῦ τὰ λοιπὰ ἔθνη λύεσθαι ἕνεκεν τῆς πρὸς τοὺς ἁγίους ὕβρεως. Λύονται δὲ οἱ τοιοῦτοι, καὶ ἐπέρχονται τῇ γῇ, ὡς Ἰωάννης προφητεύει καὶ οἱ ἄλλοι προφῆται. Καὶ γὰρ κινούμενοι οἱ ἄγγελοι κινοῦσι τὰ ἔθνη εἰς ὁρμὴν ἐκδικίας. Ὅτι δὲ πυρίνους καὶ θειώδεις, καὶ ὑακινθίνους θώρακας σημαίνει, οὐδεὶς ἀμφιβάλλει. Ἐκεῖνα γὰρ τὰ ἔθνη ἀπὸ τῆς τοιαύτης χρόας ἔχει τὴν ἀμφίασιν. Τὰ μὲν γὰρ θειώδη ἱμάτια χρόα τίς ἐστι μηλίνη οὕτω καλουμένη ἐρέα· τὰ δὲ πύρινα, ἵνα εἴπῃ τὰ κοκκηρὰ ἐνδύματα, καὶ ὑακίνθινα, ἵνα δείξῃ τὴν Καλλαΐνην ἐρέαν.
vengeance for His saints come to pass through them. For the angels set over them were held back by the Spirit, having no season for inroad, because justice did not yet loose them so that the remaining nations might be let loose on account of their insolence towards the saints. Yet such angels are loosed, and come upon the earth, as John prophesies and the other prophets. For when the angels are moved, they move the nations unto an onset of vengeance. And as to why he signifies breastplates of fire, and of brimstone, and of hyacinth, no one doubts: for those nations have their attire of such a hue. For the brimstone-coloured garments are a certain quince-yellow hue, wool so called; the fiery ones, to mean scarlet raiment; and the hyacinthine, to indicate Callaican wool.
ΛΕʹ. Ἀλλὰ οὗτοι, μὴ δεξάμενοι Πνεῦμα ἅγιον, ἀνακρίνονται μὲν πνευματικῶς, μὴ νοοῦντες τὰ τοῦ Πνεύματος, καὶ κατὰ τὸν λόγον βουλόμενοι λέγειν, καὶ οὐκ εἰδότες τὰ ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ χαρίσματα, ἅτινα ἀληθῶς καὶ εὐσταθῶς ἐν παρακολουθήσει καὶ ἐῤῥωμένῳ νῷ τὸ Πνεῦμα τὸ ἅγιον διηγήσατο· οἵ τε ἅγιοι προφῆται καὶ οἱ ἅγιοι ἀπόστολοι· ἐν οἷς καὶ ὁ ἅγιος Ἰωάννης διὰ τοῦ Εὐαγγελίου καὶ τῶν Ἐπιστολῶν καὶ τῆς Ἀποκαλύψεως ἐκ τοῦ αὐτοῦ χαρίσματος τοῦ ἁγίου μεταδέδωκε. Φθάνει δὲ καὶ ἐπ' αὐτοὺς τὸ εἰρημένον, ὅτι Τῷ βλασφημοῦντι εἰς τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἀφεθήσεται αὐτῷ οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ μέλλοντι. Καὶ γὰρ κατὰ τῶν ῥημάτων τῶν ὑπὸ τοῦ Πνεύματος εἰρημένων οὗτοι ἐστρατεύσαντο.
35. Yet these men, not having received the Holy Spirit, are indeed judged spiritually, understanding not the things of the Spirit, even while wishing to speak according to reason, and knowing not the spiritual gifts in the holy Church, which the Holy Spirit truly and steadfastly recounted with exact sequence and a sound mind—as did both the holy prophets and the holy apostles, among whom holy John also, through the Gospel and the Epistles and the Apocalypse, imparted from the selfsame holy gift. And upon them overtakes that which is spoken: Whosoever blasphemeth against the Holy Spirit, it shall not be forgiven him, neither in this age, nor in that which is to come. For against the words spoken by the Spirit have these men taken the field.
Τῶν δὲ τοιούτων καὶ τοσούτων εἰρημένων κατὰ τῆς τοιαύτης αἱρέσεως, ἱκανῶς ἔχειν νομίσας, καὶ ὡς σκολόπενδραν, ἢ ἰοῦλον καλούμενον (ἑρπετὸν, πολύποδα, ὀλίγον μὲν τῇ δυνάμει τῇ περιοδυνίᾳ τοῦ ἰοῦ, πολύπουν δὲ καὶ μακροείκελον) τῇ τοῦ Θεοῦ δυνάμει καὶ ἀληθείᾳ καταπατήσαντες, ἐπὶ τὰς ἑξῆς πάλιν προβαίνοντες, σὺν τῇ τοῦ Θεοῦ δυνάμει ἴωμεν, ἀγαπητοί.
Having spoken such and so many things against such a heresy, deeming them sufficient, and having trampled it underfoot by the power and truth of God like a scolopendra, or so-called millipede (a creeping, many-footed creature, slight indeed in force as regards the sharp pain of its venom, yet many-footed and long-shaped), advancing again unto those that follow, let us go forward with the power of God, beloved.
ΚΑΤΑ ΑΔΑΜΙΑΝΩΝ,
AGAINST THE ADAMIANS,
Αἵρεσις ΛΒʹ ἡ καὶ ΝΒʹ.
Heresy 32, which is also 52.
Αʹ. Ἀσφάλακα καλοῦσί τι ζῶον ἐν τῇ γῇ κάτω ἐμφωλεῦον, τετράπουν, ὀρύττει τὴν γῆν, καὶ ἐν τοῖς μυχοτάτοις αὐτῆς ἔχει τὴν οἴκησιν. Τὰ δὲ πάντα τοῦ ζώου ὑπάρχει ὡσεὶ μικροῦ σκύλακος κυνὸς τὴν περιφέρειαν τῆς ἡλικίας ἔχον, ᾧ οὐδὲ ὅλως ὑπάρχει ὅρασις. Ἐρημωτικὸν δὲ ὂν τὸ ζῶον, κάτωθεν ἐκριζοῦν πάντα τὰ τῶν ἀνθρώπων γεωργήματα, τά τε σικυηρὰ τὰ μάλιστα, καὶ τὰ δριμέα φυτεύματα, κρομμύων τε καὶ σκορόδων, βολβῶν καὶ τῶν τοιούτων, κρίνων τε καὶ τῶν ἄλλων. Ἐὰν δὲ λαθὸν ἐν τῷ ὀρύττειν φθάσῃ ἐπὶ τῆς γῆς ἔξω, εἰς τὸν ἀέρα γενέσθαι, ἢ ἁλοὺς θηρευθείη ὑπὸ τῶν ἀνθρώπων, γέλοιόν τι ἐμποιεῖ πᾶσι τοῖς τοῦτο τὸ ζῶον θηρεύσασιν. Οὕτως καὶ αὐτὸς ἐπιχειρῶ λέγειν περὶ τῆς νυνὶ μετὰ χεῖρας αἱρέσεως, ὡς μὲν κατὰ τὴν καρδίαν τυφλώττει, καὶ
1. They call a certain four-footed creature that lurks below in the earth a mole; it digs the earth, and has its dwelling in the innermost recesses thereof. In its whole bulk the creature is as it were of the compass of stature of a small puppy-dog, and possesses no sight at all. Being a destructive creature, it roots up from beneath all the tillage of men, especially cucumber-beds, and pungent plants—onions and garlic, bulbs and the like, lilies and the rest. Yet if while digging unawares it should happen to come out upon the surface of the earth into the open air, or being caught should be taken by men, it affords a laughable spectacle to all who have caught this creature. Even so do I myself also undertake to speak concerning the heresy now in hand: how it is blind in heart, and