καὶ ἀρχῶν ἀναγράφειν τὴν μυθοποιίαν. Εὑρίσκεται γὰρ ἐν τῷ τριακοστῷ τρίτῳ ἔτει τῆς αὐτοῦ ἐνσαρκώσεως παρουσίας πάσχων ὁ Μονογενὴς, ἀπαθὴς ὢν ἄνωθεν Θεὸς Λόγος, σάρκα δὲ ἀναδεξάμενος ὑπὲρ ἡμῶν παθεῖν κατεδέξατο, ἵνα τοῦ θανάτου τὸ καθ' ἡμῶν χειρόγραφον λύσῃ. Μετ' ἐκείνην γὰρ τὴν ὑπατείαν ἐν τῷ τριακοστῷ ἔτει αὐτοῦ σημαινομένην ἄλλη ὑπατεία γέγονε, λεγομένη τῶν δύο Γεμηνῶν· εἶτα ἄλλη ὑπατεία Ῥούφου καὶ Ῥουβελλίωνος. Καὶ οὕτως μεταξούσης τῆς ὑπατείας τῆς μετὰ τὴν ὑπατείαν Ῥουβελλίωνος, ἥτις ὕστερον ἦλθεν Οὐϊννικίου καλουμένη, καὶ Λογγίνου Κασσίου, πάσχει ὁ Σωτὴρ ἐν τῇ πρὸ ιγʹ Καλανδῶν Ἀπριλλίων. Καὶ ἐλήλεγκται τούτων ἁπάντων ἡ πλάνη, εὑρισκομένης σαφῶς τῆς κατὰ τὴν ἀλήθειαν διδασκαλίας, ὡς οὐ μόνον δύο χρόνων περίοδος Πασχῶν ἐν τοῖς Εὐαγγελίοις ἐμφέρεται, ἀλλὰ καὶ τριῶν.
and principalities to record their myth-making. For the Only-begotten is found suffering in the thirty-third year of the presence of His incarnation; though being from above impassible God the Word, yet having taken up flesh on our behalf He consented to suffer, so that He might annul the handwriting of death that stood against us. For after that consulship signified in His thirtieth year there came another consulship, called that of the two Gemini; then another consulship, of Rufus and Rubellio. And thus in the succeeding consulship after the consulship of Rubellio, which came later and is called that of Vinicius and Longinus Cassius, the Saviour suffers on the thirteenth day before the Kalends of April. And the error of all these people has been refuted, since the teaching according to the truth is clearly found to be that not merely a two-year cycle of Passovers is contained in the Gospels, but indeed a cycle of three.
ΚΔʹ. Γεννηθέντος γὰρ αὐτοῦ περὶ τὸν Ἰαννουάριον μῆνα, τουτέστι πρὸ ὀκτὼ Εἰδῶν Ἰαννουαρίων, ἥτις ἐστὶ κατὰ Ῥωμαίους πέμπτη τοῦ Ἰαννουαρίου μηνὸς, κατὰ Αἰγυπτίους Τυβὶ ἑνδεκάτη· κατὰ Σύρους, εἴτουν Ἕλληνας, Αὐδυνέου ἕκτου· κατὰ Κυπρίους, εἴτουν Σαλαμινίους, πέμπτου πέμπτη· κατὰ Παφίους Ἰούλου τεσσαρεσκαιδεκάτη· κατὰ Ἄραβας Ἀλεὼμ καʹ· κατὰ Καππαδόκας Ἀταρτᾶ ιγʹ· κατὰ Ἑβραίους Τεβὴθ ιγʹ· κατὰ Ἀθηναίους Μαιμακτηριῶνος ϛʹ· παρῆλθε τὰς προειρημένας ὑπατείας εἰκοσιεννέα πλήρεις· εἰς δὲ τὴν τριακοστὴν ὑπατείαν, φημὶ δὲ περὶ τὸν δέκατον μῆνα, ἦλθε πρὸς τὸν Ἰωάννην, καὶ ἐβαπτίσθη ἐν Ἰορδάνῃ ποταμῷ τοῦ τριακοστοῦ ἔτους τῆς ἐνσάρκου γεννήσεως, τουτέστι κατὰ Αἰγυπτίους Ἀθὺρ δωδεκάτῃ, πρὸ ἓξ Εἰδῶν Νοεμβρίων· κατὰ Ἕλληνας Δίου ηʹ· κατὰ Σαλαμινίους, τοὺς καὶ Κωσταντιαίους, τρίτου Χοιὰκ ϛʹ· κατὰ Παφίους Ἀπογονιστοῦ ιϛʹ· κατὰ Ἄραβας Ἀγγαλθαβαεὶθ κβʹ· κατὰ Μακεδόνας Ἀπελλαίου ιϛʹ· κατὰ Καππαδόκας Ἀρατατᾶ ιεʹ· κατὰ Ἀθηναίους Μεταγειτνιῶνος ἑβδόμῃ· κατὰ Ἑβραίους Μαρεσουὰν ἑβδόμῃ· ὡς ἐπιμαρτυρεῖ μου τῷ λόγῳ τὸ ἅγιον κατὰ Λουκᾶν Εὐαγγέλιον, ὧδέ πως λέγον· Ἦν δὲ Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱὸς, ὡς ἐνομίζετο εἶναι, τοῦ Ἰωσήφ. Καὶ ἀπεντεῦθεν ὑπὸ Ἀθὺρ δωδεκάτη κηρύττοντος αὐτοῦ τὸν δεκτὸν ἐνιαυτὸν Κυρίου, κατὰ τὰ ἐν τῷ προφήτῃ Ἡσαΐᾳ προειρημένα· ὅτι Πνεῦμα Κυρίου ἐπ' ἐμέ,
24. For having been born around the month of January—that is, eight days before the Ides of January, which is according to the Romans the fifth of the month of January, according to the Egyptians the eleventh of Tybi, according to the Syrians, that is, the Greeks, the sixth of Audynaeus, according to the Cyprians, that is, the Salaminians, the fifth of the fifth month, according to the Paphians the fourteenth of Julus, according to the Arabs the twenty-first of Aleom, according to the Cappadocians the thirteenth of Atarta, according to the Hebrews the thirteenth of Tebeth, according to the Athenians the sixth of Maemacterion—He passed through the aforesaid twenty-nine full consulships; and in the thirtieth consulship, I mean around the tenth month, He came to John and was baptized in the river Jordan in the thirtieth year of His incarnate birth, that is, according to the Egyptians on the twelfth of Athyr, six days before the Ides of November, according to the Greeks on the eighth of Dius, according to the Salaminians, also called Constantians, on the sixth of the third month, Choiak, according to the Paphians on the sixteenth of Apogonistus, according to the Arabs on the twenty-second of Angalthabaeith, according to the Macedonians on the sixteenth of Apellaeus, according to the Cappadocians on the fifteenth of Aratata, according to the Athenians on the seventh of Metageitnion, according to the Hebrews on the seventh of Marheshvan—as the holy Gospel according to Luke bears witness to my account, speaking somewhat thus: And Jesus Himself was beginning to be about thirty years of age, being the son, as He was supposed to be, of Joseph. And from thenceforward, from the twelfth of Athyr, He was proclaiming the acceptable year of the Lord, according to the things foretold in the prophet Isaiah: The Spirit of the Lord is upon Me,
ΚΕʹ. Ὡς ἀληθῶς γὰρ ἐκήρυξεν ἐνιαυτὸν δεκτὸν, τουτέστι μὴ ἀντιλεγόμενον. Τὸν γὰρ πρῶτον ἐνιαυτὸν μετὰ τριακοστὸν ἔτος τῆς αὐτοῦ ἐνσάρκου παρουσίας ἐκήρυσσε, καὶ πάντες κατεδέχοντο· καὶ οὔτε Ἰουδαία ἀντέλεγον, οὔτε ἔθνη, οὔτε Σαμαρεῖται· ἀλλὰ πάντες ἡδέως ἤκουον αὐτοῦ. Ἐν ᾧ ἐνιαυτῷ ἄνεισιν εἰς Ἱεροσόλυμα, μετὰ τὸ βαπτισθῆναι, καὶ διελθεῖν τὰς τεσσαράκοντα ἡμέρας τοῦ πειρασμοῦ, καὶ ἐκλέξασθαι τοὺς ἑαυτοῦ μαθητὰς, ἀνακάμψας ἀπὸ τοῦ πειρασμοῦ ἐπὶ τὸν Ἰορδάνην, καὶ διελθὼν ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος, ἐπὶ τὴν Ναζαρὲτ πορευόμενος, ἀνέβη δη-
25. For truly He proclaimed an acceptable year, that is, one that was not spoken against. For during the first year after the thirtieth year of His incarnate presence He was preaching, and all welcomed Him; and neither did the Jews speak against Him, nor the Gentiles, nor the Samaritans, but all heard Him gladly. In which year He goes up to Jerusalem, after having been baptized, and having passed through the forty days of the temptation, and having chosen His own disciples; having returned from the temptation to the Jordan, and having passed by the Sea of Tiberias, as He was journeying to Nazareth, He went up, name-