Migne Reading Room

PG 41 · cols. 872–881 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:872Read from the page
φήσαντι, καὶ ἀπὸ τῆς ὑπαρχούσης αὐτοῖς δόξης καὶ παραδείσου τρυφῆς παρασκευάσαντι αὐτοῖς τὴν ἐκβολὴν γενέσθαι, καὶ εἰς φθορὰν θανάτου κατενεχθῆναι.
having spoken thus, and contrived for them their expulsion from the glory belonging to them and from the delight of paradise, and their being brought down into the corruption of death?
ΙΑʹ. Ἔτι δὲ προστίθησιν ὁ αὐτὸς Μοντανὸς, οὕτω λέγων· Ἐγὼ Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ καταγινόμενος ἐν ἀνθρώπῳ. Ἄρα οὖν καλῶς ἡμᾶς ἡ θεία Γραφὴ ἐπασφαλίζεται, καὶ ἡ ἀκόλουθος τοῦ ἁγίου Πνεύματος διδασκαλία, νουθετοῦσα ἡμᾶς, ἵνα γινώσκωμεν ποῖά ἐστι τὰ μιμηλὰ τοῦ ἀλλοτρίου πνεύματος, καὶ τὰ ἀντίθετα πρὸς τὴν ἀλήθειαν· ὅτε γὰρ εὐθὺς τοῦτο εἶπε Μοντανὸς, ὑπόνοιαν ἡμῖν δέδωκεν ἀναμνησθῆναι τὰ ὑπὸ τοῦ Κυρίου εἰρημένα. Οὕτω γάρ φησιν ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρὸς, καὶ οὐκ ἐδέξασθέ με. Ἄλλος ἐλεύσεται ἐπὶ τῷ ἰδίῳ ὀνόματι, καὶ δέξονται τὸν τοιοῦτον. Ἀσύμφωνος τοίνυν παντάπασιν ὁ τοιοῦτος τῶν θείων Γραφῶν εὑρέθη, ὡς παντί τῳ σαφές ἐστι τῷ νουνεχῶς ἐντυγχάνοντι. Εἰ τοίνυν ἀσύμφωνος ὑπάρχει, ἀλλότριός ἐστι τῆς ἁγίας καθολικῆς Ἐκκλησίας, καὶ ἡ πατ' αὐτὸν αὐχοῦσα αἵρεσις προφήτας ἔχειν καὶ χαρίσματα, ἃ μὴ εἴληφεν, ἀλλὰ ἐκ τούτων ἀπέστη. Τίς τοίνυν τολμήσειε παρακολουθῶν τούτους προφήτας καλεῖν, καὶ μὴ μᾶλλον πλάνους εἶναι τοὺς τοιούτους; Χριστὸς γὰρ ἡμᾶς ἐδίδαξε λέγων, ὅτι Τὸ Πνεῦμα τὸ Παράκλητον ἀποστέλλω ὑμῖν. Καὶ τὰ σημεῖα διδοὺς ἔλεγεν, ὅτι Ἐκεῖνος ἐμὲ δοξάσει. Ὡς τὰ ἀληθῆ ἔστιν ἰδεῖν, ὅτι οἱ ἅγιοι ἀπόστολοι, τὸ Παράκλητον Πνεῦμα λαβόντες, Χριστὸν ἐδόξασαν. Οὗτος δὲ ὁ Μοντανὸς ἑαυτὸν δοξάζει. Ὁ Κύριος τὸν Πατέρα αὐτοῦ ἐδόξασε. Καὶ ὁ Κύριος πάλιν ὁ Χριστὸς τὸ Πνεῦμα ἐδόξασε, λέγων αὐτὸ Πνεῦμα ἀληθείας. Ὁ Μοντανὸς δὲ ἑαυτὸν δοξάζει μόνον, καὶ λέγει εἶναι Πατέρα παντοκράτορα, καὶ ἐν αὐτῷ ἐνοικῆσαι· ἵνα πανταχόθεν δειχθῇ οὐκ αὐτὸς ὢν, οὐδὲ ὑπ' ἐκείνου ἀπεσταλμένος, οὐδὲ παρ' αὐτοῦ λαμβάνων. Ἐν γὰρ τῷ Κυρίῳ ηὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς· καὶ ἀπὸ τοῦ πληρώματος αὐτοῦ πάντες οἱ προφῆται εἰλήφασι, κατὰ τὸν τοῦ ἁγίου Ἰωάννου λόγον. Καὶ ὁρᾷς πῶς πάντες οἱ παλαιοὶ Χριστὸν κατήγγελλον, καὶ οἱ μετέπειτα Χριστὸν ἐδόξασαν· καὶ αὐτὸν ὡμολόγησαν. Μοντανὸς δὲ εἰσέφρησεν ἑαυτὸν, τινὰ λέγων, ὅπως δειχθῇ, ὅτι οὔτε ἔστιν, οὔτε ἀπ' αὐτοῦ ἀπέσταλται, οὔτε παρ' αὐτοῦ εἴληφεν.
Chapter XI. Furthermore, the same Montanus adds, speaking thus: I am the Lord God Almighty, dwelling in a man. Rightly indeed, therefore, does divine Scripture safeguard us, and the consistent teaching of the Holy Spirit, admonishing us so that we may know what are the imitations of the alien spirit, and the things opposed to the truth; for as soon as Montanus said this, he gave us promptings to call to mind the things spoken by the Lord. For thus says the Lord in the Gospel: I came in the name of the Father, and you did not receive Me. Another will come in his own name, and they will receive such a one. Altogether discordant, therefore, with the divine Scriptures was such a man found, as is clear to everyone who reads with understanding. If, then, he is discordant, alien is both he to the holy catholic Church, and the heresy named after him that boasts of having prophets and spiritual gifts, which it has not received, rather has departed from them. Who, then, possessing comprehension could dare to call these men prophets, and not rather say that such men are deceivers? For Christ taught us, saying, I send the Spirit the Paraclete to you. And giving the signs He said, He will glorify Me. So one may see the truth, that the holy apostles, having received the Paraclete Spirit, glorified Christ. Yet this Montanus glorifies himself. The Lord glorified His Father. And again the Lord Christ glorified the Spirit, calling Him the Spirit of truth. Yet Montanus glorifies himself alone, and claims to be the Father Almighty, and to have dwelt in him; so that from every side he may be shown neither to be He, nor to have been sent by Him, nor to receive from Him. For in the Lord all the fullness of the Godhead was pleased to dwell bodily; and from His fullness all the prophets have received, according to the word of holy John. And you see how all the men of old proclaimed Christ, and those afterwards glorified Christ, and confessed Him. Yet Montanus intruded himself, claiming to be someone, so that it might be shown that he neither is so, nor has been sent from Him, nor has received from Him.
Εἶτα πάλιν φησὶ τὸ ἐλεινὸν ἀνθρωπάριον Μοντανὸς, ὅτι Οὔτε ἄγγελος, οὔτε πρέσβυς, ἀλλὰ ἐγὼ Κύριος ὁ Θεὸς Πατὴρ ἦλθον. Ταῦτα δὲ λέγων φωραθήσεται ἀλλότριος ὢν, Χριστὸν μὴ δοξάζων, ὃν πᾶν χάρισμα ἐκκλησιαστικὸν ἐν Ἐκκλησίᾳ τῇ ἁγίᾳ δοθὲν, ἐν ἀληθείᾳ ἐδόξασεν. Εὑρεθήσεται γὰρ ἐκτὸς εἶναι σώματος Ἐκκλησίας, καὶ κεφαλῆς τοῦ σύμπαντος, καὶ μὴ κρατῶν τὴν κεφαλὴν, ἐξ ἧσπερ πᾶν τὸ σῶμα συν-
Then again the pitiful mannikin Montanus says, Neither an angel, nor an envoy, rather I the Lord God the Father have come. In saying these things he will be detected as alien, not glorifying Christ, Whom every ecclesiastical gift given in the holy Church glorified in truth. For he will be found to be outside the body of the Church, and of the Head of the universe, and not holding fast the Head, from Whom all the body, being
Notes, col. 872

On the reading

Printed πατ', for κατ'.

PG 41:873Read from the page
αρμολογρούμενον αὔξει, κατὰ τὸ γεγραμμένον. Ὁ γὰρ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἑαυτὸν ἔδειξεν ὄντως ὢν Υἱὸς ἐν ἀληθείᾳ. Μοντανὸς δὲ ἑαυτὸν καὶ Πατέρα λέγει.
compacted together grows, according to what is written. For our Lord Jesus Christ showed Himself as truly being the Son in truth; whereas Montanus declares himself even to be the Father.
ΙΒʹ. Πῶς τοίνυν, ὦ Φρύγες, ἡμῖν πάλιν ἐπαναστάντες πολέμιοι, καὶ μεμορφωμένοι εἰς Χριστιανικὴν ἐπίκλησιν, βαρβάρων δὲ ἐπανηρημένοι μάχην, καὶ τῶν Τρώων καὶ Φρυγῶν μιμούμενοι τὸ πολέμιον, πῶς πεισθῶμεν ὑμῖν, λέγουσι διὰ χαρίσματα ἀφεστάναι τῆς Ἐκκλησίας; Οὐκέτι γὰρ χαρίσματα εἴη τὰ ἀλλότρια χαρισμάτων ὄντα, καὶ παρὰ τὸν χαρακτῆρα τὸν ὑπὸ Κυρίου ὑπισχνούμενα, ὡς οἱ καθ' ὑμᾶς προφῆται λέγουσιν. Εισάγεται ἡμῖν πάλιν καὶ Μαξιμίλλαν · καὶ γὰρ καὶ τὰ ὀνόματα ἡμῶν διηλλαγμένα καὶ φοβερώτατα, καὶ οὔτε προσηνές τι καὶ γλυκύτατον ἔχοντα, ἀλλὰ ἄγριον καὶ βαρβαρικόν. Εὐθὺς γὰρ αὕτη ἡ Μαξιμίλλα ἡ παρὰ τοῖς τοιούτοις κατὰ Φρύγας οὕτω καλουμένοις, ἀκούσατε, ὦ παῖδες Χριστοῦ, τί λέγει · Ἐμοῦ μὴ ἀκούσητε, ἀλλὰ Χριστοῦ ἀκούσατε. Καὶ ἐν οἷς ἔδοξε Χριστὸν δοξάζειν πεπλάνηται. Εἰ γὰρ ἦν τοῦ Χριστοῦ, ἔλεγεν ἂν κατὰ τοὺς ἁγίους ἀποστόλους, ὡς ἕκαστος λέγει · Πέτρος μὲν πρῶτος λέγων, ὅτι Ἡμεῖς παρ' αὐτοῦ ἠκούσαμεν · καὶ αὐτοῦ τοῦ Κυρίου λέγοντος · Ὁ ὑμῶν ἀκούων, ἐμοῦ ἀκούει · καὶ τοῦ Παύλου λέγοντος · Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. Αὕτη δὲ ἀληθεύει ψευδομένη, καὶ μὴ βουλομένη. Καλῶς δὲ λέγει φάσκουσα, ἀλλὰ Χριστοῦ. Πολλάκις γὰρ τὰ ἀκάθαρτα πνεύματα ἀναγκάζεται ἑαυτὰ καθαιρεῖν, οὐκ ὄντα τῆς ἀληθείας, καὶ ὑποφαίνειν τὸν Κύριον αὐτῶν, θέλοντα, καὶ μὴ θέλοντα, δι' ἀνάγκην · ὡς ἡ παιδίσκη ἡ ἔχουσα πνεῦμα Πύθωνος ἔλεγεν · Οὗτοι οἱ ἄνθρωποι τοῦ Θεοῦ δοῦλοι τοῦ ὑψίστου εἰσί · καὶ τὸ, Τί ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς ; Οἴδαμέν σε τίς εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ · ὡς καὶ αὕτη ἀναγκαζομένη ἔλεγεν αὐτῆς μὴ ἀκούειν, ἀλλὰ Χριστοῦ.
Chapter XII. How then, O Phrygians, rising up once more as enemies against us, and fashioned after the Christian title, while having taken up the warfare of barbarians, and imitating the hostility of the Trojans and Phrygians, how should we believe you when you say that because of spiritual gifts you have separated from the Church? For those things could no longer be spiritual gifts which are alien to spiritual gifts, and contrary to the character promised by the Lord, as the prophets amongst you claim. Again there is brought in to us Maximilla also; for indeed even our very names are altered and most terrifying, possessing nothing gentle and most sweet, but rather wild and barbaric. For straightway this Maximilla, she who is amongst such people called Cataphrygians, hear, O children of Christ, what she says: Do not hear me, but hear Christ. Even in the things whereby she seemed to glorify Christ she has gone astray. For if she belonged to Christ, she would speak in accordance with the holy apostles, as each one speaks: Peter first saying, We heard from Him; and the Lord Himself saying: He who hears you hears Me; and Paul saying: Become imitators of me, just as I also am of Christ. Yet this woman speaks the truth while lying, and unwillingly. Rightly indeed she speaks when declaring, but [hear] Christ. For oftentimes unclean spirits are compelled to overthrow themselves, though not belonging to the truth, and to point out their Lord, whether willing or unwilling, out of necessity; just as the maidservant who had a spirit of Python used to say: These men are servants of the Most High God; and that saying, Why hast Thou come before the time to torment us? We know Thee Who Thou art, the Holy One of God; just as this woman too, under compulsion, said not to hear her, but Christ.
Πῶς οὖν τοῦτο οἱ παρ' αὐτῆς ἀκηκοότες, καὶ αὐτῇ πεπιστευκότες, βούλονται αὐτῆς ἀκούειν, παρ' αὐτῆς μαθόντες μὴ αὐτῆς ἀκούειν, ἀλλὰ Κυρίου ; Καὶ γὰρ ἀληθῶς ἐπίγεια φθεγγομένης αὐτῆς, εἰ παρῆν αὐτοῖς σύνεσις, οὐκ ἔδει αὐτὴν ἀκούεσθαι. Καὶ μὴ λέγε, ὅτι παρηκολούθει. Οὐ γὰρ παρακολουθοῦντός ἐστι τὸ διδάσκειν, καὶ ἑαυτὸν ἀνατρέπειν. Εἰ γὰρ ὅλως λέγει, Μὴ ἀκούετέ μου, ποῖον ἦν τὸ Πνεῦμα τὸ λαλοῦν ἐν αὐτῇ ; Εἰ αὐτὴ ἔλεγεν, ἢ ἄνθρωπος, ἄρα οὐκ ἦν ἐν Πνεύματι ἁγίῳ. Ἡ γὰρ λέγουσα, Μὴ ἀκούετέ μου, δῆλον τὸ ἀνθρώπινον ἔλεγε, καὶ οὐκ ἦν ἐν Πνεύματι ἁγίῳ. Ἡ δὲ μὴ οὖσα ἐν Πνεύματι ἁγίῳ ἄνωθεν, οὖσα δὲ τοῦ ἀνθρωπίνου φρονήματος, οὐδὲν ἐγίνωσκε. Καὶ οὐκ ἦν ἄρα Πνεῦμα ἅγιον, ἀλλὰ ἀνθρωπίνῳ φρονήματι ἐλάλει καὶ ἐφθέγγετο. Εἰ δὲ Πνεύματι ἁγίῳ ἐλάλει καὶ προεφήτευε, ποῖον ἄρα ἦν τὸ Πνεῦμα τὸ ἅγιον,
How then do those who have heard from her, and have believed in her, wish to hear her, when they have learned from her not to hear her, but the Lord? For indeed, since she truly utters earthly things, if understanding were present in them, she ought not to be heard. And do not say that she understood what she was following; for it does not belong to one of sound understanding to teach and to overturn oneself. For if she says at all, Do not hear me, what sort of Spirit was it that spoke in her? If she spoke of herself, or as a human being, then she was not in the Holy Spirit. For she who says, Do not hear me, plainly spoke what was human, and was not in the Holy Spirit. And she who was not in the Holy Spirit from above, being rather of human mindset, knew nothing. And therefore it was not the Holy Spirit, but with a human mindset she spoke and uttered sounds. Yet if she spoke and prophesied by the Holy Spirit, what sort of Holy Spirit was it then,
Notes, col. 873

On the reading

Printed αρμολογρούμενον, for ἁρμολογούμενον.

Printed Εισάγεται, for Εἰσάγεται.

PG 41:876Read from the page
τὸ λέγον, Ἐμοῦ μὴ ἀκούετε; Καὶ πολλή ἐστι τῆς ἀπάτης ἡ τύφλωσις, καὶ μέγας ἐστὶν ὁ τοῦ Θεοῦ λόγος, ὁ κατὰ πάντα τρόπον ἡμᾶς συνετίζων, εἰς τὸ εἰδέναι ποῖα τὰ ἐκ τοῦ Πνεύματος τοῦ ἁγίου λελαλημένα, πὴ μὲν ἐκ προσώπου Πατρὸς, πὴ δὲ ἐκ προσώπου Υἱοῦ, πὴ δὲ ἐκ προσώπου τοῦ ἁγίου Πνε⟨ύ⟩ματος. Καὶ ει τὸ ἐν Μαξιμίλλῃ Πνεῦμα ἅγιον ἦν, οὐκ ἀπηγόρευε τὰ ἴδια ῥήματα. Ἕν γάρ ἐστι τὸ ἅγιον Πνεῦμα, τὸ διαιροῦν ἑκάστῳ ὡς βούλεται. Λέγεται δὲ Πνεῦμα εὐσεβείας, καὶ λέγεται εἶναι Πνεῦμα Χριστοῦ, καὶ Πνεῦμα παρὰ Πατρὸς ἐκπορευόμενον, καὶ τοῦ Υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον Πατρὸς καὶ Υἱοῦ ὄν. Ἄρα οὐκ ἔλεγε · Μὴ ἀκούετέ μου. Τὰ γὰρ Χριστοῦ τὸ Πνεῦμα ἐλάλει, καὶ ὁ Χριστὸς τὸ Πνεῦμα ἀποστέλλει, καὶ ἐν Πνεύματι ἁγίῳ ἐκβάλλει τὰ δαιμόνια · καὶ ὁ Κύριος τὰ τοῦ Πατρὸς λέγει · καὶ ὁ Πατὴρ τὸν Υἱὸν ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ἵνα γινώσκωσιν αὐτὸν, καὶ δοξάσωσι, καθὼς δοξάζουσι τὸν Πατέρα. Καὶ διέπεσε κατὰ πάντα τρόπον ἡ τῶν ἀπαλλοτριούντων ἑαυτοὺς διάνοια ἀπὸ τῆς τοῦ Χριστοῦ ἀκολουθίας.
that said, Do not hear me? Indeed great is the blindness of deceit, and great is the word of God, which in every way gives us understanding, so that we may know what sort of things have been spoken from the Holy Spirit, partly from the person of the Father, partly from the person of the Son, and partly from the person of the Holy Spirit. And if the Spirit in Maximilla were holy, It would not forbid Its own words. For one is the Holy Spirit, distributing to each as It wills. And It is called the Spirit of godliness, and It is said to be the Spirit of Christ, and the Spirit proceeding from the Father, and receiving of the Son, not being alien to Father and Son. Therefore It did not say: Do not hear me. For the Spirit spoke the things of Christ, and Christ sends the Spirit, and by the Holy Spirit casts out demons; and the Lord speaks the things of the Father; and the Father sanctified the Son, and sent Him into the world, that they might know Him, and glorify Him, just as they glorify the Father. And in every way the mind of those who estrange themselves from the following of Christ has fallen into ruin.
ΙΓʹ. Φάσκει δὲ πάλιν ἡ αὐτὴ Μαξιμίλλα, ἡ τῆς παρακολουθίας καὶ διδασκαλίας γνῶσις, ἵνα χλευαστικῶς εἴπω, ὅτι Ἀπέστειλέ με Κύριος τούτου τοῦ πόνου, καὶ τῆς ἐπαγγελίας, καὶ τῆς συνθήκης αἱρετιστὴν, μηνυτὴν, ἑρμηνευτὴν, ἠναγκασμένον, θέλοντα, καὶ μὴ θέλοντα, μαθεῖν γνῶσιν Θεοῦ. Σκοπήσωμεν οὖν τῆς ἡμῶν ζωῆς τὴν εὐσταθῆ βάσιν, καὶ τὴν ὁδὸν τοῦ φωτὸς, ὦ ἀγαπητοὶ, καὶ μὴ σφαλῶμεν διὰ τῶν λόγων τῶν τοῦ δι' ἐναντίας, καὶ τοῦ βοσκήματος τοῦ ἀλλοτρίου πνεύματος. Ὅρα γὰρ ἐνταῦθα τὸν οὕτως λαλήσαντα, ἠναγκασμένον ἑαυτὸν ἀποφήναντα, οὐχ ἑκουσίᾳ γνώμῃ. Ὁ δὲ Κύριος ἡμῶν οὐκ ἄκων ἦλθεν εἰς τὸν κόσμον, οὐδὲ μετὰ ἀνάγκης ἀπὸ Πατρὸς ἀπεστάλη · ἀλλὰ ἅμα σὺν Πατρὶ ἔχων τὸ θέλειν, καὶ σὺν ἁγίῳ Πνεύματι τὸ παρέχειν, καὶ ὡσαύτως ἅμα σὺν τῷ Πατρὶ τὸ θέλειν ἔχει, καὶ τὸ οὐχὶ μετὰ ἀνάγκης ταύτην τὴν χάριν πᾶσι διδόναι, ἀλλὰ δι' ὑπερβολὴν φιλανθρωπίας. Καὶ οὕτω καὶ οὓς ἐκάλεσε, μετὰ προαιρέσεως κέκληκεν, οὐκ ἀνάγκην ἐπιβάλλων, οὐ κλοιὸν ἐπιτιθέμενος. Φάσκει γὰρ, ὅτι Διψῶντες, ἔλθετε πρὸς μέ · καὶ πάλιν · Εἴ τις θέλει ἔρχεσθαι πρὸς μὲ, ἀρνησάσθω ἑαυτὸν, καὶ ἀκολουθείτω μοι. Καὶ διὰ Ἠσαΐου τοῦτο αὐτὸ φθεγγόμενος, ἔλεγεν · Ἐὰν θέλητε, καὶ εισακούσητέ μου. Καὶ ὕστερον, ἵνα δείξῃ ὁ προφήτης, ὅτι τίς ἐστιν ὁ λέγων, ἔφη · Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Καὶ ὁρᾷς κατὰ πάντα τρόπον τὴν πρὸς τὸ θεῖον γράμμα τούτων διαφωνίαν, καὶ τὴν ἀλλοίαν ὑπόνοιάν τε καὶ ὑπόληψιν παρὰ τὴν τοῦ Θεοῦ πίστιν καὶ ἀκολουθίαν; Καὶ γὰρ καὶ Μαξιμίλλα τοὺς θέλοντας καὶ μὴ θέλοντας ἔλεγεν ἀναγκάζειν · ὡς καὶ ἐξ αὐτοῦ τοῦ ῥητοῦ ψεύσεται ἡ τοιαύτη. Οὔτε γὰρ θέλοντας ἐδίδαξε γνῶσιν Θεοῦ, ἣν οὐκ ᾔδει, οὐδὲ τοὺς μὴ θέλοντας ἠνάγκα-
Chapter XIII. Again, the same Maximilla, that knowledge—to speak mockingly—of sound understanding and teaching, declares: The Lord sent me as partisan, revealer, and interpreter of this labour, and of the promise, and of the covenant, compelled, whether willing or unwilling, to learn the knowledge of God. Let us therefore examine the steadfast foundation of our life, and the way of light, O beloved, and let us not stumble through the words of the adversary, and of the beast of the alien spirit. For observe here the one who spoke thus, declaring himself compelled, not of voluntary purpose. Yet our Lord did not come into the world unwillingly, nor was He sent from the Father under compulsion; rather, possessing together with the Father the act of willing, and together with the Holy Spirit the act of bestowing, He likewise possesses together with the Father the will also to grant this grace to all not under compulsion, but out of surpassing love towards mankind. And thus too those whom He called, He has called with free choice, imposing no compulsion, laying on no collar. For He declares: You who thirst, come to Me; and again: If anyone wills to come to Me, let him deny himself, and follow Me. And uttering this very same thing through Isaiah, He said: If you are willing, and hearken to Me. And afterwards, that the prophet might show Who it is that speaks, he said: For the mouth of the Lord has spoken these things. And do you see in every way the discord of these people against the divine Scripture, and their alien surmise and supposition contrary to the faith and following of God? For indeed Maximilla too claimed to compel both the willing and the unwilling; wherefore even from the saying itself such a woman will be proved false. For neither did she teach the willing a knowledge of God which she did not know, nor did she com-
Notes, col. 876

On the reading

Printed ει, for εἰ.

Printed εισακούσητέ, for εἰσακούσητέ.

PG 41:877Read from the page
σεν. Αὐτίκα οὐ πάντες οἱ ἐν τῷ κόσμῳ οἴδασι, τί ἐστιν ὄνομα Μαξιμίλλης, οὐδὲ τῶν αὐτῆς λόγων τὸ παράφθεγμα. Καὶ κατὰ πάντα τρόπον διέπεσεν ἡ τούτων πεπλανημένη ἐπίνοια, οὐκ οὖσα τῆς τοῦ Θεοῦ ἀληθείας.
pel the unwilling. Immediately, not all who are in the world know what the name of Maximilla is, nor the discordant utterance of her words. And in every way the erring invention of these people has fallen into ruin, not belonging to the truth of God.
ΙΔʹ. Τιμῶσι δὲ οἱ τοιοῦτοι καὶ τόπον τινὰ ἔρημον ἐν τῇ Φρυγίᾳ, Πέπουζάν ποτε καλουμένην πόλιν, νῦν δὲ ἠδαφισμένην. Καί φασιν ἐκεῖσε κατιέναι τὴν ἄνω Ἱερουσαλήμ. Ὅθεν ἀπερχόμενοι μυστήριά τινα ἐπιτελοῦσιν ἐν τῷ τόπῳ, καὶ ἁγιάζουσιν, ὡς ὑπολαμβάνουσιν. Ἔστι γὰρ καὶ τὸ γένος ἐν τῇ Καππαδοκίᾳ καὶ Γαλατίᾳ, καὶ ἐν τῇ προειρημένῃ Φρυγίᾳ · ὅθεν κατὰ Φρύγας ἡ αἵρεσις καλεῖται · ἀλλὰ καὶ ἐν Κιλικίᾳ, καὶ ἐν Κωνσταντινουπόλει τὸ πλεῖστον.
Chapter XIV. Moreover, such people also honour a certain deserted place in Phrygia, a city once called Pepuza, though now razed to the ground. And they claim that the Jerusalem above descends thither. Hence, resorting there, they celebrate certain mysteries on the spot, and sanctify themselves, as they suppose. For this sect also exists in Cappadocia and Galatia, and in the aforesaid Phrygia—whence the heresy is called Cataphrygian—and also in Cilicia, and most of all in Constantinople.
Ἵνα δὲ μηδὲν καταλείψωμεν τῶν πρὸς ὄνομα ἑκάστης αἱρέσεως ὑφ' ἡμῶν προδεδηλωμένης, καὶ περὶ τοῦ Τασκοδρουγιτῶν ὀνόματος αὖθις ἐροῦμεν. Ἔστι γὰρ τὸ ὄνομα τοῦτο ἢ ἐν αὐτῇ ταύτῃ, ἢ ἐν τῇ μετὰ ταύτην τῶν Κυϊντιλλιανῶν καλουμένῃ · ἀπ' αὐτῶν γὰρ τούτων ὁρμᾶται καὶ τοῦτο τὸ ὄνομα. Καλοῦνται δὲ διὰ τοιαύτην αἰτίαν Τασκοδρουγῖται. Τασκὸς παρ' αὐτοῖς πάσσαλος καλεῖται · δροῦγγος δὲ μυκτὴρ, εἴτουν ῥύγχος καλεῖται · καὶ ἀπὸ τοῦ τιθέναι ἑαυτῶν τὸν δάκτυλον τὸν λεγόμενον λιχανὸν ἐπὶ τὸν μυκτῆρα ἐν τῷ εὔχεσθαι, δῆθεν κατηφείας χάριν, καὶ ἐθελοδικαιοσύνης, ἐκλήθησαν ὑπό τινων Τασκοδρουγῖται, τουτέστι Πασσαλορυγχῖται. Ἐν ταύτῃ δὲ τῇ αἱρέσει, ἢ ἐν τῇ συζύγῳ ταύτης τῆς τῶν Κυϊντιλλιανῶν, εἴτουν Πρισκιλλιανῶν, καὶ Πεπουζιανῶν καλουμένῃ, δεινόν τι καὶ ἀθέμιτον ἔργον φασὶ γίνεσθαι. Παῖδα γὰρ κομιδῇ νήπιον κατὰ ἑορτήν τινα δι' ὅλου τοῦ σώματος κατακεντῶντες ῥαφίσι χαλκαῖς, τὸ αἷμα αὐτοῦ προσπορίζονται ἑαυτοῖς εἰς ἐπιτήδευσιν δῆθεν θυσίας.
Moreover, that we may leave out nothing of what pertains to the name of each heresy previously set forth by us, we shall also speak next concerning the name of the Tascodrugitae. For this name exists either in this very heresy, or in the one after this called that of the Quintillians; for from these very people this name too takes its origin. And they are called Tascodrugitae for the following reason. Tascos amongst them is the name for a peg; and drungos is the name for a nostril, that is to say, a snout; and from placing their own finger—the one called the forefinger—upon the nostril while praying, ostensibly for the sake of dejection and self-chosen righteousness, they were called by some Tascodrugitae, that is, Passalorynchitae. And in this heresy, or in the sister heresy of this one, called that of the Quintillians, or Priscillians, and Pepuzians, they say that a dreadful and unlawful deed takes place. For piercing a quite tiny infant child all over the body with bronze needles during a certain festival, they procure its blood for themselves for the practice, ostensibly, of sacrifice.
ΙΕʹ. Ἀρκέσει δὲ ἡμῖν ἃ καὶ περὶ ταύτης εἰρήκαμεν, ὦ ἐπιπόθητοι. Ἐπηγγειλάμεθα γὰρ ἀπὸ ἑκάστης τῆς μὲν αἱρέσεως μὴ φθονῆσαι, ἀλλὰ ὑποφῆναι εἴ τε δι' ἀκοῆς, ἅ τε ὑπὸ ἐγγράφων, καὶ ἅ τε ὑπό τινων ἀληθῶς πιστωσαμένων τὴν ἡμῶν ἔννοιαν κατειλήφαμεν · ἵνα, μηδέν τι περιττὸν ὧν (τε) ἔγνωμεν ποιησάμενοι, ὑπὸ συνείδησιν δόξωμεν εἶναι, μὴ ὀρθὰ καὶ αὐτοὶ ἐφευρίσκοντες κατὰ ἀνθρώπων λέγειν, ἀλλὰ ὑποπίπτοντες πάθει, ᾧ καὶ αὐτοὶ ὑπέπεσαν, ἀλήθειαν μὴ λέγοντες, ἀλλὰ κηρύσσοντες ἃ μὴ ἑωράκασιν, οὐδὲ ἤκουσαν, οὐδὲ παρὰ τῆς ἀληθῶς διδασκαλίας τοῦ ἁγίου Πνεύματος παρειλήφασιν. Ἀκριβῶς δὲ πάντα, ὡς ἔφην, διεξερχόμενοι περὶ ἑκάστης αἱρέσεως, τὸ μὲν δεινὸν ἀποκαλύπτοντες εἰς διόρθωσιν τῶν παρεντυγχανόντων, καὶ διὰ τῆς ἀνατροπῆς τῶν ἀπὸ θείων λόγων, καὶ ἐξ ὀρθῶν λογισμῶν ποιούμενοι, ἰατικὸν, ὡς εἰπεῖν, φάρμακον κατὰ διττοὺς τρόπους
Chapter XV. What we have also said concerning this heresy will suffice for us, O dearly beloved. For we promised not to begrudge anything from each heresy, but to set forth whatever we have grasped either by report, or from written records, or from certain persons who have truly assured our mind; lest, making anything superfluous beyond the things that we came to know, we should appear under our conscience to be inventing untrue things ourselves to speak against men, and falling into the very passion into which they themselves fell, not speaking the truth, but proclaiming things which they have neither seen, nor heard, nor received from the true teaching of the Holy Spirit. Going through all things accurately, as I said, concerning each heresy, uncovering on the one hand what is dreadful for the correction of those who come across them, and on the other hand working through the refutation drawn from divine words and from sound reasonings, in twofold ways a healing remedy, so to speak,
PG 41:880Read from the page
κατασκευάζοντες ἐν Κυρίῳ · τοῖς μὲν διερχομένοις εἰς τὸ ἀνασφῆλαι τῆς νόσου, καὶ τῆς τοσαύτης ἀλγηδόνος · τοῖς δὲ μηδὲ παρεμπεσοῦσί ποτε προκαταληπτικὸν, ὡς εἰπεῖν, τὸ βοήθημα, τοῦ τῆς ἀληθείας φαρμάκου μεταδιδόντες τοῖς συνετοῖς, μαθηταὶ καὶ αὐτοὶ κληθῶμεν τῶν τοῦ Χριστοῦ μαθητῶν, καὶ αὐτοῦ τοῦ Σωτῆρος, βοηθοῦ ὑπάρχοντος σωμάτων καὶ ψυχῶν.
preparing in the Lord: imparting the medicine of truth to the prudent—both to those passing through it so as to recover from the disease and from such great pain, and to those who have never fallen into it at all as a preventative aid, so to speak—that we ourselves also may be called disciples of the disciples of Christ, and of the Saviour Himself, Who is the helper of bodies and souls.
Ὡς δὲ καὶ τὴν ἐνταῦθα ἱκανῶς εισηγησάμενοι περὶ ταύτης τῆς αἱρέσεως ἐργασίαν, σὺν δυνάμει Χριστοῦ ἐπὶ τὰς ἑξῆς προβῆναι ἑαυτοὺς ἐπιδῶμεν · τὸν μὲν ἰὸν, τὰ ἀγκιστροειδῆ τῶν ὀδόντων αὐτῆς φάρμακα ἐν τῷ τῆς ἀληθείας τοῦ σταυροῦ ξύλῳ καταθλάσαντες, τῇ αἱμοῤῥοίᾳ ἐχίδνῃ ἐοικυίᾳ, ἧς ἡ λύμη τῶν δεδηγμένων παντὸς τοῦ σώματος ἐκκρίνει, καὶ οὕτως τὸν θάνατον ἐκβάλλει. Αὕτη γὰρ καὶ ἡ τῶν Κυϊντιλλιανῶν αἵρεσις τοῦτο ἐπιτελεῖ. Ἀφθόρου γὰρ παιδὸς κατακεντᾷ τὸ σῶμα, καὶ τὸ αἷμα δῆθεν εἰς μετάληψιν ἀποφέρεται, εἰς μυσταγωγίαν ὀνόματος Χριστοῦ τοὺς ἠπατημένους πλανῶσα.
Having now sufficiently set forth the treatise here concerning this heresy as well, let us with the power of Christ apply ourselves to proceed to those that follow; having crushed its venom, the hooked poisons of its fangs, upon the wood of the truth of the cross—resembling as it does the haemorrhoid viper, whose bane drains out [the blood] of the whole body of those who have been bitten, and thus brings forth death. For this heresy of the Quintillians too accomplishes this very thing. For it pierces all over the body of an uncorrupted child, and carries off the blood, ostensibly for partaking, leading astray those who have been deceived into an initiation of mysteries in the name of Christ.
Ἡμεῖς δὲ ἐπὶ τὰς ἑξῆς ἐν δυνάμει Χριστοῦ προσερχόμενοι, τὴν αὐτοῦ ἀλήθειαν ἐπικαλεσώμεθα · ὅπως, ἑκάστης πλάνης ἰχνηλατήσαντες, τὴν δύναμιν φωράσαντές τε καὶ ἐλέγξαντες, Θεῷ ἐν πᾶσι συνήθως εὐχαριστήσωμεν.
And let us, approaching in the power of Christ the heresies that follow, call upon His truth; so that, having tracked down each error, and having both detected and refuted its power, we may in all things give thanks to God as is our custom.
ΚΑΤΑ ΚΥΪΝΤΙΛΛΙΑΝΩΝ,
AGAINST THE QUINTILLIANS,
Εἴτ' οὖν Πεπουζιανῶν, καὶ Πρισκιλλιανῶν, οἷς συνέπονται Ἀρτοτυρῖται, ΚΘʹ, ἡ καὶ ΜΘʹ.
That is, Pepuzians and Priscillians, whom the Artotyritae accompany, Heresy XXIX, which is also XLIX.
Αʹ. Κυϊντιλλιανοὶ δὲ πάλιν, οἱ καὶ Πεπουζιανοὶ καλούμενοι, Ἀρτοτυρῖταί τε καὶ Πρισκιλλιανοὶ λεγόμενοι, οἱ αὐτοὶ μὲν ὄντες κατὰ Φρύγας, καὶ ἐξ αὐτῶν ὁρμώμενοι · διῄρηνται δὲ κατά τινα τρόπον. Φασὶ γὰρ οὗτοι οἱ κατὰ Φρύγας, εἴτουν Πρισκιλλιανοὶ, ἐν τῇ Πεπούζῃ ἢ Κυΐντιλλαν, ἢ Πρίσκιλλαν, οὐκ ἔχω ἀκριβῶς λέγειν, μίαν δὲ ἐξ αὐτῶν, ὡς προεῖπον, ἐν τῇ Πεπούζῃ κεκαθευδηκέναι, καὶ τὸν Χριστὸν πρὸς αὐτὴν ἐληλυθέναι, συνυπνωκέναι τε αὐτῇ τούτῳ τῷ τρόπῳ, ὡς ἐκείνη ἀπατωμένη ἔλεγεν · Ἐν ἰδέᾳ, φησὶ, γυναικὸς ἐσχηματισμένος ἐν στολῇ λαμπρᾷ ἦλθε πρὸς μὲ Χριστὸς, καὶ ἐνέβαλεν ἐν ἐμοὶ τὴν σοφιαν, καὶ ἀπεκάλυψέ μοι τουτονὶ τὸν τόπον εἶναι ἅγιον, καὶ ὧδε τὴν Ἱερουσαλὴμ ἐκ τοῦ οὐρανοῦ κατιέναι. Διὸ, φησὶ, καὶ ἄχρι τῆς δεῦρο μυοῦσθαί τινας οὕτω γυναῖκας ἐκεῖσε ἐν τῷ τόπῳ καὶ ἄνδρας, πρὸς τὸ ἐπιμεινάσας αὐτὰς ἢ αὐτοὺς τὸν Χριστὸν θεωρῆσαι. Γυναῖκες οὖν παρ' αὐτοῖς καλοῦνται προφήτιδες. Οὐ πάνυ δὲ σαφῶς οἶδα, ἢ παρ' αὐτοῖς, ἢ παρὰ τοῖς κατὰ Φρύγας. Ὁμοῦ γάρ εἰσι, καὶ αὐτὸ τὸ φρόνημα κέκτηνται.
Chapter I. The Quintillians in turn, who are also called Pepuzians, and are termed Artotyritae and Priscillians, while being the same as the Cataphrygians and springing from them, are nevertheless divided in a certain way. For these Cataphrygians, that is, Priscillians, say that in Pepuza either Quintilla or Priscilla—I cannot state precisely which, but one of them, as I said before—slept in Pepuza, and that Christ came to her and slept beside her in the following manner, as that deluded woman used to say: Fashioned in the form of a woman, she says, in bright apparel Christ came to me, and cast wisdom into me, and revealed to me that this very place is holy, and that here Jerusalem descends from heaven. Wherefore, he says, even down to the present time certain women and men are thus initiated there on the spot, so that by tarrying there those women or men may behold Christ. Women, accordingly, are called prophetesses amongst them. Yet I do not know quite clearly whether it is amongst them or amongst the Cataphrygians; for they are together, and hold the very same mindset.
Βʹ. Κέχρηνται δὲ οὗτοι Παλαιᾷ καὶ Νέᾳ Διαθήκῃ, καὶ ἀνάστασιν νεκρῶν ὁμοίως φάσκουσι. Κυΐντιλλαν δὲ ἔχουσιν ἀρχηγὸν ἅμα Πρισκίλλῃ, τῇ καὶ παρὰ τοῖς κατὰ Φρύγας. Φέρουσι δὲ μαρτυρίας πολλὰς μα-
Chapter II. Moreover, these people make use of the Old and New Testaments, and likewise affirm the resurrection of the dead. And they have Quintilla as founder together with Priscilla, who is also held amongst the Cataphrygians. And they bring forward many testimonies, va-
Notes, col. 880

On the reading

Printed εισηγησάμενοι, for εἰσηγησάμενοι.

Printed σοφιαν, for σοφίαν.

PG 41:881Read from the page
ταίας, χάριν διδόντες τῇ Εὔᾳ, ὅτι πρώτη βέβρωκεν ἀπὸ τοῦ ξύλου τῆς φρονήσεως. Καὶ τὴν ἀδελφὴν τοῦ Μωϋσέως ὡς προφήτιδα λέγουσιν, εἰς μαρτυρίαν τῶν παρ' αὐτοῖς καθισταμένων γυναικῶν ἐν κλήρῳ. Ἀλλὰ, φησὶ, τέσσαρες θυγατέρες ἦσαν τῷ Φιλίππῳ προφητεύουσαι. Πολλάκις δὲ ἐν τῇ ἑαυτῶν ἐκκλησίᾳ εἰσέρχονται λαμπαδηφοροῦσαι ἑπτά τινες παρθένοι, λευχείμονες, δῆθεν ἐρχόμεναι, ἵνα προφητεύσωσι τῷ λαῷ. Αἱ δὲ τρόπον τινὰ ἐνδεικνύμεναι ἐνθουσιασμοῦ τοῖς παροῦσι λαοῖς ἀπάτην ἐργάζονται, κλαίειν τε ποιοῦσιν, ὡς οἶκτον μετανοίας ἄγουσαι, δάκρυα χεόμεναι, καὶ σχήματί τινι ἐποδυρόμεναι τὸν τῶν ἀνθρώπων βίον. Ἐπίσκοποί τε παρ' αὐτοῖς γυναῖκες, καὶ πρεσβύτεροι γυναῖκες, καί τὰ ἄλλα · ὡς μηδὲν διαφέρειν φησίν. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε ἄρσεν οὔτε θῆλυ. Ταῦτά ἐστιν, ἃ κατειλήφαμεν. Ἀρτοτυρίτας δὲ αὐτοὺς καλοῦσιν ἀπὸ τοῦ ἐν τοῖς αὐτῶν μυστηρίοις ἐπιτιθέντας ἄρτον καὶ τυρὸν, καὶ οὕτως ποιεῖν τὰ αὐτῶν μυστήρια.
nies, giving thanks to Eve because she first ate from the tree of knowledge. And they speak of the sister of Moses as a prophetess, in testimony for the women appointed amongst them in the clergy. Moreover, he says, Philip had four daughters who prophesied. And oftentimes in their assembly seven virgins enter carrying torches, clad in white, coming in ostensibly to prophesy to the people. And displaying a certain manner of frenzy, they work deceit upon the peoples present, and make them weep, as though bringing forth a lament of repentance, shedding tears, and with a certain gesture bewailing human life. Both bishops amongst them are women, and presbyters are women, and the other orders; as though, he says, there is no difference: For in Christ Jesus there is neither male nor female. These are the things that we have ascertained. And they call them Artotyritae from their setting forth bread and cheese in their mysteries, and thus celebrating their mysteries.
Γʹ. Πᾶσα δὲ ἀνθρώπων χλεύη ἐν τῷ ἀποστῆναι ἀπὸ τῆς ὀρθῆς πίστεως, καὶ εἰς ἀμηχανίαν τρέπεσθαι, καὶ εἰς διαφορὰν ἐνθουσιασμῶν τε καὶ ἐνεργειῶν. Ἐκβακχευόμεναι γὰρ αἱ διάνοιαι ἀεὶ τοὺς μὴ κατέχοντας τὴν ἄγκυραν τῆς ἀληθείας, ἀλλ' ἐπιδιδόντας ἑαυτοὺς τῷ φέροντι κατὰ πᾶσαν ἀτιοῦν αἰτίαν. Κἄν τε γὰρ γυναῖκες παρ' αὐτοῖς εἰς ἐπισκοπὴν καὶ πρεσβυτέριον καθίστανται διὰ τὴν Εὔαν, ἀκούουσι τοῦ Κυρίου λέγοντος · Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Λέληθε δὲ αὐτοὺς καὶ ὁ ἀποστολικὸς λόγος · ὅτι Γυναικὶ οὐκ ἐπιτρέπω λαλεῖν, οὔτε αὐθεντεῖν ἀνδρός · καὶ πάλιν · Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς, ἀλλὰ γυνὴ ἐξ ἀνδρός · καὶ, Ὁ Ἀδὰμ οὐκ ἠπάτηται, ἀλλ' ἡ Εὔα πρώτη ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Καὶ ὢ τῆς πολυφόρου πλάνης τοῦ κόσμου τούτου !
Chapter III. Every mockery amongst men lies in departing from the right faith, and turning aside into helplessness, and into a variety of frenzies and workings. For minds driven to frenzy ever carry away those who do not hold fast the anchor of truth, but give themselves over to whatever bears them along upon any occasion whatsoever. For even if women amongst them are appointed to the episcopate and presbyterate on account of Eve, they hear the Lord saying: Unto thy husband shall be thy turning, and he shall rule over thee. And the apostolic word too has escaped their notice: I do not permit a woman to speak, nor to exercise authority over a man; and again: For man is not from woman, but woman from man; and: Adam was not deceived, but Eve, having first been deceived, came to be in transgression. Oh, the manifold error of this world!
Διὸ ὡς νωδόν τι καὶ ἀφροσύνης ἔμπλεον, ἀσκαλαβώτου δίκην ταύτην παρελθὼν, ἐπὶ τὰς ἑξῆς βαδιοῦμαι, ὦ ἀγαπητοὶ, Θεὸν ἐπικαλούμενοι εἰς βοήθειαν τῆς ἡμετέρας ταπεινότητος, καὶ εἰς πλήρωσιν τῆς ἡμῶν ἐπαγγελίας.
Wherefore, passing by this toothless heresy full of folly like a gecko, I shall proceed to those that follow, O beloved, calling upon God for the help of our lowliness, and for the fulfilment of our promise.
ΚΑΤΑ ΤΕΣΣΑΡΕΣΚΑΙΔΕΚΑΤΙΤΩΝ,
AGAINST THE QUARTADECIMANS,
Τριακοστὴ, ἡ καὶ πεντηκοστή.
Heresy XXX, which is also L.
Αʹ. Ἀπὸ τούτων τῶν δύο αἱρέσεων ὁμοῦ ἀλλήλαις
Chapter I. From these two heresies together with one another
Notes, col. 881

On the reading

Printed καί, for καὶ.

Printed ἀτιοῦν, for ὁτιοῦν.