Migne Reading Room

PG 41 · cols. 860–869 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:860Read from the page
κατὰ τὴν ἀναλογίαν τῆς πίστεως πρὸς τὸ συμφέρον. Τί οὖν συμφέρον οὗτοι εἰρήκασιν; ἢ ποῖον ἀνάλογον τῆς πίστεως; Πῶς δὲ οὐχὶ μᾶλλον οὗτοί εἰσι, περὶ ὧν εἶπεν ὁ Κύριος, ὅτι Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες; Συγκρίνοντες γὰρ τὰ παρ' αὐτῶν εἰρημένα, καὶ κατὰ τὴν Παλαιὰν Διαθήκην καὶ Καινὴν ἐν ἀληθείᾳ ὄντα, καὶ ἐν ἀληθείᾳ γενόμενα, καὶ προπεφητευμένα, δοκιμάσωμεν ποία προφητεία τυγχάνει, καὶ ποία ψευδοπροφητεία. Ὁ προφήτης μετὰ καταστάσεως λογισμῶν, καὶ παρακολουθήσεως ἐλάλει, καὶ ἐφθέγγετο ἐκ Πνεύματος ἁγίου, τὰ πάντα ἐῤῥωμένως λέγων· ὡς Μωϋσῆς ὁ θεράπων τοῦ Θεοῦ, καὶ πιστὸς ἐν οἴκῳ. Ὁ βλέπων ἐλέγετο ὁ προφήτης ἐν τῇ Παλαιᾷ Διαθήκῃ. Ὅρασις, φησὶν, ἣν εἶδεν Ἠσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης. Εἶδον, φησὶ, τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ, καὶ ἐπηρμένου. Καὶ εἶδον σεραφὶμ καὶ χερουβίμ· καὶ ἤκουσα φωνῆς Κυρίου λεγούσης πρός με· Βάδιζε, εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ μάθητε· καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε. Καὶ ἀκούσας παρὰ τοῦ Κυρίου, ἐλθὼν πρὸς τὸν λαὸν ἔφη· Τάδε λέγει Κύριος.
according to the proportion of faith unto what is profitable. What, then, that is profitable have these spoken? Or what proportionate to the faith? How are these not rather those of whom the Lord said, Beware of false prophets, who come to you in sheep's clothing, yet inwardly are ravening wolves? For comparing the things spoken by them, and the things that in truth exist according to the Old Covenant and the New, and have come to pass in truth, and been foretold, let us test what is prophecy, and what is false prophecy. The prophet spoke with steadiness of thoughts and with comprehension, and uttered speech from the Holy Spirit, saying all things soundly; as Moses the servant of God, and faithful in His house. He who sees was what the prophet was called in the Old Covenant. The vision, says he, which Isaiah son of Amoz the prophet saw. I saw, says he, the Lord sitting upon a high and exalted throne. And I saw seraphim and cherubim; and I heard the voice of the Lord saying to me: Go, say to this people: With hearing you shall hear, and shall by no means understand; and seeing you shall see, and shall by no means perceive. And having heard from the Lord, coming to the people he said: Thus says the Lord.
Οὐχ ὁρᾷς, ὅτι παρακολουθοῦντος ὁ λόγος, καὶ οὐκ ἐξισταμένου, οὔτε ὡς ἐξισταμένης διανοίας ἡ φθογγὴ ἀπεδίδοτο; Ὡσαύτως δὲ καὶ Ἰεζεκιὴλ ὁ ἅγιος καὶ προφήτης, ἀκούων παρὰ Κυρίου, ὅτι Ποίησον σεαυτῷ ἄρτον ἐπὶ κόπρου ἀνθρωπείας, ἔλεγε· Μηδαμῶς, Κύριε· οὐδέποτε κοινὸν παὶ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου. Γινώσκων γὰρ τὴν δι' ἀπειλὴν λεγομένην πρὸς αὐτὸν ῥῆσιν ὑπὸ Κυρίου, καὶ οὐχ, ὡς ἐν ἐκστάσει διανοίας φερόμενος, ἐπεβάλλετο τοῦτο πράττειν· ἀλλ' ἠξίου ἐῤῥωμένην ἔχων τὴν διάνοιαν, καὶ παρακολουθοῦσαν, καὶ ἔλεγε· Μηδαμῶς, Κύριε. Ταῦτα γὰρ ἀληθῶς προφητῶν ἐν ἁγίῳ Πνεύματι ἐῤῥωμένην ἐχόντων τὴν διάνοιαν, καὶ τὴν διδασκαλίαν, καὶ τὴν διαλογήν. Ὁ δὲ Δανιὴλ οὐχ εὑρίσκεται πάσης συνέσεως ἔμπλεως, καὶ τοῖς φρονήμασι παρακολουθῶν; ὃς τὰ αἰνίγματα τοῦ Ναβουχοδονόσωρ ἐπέλυσε, καὶ ἃ ἐκεῖνος δι' ὀνειράτων ἐθεάσατο, καὶ ἀπέστη ἀπ' αὐτοῦ τοῦ ἑωρακότος, οὕτως ὑπομιμνήσκει· καὶ τὴν ἐπίλυσιν εὐθὺς ἐπέφερεν ἐῤῥωμένῃ καταστάσει, καὶ ὑπερβολῇ χαρίσματος, περιττοτέρως τὴν φρόνησιν ἔχων ὑπὲρ πάντα ἄνθρωπον διὰ τὸ χάρισμα τοῦ ἁγίου Πνεύματος, τὸ σοφίζον ὄντως τὸν προφήτην, καὶ τοὺς διὰ τοῦ προφήτου τῆς διδασκαλίας τῆς ἀληθείας καταξιουμένους. Ἃ δὲ οὗτοι ἐπαγγέλλονται προφητεύειν, οὐδὲ εὐσταθοῦντες φανοῦνται, οὔτε παρακολουθίαν λόγου ἔχοντες. Λοξὰ γὰρ τὰ παρ' αὐτῶν ῥήματα, καὶ σκαληνὰ, καὶ οὐδεμιᾶς ὀρθότητος ἐχόμενα.
Do you not see that the discourse was that of one possessing comprehension, and not of one out of his senses, nor was the utterance delivered as from an ecstatic mind? In like manner also Ezekiel, the saint and prophet, hearing from the Lord, Make for yourself bread upon human dung, said: By no means, Lord; never has anything common and unclean entered into my mouth. For knowing the saying spoken to him by way of threat by the Lord, and not being carried away as in an ecstasy of mind, he did not set about doing this; rather, possessing a sound and comprehending mind, he entreated and said: By no means, Lord. For these things truly belong to prophets possessing in the Holy Spirit a sound mind, and teaching, and discernment. And is not Daniel found full of all understanding, and comprehending his thoughts? He who solved the riddles of Nebuchadnezzar, and the things which that man had beheld through dreams, and which had departed from him who had seen them, thus calls them to mind; and straightway brought forward the interpretation in a sound state, and through an abundance of spiritual gift, possessing prudence exceedingly beyond every man through the gift of the Holy Spirit, which truly makes wise the prophet, and those counted worthy through the prophet of the teaching of the truth. Yet as for the things which these profess to prophesy, they will appear neither steady, nor possessing coherence of reason. For crooked are the words that come from them, and uneven, and holding to no uprightness.
Notes, col. 860

On the reading

Printed παὶ, for καὶ.

PG 41:861Read from the page
Δʹ. Εὐθὺς γὰρ ὁ Μοντανός φησιν· Ἰδοὺ ἄνθρωπος ὡσεὶ λύρα· κἀγὼ ἵπταμαι ὡσεὶ πλῆκτρον. Ὁ ἄνθρωπος κοιμᾶται· κἀγὼ γρηγορῶ. Ἰδοὺ Κύριός ἐστιν ὁ ἐκστάνων καρδίας ἀνθρώπων, καὶ διδοὺς καρδίας ἀνθρώποις. Τίς τοίνυν τῶν παρακολουθούντων, καὶ μετὰ συνέσεως δεχομένων τὸν τῆς ὠφελείας λόγον, καὶ τῆς ἑαυτῶν ζωῆς ἐπιμελομένων, οὐ καταγνώσεται τῆς τοιαύτης παραπεποιημένης ὑποθέσεως, καὶ τοῦ λόγου τοῦ αὐχοῦντος ἑαυτὸν ἐν προφήταις καταλέγεσθαι, μὴ δυναμένου τὰ ὅμοια λέγειν προφήταις; Οὔτε γὰρ Πνεῦμα ἅγιον ἐλάλησεν ἐν αὐτῷ. Τὸ γὰρ εἰπεῖν· Ἐφίπταμαι, καὶ πλήσσω, καὶ γρηγορῶ, καὶ ἐξιστᾷ Κύριος καρδίας, ἐκστατικοῦ ῥήματα ὑπάρχει ταῦτα, καὶ οὐχὶ παρακολουθοῦντος, ἀλλὰ ἄλλον χαρακτῆρα ὑποδεικνύοντος παρὰ τὸν χαρακτῆρα τοῦ ἁγίου Πνεύματος, τοῦ ἐν προφήταις λελαληκότος.
Chapter IV. For straightway Montanus says: Behold, a man is as a lyre, and I fly like a plectrum. The man sleeps, and I keep watch. Behold, it is the Lord Who puts the hearts of men beside themselves, and gives hearts to men. Who, then, of those who comprehend, and receive with understanding the word of benefit, and take care for their own life, will not condemn such a counterfeited premise, and the speech of one who boasts of numbering himself among prophets, yet is unable to speak things like the prophets? For neither did the Holy Spirit speak in him. For to say: I fly upon, and I strike, and I keep watch, and the Lord puts hearts beside themselves—these are words of an ecstatic man, and not of one possessing comprehension, rather of one displaying another character beside the character of the Holy Spirit Who has spoken in the prophets.
Εἰ δὲ θελήσουσι παραπλέκειν τῇ ἀληθείᾳ τὸ ψεῦδος, καὶ ἀγνοεῖν τὸν νοῦν τὸν τῆς ἀκριβείας ἐπιμελόμενον, ἑαυτοῖς δὲ ἐπισωρεύειν λόγους, δι' ὧν παραποιητεύονται τὴν ἑαυτῶν πλάνην, ὁμοίαν τινὰ ἀποτελέσαι παραστήσουσιν ἀπὸ τοῦ τὴν ἁγίαν Γραφὴν εἰρηκέναι· Ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε· καὶ οὐκέτι ὅμοιον τοῦτο ἐκείνου. Οὐ γὰρ καὶ ἐνταῦθα σῶμα ἔμελλε πλάσσειν ὁ Θεὸς, ἀφ' οὗ εἰς ἔκστασιν ἔφερεν, ἵνα τὰ ὅμοια ἐπενέγκῃ δι' ὑπερβολὴν τῆς φιλανθρωπίας· τῷ γὰρ Ἀδὰμ ἐπήνεγκε τὴν ἔκστασιν τοῦ ὕπνου, οὐκ ἔκστασιν φρενῶν. Ἔκστασις δὲ κατὰ διαφορὰς πολλὰς ἔχει τὸν τρόπον. Ἔκστασις δι' ὑπερβολὴν θαύματος λέγεται. Ἔκστασις λέγεται ἡ μανία, διὰ τὸ ἐκστῆναι τοῦ προκειμένου. Ἐκείνη δὲ ἡ τοῦ ὕπνου ἔκστασις κατὰ ἄλλον τρόπον ἐῤῥέθη, κατὰ τὴν φυσικὴν ἐνέργειαν· μάλιστα δὲ τῷ βαθυτάτως αὐτὴν ἐπενηνέχθαι τῷ ἁγίῳ Ἀδὰμ, καὶ ἐν χειρὶ Θεοῦ πεπλασμένῳ.
And if they should wish to interweave falsehood with the truth, and to ignore the mind that cares for precision, while heaping up arguments for themselves whereby they counterfeit their own error, they will seek to show that they produce something similar from the fact that Holy Scripture has said: God cast an ecstasy upon Adam, and he slept; yet this is no longer like that. For here God was not also about to fashion a body from him whom He brought into ecstasy, so as to bring similar things upon him through an abundance of loving-kindness; for upon Adam He brought the ecstasy of sleep, not an ecstasy of wits. Now ecstasy has its manner according to many differences. Ecstasy is spoken of by reason of an excess of wonder. Madness is called ecstasy, because of standing outside what lies before one. Yet that ecstasy of sleep was spoken of in another manner, according to natural operation; and above all because it had been brought most deeply upon holy Adam, who had also been fashioned by the hand of God.
Εʹ. Καὶ γὰρ ἀληθῶς ἔστιν ἰδεῖν, ὡς δικαίως ἔκστασιν ταύτην ἡ θεία Γραφὴ βέβληκεν. Ἐν τῷ γὰρ ὑπνοῦν τὸν ἄνθρωπον μεθίστανται πᾶσαι αἱ αἰσθήσεις εἰς ἀνάπαυσιν τραπεῖσαι. Ὡς οἷον εἰπεῖν, παροῦσα ἡ διορατικὴ οὐχ ὁρᾷ· ἀποκέκλεισται γὰρ τὸ ὄμμα· ἡσυχάζει τὸ κινοῦν ἐν τῷ ἀνθρώπῳ πνεῦμα, εἴτ' οὖν ψυχή· δυσοδμίας οὔσης ἐν οἴκῳ, καὶ εὐοδμίας, καίτοι γε παρούσης τῆς ὀσφραντικῆς αἰσθήσεως, οὐκ ἀντιλαμβάνεται· ἐξέστη γὰρ ἡ τοιαύτη αἴσθησις εἰς ἀνάπαυσιν τραπεῖσα. Πικρῶν ὄντων χυμῶν ἐν τῷ στόματι, ἢ ἁλμυρῶν, ἢ γλυκέων, τὸ γευστικὸν οὐκ αἰσθάνεται· ἐπειδήπερ ἐν ἐκστάσει τῆς ἀναπαύσεως κεῖται μὴ ἐνεργοῦν, ὅπερ ἐν τῷ ὕπαρ ἐνήργει. Ἀκοὴ πάρεστιν· ἀλλ' ἀργεῖ τὸ ἀκουστικὸν κατὰ τὴν αἴσθησιν· καὶ πολλάκις τῶν λαλούντων ἐν οἴκῳ, εἰ μή τι διυπνισθῇ ὁ ἄνθρωπος, οὐχ ὑπακούει τῶν παρά τινων ῥηθέντων, διὰ τὸ ἀποστῆναι τὴν ἐνέργειαν πρὸς τὴν ὥραν. Τινῶν κνωδάλων διερχομένων διὰ τοῦ ἡμετέ-
Chapter V. For indeed one may truly see how justly divine Scripture has set down this ecstasy. For when a man sleeps, all the senses are shifted, being turned to rest. So to speak, though the faculty of sight is present, it does not see; for the eye is shut fast; the moving spirit in the man—or soul—is at rest; when there is a foul odour in the house, or a sweet fragrance, even though the sense of smell is present, it does not perceive it; for such a sense has stood aside, being turned to rest. When bitter juices are in the mouth, or salty, or sweet, the faculty of taste does not perceive them, inasmuch as it lies in the ecstasy of rest, not exercising what it exercised in waking life. Hearing is present; yet the faculty of hearing is inactive as regards perception; and oftentimes when people are speaking in a house, unless the man is awakened, he does not hearken to the things spoken by certain persons, because its operation stands aside for the time. When certain creatures pass across our
PG 41:864Read from the page
ρου σώματος, οὐκ αἰσθανόμεθα τῆς αὐτῶν περὶ τὸ σῶμα ἡμῶν ἁφῆς, εἰ μή τι βαρέως ἐπιθῶνται ἡμῖν τὰ κνώδαλα· ὡς τοῦ παντὸς ὀργάνου διὰ τὴν ἀνάπαυσιν τοῦ ὕπνου ἐκστάντος ἀπὸ τῆς ἐνεργείας. Τὸ μὲν γὰρ ὄργανον φύσεως ὂν γηῖνης, καὶ περὶ τὴν ψυχὴν ἔχον, διὰ τὸ οὕτως ἐκ Θεοῦ τῶν χρησίμων ἡμῖν γεγενῆσθαι, ἀποδίδοται τῷ ὕπνῳ καιρὸς, μεθιστῶν αὐτὸ ἀπὸ τῆς ἐνεργεστάτης αἰσθήσεως εἰς μετάστασιν ἀναπαύσεως. Αὐτὴ δὲ ἡ ψυχὴ οὐκ ἐξέστη τοῦ ἡγεμονικοῦ οὐδὲ τοῦ φρονήματος. Πολλάκις γὰρ φαντάζεται ἑαυτὴν ὡς ἐν γρηγορήσει, καὶ περιπατεῖ, καὶ ἐργάζεται, καὶ ποντοπορεῖ, καὶ ἐν πλείοσι καὶ μείζοσι τούτων δι' ὀνειράτων ἑαυτὴν θεωμένη· ἢ μὴν κατὰ τὸν ἀφραίνοντα, καὶ ἐν ἐκστάσει γινόμενον ἐκστατικὸν ἄνθρωπον, τὸν τῷ σώματι καὶ τῇ ψυχῇ ἐγρηγορότα, τὰ δεινὰ μεταχειριζόμενον, καὶ πολλάκις ἑαυτῷ δεινῶς χρώμενον καὶ τοῖς πέλας. Ἀγνοεῖ γὰρ ἃ φθέγγεταί τε καὶ πράττει· ἐπειδήπερ ἐν ἐκστάσει γέγονεν ἀφροσύνης ὁ τοιοῦτος.
body, we do not perceive their touch about our body, unless the creatures press heavily upon us; since the entire organ, on account of the rest of sleep, has stood aside from its operation. For since the organ is of an earthly nature, and is situated around the soul, because it has thus been brought into being by God among things useful to us, a season is allotted to sleep, shifting it from its most active perception into a transition of rest. Yet the soul itself has not stood outside its ruling faculty nor its understanding. For oftentimes it imagines itself as in wakefulness, and walks about, and works, and traverses the sea, beholding itself through dreams even in more and greater things than these; far otherwise than the raving man who comes to be in ecstasy as an ecstatic man, who, while awake in body and in soul, takes dreadful things in hand, and oftentimes treats himself and his neighbours dreadfully. For he knows not what he utters and does, inasmuch as such a man has fallen into an ecstasy of folly.
Ϛʹ. Ταῦτα δὲ πάντα διὰ τὸ, Ἐπέβαλε Κύριος ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσεν, ἀνάγκην ἐσχήκαμεν, ὦ ἐπιπόθητοι, συναγαγεῖν τὰς διαφορὰς τῶν τρόπων τῆς ἐκστάσεως· καὶ ἐφράσαμεν δι' ἣν αἰτίαν ἐκεῖ παρὰ Κυρίου ἔκστασις εἴρηται ἡ τοῦ ὕπνου μετοχή· ὅτι διὰ τὴν τοῦ Θεοῦ φειδὼ καὶ φιλανθρωπίαν, ἣν πᾶσι μὲν ἀνθρώποις ὁ αὐτὸς δεδώρηται, εἰ τὸ μεταφέρεσθαι τὸν ἄνθρωπον ἀπὸ μερίμνης εἰς ἀνάπαυσιν ὕπνου καὶ τῶν τῷ βίῳ χρειωδῶν πραγμάτων. Ἐκεῖ δὲ περιττοτέρως ἐκείνην ἔκστασιν κέκληκε, διὰ τὸ ποιῆσαι αὐτὸν πρὸς τὴν ὥραν μὴ αἰσθάνεσθαι πόνου, δι' ἣν ἔμελλε λαμβάνειν πλευρὰν ἀπ' αὐτοῦ, καὶ πλάττειν αὐτὴν αὐτῷ εἰς γυναῖκα. Ἀλλὰ οὐκ ἦν ἔκστασις φρενῶν καὶ διανοημάτων. Εὐθὺς γὰρ ἀναστὰς ἐπέγνω, καὶ εἶπε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη. Καὶ ἐπίσταται γὰρ, ὡς ὁρᾷς, καὶ τὰ πρῶτα, καὶ τὰ παρόντα καὶ προφητεύει περὶ τῶν μελλόντων. Ἰδοὺ γὰρ ἐπέγνω τὰ πρῶτα, ὅτε ἦν ἐν ὕπνῳ, λέγων, ὅτι Ὀστοῦν ἐκ τῶν ὀστῶν μου. Καὶ ἐπέγνω τὰ παρόντα, μετὰ τὸ πλασθῆναι τὴν γυναῖκα, ἐπιγνοὺς αὐτὴν ἀπὸ τοῦ σώματος ἠρμένην. Καὶ προεφήτευσε περὶ τῶν ἐσομένων, ὅτι Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ταῦτα δὲ οὐκ ἐν ἐκστατικοῦ ἀνδρὸς, οὐδὲ ἀπαρακολουθήτου, ἀλλὰ ἐῤῥωμένην ἔχοντος τὴν διάνοιαν.
Chapter VI. Now all these things, on account of the saying, The Lord cast an ecstasy upon Adam, and he slept, we have found it necessary, O beloved, to gather together as the differences in the modes of ecstasy; and we have declared for what reason participation in sleep is there called ecstasy by the Lord: because through the sparing mercy and loving-kindness of God, which He Himself has bestowed upon all men, unto a man's being transferred from care into the rest of sleep and of the things needful for life. Yet there He has more especially called that state an ecstasy, because of making him for the time insensible of pain, on account of which He was about to take a rib from him, and fashion it into a woman for him. Yet it was not an ecstasy of wits and thoughts. For straightway upon rising he recognized it, and said: This is now bone of my bones, and flesh of my flesh; she shall be called woman, because out of her husband was she taken. For indeed he knows, as you see, both the first things, and the present things, and prophesies concerning the things to come. For behold, he recognized the first things, when he was asleep, saying, Bone of my bones. And he recognized the present things, after the woman was fashioned, recognizing her as taken from his body. And he prophesied concerning the things that should be, For this cause a man shall leave his father and his mother, and shall cleave to his wife, and the two shall be one flesh. Now these things belong not to an ecstatic man, nor to one devoid of comprehension, rather to one possessing a sound mind.
Ζʹ. Εἰ δὲ καὶ περὶ τοῦ, Ἐγὼ εἶπον ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης, λεκτέον, ἑτέρα πάλιν αὕτη ἡ δύναμις, οὐχ ὃν τρόπον τινὸς ἀφραίνοντος ἀνθρώπου καὶ ἐκστατικοῦ, μὴ γένοιτο! ἀλλὰ ὑποθαυμάζοντος, καὶ διανοουμένου ὑπὲρ τῶν κατὰ τὴν συνήθειαν λογισμῶν τῶν συμμέτρως ὁρωμένων
Chapter VII. And if one must also speak concerning the saying, I said in my ecstasy: Every man is a liar, another again is this force, not after the manner of some raving and ecstatic man—far be it!—rather of one marvelling somewhat, and pondering beyond the customary thoughts of things seen in due measure
Notes, col. 864

On the reading

Printed γηῖνης, for γηΐνης.

Printed εἰ, for εἰς.

PG 41:865Read from the page
τε καὶ πραττομένων. Ἐπειδὴ γὰρ ἐθαύμασεν προφήτης, διὰ θαυμασμὸν ἐνταῦθα λέγει. Γεγόνασι δὲ ἐν ἐκστάσει οἱ προφῆται, οὐκ ἐν ἐκστάσει λογισμῶν. Γέγονε γὰρ καὶ Πέτρος ἐν ἐκστάσει, οὐχὶ μὴ παρακολουθῶν τῷ λόγῳ, ἀλλ' ὁρῶν καθημερινῆς ἀκολουθίας ἕτερα παρὰ τοῖς ἀνθρώποις ὁρώμενα. Εἶδε γὰρ ὀθόνην καθιεμένην, καὶ πάντα τὰ τετράποδα, καὶ ἑρπετὰ, καὶ τοῦ οὐρανοῦ τὰ πετεινὰ ἐν αὐτῇ. Ὅρα δὲ, ὅτι παρακολουθεῖ, καὶ οὐκ ἦν ἐν ἐκστάσει φρενῶν ὁ ἅγιος Πέτρος· ὅτε γὰρ ἤκουσεν, Ἀνάστα, θῦσον, καὶ φάγε, οὐχ ὡς μὴ τὸν νοῦν ἐῤῥωμένος ἐπείσθη· ἀλλὰ φησὶ πρὸς τὸν Κύριον· Μηδαμῶς, Κύριε· οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου. Καὶ Δαβὶδ ὁ ἅγιος εἶπεν, ὅτι Πᾶς ἄνθρωπος ψεύστης. Ὁ δὲ λέγων, Εἶπον ἐγὼ, ἰδίᾳ ἔλεγε, καὶ περὶ τῶν ἀνθρώπων, ὅτι, ἔλεγε, Ψεύδονται. Ἄρα αὐτὸς οὐκ ἐψεύδετο. Ἐκπληττόμενος δὲ, καὶ θαυμάζων τὴν αὐτοῦ φιλανθρωπίαν, καὶ τὰ αὐτῷ παρὰ τοῦ Κυρίου κεκηρυγμένα, ἐθαύμαζε καθ' ὑπερβολήν· καὶ ὁρῶν πάντα ἄνθρωπον ἐνδεόμενον τοῦ ἐλέους τοῦ Θεοῦ, μόνῳ Κυρίῳ τὸ ἀληθεύειν ἐπέδωκε· πάντα δὲ ἄνθρωπον ὑπὸ ἐπιτίμιον ἔγνω· ἵνα δείξῃ τὸ ἀληθινὸν Πνεῦμα τὸ ἐν προφήταις λαλῆσαν, καὶ τὰ βάθη αὐτοῖς ἀποκαλύψαν τῆς τοῦ Θεοῦ γνώσεως καὶ ἀκριβείας. Ἐγένετο δὲ καὶ Ἀβραὰμ ἐν ἐκστάσει, οὐκ ἐν ἐκστάσει φρενῶν, ἀλλὰ ἐκστάσει φόβου. Ἔβλεπε γὰρ κλίβανον καὶ λαμπάδας περὶ τὴν τοῦ ἡλίου δύσιν. Καὶ ἄλλοι προφῆται ὁρῶντες τὰ ὁράματα ἐν διανοίᾳ ἐῤῥωμένῃ ἔλεγον. Ὡς ὁ Μωϋσῆς φησὶν· Ἔμφοβός εἰμι καὶ ἔντρομος. Ἔγνω δὲ Ἀβραὰμ, τὰ ὑπὸ τοῦ Κυρίου λεγόμενα· Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ ἔτη τετρακόσια. Καὶ ὁρᾷς, ὡς ἔστι τὰ πάντα ἐν ἀληθείᾳ ἰδεῖν, παρὰ τοῖς προφήταις εἰρημένα, καὶ ἐν ἐῤῥωμένῃ διανοίᾳ, καὶ ἐν σώφρονι λογισμῷ, καὶ οὐκ ἐν παραπληξίᾳ.
and done. For since the prophet marvelled, on account of wonder he speaks here. Now the prophets came to be in ecstasy, not in an ecstasy of thoughts. For Peter also came to be in ecstasy, not failing to comprehend the word, rather seeing things other than daily sequence seen among men. For he saw a sheet let down, and all the four-footed beasts, and creeping things, and the birds of heaven in it. Observe that holy Peter comprehends, and was not in an ecstasy of wits; for when he heard, Rise, slay, and eat, he did not obey as one unsound in mind, rather he says to the Lord: By no means, Lord; never has anything common or unclean entered into my mouth. And holy David said, Every man is a liar. Now in saying, I said, he spoke personally, and concerning men he said, They lie. Therefore he himself was not lying. Rather, being struck with amazement and marvelling at His loving-kindness, and at the things proclaimed to him by the Lord, he marvelled exceedingly; and seeing every man standing in need of the mercy of God, to the Lord alone he ascribed speaking truth, while he knew every man to be under censure; so that he might show the true Spirit Who spoke in the prophets, and revealed to them the depths of the knowledge and precision of God. Abraham also came to be in ecstasy, not in an ecstasy of wits, rather in an ecstasy of fear. For he beheld a furnace and torches around the setting of the sun. And other prophets, beholding visions, spoke in a sound mind. As Moses says: I am terrified and trembling. And Abraham knew the things spoken by the Lord: Knowing thou shalt know that thy seed shall be a sojourner in a foreign land four hundred years. And you see how one may behold all things in truth spoken among the prophets, both in a sound mind, and in sober reasoning, and not in derangement.
Ηʹ. Εἰ δὲ καὶ πάλιν θελήσουσι λέγειν· Οὐχ ὅμοια τὰ πρῶτα χαρίσματα τοῖς ἐσχάτοις· πόθεν τοῦτο ἔχουσι δεῖξαι; Ὁμοίως γὰρ ἀλλήλοις οἱ ἅγιοι προφῆται, καὶ οἱ ἅγιοι ἀπόστολοι προεφήτευσαν. Πρῶτον μὲν οὖν ἀνερχομένου τοῦ Σωτῆρος εἰς τὸν οὐρανὸν. καὶ ἰδόντες τοὺς δύο τοὺς ἐν ἐσθήσεσι λευκαῖς, οὐκ ἐν παραπληξίᾳ ὁρῶσιν· ἀλλὰ ἤκουον ἐῤῥωμένῃ τῇ διανοίᾳ, ὅτι Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε εἰς τὸν οὐρανὸν ἀτενίζοντες; Οὗτος ὁ Ἰησοῦς ἀφ' ὑμῶν εἰς τὸν οὐρανὸν ἀναληφθεὶς, οὕτως ἐλεύσεται, καὶ τὰ ἑξῆς. Εἶτα δὲ καὶ ὁ Πέτρος, ὡς ἔφην, ὁρῶν καὶ ἀκούων, καὶ ἀποκρινόμενος, καὶ λέγων, Μηδαμῶς, Κύριε, εὐσταθῶν ἦν τῇ διανοίᾳ. Ἄγαβος γὰρ προφητεύων ἔλεγε, καὶ κατὰ σχήματος θαυμα-
Chapter VIII. And if again they should wish to say: The first spiritual gifts were not like the last—whence are they able to show this? For in like manner with one another the holy prophets and the holy apostles prophesied. First, then, as the Saviour was ascending into heaven, upon seeing the two men in white robes, they do not behold them in derangement; rather they heard with a sound mind, Men of Galilee, why stand you gazing into heaven? This Jesus, Who was taken up from you into heaven, shall so come, and what follows. Then Peter also, as I said, seeing and hearing, and answering, and saying, By no means, Lord, was steady in mind. For Agabus, prophesying, spoke, and by way of a wondrous figure
PG 41:868Read from the page
στοῦ αἰνιττόμενος, λαβὼν τὴν ζώνην τοῦ Παύλου καὶ δήσας τοῖς ἰδίοις ποσὶ, φησὶν οὕτως· Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, δήσουσιν αὐτὸν, καὶ ἀποίσουσιν εἰς Ἱερουσαλήμ. Ἀλλὰ καὶ πάλιν ἐν Ἀντιοχείᾳ κατῆλθον προφῆται, καὶ κατήγγελλον λιμὸν ἔσεσθαι καθ' ὅλης τῆς οἰκουμένης. Καὶ οὐ διέπεσεν ὁ τούτων λόγος. Ἀλλ' ἵνα δείξῃ αὐτοὺς ἀληθινοὺς προφήτας, ἡ Γραφὴ εὐθὺς ἐπιφέρει λέγουσα· Ἥτις ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. Παῦλος δὲ ὁ ἁγιώτατος ἀπόστολος προφητεύων ἔλεγε· Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει· Ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποὶ, καὶ τὰ ἑξῆς. Καὶ πάλιν ἄλλοτε, ὅτι Ἀποστήσονται τινες τῆς ὑγιαινούσης διδασκαλίας, προσέχοντες πλάνοις καὶ διδασκαλίαις δαιμόνων, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν ἡμῖν, τοῖς μετ' εὐχαριστίας· ὡς σαφῶς ἐφ' ὑμῖν καὶ τοῖς ὁμοίοις ὑμῖν πεπλήρωται ἐξ αὐτῶν τῶν προκειμένων. Αἱ γὰρ πλείους τῶν αἱρέσεων τούτων τοῦ γαμεῖν κωλύουσιν, ἀπέχεσθαι βρωμάτων παραγγέλλουσιν, οὐχ ἕνεκεν πολιτείας προτρεπόμενοι, οὐχ ἕνεκεν ἀρετῆς μείζονος, καὶ βραβείων, καὶ στεφάνων, ἀλλὰ βδελυκτὰ τὰ ὑπὸ τοῦ Κυρίου γεγενημένα ἡγούμενοι.
hinting at it, taking the girdle of Paul and binding his own feet, speaks thus: The man whose girdle this is, him shall they bind, and carry away to Jerusalem. Moreover, again in Antioch prophets came down, and proclaimed that there would be a famine throughout the whole inhabited world. And their word did not fall to the ground. Rather, to show them true prophets, Scripture straightway adds, saying: Which came to pass under Claudius Caesar. And Paul, the most holy apostle, prophesying said: Now the Spirit expressly says: In the last days grievous times shall set in, and what follows. And again at another time, Some shall depart from sound teaching, giving heed to deceitful spirits and teachings of demons, forbidding to marry, [commanding] to abstain from foods, which God created to be partaken of by us with thanksgiving; as has clearly been fulfilled in you and those like you from the very things set before us. For most of these heresies forbid marrying, and command to abstain from foods, exhorting this not for the sake of ascetical conduct, not for the sake of greater virtue, and prizes, and crowns, rather deeming abominable the things brought into being by the Lord.
Ἡ δὲ ἁγία Ἐκκλησία καὶ παρθενίαν δοξάζει, καὶ μονότητα, καὶ ἁγνείαν καὶ χηροσύνην ἐπαινεῖ, καὶ γάμον σεμνὸν τιμᾷ καὶ δέχεται, Πορνείαν δὲ καὶ μοιχείαν, καὶ ἀσέλγειαν ἀπαγορεύει. Ὅθεν ἰδεῖν ἔστι τὸν χαρακτῆρα τῆς ἁγίας καθολικῆς Ἐκκλησίας, καὶ τοὺς παραπεποιημένους τῶν ἄλλων τρόπους· καὶ τὰ δοκιμασθέντα ἀποδιδράσκειν ἀπὸ πάσης πλάνης, καὶ σκολιᾶς ὁδοῦ, καὶ τρίβου ἀνάντη διακειμένης. Ἔφην γὰρ ἄνω, ὡς ἀπὸ τοῦ ἁγίου Ἀποστόλου προείρηται, καὶ πάλιν ἐρῶ, ὅτι ἀσφαλιζόμενος ἡμᾶς, καὶ τὸν χαρακτῆρα τῆς ἁγίας Ἐκκλησίας διαιρῶν ἀπὸ τῆς τῶν αἱρέσεων πλάνης, ἔφη, ὡς Τολμηρῶς τὰ ἐκ τοῦ Θεοῦ καλῶς τεταγμένα ἀπαγορεύοντες νομοθετοῦσι, φήσας περί τινων κωλυόντων γαμεῖν, καὶ ἀπέχεσθαι βρωμάτων. Καὶ γὰρ συμμετρίᾳ τινὶ ὁ Θεὸς Λόγος, ἐν τῷ Εὐαγγελίῳ φήσας, Θέλεις τέλειος γενέσθαι; συγγνωμονῶν τῇ τῶν ἀνθρώπων πλάσει καὶ ἀσθενείᾳ, χαίρει ἐπὶ τοῖς τὰ δοκίμια τῆς θεοσεβείας δυναμένοις ἐνδείκνυσθαι, παρθενίαν ἀσκεῖν αἱρουμένοις, καὶ ἁγνείαν, καὶ ἐγκράτειαν· τὴν δὲ μονογαμίαν τιμᾷ· εἰ καὶ μάλιστα τὰ χαρίσματα τῆς ἱερωσύνης, διὰ τῶν ἀπὸ μονογαμίας ἐγκρατευσαμένων, καὶ τῶν ἐν παρθενίᾳ διατελούντων κοσμήσας προετύπου· ὡς καὶ οἱ αὐτοῦ ἀπόστολοι τὸν ἐκκλησιαστικὸν κανόνα τῆς ἱερωσύνης εὐτάκτως καὶ ὁσίως διετάξαντο. Εἰ δέ τις κατὰ ἀσθένειαν ἐπιδεηθείη, μετὰ τὴν τελευτὴν τῆς ἰδίας γαμετῆς συναφθῆναι δευτέρῳ γάμῳ, οὐκ ἀπαγορεύει τοῦτο ὁ κανὼν τῆς ἀληθείας, τουτέστι τὸν μὴ ὄντα
Yet the holy Church both glorifies virginity, and praises single life, and chastity, and widowhood, and honours and accepts honourable marriage, while forbidding fornication, and adultery, and licentiousness. Whence one may see the character of the holy catholic Church, and the counterfeited ways of the others; and how the things that have been tested flee from every error, and crooked way, and steeply set path. For I said above how it was foretold by the holy Apostle, and I shall say again, that safeguarding us, and distinguishing the character of the holy Church from the error of the heresies, he said how rashly forbidding the things well ordained by God they lay down laws, speaking concerning certain men who forbid to marry, and [command] to abstain from foods. For indeed in a certain due measure God the Word, saying in the Gospel, Wilt thou be perfect?, making allowance for the fashioning and weakness of men, rejoices over those able to display the proofs of godliness, who choose to practise virginity, and chastity, and continence; yet He honours monogamy; even if above all He prefigured and adorned the gifts of the priesthood through those who practised continence after a single marriage, and those abiding in virginity; just as His apostles also arranged the ecclesiastical canon of the priesthood in good order and holiness. And if anyone by reason of weakness should stand in need, after the death of his own wife, of being joined in a second marriage, the canon of truth does not forbid this—that is to say, for one who is not
PG 41:869Read from the page
ἱερέα. Οὗτοι δὲ κωλύουσι κατὰ εἰρημένον, κωλυόντων γαμεῖν. Ἐκβάλλουσι γὰρ τὸν δευτέρῳ γάμῳ συναφθέντα, καὶ ἀναγκάζουσι μὴ δευτέρῳ γάμῳ συνάπτεσθαι. Ἡμεῖς δὲ οὐκ ἀνάγκην ἐπιτιθέαμεν, ἀλλὰ παραινοῦμεν μετὰ συμβουλίας ἀγαθῆς προτρεπόμενοι τὸν δυνάμενον· οὐκ ἀνάγκην δὲ ἐπιτιθέαμεν τῷ μὴ δυναμένῳ· οὐκ ἐκβάλλομεν αὐτὸν ἀπὸ τῆς ζωῆς. Ὁ γὰρ ἅγιος λόγος παντὶ ἐκήρυξε τὴν ἀσθένειαν τῶν ἀσθενούντων βαστάζειν· ὡς καὶ αὐτὸς ὁ ἅγιος Ἀπόστολος εὑρεθήσεται λέγων, καὶ ἐλέγχων τοὺς τοιούτους μὴ ὄντας τοῦ αὐτοῦ χαρίσματος· ὅτι Νεωτέρας χήρας παραιτοῦ· μετὰ γὰρ τὸ καταστρηνιάσαι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Αἱ γὰρ ἐπαγγειλάμεναι καὶ ἀθετήσασαι, ἔχουσι κρῖμα. Αἱ δὲ μὴ ἐπαγγειλάμεναι, ἀλλὰ συναφθεῖσαι δι' ἀσθένειαν, κρῖμα οὐκ ἔχουσιν. Εἰ δὲ καὶ κρῖμα ἔμελλον ἔχειν, πῶς ἔλεγε· Γαμείτωσαν, οἰκοδεσποτείτωσαν;
a priest. Yet these forbid it, according to what was said, forbidding to marry. For they cast out one who has been joined in a second marriage, and compel men not to be joined in a second marriage. We, however, lay no necessity upon anyone, rather we advise, exhorting with good counsel him who is able; yet we lay no necessity upon him who is unable; we do not cast him out from life. For the holy word proclaimed to everyone to bear the weakness of the weak; just as the holy Apostle himself will be found saying, and refuting such men as not belonging to his own spiritual gift: Refuse younger widows; for when they have grown wanton against Christ, they desire to marry, having judgement, because they have set aside their first pledge. For those who made a promise and set it aside have judgement. Yet those who made no promise, and were joined in marriage by reason of weakness, have no judgement. For if they too were about to have judgement, how did he say: Let them marry, let them rule the household?
Ιʹ. Πῶς τοίνυν προφητεύων παρακολουθῶν εὑρίσκεται κἄν τε ἐν τῇ Παλαιᾷ Διαθήκῃ, κἄν τε ἐν τῇ Καινῇ· ὡς καὶ ὁ ἅγιος Ἰωάννης ἐν τῇ Ἀποκαλύψει ἔλεγε· Τάδε ἀπεκάλυψε Κύριος τοῖς αὐτοῦ δούλοις διὰ τοῦ δούλου αὐτοῦ Ἰωάννου· καὶ, Τάδε λέγει Κύριος. Ὁ ταῦτα λέγων ἐῤῥωμένην εἶχε τὴν διάνοιαν, καὶ παρηκολούθει. Ἰδοὺ τοίνυν, Τάδε λέγει Κύριος· καὶ, Ὅρασις ἣν εἶδεν. Ὁ δὲ Μοντανὸς οὗτος ὁ αὐχῶν ἑαυτὸν εἶναι προφήτην, καὶ πλανήσας τοὺς ὑπ' αὐτοῦ πεπλανημένους, ἀσύστατα κατὰ τὰς θείας Γραφὰς διηγεῖται. Λέγει γὰρ ἐν τῇ ἑαυτοῦ λεγομένῃ προφητείᾳ· Τί λέγεις τὸν ὑπὲρ ἄνθρωπον σωζόμενον; Λάμψει γὰρ ὁ δίκαιος, φησὶν, ὑπὲρ τὸν ἥλιον ἑκατονταπλασίονα. Οἱ δὲ μικροὶ ἐν ὑμῖν σωζόμενοι, λάμψουσιν ἑκατονταπλασίονα ὑπὲρ τὴν σελήνην. Ὁ δὲ Κύριος ἐλέγχει τὸν τοιοῦτον, ὁ ἔχων τὴν ἐξουσίαν χαρίσασθαι τὸ λάμπειν τὰ πρόσωπα τῶν ἁγίων, καὶ φαιδρύνας τὸ πρόσωπον τοῦ Μωϋσέως, καὶ μεταβαλὼν τοὺς ἁγίους ἐν τῇ ἁγίᾳ αὐτοῦ ἀναστάσει τῶν σωμάτων, τοὺς σπειρομένους ἐν τῇ ἀτιμίᾳ, καὶ ἐγειρομένους ἐν δόξῃ· οὐκ ἄλλα σώματα παρὰ τὰ ὄντα, ἀλλὰ αὐτὰ τὰ ὄντα ἐγειρόμενα ὅλα· λαμβάνοντα δὲ δόξαν παρ' αὐτοῦ μετὰ ἀνάστασιν, παρὰ τοῦ τὴν δόξαν ἀφθόνως παρέχοντος τοῖς αὐτοῦ ἁγίοις· ἐπειδὴ ἔχει τὴν ἐξουσίαν δοῦναι, καὶ χαρίσασθαι, ὡς Θεὸς καὶ Κύριος. Ἔχων δὲ τοῦ χαρίσασθαι, οὐκ ἐπηγγείλατο κατὰ Μοντανόν· ἀλλὰ φησί· Λάμψει ὑμῶν τὰ πρόσωπα ὡς ὁ ἥλιος. Εἰ τοίνυν ὁ ἔχων τὴν ἐξουσίαν, καὶ ἀληθῶς ὑπάρχων δεσπότης, καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὡς ὁ ἥλιος λέγει τὰ πρόσωπα τῶν δικαίων λάμψειν· πῶς Μοντανὸς ἐπαγγέλλεται περιττότερον ἑκατονταπλασίονα; εἰ μὴ ἄρα ὅμοιος εἶ ἐκείνῳ τῷ ἐπαγγειλαμένῳ τοῖς περὶ τὸν Ἀδὰμ, ὅτι Ἔσεσθε ὡς θεοὶ,
Chapter X. How, then, is one who prophesies found comprehending both in the Old Covenant and in the New—just as holy John also said in the Apocalypse: These things the Lord revealed to His servants through His servant John; and, Thus says the Lord? He who spoke these things possessed a sound mind, and comprehended. Behold, then, Thus says the Lord; and, The vision which he saw. Yet this Montanus, who boasts himself to be a prophet, and has led astray those deceived by him, relates things inconsistent according to the divine Scriptures. For he says in his so-called prophecy: Why do you speak of him who beyond man is saved? For the righteous man, says he, shall shine a hundredfold beyond the sun. And the little ones among you who are saved shall shine a hundredfold beyond the moon. Yet the Lord refutes such a man—He Who has the authority to grant that the faces of the saints should shine, and Who brightened the face of Moses, and transforms the saints in His holy resurrection of the bodies, those sown in dishonour and raised in glory; not other bodies beside those that exist, rather the very ones that exist raised whole, receiving glory from Him after the resurrection, from Him Who bountifully supplies glory to His saints, inasmuch as He has the authority to give and to bestow, as God and Lord. Yet though having [authority] to bestow, He did not promise after the manner of Montanus; rather He says: Your faces shall shine as the sun. If, then, He Who has the authority, and is truly Master, even our Lord Jesus Christ, says that the faces of the righteous shall shine as the sun, how does Montanus promise more excessively a hundredfold—unless indeed you are like him who promised to Adam and his companion, You shall be as gods,