καὶ Πρίσκιλλαν, καὶ Μαξιμίλλαν, ἔχουσι προφήτας; Ἆρα ἤργησεν ἡ χάρις; Οὐκ ἀργεῖ δὲ ἡ χάρις ἐν ἁγίᾳ Ἐκκλησίᾳ· μὴ γένοιτο! Εἰ δὲ ἕως τινὸς προεφήτευσαν οἱ προφητεύσαντες, καὶ οὐκ ἔτι προφητεύουσιν· ἀλλὰ οὔτε Πρίσκιλλα, οὔτε Μαξιμίλλα προεφήτευσαν μετὰ τὰς προφητείας τὰς διὰ τῶν ἁγίων ἀποστόλων ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ δοκιμασθείσας. Κατὰ δύο οὖν τρόπους ἐλεγχθήσεται ἡ αὐτοῦ ἄνοια. Ἢ γὰρ δείξωσιν εἶναι προφήτας μετὰ Μαξιμίλλαν, ἵνα μὴ ἀργήσῃ παρ' αὐτοῖς λεγομένη χάρις· ἢ οἱ περὶ Μαξιμίλλαν ψευδοπροφῆται εὑρεθήσονται μετὰ τὸν ὅρον τῶν προφητικῶν χαρισμάτων τολμήσαντες οὐκ ἀπὸ τοῦ ἁγίου Πνεύματος, ἀλλ' ἀπὸ πλάνης δαιμόνων ἐνθουσιασθῆναι, καὶ φαντάσαι τοὺς ἀκούοντας αὐτῶν, καὶ ὅπως ἐξ αὐτῶν τῶν παρ' αὐτοῖς λεγομένων ὁ ἔλεγχος πρὸς αὐτοὺς ῥηθήσεται. Φάσκει γὰρ ἡ παρ' αὐτοῖς λεγομένη Μαξιμίλλα ἡ προφῆτις, ὅτι, φησὶ, Μετ' ἐμὲ προφῆτις οὐκέτι ἔσται, ἀλλὰ συντέλεια. Ἰδοὺ δὲ πάντοθεν φαίνεται τὸ πνεῦμα τῆς πλάνης. Ὅσα γὰρ οἱ προφῆται εἰρήκασι, καὶ μετὰ συνέσεως παρακολουθοῦντες ἐφθέγγοντο, καὶ ἐτελέσθησαν τὰ παρ' αὐτῶν εἰρημένα, καὶ ἔτι πληροῦται. Αὕτη δὲ εἶπε μετ' αὐτὴν εἶναι συντέλειαν· καὶ οὔπω συνετελέσθη, μάλιστα τοσούτων βασιλέων γενομένων, καὶ τοσούτου χρόνου ὑπερβεβηκότος. Ἔτη γάρ εἰσιν ἔκτοτε πλείω ἢ ἐλάσσω διακόσια ἐννενήκοντα ἕως τοῦ ἡμετέρου χρόνου, δωδεκάτου ἔτους Οὐαλεντινιανοῦ, καὶ Οὐάλεντος, καὶ Γρατιανοῦ βασιλείας· καὶ οὔτε ἡ συντέλεια κατὰ τὴν ἠχήσασαν ἑαυτὴν προφήτιδα, μὴ γνοῦσαν μήτε τὴν ἡμέραν τῆς αὐτῆς τελευτῆς. Καὶ ἰδεῖν ἔστι, πῶς πάντες οἱ ἀπὸ τῆς ἀληθείας ἑαυτοὺς ἀλλοτριώσαντες, οὐκ ἐν εὐσταθείᾳ τινὶ λόγου μεμενήκασιν· ἀλλ' ὡς νήπιοι ὑπὸ τοῦ ἀεὶ πλανῶντος ὄφεως παραπεποιημένοι, εἰς ἀπώλειαν ἑαυτοὺς ἐκδεδώκασι. Καὶ εἰς τὸ γενέσθαι κατάβρωμα τοῦ λύκου, ἐκ τῆς μάνδρας αἱρεθέντες παρελκυσθῆναι, καὶ οὕτως ἀπολέσθαι, μὴ κρατοῦντες την ἀρχὴν, ἀλλὰ καταλείψαντες τὴν ἀλήθειαν, ἐν ναυαγίῳ ἑαυτοὺς καὶ ἐν κλύδωνι τῆς πάσης πλάνης παραδεδώκασιν. Εἰ γὰρ λέξει Μαξιμίλλα, ὅτι προφήτης οὐκέτι ἔσται, ἄρα ἀναιρεῖ τὸ εἶναι παρ' αὐτοῖς τὸ χάρισμα, καὶ εἰς ἔτι δεῦρο φέρεσθαι. Εἰ δὲ ἕως αὐτῆς, ὡς προεῖπον μὲν, τὸ χάρισμα, ἄρα καὶ αὐτὴ οὐ μετέσχε τῶν χαρισμάτων.
and Priscilla, and Maximilla, have prophets? Has grace ceased to work? Yet grace does not cease to work in the holy Church; far be it! Yet if those who prophesied did prophesy up to a certain point, and no longer prophesy, neither did Priscilla nor Maximilla prophesy after the prophecies tested through the holy apostles in the holy Church. In two ways, therefore, his folly will be refuted. For either let them show that there are prophets after Maximilla, so that what they call grace among them may not cease to work; or Maximilla and her followers will be found false prophets, having dared after the limit of the prophetic gifts to be inspired not from the Holy Spirit, but from the error of demons, and to delude their hearers; and thus from the very things spoken among them the refutation will be uttered against them. For she who is called among them Maximilla the prophetess declares, After me, says she, there shall no longer be a prophetess, but the consummation. Behold how from every side the spirit of error appears! For whatsoever things the prophets spoke, following them with understanding they also uttered, and the things spoken by them were accomplished, and are still being fulfilled. Yet this woman said that after her would be the consummation; and it has not yet been consummated, above all after so many emperors have arisen, and so much time has elapsed. For there are from that time more or fewer than two hundred and ninety years down to our own time, the twelfth year of the reign of Valentinian, and Valens, and Gratian; and there is neither the consummation according to her who sounded herself forth a prophetess, knowing not even the day of her own death. And one may see how all who have alienated themselves from the truth have remained in no stability of reason; but, counterfeited like infants by the ever-deceiving serpent, have delivered themselves over to destruction. And so as to become prey for the wolf, having chosen to be dragged away out of the fold, and thus perish, not holding fast the Head, but forsaking the truth, they have handed themselves over into shipwreck and into the surge of every error. For if Maximilla says that there shall no longer be a prophet, then she abolishes the existence of the spiritual gift among them and its continuance down to the present. And if the spiritual gift lasted up to her, as I said before, then neither did she herself partake of the spiritual gifts.
Γʹ. Πεπλάνηται γάρ. Ἐσφράγισε γὰρ ὁ Κύριος τὴν Ἐκκλησίαν, καὶ ἐπλήρωσεν αὐτὴ τὰ χαρίσματα. Ὅτε γὰρ ἦν χρεία, ἐν προφήταις ἐν ἀληθινῷ πνεύματι, καὶ ἐῤῥωμένῃ διανοίᾳ, καὶ παρακολουθοῦντι νῷ, οἱ αὐτοῦ ἅγιοι τὰ πάντα προεφήτευσαν· ἐμπιπλώμενοι Πνεύματος ἁγίου, κατὰ τὴν ἀναλογίαν τῶν ἐκ Πνεύματος χαρισμάτων ἑκάστῳ διδομένων, καὶ
Chapter III. For he has gone astray. For the Lord sealed the Church, and fulfilled the spiritual gifts herself. For when there was need, among prophets in a true spirit, and a sound mind, and an understanding intellect, His saints prophesied all things, being filled with the Holy Spirit, according to the proportion of the spiritual gifts given from the Spirit to each one, and