Migne Reading Room

PG 41 · cols. 848–857 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:848Read from the page
Φρύγας· ἕτερα δὲ παρ' ἐκείνους δογματίζουσι, Πέπουζάν τινα πόλιν ἔρημον ἀνὰ μέσον Γαλατίας καὶ Καππαδοκίας ἐκθειάζοντες, καὶ δὴ ταύτην Ἰερουσαλὴμ ἡγούμενοι· γυναιξὶ δὲ ἀποδιδόντες τὸ ἄρχειν τε καὶ ἱερατεύειν. Μυοῦνται δὲ, τινὰ παῖδα κατακεντοῦντες νέον. Καὶ δὴ τῇ Κυϊντίλλῃ Χριστὸν ἐκεῖσε ἐν Πεπούζῃ ἀποκεκαλύφθαι ἐν ἰδέᾳ θηλείας μυθοποιοῦνται. Κέχρηνται δὲ ὡσαύτως Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ, κατὰ τὸν νοῦν τὸν ἴδιον μεταποιούμενοι.
the Phrygians; yet they lay down different dogmas besides theirs, deifying a certain deserted city called Pepuza midway between Galatia and Cappadocia, and indeed regarding this as Jerusalem, and assigning to women both rule and priesthood. And they are initiated by stabbing a young boy. Moreover, they fabricate the myth that there in Pepuza Christ was revealed to Quintilla in female form. Likewise they make use of the Old and New Testaments, altering them according to their own mind.
Δʹ. Τεσσαρεσκαιδεκατῖται, οἱ μίαν ἡμέραν τοῦ ἔτους τὸ Πάσχα ἐκτελοῦντες. Ἐν ὁποίᾳ δ' ἡμέρᾳ ἐμπέσῃ ἡ τῆς σελήνης τεσσαρεσκαιδεκάτη, ἤτοι ἐν Σαββάτῳ ἤτοι ἐν Κυριακῇ, ἐκείνην τε νηστεύοντες καὶ ἀγρυπνοῦντες ἑορτάζουσιν.
IV. Quartodecimans, who celebrate the Pascha on a single day of the year. On whatever day the fourteenth of the moon falls, whether on the Sabbath or on the Lord's Day, they both fast on that day and keep vigil in celebrating the feast.
Εʹ. Ἄλογοι ἀφ' ἡμῶν κληθέντες, οἱ τὸ Εὐαγγέλιον Ἰωάννου καὶ τὸν ἐν αὐτῷ ἄνωθεν ἀπὸ Πατρὸς ἀεὶ Θεὸν Λόγον παρεκβάλλοντες, τὸ Εὐαγγέλιον αὐτό δὴ τὸ κατὰ Ἰωάννην μὴ δεχόμενοι, μήτε τὴν αὐτοῦ Ἀποκάλυψιν.
V. Alogi, so called by us, who cast aside the Gospel of John and God the Word ever existing from on high from the Father therein, neither accepting the Gospel according to John itself nor his Apocalypse.
Ϛʹ. Ἀδαμιανοὶ ἀπό τινος Ἀδὰμ ζῶντος καλούμενοι, χλεύης ἢ ἀληθείας μᾶλλον τὸ δόγμα ἔχοντες. Γυμνοὶ γὰρ, ὡς ἐκ μητρὸς, ἄνδρες τε καὶ γυναῖκες ἐπὶ τὸ αὐτὸ συνάγονται, καὶ οὕτως τὰς ἀναγνώσεις, καὶ εὐχὰς, καὶ πᾶν ὁτιοῦν ἐπιτελοῦσι· δῆθεν μονάζοντές τε καὶ ἐγκρατευόμενοι ὄντες, καὶ γάμον μὴ δεχόμενοι, οἱ τὴν αὐτῶν Ἐκκλησίαν παρόδεισον ἡγούμενοι.
VI. Adamians, called after a certain living Adam, holding a dogma more of mockery than of truth. For naked, as from their mother, both men and women assemble together, and thus perform the readings, and prayers, and everything whatsoever; claiming forsooth to be monastics and continent, and rejecting marriage, while regarding their Church as paradise.
Ζʹ. Σαμψαῖοι, οἱ καὶ Ἐλκεσαῖοι, ἔτι δεῦρο τὴν Ἀραβίαν (οἱ) κατοικοῦντες, καθύπερθεν τῆς Νεκρᾶς θαλάσσης κειμένην χώραν· οἵτινες ἀπὸ τοῦ Ἠλξά τινος ψευδοπροφήτου ἠπατημένοι· οὗ ἔτι δεῦρο ἐκ τοῦ γένους ὡρμᾶτο Μαρθοῦς καὶ Μαρθίνη, γυναῖκες δύο, προσκυνούμεναι ὑπὸ τῆς αἱρέσεως, ὡς θεαί· παραπλησίως τῶν Ἐβιωναίων τὰ πάντα ἔχοντες.
VII. Sampsaeans, who are also called Elcesaeans, still to this day inhabiting Arabia, the country lying above the Dead Sea; who have been deceived by a certain false prophet Elxai, from whose lineage still to this day sprang Marthus and Marthina, two women worshipped by the heresy as goddesses; holding all things very much like the Ebionites.
Ηʹ. Θεοδοτιανοὶ, οἱ ἀπὸ τοῦ Θεοδότου Σκυτέως, τοῦ ἀπὸ Βυζαντίου. Οὗτος ἐν παιδείᾳ Ἑλληνικῇ γέγονεν ἄκρος. Ἅμα δὲ ἄλλοις τισὶν ἐν ἡμέραις τοῦ τότε γενομένου διωγμοῦ μόνος ἐκπεσὼν, ἐκείνων μαρτυρησάντων, διὰ τὸ ὀνειδίζεσθαι, ἐπινοήσας ψιλὸν ἄνθρωπον λέγειν τὸν Χριστὸν, ἵνα μὴ ὑπὸ ἔγκλημα γένηται Θεὸν ἀρνησάμενος, οὕτως ἐδίδαξεν.
VIII. Theodotians, those derived from Theodotus the Tanner, who was from Byzantium. This man became supreme in Greek learning. Having alone fallen away together with certain others in the days of the persecution that then took place, whereas the rest suffered martyrdom, because he was reproached he devised saying that Christ was a mere man, so that he might not come under the charge of having denied God, and thus he taught.
Θʹ. Μελχισεδεκιανοὶ, οἱ τὸν Μελχισεδὲκ γεραίροντες, τινὰ δύναμιν αὐτὸν φάσκοντες, καὶ μὴ ἄνθρωπον ψιλὸν, καὶ εἰς τὸ τούτου ὄνομα πάντα ἀνάγειν καὶ λέγειν τετολμηκότες.
IX. Melchisedecians, who honour Melchisedek, asserting him to be a certain power and not a mere man, and who have dared to refer and speak all things unto his name.
Ιʹ. Βαρδησιανισταί. Βαρδησιανὸς οὗτος ἐκ τῆς Μεσοποταμίας ὡρμᾶτο, τὰ πρῶτα μὲν τῆς ἀληθινῆς πίστεως ὑπάρχων, καὶ ἐν σοφίᾳ διαπρέπων· ἐκκλίνας δὲ τῆς ἀληθείας, παραπλησίως Οὐαλεντίνῳ ἐδογμάτισε, χωρὶς ἐνίων ὀλίγων, ὧν διαφέρεται πρὸς Οὐαλεντῖνον.
X. Bardesianists. This Bardesianes sprang from Mesopotamia, belonging at first to the true faith and excelling in wisdom; yet having turned aside from the truth, he laid down dogmas very much like Valentinus, apart from a few points in which he differs from Valentinus.
ΙΑʹ. Νοητιανοί. Νοητὸς οὗτος ἀπὸ Σμύρνης ὑπῆρχε τῆς Ἀσίας. Ἐν ἄρματι δὲ ἐνεχθεὶς σὺν ἄλλοις τισὶν,
XI. Noetians. This Noetus was from Smyrna of Asia. Having been borne aloft, as in a chariot, along with certain others,
Notes, col. 848

On the reading

Printed παρόδεισον, for παράδεισον.

Printed ἄρματι, for ἅρματι.

PG 41:849Read from the page
Υἱοπάτορα τὸν Χριστὸν ἐδίδαξε, τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα. Ἑαυτὸν δὲ ἔλεγε Μωϋσέα, καὶ τὸν αὐτοῦ ἀδελφὸν ἔλεγεν εἶναι τὸν Ἀαρών.
he taught that Christ was Son-Father, that the selfsame One is Father and Son and Holy Spirit; and he said that he himself was Moses, and said that his brother was Aaron.
ΙΒʹ. Οὐαλήσιοι. Οὗτοι, καθὼς ὑπειλήφαμεν, τὴν Βάκαθον κατοικοῦντες, μητροκωμίαν Ἀραβίας τῆς Φιλαδελφίας, οἱ τοὺς παρατυγχάνοντας ἀποτέμνοντες. Πλείους δὲ αὐτῶν εὐνοῦχοι ὑπάρχουσιν ἀποτετμημένοι. Τινὰ δὲ ἕτερα διδάσκουσιν αἱρέσεως ἔμπλεα, ἀφανίζοντες τὸν νόμον καὶ τοὺς προφήτας, καί τινας αἰσχρουργίας ἑτέρας παρεισφέροντες.
XII. Valesians. These, just as we have supposed, inhabit Bacathus, the chief village of Philadelphia in Arabia, and castrate those who happen to come their way; and the majority of them are castrated eunuchs. And they teach certain other things full of heresy, abolishing the Law and the Prophets, and bringing in beside certain other shameful practices.
ΙΓʹ. Καθαροὶ, οἱ ἅμα Ναβάτῳ συναφθέντες τῷ Ῥωμαίῳ, καὶ τοὺς διγάμους παντελῶς ἀποβαλλόμενοι, καὶ μετάνοιαν μὴ δεχόμενοι.
XIII. Cathari, who joined themselves together with Novatus the Roman, and altogether reject those married twice, and do not accept repentance.
ΙΔʹ. Ἀγγελικοί. Οὗτοι παντελῶς ἐξέλιπον. Αὐχοῦντες δὲ ἦσαν ἀγγελικὴν ἔχειν τάξιν· ἢ διὰ τὸ τοὺς ἀγγέλους προσκεκλῆσθαι.
XIV. Angelici. These have died out altogether. Yet they used to boast of possessing an angelic order; or else [were so called] because they invoked the angels.
ΙΕʹ. Ἀποστολικοὶ, οἱ καὶ Ἀποτακτικοὶ καὶ αὐτοὶ, οἱ περὶ τὴν Πισιδίαν μόνον, ἀποτακτικοὺς δεχόμεναι καθ' ἑαυτούς. Παραπλησιάζουσι δὲ τοῖς Ἐγκρατίταις· ἄλλα δὲ παρ' αὐτοὺς φρονοῦσιν.
XV. Apostolici, who are themselves also called Apotactici, found around Pisidia alone, admitting only renunciants among themselves. They resemble the Encratites, yet hold other views besides theirs.
ΙϚʹ. Σαβελλιανοὶ, οἱ τὰ ὅμοια Νοητιανῶν δοξάζοντες· παρὰ τὸν Νοητὸν Πατέρα πεπονθέναι λέγοντες, προφορικὸν πάλιν ἀναχεόμενον τὸν Λόγον.
XVI. Sabellians, who hold opinions like those of the Noetians, save in saying regarding Noetus that the Father suffered, and that the Word is poured forth again as an uttered expression.
ΙΖʹ. Ὠριγενιανοὶ, τινὸς Ὠριγένους. Αἰσχροποιοὶ δὲ οὗτοί εἰσιν, ἀῤῥητοποιοῦντες, καὶ τὰ ἑαυτῶν σώματα φθορᾷ παραδιδόντες.
XVII. Origenists, followers of a certain Origen. These are doers of shameful deeds, practising unspeakable acts and handing their own bodies over to corruption.
ΙΗʹ. Ὠριγενιανοὶ ἄλλοι, Ὠριγένους τοῦ καὶ Ἀδαμαντίου, τοῦ συντάκτου, οἱ τὴν τῶν νεκρῶν ἀνάστασιν ἀποβαλλόμενοι· Χριστὸν δὲ κτίσμα, καὶ τὸ ἅγιον Πνεῦμα εἰσηγούμενοι, παράδεισόν τε καὶ οὐρανοὺς, καὶ τὰ ἄλλα πάντα ἀλληγοροῦντες· Χριστοῦ δὲ τὴν βασιλείαν πεπαῦσθαι ληροῦντες, καὶ ὁμοῦ τοὺς ἀγγέλους παυθήσεσθαι· Χριστὸν δὲ σὺν διαβόλῳ βασιλευθησομένῳ.
XVIII. Other Origenists, followers of Origen also called Adamantius, the writer, who reject the resurrection of the dead; they introduce Christ as a creature, and the Holy Spirit as well, allegorizing both paradise and the heavens and all other things; and they prate foolishly that Christ's kingdom comes to an end, and that together with it the angels shall cease, and that Christ shall be together with the devil under the rule to come.
ΚΑΤΑ ΕΓΚΡΑΤΙΤΩΝ,
Against Encratites,
ΚΖʹ ἢ καὶ ΜΖʹ.
Heresy XXVII, or XLVII.
Αʹ. Ἐγκρατῖταί τινες οὕτω καλούμενοι, οὗτοι τὸν Τατιανὸν διαδέχονται, φύσει ὑπ' αὐτοῦ πεπλανημένοι τε καὶ ἠπατημένοι· ἕτερα δὲ παρὰ τοῦτον φρονήσαντες, καὶ εἰς μείζονα πάλιν ἐρεσχελίαν ἑαυτοὺς ἐκδεδωκότες. Πληθύνουσι δὲ οὗτοι καὶ εἰς δεῦρο ἐν τῇ Πισιδίᾳ, καὶ ἐν τῇ Φρυγίᾳ τῇ Κεκαυμένῃ, οὕτω λεγομένῃ. Ἴσως
I. Certain persons so called, Encratites, succeed Tatian, having in truth been led astray and deceived by him, yet devising other notions beyond him and giving themselves over once more to greater trifling. And these abound even to this day in Pisidia, and in Phrygia Burnt, as it is called. Perhaps
Notes, col. 849

On the reading

Printed δεχόμεναι, for δεχόμενοι.

PG 41:852Read from the page
γὰρ κατὰ Θεοῦ οἰκονομίαν· καὶ οὕτως ἡ πατρὶς τοὔνομα εἴληφε καλεῖσθαι ἐν τῷ κόσμῳ, διὰ τὸ κεκαῦσθαι τοὺς οἰκήτορας ἀπὸ τῆς διαστροφῆς τῆς τοιαύτης καὶ τοσαύτης πλάνης. Πολλαὶ γὰρ αἱρέσεις ἐν τῷ χωρίῳ. Εἰσὶ δὲ καὶ ἐν μέρεσι τῆς Ἀσίας, καὶ ἐν τῇ Ἰσαύρων, καὶ Παμφύλων, καὶ Κιλίκων γῇ, καὶ ἐν Γαλατίᾳ· ἤδη δὲ καὶ ἐπὶ τὸ τῶν Ῥωμαίων μέρος· ἀλλὰ καὶ ἐπὶ τῆς τῶν Ἀντιοχέων τῆς Συρίας. Οὐ παντὶ δὲ ἡ τοιαύτη αἵρεσις.
indeed by God's dispensation; and thus their native land received this name to be so called in the world, because its inhabitants have been scorched by the perversion of error of such a kind and so great. For there are many heresies in that district. And they exist also in parts of Asia, and in the land of the Isaurians, and Pamphylians, and Cilicians, and in Galatia; and already even into the region of the Romans, and also in that of the Antiochenes of Syria, though such a heresy is not everywhere.
Φάσκουσι δὲ καὶ οὗτοι ἀρχάς τινας εἶναι, τήν τε τοῦ διαβόλου ἀντικειμένην πρὸς τὰ τοῦ Θεοῦ ποιήματα, καὶ μὴ ὑποτασσομένην Θεῷ· ἀλλὰ ἰσχύοντα καὶ πράττοντα, ὡς κατὰ ἰδίαν ἐξουσίαν, καὶ οὐχ ὡς ἐν παρεκτροπῇ γενόμενον. Οὐ γὰρ κατὰ τὴν Ἐκκλησίαν λέγουσιν, ἀλλὰ ἄλλως παρὰ τὸ τῆς ἀληθείας κήρυγμα Κέχρηνται, δὲ Γραφαῖς πρωτοτύπως ταῖς λεγομέναις Ἀνδρέου καὶ Ἰωάννου Πράξεσι, καὶ Θωμᾶ, καὶ ἀποκρύφοις τισὶ, καὶ οἷς βούλονται λόγοις τῆς Παλαιᾶς Διαθήκης. Τὸν δὲ γάμον σαφῶς τοῦ διαβόλου ὁρίζονται. Ἔμψυχα δὲ βδελύσσονται ἀπαγορεύοντες, οὐχ ἕνεκεν ἐγκρατείας, οὔτε πολιτείας, ἀλλὰ κατὰ φόβον, καὶ ἰνδαλμὸν τοῦ μὴ καταδικασθῆναι ἀπὸ τῆς τῶν ἐμψύχων μεταλήψεως. Κέχρηνται δὲ καὶ αὐτοὶ μυστηρίοις δι' ὕδατος. Οἶνον δὲ ὅλως οὐ μεταλαμβάνουσι· φάσκοντες εἶναι διαβολικόν· καὶ τοὺς πίνοντας, καὶ τοὺς χρωμένους ἀνόμους εἶναι καὶ ἁμαρτάδας. Πιστεύουσι δὲ καὶ νεκρῶν ἀνάστασιν. Ὡς εἶναι παρὰ τοῖς οὕτω πεπλανημένοις τὰ πάντα μανίας ἔμπλεα. Καὶ γὰρ ἔστιν ἰδεῖν καὶ θαυμάσαι, καὶ εἰς ἔκπληξιν ἐλθεῖν τὸν ἄνθρωπον περὶ πάντων, ὧν οἱ ἀλλότριοι λέγουσί τε καὶ πράττουσιν· ἀσυστάτως τῶν πάντων παρ' αὐτοῖς λεγομένων τε καὶ γινομένων, καὶ μηδεμίαν ἔμφασιν ἀληθείας ἐπιδεχομένων.
These too assert that there are certain first principles, and that the power of the devil is opposed to the works of God and not subject to God, but rather strong and acting as though by his own authority, and not as having come to be through a turning aside; for they do not speak according to the Church, but otherwise, contrary to the preaching of the truth. Primarily they make use, as Scriptures, of the so-called Acts of Andrew and John, and of Thomas, and certain apocrypha, and whatever passages of the Old Testament they please. Marriage they plainly define as being of the devil. Living creatures they abominate and forbid, not for the sake of continence nor of ascetic discipline, but out of fear and a fancy lest they be condemned from partaking of living creatures. They themselves also perform mysteries with water, while wine they do not partake of at all, declaring it to be diabolical, and saying that those who drink it and use it are lawless and sinners. Yet they also believe in a resurrection of the dead; so that among persons thus led astray all things are full of madness. Indeed, a man may behold and marvel and come to astonishment over all that these strangers both say and do, since everything said and done among them is incoherent and admits of no semblance of truth.
Βʹ. Εἰ γὰρ κέχρηνται Παλαιᾷ καὶ Νέᾳ Διαθήκῃ, πῶς ἀρχαὶ διάφοροι εὑρεθήσονται, τῶν δύο Διαθηκῶν συμφωνουσῶν περὶ μιᾶς θεότητος, καὶ τὴν γνῶσιν κηρυττουσῶν; Εἰ δὲ εἴη καὶ νεκρῶν ἀνάστασις, πῶς ἔτι ὁ σεμνὸς γάμος τοῦ διαβόλου εὑρεθήσεται, ὁπότε Θεὸς λέγει· Αὐξάνεσθε καὶ πληθύνεσθε· καὶ τοῦ Κυρίου ἐν τῷ Εὐαγγελίῳ λέγοντος· Ἃ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω· καὶ τοῦ Ἀποστόλου λέγοντος· Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος; Εἰς ἑαυτῶν δὲ γνώμην καὶ παράστασιν μυθολογίας καὶ τῶν πινόντων τὸν οἶνον, ἐπιλαμβάνονταί τινα θηρολεκτοῦντες, καί φασιν ἐκ τοῦ πονηροῦ τὸ τοιοῦτον εἶναι τέλος. Ἔπιε γὰρ, φησὶ, Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἐγυμνώθη. Καὶ Λὼτ, φησὶ, μεθυσθεὶς, θυγατράσιν ἰδίαις κατὰ ἄγνοιαν συνεμίγη. Καὶ διὰ μέθης γέγονεν ἡ μοσχοποιία. Καί φησιν ἡ Γραφή· Τίνι θόρυβος; τίνι μάχαι; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; Οὐ τῶν χρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἐξιχνευόντων ποῦ πότοι γίνονται; Καὶ ἄλλα τοιαῦτά τινα ἐξιχνεύοντες συσσωρεύουσι διὰ τὴν ἑαυτῶν πιθανότητα· οὐκ εἰδότες, ὅτι πᾶν τὸ ἄμετρον πανταχοῦ λυπηρὸν, καὶ ἔξω
II. For if they make use of the Old and New Testaments, how shall different first principles be found, seeing that the two Testaments agree concerning one Godhead and proclaim the knowledge thereof? And if there is also a resurrection of the dead, how shall honourable marriage still be found to belong to the devil, when God says: Increase and multiply; and when the Lord says in the Gospel: What God hath joined together, let not man put asunder; and when the Apostle says: Marriage is honourable, and the bed undefiled? Yet for their own opinion and for establishing their myth-making even regarding those who drink wine, they seize upon certain passages, hunting out words, and assert that such an outcome comes from the evil one. For Noah, they say, drank of the wine and was laid bare; and Lot, they say, having become drunk, lay with his own daughters in ignorance; and through drunkenness the making of the calf came about. And Scripture says: To whom is tumult? to whom battles? to whom unpleasantnesses and idle talk? to whom bruises without cause? whose eyes are livid? Are they not those of them that tarry long over wines? are they not those of them that track out where drinking-bouts take place? And tracking out other such passages, they heap them together for their own plausibility, not knowing that everything immoderate is everywhere grievous, and lies outside
Notes, col. 852

On the reading

Printed κήρυγμα Κέχρηνται, δὲ, for κήρυγμα. Κέχρηνται δὲ.

PG 41:853Read from the page
τοῦ προκειμένου ἀπηγορευμένον ὑπάρχει. Καὶ γὰρ οὐ μόνον ἐπὶ οἴνῳ τοῦτο εἴποιμ' ἂν, ἀλλὰ καὶ ἐπὶ πολλῇ ἀπληστίᾳ. Τοῦτο γὰρ καὶ ὁ Κύριος ἐδίδασκε φάσκων· Μὴ βαρυνέσθωσαν ὑμῶν, φησὶν, αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μερίμναις βιωτικαῖς· καὶ τὸ, Εἰ ἀπληστότερος εἶ, μὴ ἐπιθύμει τῶν τοῦ πλουσίου βρωμάτων· ταῦτα γὰρ ἔχεται ζωῆς ψευδοῦς. Περισσοτέρως δὲ ὁ ἅγιος Ἀπόστολος· ἀπλήστους καὶ ἀδηφάγους σκώπτων, λαιμάργοις ἐπιθυμίαις ἐπαρώμενος, ἔφη· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. Ἀλλὰ καὶ Ἠσαῦ τὰ πρωτοτόκια δι' ἑψέματος πυροῦ ἀπώλεσεν, ὥς φησιν ἡ Γραφὴ, τὸ αὐτὸ καλοῦσα ἕψεμα πυροῦ καὶ φακῆς. Οἶμαι δὲ τάχα, ὅτι οὐκ ἀπὸ πυροῦ, τουτέστιν ἀπὸ σίτου ἦν· ἀλλὰ τάχα ὡς ἤδη ἑψημένον λείψανον φακοῦ, καὶ ἔτι ἐπιτεθὲν πυρὶ, τὸ αὖθις πυρωθὲν ἡ Γραφὴ πυροῦ διηγήσατο, διὰ τὸ ἐπιθερμανθῆναι μετὰ τὸ ψυχρωθῆναι. Καὶ ὡς ἐκεῖνος δι' οἶνον ἐγυμνώθη, μηδὲν ἀδικηθεὶς, οὕτως μᾶλλον διὰ πεῖναν καὶ ἀπληστίαν τὰ πρωτοτόκια ἀπολέσας, μᾶλλον ὑπὲρ τὸν οἶνον ἠδίκηται. Καὶ οὐδὲν ἰσχύει ἐγγὺς τῆς ἀληθείας παραπεποιημένη λέξις, οὐδὲ μυθώδης τις ἐπινενοημένη δραματουργία.
what is set before us and is forbidden. Indeed, I would say this not only in the case of wine, but also in the case of great insatiability. For this the Lord too taught, saying: Let not your hearts, He says, be weighed down in surfeiting and cares of life; and that saying: If you are overly insatiable, do not desire the rich man's meats, for these cleave to a false life. And still more abundantly the holy Apostle, mocking the insatiable and gluttonous and pronouncing a curse upon greedy lusts, said: Meats for the belly, and the belly for meats; but God shall bring to nought both it and them. Moreover, Esau too lost his birthright for a pottage of wheat, as Scripture says, calling the selfsame thing a pottage of wheat and of lentils. Yet I suppose perhaps that it was not made from wheat, that is, from corn, but rather perhaps that as a leftover of lentils already boiled, and placed once more upon the fire, Scripture recounted what was heated anew with fire as 'of fire-wheat' [pyrou], because it was warmed up again after growing cold. And just as that former man was laid bare because of wine without suffering any wrong, so this latter, having lost his birthright through hunger and greediness, suffered far greater wrong than through wine. Thus a counterfeited expression has no force near the truth, nor does any mythical dramatic fabrication they have devised.
Γʹ. Σεμνύνονται δὲ δῆθεν ἐγκράτειαν, σφαλερῶς τὰ πάντα ἐργαζόμενοι, μέσον γυναικῶν εὑρισκόμενοι, καὶ γυναῖκας πανταχόθεν ἀπατῶντες, γυναιξὶ δὲ συνοδεύοντες, καὶ συνδιαιτώμενοι, καὶ ἐξυπηρετούμενοι ὑπὸ τῶν τοιούτων, ἔξω μὲν τῆς ἀληθείας ὄντες, μόρφωσιν δὲ μᾶλλον κεκτημένοι, τὴν δὲ δύναμιν αὐτῆς τῆς εὐσεβείας ἠρνημένοι. Ὁποίου γὰρ ἄν τις ἔργου καταλείψῃ μέρος, τὸ πᾶν πλήρωμα ἀφῆκε διὰ τοῦ ἑνὸς μέρους τοῦ καταλελειμμένου. Ὅθεν τὰ παρ' αὐτοῖς μυστήρια δι' ὕδατος μόνον γίνεται, καὶ οὔτε μυστήρια ὄντα, ἀλλὰ κατὰ μίμησιν τῶν ἀληθινῶν τὰ ψευδῆ γινόμενα. Ὅθεν καὶ ἐν τούτῳ ἐλεγχθήσονται ἀπὸ τοῦ εὐθέως τοῦ Σωτῆρος λόγου τοῦ λέγοντος· Οὐ μὴ πίω ἀπὸ τοῦ γεννήματος τῆς ἀμπέλου ταύτης, ἕως ἂν πίω αὐτὸ καινὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μεθ' ὑμῶν.
III. And they plume themselves forsooth on continence, while doing everything perilously: being found in the midst of women, deceiving women from every quarter, travelling together with women, living together with them, and being waited upon by such women—standing outside the truth, possessing rather a mere outward form while having denied the power of godliness itself. For of whatever work one abandons a part, he has let go the entire fulness through that single part left behind. Hence the mysteries among them are performed with water alone, not even being mysteries, but false ones performed in imitation of the true. Wherefore in this too they shall be refuted by the straightforward word of the Saviour, Who says: I will in no wise drink of this fruit of the vine, until I drink it new with you in the kingdom of heaven.
Πάλιν ὡς ταύτην παρωσάμενοι χειρὶ κραταιᾷ τῆς ἀληθείας, ὡς κνώδαλον ὀδυνηρὸν ὀδόντων ἀφῃρημένον, ἐπὶ τὰς ἑξῆς ἴωμεν, συνήθως τὸν Θεὸν τῶν ὅλων ἐπικαλούμενοι, ὁδηγόν τε καὶ ἀμυντῆρα τῶν δεινῶν, ἐπίκουρόν τε τῆς φρονήσεως, δότην τε ὄντα αὐτὸν τῆς σοφίας· ἵν' ἡμεῖς, παρ' αὐτοῦ τἀληθῆ μανθάνοντες, τὰς τῶν ἄλλων ἀποκαλύπτειν δυνηθείημεν, καὶ τὴν κατ' αὐτῶν ἀντίδοτον ἰατρικὴν ἐκ πολλῶν μυρεψικῶν
Having once again thrust this heresy aside with the mighty hand of truth, like a noxious beast stripped of its teeth, let us proceed to those that follow, calling as usual upon the God of all, Who is Himself our guide and warder-off of evils, helper of prudence, and giver of wisdom; so that we, learning what is true from Him, may be enabled to uncover those of the others, and prepare the healing antidote against them out of many unguent-makers'
Notes, col. 853

On the reading

Printed ADVURSUS, for ADVERSUS.

PG 41:856Read from the page
εἰδῶν ἀπὸ τοῦ λόγου τῆς ἀληθείας κατασκευάσαι τοῖς ἤδη πεπληγμένοις, εἰς ἴασιν καὶ θεραπείαν τοῖς ἐντυγχάνουσι, καὶ τοῖς μέλλουσι γινώσκειν, ἃ μὴ ᾔδεισαν, εἰς παθῶν προκατάληψιν, καὶ ἡμῖν εἰς σωτηρίαν, καὶ Θεοῦ μισθὸν, ἀφθόνως δωρηθησόμενον.
kinds from the word of truth to prepare for those already stricken, for healing and cure to those who read, and for those who shall come to know what they knew not, for the forestalling of passions, and for salvation to ourselves, and a reward from God, to be bountifully bestowed.
ΚΑΤΑ ΦΡΥΓΑΣΤΩΝ,
Against the Phrygastians,
Εἴτ' οὖν Μοντανιστῶν καλουμένων, ἢ καὶ Τασκοδρουγιτῶν ΚΗʹ, ἢ καὶ ΜΗʹ.
Or those called Montanists, or also Tascodrugites, the twenty-eighth, or forty-eighth [heresy].
Αʹ. Ἀπὸ τούτων ἑτέρα πάλιν αἵρεσις ἀνακύπτει, τῶν Φρυγῶν καλουμένη, σύγχρονος γενομένη τούτοις, καὶ αὐτοὺς διαδεχομένη. Οὗτοι γὰρ γεγόνασι περὶ τὸ ἐννεακαιδέκατον ἔτος Ἀντωνίνου τοῦ Εὐσεβοῦς μετὰ Ἀδριανόν. Καὶ ὁ Μαρκίων δὲ, καὶ οἱ περὶ Τατιανὸν, καὶ ἀπ' αὐτοῦ διαδεξάμενοι Ἐγκρατῖται ἐν χρόνοις Ἀδριανοῦ, καὶ μετὰ Ἀδριανόν.
Chapter I. From these yet another heresy springs up, that called of the Phrygians, which arose contemporaneously with them and succeeded them. For these came into being around the nineteenth year of Antoninus Pius after Hadrian. And Marcion also, and the followers of Tatian, and the Encratites who succeeded him, existed in the times of Hadrian and after Hadrian.
Οὗτοι γὰρ οἱ κατὰ Φρύγας καλούμενοι, δέχονται καὶ αὐτοὶ πᾶσαν Γραφὴν, Παλαιὰν καὶ Νέαν Διαθήκην· καὶ νεκρῶν ἀνάστασιν ὁμοίως λέγουσι. Μοντανὸν δέ τινα προφήτην αὐχοῦσιν ἔχειν, καὶ Πρίσκιλλαν, καὶ Μαξιμίλλαν προφήτιδας· οἷς προσέχοντες τὸν νοῦν ἐξετράπησαν. Περὶ δὲ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος ὁμοίως φρονοῦσι τῇ ἁγίᾳ καθολικῇ Ἐκκλησίᾳ. Ἀπέσχισαν δὲ ἑαυτοὺς, προσέχουσιν πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμόνων, λέγοντες, ὅτι Δεῖ ἡμᾶς, φασὶ, καὶ τὰ χαρίσματα δέχεσθαι. Καὶ ἡ ἁγία τοῦ Θεοῦ Ἐκκλησία ὁμοίως τὰ χαρίσματα δέχεται· ἀλλὰ τὰ ὄντως χαρίσματα, καὶ τῇ ἁγίᾳ Θεοῦ Ἐκκλησίᾳ διὰ Πνεύματος ἁγίου δεδοκιμασμένα παρά τε προφητῶν καὶ ἀποστόλων, καὶ αὐτοῦ τοῦ Κυρίου· φάσκοντος ἀποστόλου Ἰωάννου ἐν τῇ Ἐπιστολῇ, ὅτι Δοκιμάζετε τὰ πνεύματα, εἰ ἔστιν ἐκ Θεοῦ. Πάλιν δὲ λέγοντος, ὅτι Ἠκούσατε, ὅτι Ἀντίχριστος ἔρχεται, καὶ νῦν Ἀντίχριστοι πολλοὶ γεγόνασιν. Ἐξ ἡμῶν ἐξῆλθον· ἀλλ' οὐκ ἦσαν ἐξ ἡμῶν. Εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ' ἡμῶν· ἀλλ' ἵνα γνωσθῶσιν, ὅτι οὐκ εἰσὶν ἐξ ἡμῶν, τούτου χάριν γράφω ὑμῖν, τεκνία. καὶ τὰ ἑξῆς. Ἀληθῶς οὖν ὅτι οὐκ εἰσὶν ἐξ αὐτῶν τῶν ἁγίων. Ἐξέβησαν γὰρ τῇ ἑαυτῶν φιλονεικίᾳ, προσανέχοντες καὶ πνεύμασι πλάνης καὶ μυθολογίας.
For these who are called Phrygians also accept the whole of Scripture, the Old and the New Covenant; and they likewise affirm the resurrection of the dead. Yet they boast of having a certain Montanus as a prophet, and Priscilla and Maximilla as prophetesses; and by turning their mind to these they went astray. Concerning the Father, and the Son, and the Holy Spirit, they hold the same views as the holy catholic Church. Yet they severed themselves, giving heed to spirits of error and teachings of demons, saying, We must, say they, also receive the spiritual gifts. And the holy Church of God likewise receives the spiritual gifts; yet those that are truly spiritual gifts, and have been tested in the holy Church of God through the Holy Spirit by prophets and apostles, and by the Lord Himself; as the apostle John declares in his Epistle, Test the spirits, whether they are from God. And again he says, You have heard that Antichrist is coming, and now many Antichrists have arisen. They went out from us, yet they were not of us. For if they had been of us, they would have remained with us; yet that they might be made manifest, that they are not of us, for this sake I write to you, little children; and what follows. Truly, then, they are not of those saints themselves. For they stepped aside through their own contentiousness, clinging also to spirits of error and myth-making.
Βʹ. Ἰδοὺ γὰρ ἐξ αὐτῆς τῆς ὑποθέσεως ἐλέγχονται μὴ δυνάμενοι πληροῦν τὰ ἑαυτῶν ἐν φιλονεικίᾳ ὑπισχνούμενα. Εἰ γὰρ δεῖ χαρίσματα δέχεσθαι, καὶ δεῖ ἐν Ἐκκλησίᾳ χαρίσματα, πῶς οὐκέτι μετὰ Μοντανὸν,
Chapter II. For behold, from their very own premise they are refuted as unable to fulfil the things they contentiously promise. For if one must receive spiritual gifts, and there must [be] spiritual gifts in the Church, why after Montanus do they no longer
PG 41:857Read from the page
καὶ Πρίσκιλλαν, καὶ Μαξιμίλλαν, ἔχουσι προφήτας; Ἆρα ἤργησεν ἡ χάρις; Οὐκ ἀργεῖ δὲ ἡ χάρις ἐν ἁγίᾳ Ἐκκλησίᾳ· μὴ γένοιτο! Εἰ δὲ ἕως τινὸς προεφήτευσαν οἱ προφητεύσαντες, καὶ οὐκ ἔτι προφητεύουσιν· ἀλλὰ οὔτε Πρίσκιλλα, οὔτε Μαξιμίλλα προεφήτευσαν μετὰ τὰς προφητείας τὰς διὰ τῶν ἁγίων ἀποστόλων ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ δοκιμασθείσας. Κατὰ δύο οὖν τρόπους ἐλεγχθήσεται ἡ αὐτοῦ ἄνοια. Ἢ γὰρ δείξωσιν εἶναι προφήτας μετὰ Μαξιμίλλαν, ἵνα μὴ ἀργήσῃ παρ' αὐτοῖς λεγομένη χάρις· ἢ οἱ περὶ Μαξιμίλλαν ψευδοπροφῆται εὑρεθήσονται μετὰ τὸν ὅρον τῶν προφητικῶν χαρισμάτων τολμήσαντες οὐκ ἀπὸ τοῦ ἁγίου Πνεύματος, ἀλλ' ἀπὸ πλάνης δαιμόνων ἐνθουσιασθῆναι, καὶ φαντάσαι τοὺς ἀκούοντας αὐτῶν, καὶ ὅπως ἐξ αὐτῶν τῶν παρ' αὐτοῖς λεγομένων ὁ ἔλεγχος πρὸς αὐτοὺς ῥηθήσεται. Φάσκει γὰρ ἡ παρ' αὐτοῖς λεγομένη Μαξιμίλλα ἡ προφῆτις, ὅτι, φησὶ, Μετ' ἐμὲ προφῆτις οὐκέτι ἔσται, ἀλλὰ συντέλεια. Ἰδοὺ δὲ πάντοθεν φαίνεται τὸ πνεῦμα τῆς πλάνης. Ὅσα γὰρ οἱ προφῆται εἰρήκασι, καὶ μετὰ συνέσεως παρακολουθοῦντες ἐφθέγγοντο, καὶ ἐτελέσθησαν τὰ παρ' αὐτῶν εἰρημένα, καὶ ἔτι πληροῦται. Αὕτη δὲ εἶπε μετ' αὐτὴν εἶναι συντέλειαν· καὶ οὔπω συνετελέσθη, μάλιστα τοσούτων βασιλέων γενομένων, καὶ τοσούτου χρόνου ὑπερβεβηκότος. Ἔτη γάρ εἰσιν ἔκτοτε πλείω ἢ ἐλάσσω διακόσια ἐννενήκοντα ἕως τοῦ ἡμετέρου χρόνου, δωδεκάτου ἔτους Οὐαλεντινιανοῦ, καὶ Οὐάλεντος, καὶ Γρατιανοῦ βασιλείας· καὶ οὔτε ἡ συντέλεια κατὰ τὴν ἠχήσασαν ἑαυτὴν προφήτιδα, μὴ γνοῦσαν μήτε τὴν ἡμέραν τῆς αὐτῆς τελευτῆς. Καὶ ἰδεῖν ἔστι, πῶς πάντες οἱ ἀπὸ τῆς ἀληθείας ἑαυτοὺς ἀλλοτριώσαντες, οὐκ ἐν εὐσταθείᾳ τινὶ λόγου μεμενήκασιν· ἀλλ' ὡς νήπιοι ὑπὸ τοῦ ἀεὶ πλανῶντος ὄφεως παραπεποιημένοι, εἰς ἀπώλειαν ἑαυτοὺς ἐκδεδώκασι. Καὶ εἰς τὸ γενέσθαι κατάβρωμα τοῦ λύκου, ἐκ τῆς μάνδρας αἱρεθέντες παρελκυσθῆναι, καὶ οὕτως ἀπολέσθαι, μὴ κρατοῦντες την ἀρχὴν, ἀλλὰ καταλείψαντες τὴν ἀλήθειαν, ἐν ναυαγίῳ ἑαυτοὺς καὶ ἐν κλύδωνι τῆς πάσης πλάνης παραδεδώκασιν. Εἰ γὰρ λέξει Μαξιμίλλα, ὅτι προφήτης οὐκέτι ἔσται, ἄρα ἀναιρεῖ τὸ εἶναι παρ' αὐτοῖς τὸ χάρισμα, καὶ εἰς ἔτι δεῦρο φέρεσθαι. Εἰ δὲ ἕως αὐτῆς, ὡς προεῖπον μὲν, τὸ χάρισμα, ἄρα καὶ αὐτὴ οὐ μετέσχε τῶν χαρισμάτων.
and Priscilla, and Maximilla, have prophets? Has grace ceased to work? Yet grace does not cease to work in the holy Church; far be it! Yet if those who prophesied did prophesy up to a certain point, and no longer prophesy, neither did Priscilla nor Maximilla prophesy after the prophecies tested through the holy apostles in the holy Church. In two ways, therefore, his folly will be refuted. For either let them show that there are prophets after Maximilla, so that what they call grace among them may not cease to work; or Maximilla and her followers will be found false prophets, having dared after the limit of the prophetic gifts to be inspired not from the Holy Spirit, but from the error of demons, and to delude their hearers; and thus from the very things spoken among them the refutation will be uttered against them. For she who is called among them Maximilla the prophetess declares, After me, says she, there shall no longer be a prophetess, but the consummation. Behold how from every side the spirit of error appears! For whatsoever things the prophets spoke, following them with understanding they also uttered, and the things spoken by them were accomplished, and are still being fulfilled. Yet this woman said that after her would be the consummation; and it has not yet been consummated, above all after so many emperors have arisen, and so much time has elapsed. For there are from that time more or fewer than two hundred and ninety years down to our own time, the twelfth year of the reign of Valentinian, and Valens, and Gratian; and there is neither the consummation according to her who sounded herself forth a prophetess, knowing not even the day of her own death. And one may see how all who have alienated themselves from the truth have remained in no stability of reason; but, counterfeited like infants by the ever-deceiving serpent, have delivered themselves over to destruction. And so as to become prey for the wolf, having chosen to be dragged away out of the fold, and thus perish, not holding fast the Head, but forsaking the truth, they have handed themselves over into shipwreck and into the surge of every error. For if Maximilla says that there shall no longer be a prophet, then she abolishes the existence of the spiritual gift among them and its continuance down to the present. And if the spiritual gift lasted up to her, as I said before, then neither did she herself partake of the spiritual gifts.
Γʹ. Πεπλάνηται γάρ. Ἐσφράγισε γὰρ ὁ Κύριος τὴν Ἐκκλησίαν, καὶ ἐπλήρωσεν αὐτὴ τὰ χαρίσματα. Ὅτε γὰρ ἦν χρεία, ἐν προφήταις ἐν ἀληθινῷ πνεύματι, καὶ ἐῤῥωμένῃ διανοίᾳ, καὶ παρακολουθοῦντι νῷ, οἱ αὐτοῦ ἅγιοι τὰ πάντα προεφήτευσαν· ἐμπιπλώμενοι Πνεύματος ἁγίου, κατὰ τὴν ἀναλογίαν τῶν ἐκ Πνεύματος χαρισμάτων ἑκάστῳ διδομένων, καὶ
Chapter III. For he has gone astray. For the Lord sealed the Church, and fulfilled the spiritual gifts herself. For when there was need, among prophets in a true spirit, and a sound mind, and an understanding intellect, His saints prophesied all things, being filled with the Holy Spirit, according to the proportion of the spiritual gifts given from the Spirit to each one, and
Notes, col. 857

On the reading

Printed την, for τὴν.