Migne Reading Room

PG 41 · cols. 1172–1181 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:1172Read from the page
ἐνδιδῶμεν οὖν, ὦ ψυχὴ, μὴ ἐνδιδῶμεν τῷ πονηρῷ, ἀλλὰ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Θεοῦ ὑπερασπίζουσαν καὶ προαγωνιζομένην ἡμῶν, ἐνδυσώμεθα τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδυσώμεθα τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης· ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνησόμεθα πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, πρὸς τὸ δύνασθαι στῆναι πρὸς τὴν μεθοδείαν τοῦ διαβόλου· λογισμούς τε καθαιρεῖν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Ὅτι μὴ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα. Τούτου δὲ ἕνεκα ταῦτα λέγω, ὅτι οὗτος ὁ τρόπος τοῦ Ἀποστόλου τῶν συνταγμάτων. Πολλὰ μὲν γάρ ἐστι καὶ περὶ ἑκάστου τῶν ἐν τῇ Ἐπιστολῇ ταύτῃ εἰρημένων ἀποδεῖξαι, ὡς ὀρθοδόξως καὶ μεμελημένως ἔχει· ἀλλὰ μακρὸν ἂν εἴη ἕκαστον αὐτῶν οὕτως διελθεῖν. Τὸν γὰρ τύπον αὐτοῦ δεῖξαι μόνον καὶ τὴν βούλησιν προῄρημαι νῦν. Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ' ὃ μισῶ, τοῦτο ποιῶ. Σύμφημι τῷ νόμῳ τῶ Θεοῦ, ὅτι καλός· νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ, ἀλλ' ἡ οἰκοῦσα εν ἐμοὶ ἁμαρτία. Οἶδα γὰρ, ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν· ὀρθῶς λέγων. Μέμνησθε γὰρ ἐν τοῖς ἔμπροσθεν, ὡς ὁριζόμεθα, εἰ καὶ σπεύδων ἐγὼ ταχὺ πάντα διεξελθεῖν μᾶλλον βραδύνω, μακροτέρας μου τῶν λόγων τῆς περιόδου ἧς προσεδόκησα γεγενημένης, ἣν προθυμητέον δὴ διανύσαι. Ἄλλως γὰρ τοῦ προκειμένου οὔποτε ἥξομεν ἐπὶ τέλος.
give way, then, O soul, let us not give way to the evil one; rather, having taken up the whole armour of God that shields us and fights at our forefront, let us put on the breastplate of righteousness, and let us bind our feet beneath with the readiness of the Gospel of peace; in all things having taken up the shield of faith, wherewith we shall be able to quench all the fiery darts of the evil one, and to receive the helmet of salvation, and the sword of the Spirit, which is the word of God, so as to be able to stand against the wiles of the devil, and to cast down reasonings and every high thing lifted up against the knowledge of God; because our wrestling is not against blood and flesh. Now on this account I say these things, because such is the manner of the Apostle's treatises. For there are indeed many things to demonstrate concerning each of the statements uttered in this Epistle, showing how orthodoxly and carefully it stands; yet it would be tedious to go through each of them in this fashion. For I have purposed at present only to show his pattern and intent. For what I will, this I do not practise; but what I hate, this I do. I consent unto the law of God, that it is good; yet now it is no longer I that work it out, but the sin dwelling in me. For I know that there dwells not in me, that is, in my flesh, what is good—speaking rightly. For you recall in what went before how we defined matters, even though I, while hastening to pass rapidly through everything, rather linger, since the circuit of my discourses has grown longer than I expected, which we must indeed eagerly bring to completion. Otherwise we shall never arrive at the end of our subject.
Ξʹ. Οὐκοῦν ἐλέγομεν ἀφ' οὗ τὸν ἄνθρωπον ἐμνημονεύετε, πλανηθέντα τὴν ἐντολὴν ἀθετῆσαι συνέβη, ἐντεῦθεν ἐκ τῆς παρακοῆς τὴν ἁμαρτίαν λαβοῦσαν γένεσιν εἰς αὐτὸν εἰσῳκηκέναι. Οὕτως γὰρ πρῶτον στάσις ἐνέπεσε, σφαδαϊσμῶν τε καὶ λογισμῶν ἀνοικείων ἐπληρώθημεν, κενωθέντες μὲν τοῦ ἐμφυσήματος τοῦ Θεοῦ, πληρωθέντες δὲ ἐπιθυμίας ὑλικῆς, ἣν ὁ πολύπλοκος ἐνέπνευσεν εἰς ἡμᾶς ὄφις, βραχυπορησάντων ἡμῶν τῆς παραγγελίας τοῦ Θεοῦ τὸν κύκλον. Διὸ καὶ τὸν θάνατον ὁ Θεὸς πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας ὑπὲρ ἡμῶν εὕρατο, ἵνα μὴ ἐν ἀθανάτοις ἡμῖν ἀνατείλασα, ὡς ἔφην, ἀθάνατος ᾖ. Ὅθεν ὁ Ἀπόστολος, Οἶδα γὰρ, ὅτι οὐκ οἰκεῖ ἐν ἐμοὶ, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθὸν, λέγων, τὴν ἀπὸ τῆς παραβάσεως διὰ τῆς ἐπιθυμίας εἰσοικισθεῖσαν εἰς ἡμᾶς ἁμαρτίαν βούλεται μηνύειν ἤδη, ἧς δὴ καθάπερ βλαστήματα νέα καὶ κλῶνες, οἱ φιλήδονοι περὶ ἡμᾶς ἀεὶ λογισμοὶ συνίστανται. Δισσὰ γὰρ ἐν ἡμῖν λογισμῶν γένη· ὁ μὲν ἀπὸ τῆς ἐπιθυμίας τῆς ἐνθωπευούσης ἐν τῷ σώματι συνιστάμενος, ἥτις ἐξ ἐπινοίας, ὡς ἔφην, ἐγενήθη τοῦ ὑλικοῦ πνεύματος· ὁ δὲ ἀπὸ τοῦ νόμου τοῦ κατὰ τὴν ἐντολὴν, ὃν ἔμφυτον ἐλάβομεν ἔχειν καὶ φυσικὸν νόμον, πρὸς τὸ καλὸν ἡμῶν ἐξεγείροντα, καὶ ἐπαν-
60. Well then, we were saying that from the time when, as you recall, it befell man upon being led astray to set aside the commandment, thenceforth sin, taking its origin from disobedience, made its abode in him. For thus sedition first fell upon us, and we were filled with convulsions and alien thoughts, having been emptied indeed of the inbreathing of God, and filled instead with material desire, which the subtle serpent breathed into us when we fell short of the compass of God's command. Wherefore God also devised death on our behalf for the abolition of sin, lest, having sprung up in us as immortals, as I said, it should be immortal. Hence the Apostle, in saying, For I know that there dwells not in me, that is, in my flesh, what is good, intends already to indicate the sin that has settled within us from the transgression through desire—from which, just like fresh shoots and branches, pleasure-loving thoughts ever arise around us. For there are two kinds of thoughts within us: the one arising from the desire that flatters within the body, which, as I said, came into being out of the contrivance of the material spirit; and the other from the law that accords with the commandment, which we received to possess as an innate and natural law, rousing our reasoning faculty towards what is good, and sets
Notes, col. 1172

On the reading

Printed τῶ, for τῷ.

Printed εν, for ἐν.

PG 41:1173Read from the page
ορθούμενον τὸν λογισμόν. Ὅθεν τῇ νομοθεσίᾳ τοῦ Θεοῦ κατὰ τὸν νοῦν συνηδόμεθα· τοῦτο γὰρ ὁ ἔσω ἄνθρωπος· τῇ δὲ νομοθεσίᾳ τοῦ διαβόλου κατὰ τὴν ἐνοικοῦσαν ἁμαρτίαν ἐν τῇ σαρκί. Ὁ γὰρ νόμος ἀντιστρατευόμενος καὶ ἀντιπράσσων τῷ νόμῳ τοῦ Θεοῦ, ὁ ἐν τῇ ἐπιθυμίᾳ τοῦ νοὸς, οὗτός ἐστιν ὁ τοὺς ἐμπαθεῖς ἀναφύων ἀεὶ καὶ ὑλικοὺς πρὸς ἀνομίαν περισπασμοὺς, παντάπασι πρὸς ἡδονὰς ὢν ἑλκτικός.
upright the reasoning faculty. Hence we delight in the lawgiving of God according to the mind, for this is the inward man; yet in the lawgiving of the devil, according to the sin indwelling in the flesh. For the law that wars against and opposes the law of God, namely that which lies in the desire of the mind, is the very one that ever breeds passionate and material distractions towards lawlessness, being wholly alluring towards pleasures.
ΞΑʹ. Τρεῖς γὰρ νόμους ὑποτιθέμενος ἀναφανδὸν ὁ Παῦλος ἐνταῦθά μοι καταφαίνεται· ἕνα μὲν τὸν κατὰ τὸ ἔμφυτον ἐν ἡμῖν ἀγαθὸν, ὃ καὶ νόμον σαφῶς νοὸς ἐκάλεσεν· ἕνα δὲ τὸν ἐκ προσβολῆς ἐνιστάμενον τοῦ πονηροῦ, καὶ εἰς τὰς ἐμπαθεῖς ἐξέλκοντα πολλάκις φαντασίας τὴν ψυχὴν, ὃν ἀντιστρατεύεσθαι τῷ νόμῳ τοῦ νοὸς ἔφη· καὶ ἕτερον τὸν κατὰ τὴν ἁμαρτίαν ἐκ τῆς ἐπιθυμίας ἐνσκιρώσαντα ἐν τῇ σαρκὶ, ὃν ἁμαρτίας νόμον οἰκοῦντα ἐν τοῖς μέλεσιν ἐκάλεσεν· ᾧ ἐπιβαίνων ὁ πονηρὸς καὶ ἐποχούμενος πολλάκις καθ' ἡμῶν ἐγκελεύεται, πρὸς ἀδικίαν ἡμᾶς καὶ πράξεις συνελαύνων κακάς. Ὁ γὰρ ἔξωθεν εἰσπνεόμενος ἀπὸ τοῦ πονηροῦ νόμος, καὶ διὰ τῶν αἰσθήσεων, καθάπερ ἀσφαλτῶδες ῥεῦμα, ἔνδον εἰς αὐτὴν ἐκχεόμενος τὴν ψυχὴν, ὑπὸ τοῦ ἐν σαρκὶ κατὰ τὴν ἐπιθυμίαν ἐπιτυγχάνοντος κραταιοῦται νόμου. Φαίνεται γὰρ ὡς ἐν ἡμῖν αὐτοῖς τὸ μὲν βέλτιον, τὸ δὲ χεῖρον ὄν. Καὶ ὅταν μὲν τὸ βέλτιον φύσει τοῦ χείρονος ἐγκρατέστερον γενηθῇ, φέρεται ὅλος πρὸς τὸ ἀγαθὸν ὁ νοῦς· ὅταν δὲ τὸ χεῖρον ἐπιβρίσῃ πλεονάσαν, τὸ ἀντιστρατεύεσθαι τῷ ἐν ἡμῖν λέγεται ἀγαθῷ, πάλιν ἄγεται ἀντιστρόφως πρὸς φαντασίας παντοδαπὰς ὁ ἄνθρωπος καὶ λογισμοὺς χείρονας.
61. For Paul here manifestly seems to me to lay down three laws: one according to the good implanted in us, which he also clearly called the law of the mind; another opposing us from the assault of the evil one and frequently drawing the soul out into passionate fantasies, which he said wars against the law of the mind; and a third that according to sin has grown callous in the flesh out of desire, which he called a law of sin dwelling in the members, upon which the evil one, mounting and riding, often urges himself on against us, driving us together towards unrighteousness and evil deeds. For the law breathed in from without by the evil one, and poured inside through the senses like a bituminous stream into the soul itself, is strengthened by the law present in the flesh according to desire. For it appears that within ourselves there is both the better part and the worse. And whenever that which is better by nature becomes master over the worse, the mind is borne wholly towards the good; whereas whenever the worse, having grown excessive, weighs heavily—that which is said to war against the good within us—man is in turn led conversely towards fantasies of every sort and baser thoughts.
ΞΒʹ. Οὗ δὴ καὶ χάριν ὁ Ἀπόστολος εὔχεται ῥυσθῆναι, θάνατον αὐτὸ καὶ ὄλεθρον εἶναι ἡγούμενος· ὥσπερ δὴ καὶ ὁ Προφήτης, Ἀπὸ τῶν κρυφίων μου, λέγων, καθάρισόν με. Αὐτὰ γὰρ τὰ ῥητὰ τοῦτο παρίστησιν· Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον, λέγοντος. Βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Ταλαίπωρος ἐγὼ ἄνθρωπος! τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; οὐ τὸ σῶμα θάνατον ἀποφηνάμενος, ἀλλὰ τὸν νόμον τῆς ἁμαρτίας, τὸν ἐν τοῖς μέλεσι, διὰ τῆς παραβάσεως ἐν ἡμῖν ἐμφωλεύοντα, καὶ πρὸς θάνατον ἀεὶ τὸν τῆς ἀδικίας τὴν ψυχὴν ἐμφαντάζοντα. Ἐπιφέρει γοῦν εὐθέως ἀμέλει διαλεγόμενος ὁποίου θανάτου ἐγλίχετο ῥυσθῆναι, καὶ τίς αὐτὸν ὁ ῥυόμενος ἦν· Χάρις τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. Προσεκτέον γὰρ, ὅτι, εἰ τὸ σῶμα θάνατον τοῦτο, ὦ Ἀγλαοφῶν, ὡς ὑπειλήφατε, ἔλεγεν, οὐκ ἂν τὸν Χριστὸν ὡς ῥυόμενον αὐτὸν ὕστερον ἐκ τοῦ τοιούτου κακοῦ παρελάμβανεν.
62. On which very account the Apostle prays to be delivered, deeming that very thing to be death and destruction; just as the Prophet also says, From my hidden things cleanse Thou me. For the expressions themselves show this, when he says: For I delight in the law of God according to the inward man; but I see another law warring against the law of my mind, and taking me captive to the law of sin which is in my members. Wretched man that I am! who shall deliver me out of the body of this death?—not pronouncing the body to be death, but rather the law of sin that lurks in the members within us through the transgression, and ever conjures before the soul the death of unrighteousness. Accordingly he straightway adds without fail, discoursing of what sort of death he longed to be delivered from, and Who it was that delivered him: Thanks be to God through Jesus Christ. For one must observe that if he had called this body death, O Aglaophon, as you have supposed, he would not subsequently have brought in Christ as delivering him out of so great an evil.
PG 41:1176Read from the page
Ἐπεὶ τί παραδοξότερον, ἢ πλέον ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἐσχήκαμεν; Τί δὲ καὶ ὁ Ἀπόστολος ὅλως ὡς διὰ τῆς παρουσίας τοῦ Χριστοῦ δυνάμενος ἐκ τοῦ θανάτου ὑπὸ Θεοῦ ἐλευθερωθῆναι, τοῦτο ὑπεφθέγγετο, ὁπότε πᾶσι καὶ πρὸ τοῦ τὸν Χριστὸν ἐλθεῖν εἰς τὸν κόσμον συνέβαινε θνήσκειν; Ἐῤῥύοντο γὰρ χωριζόμενοι πάντες τῶν σωμάτων κατὰ τὴν ἀπὸ τοῦ βίου ταύτην ἔξοδον. Ἀλλὰ καὶ ὡσαύτως δὲ πᾶσαι αἱ ψυχαὶ, καὶ αἱ τῶν ἀπίστων καὶ πιστῶν, καὶ τῶν ἀδίκων καὶ δικαίων ἐχωρίζοντο τῶν σωμάτων κατὰ τὴν ἡμέραν τῆς τελευτῆς.
For what more paradoxical or greater thing have we gained from the coming of Christ? And why at all did the Apostle utter this, as though able to be set free from death by God through the coming of Christ, seeing that it befell all men even before Christ came into the world to die? For all were delivered by being parted from their bodies at this departure from life. Nay more, in like manner all souls as well—both those of unbelievers and of believers, and of the unrighteous and of the righteous—were parted from their bodies on the day of their decease.
Τί οὖν ὁ Ἀπόστολος πλέον παρὰ τοὺς ἄλλους λαβεῖν τοὺς ἐν ἀπιστίᾳ διατρίψαντας ἐσπούδαζεν; ῍Β διὰ τί ῥυσθῆναι ἀπὸ τοῦ σώματος ηὔχετο, ὃ καὶ μὴ ἤθελε, πάντως ἂν συνέβαινεν αὐτῷ, καθάπερ δὴ καὶ πᾶσι κεῖται τὸ τελευτῆσαι καὶ χωρισθῆναι τὰς ψυχὰς αὐτῶν ἀπὸ τῶν σωμάτων, εἴγε θάνατον τὸ σῶμα τῆς ψυχῆς ὑπετίθετο; Ὥστε οὐ τὸ σῶμα τοῦτο, ὦ Ἀγλαοφῶν, θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν τὴν κατοικήσασαν διὰ τῆς ἐπιθυμίας ἐν τῷ σώματι λέγει, ἧς ὁ Θεὸς αὐτὸν διὰ τῆς παρουσίας τοῦ Χριστοῦ ἐῤῥύσατο. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, ὅπως ὁ ἐγείρας Ἰησοῦν ἐκ νεκρῶν, διὰ τὸ ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ἡμῖν ζωοποιήσῃ καὶ τὰ θνητὰ σώματα ἡμῶν, τῆς ἁμαρτίας τῆς ἐν τῷ σώματι ἡμῶν κατακριθείσης πρὸς ἀναίρεσιν· ἵνα τὸ δικαίωμα τοῦ κατὰ τὴν ἐντολὴν πρὸς τὸ ἀγαθὸν ἡμᾶς ἀφελκομένου φυσικοῦ νόμου φανερωθῇ (ἐξαφθὲν), τὸ ἀσθενῆσαν, τῆς σαρκὸς κεκρατημένης τῇ ἁμαρτίᾳ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ, ταῖς ὑλικαῖς φροντίσιν ἐπιχωννύμενον. Τὸ γὰρ ἀδύνατον τοῦ ἐν ἡμῖν φυσικοῦ ἀγαθοῦ, ἐν ᾧ ἠσθένει, ὑπὸ τῆς ἐπιθυμίας ἡττώμενον τῆς ἐγκειμένης ἐν τῷ σώματι, (ὁ) Θεὸς ἀνεῤῥώσατο πέμψας τὸν Υἱὸν ἑαυτοῦ, τὴν ὁμοίαν τῇ σαρκὶ σάρκα ἀνειληφότα. Ἀλήθεια γὰρ, καὶ οὐ δόκησις ἦν ὃ ἐφάνη· ἵνα, τῆς ἁμαρτίας κατακεκριμένης πρὸς ἀναίρεσιν, εἰς τὸ μηκέτι καρποφορῆσαι ἐν τῇ σαρλὶ, τὸ δικαίωμα τοῦ φυσικοῦ νόμου πληρωθῇ, πλευνάσαν τῇ ὑπακοῇ τοῖς μὴ κατὰ τὴν ἐπιθυμίαν τῆς σαρκὸς περιπατοῦσιν, ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν τοῦ πνεύματος καὶ τὴν ὑφήγησιν. Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς, ὃ δή ἐστι τὸ Εὐαγγέλιον, ἕτερος ὢν τῶν προειρημένων νόμων, διὰ τοῦ κηρύγματος πρὸς ὑπακοὴν τεθεὶς, καὶ ἄφεσιν ἁμαρτημάτων, ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, νικήσας ἐκ παντὸς τὴν ἁμαρτίαν βασιλεύουσαν τῆς σαρκός.
What more, then, than the rest who passed their lives in unbelief was the Apostle eager to obtain? Or why did he pray to be delivered from the body—which, even if he had not wished it, would assuredly have befallen him, just as it is appointed unto all men to die and for their souls to be parted from their bodies—if indeed he supposed the body to be the death of the soul? Consequently it is not this body, O Aglaophon, that he calls death, but the sin that took up its dwelling in the body through desire, from which God delivered him through the coming of Christ. For the law of the Spirit of life in Christ Jesus set us free from the law of sin and of death, so that He Who raised Jesus from the dead might, through His Spirit indwelling in us, quicken our mortal bodies as well, sin in our body having been condemned to abolition; so that the righteous requirement of the natural law, which according to the commandment draws us away towards the good, might be made manifest (having been kindled anew)—that which had grown weak when the flesh was mastered by sin before the coming of Christ, being heaped over with material cares. For the powerlessness of the natural good within us, wherein it was weak through being overcome by the desire lying within the body, God restored to strength by sending His own Son, Who assumed flesh like unto our flesh. For what appeared was truth, and not semblance: so that, sin having been condemned to abolition to the end that it should no longer bear fruit in the flesh, the righteous requirement of the natural law might be fulfilled, abounding through obedience in those who walk not according to the desire of the flesh, but according to the desire and guidance of the Spirit. For the law of the Spirit of life—which indeed is the Gospel—being distinct from the aforesaid laws, laid down through the proclamation unto obedience and remission of sins, set us free from the law of sin and of death, having altogether vanquished the sin that reigned over the flesh.
Ἃ μὲν οὖν δὴ προβάλλονται, καὶ ἐκ τῶν τοῦ Ἀποστόλου ῥητῶν οὐκ ὀρθῶς αὐτὰ ἐξηγούμενοι, σαφηνίσας ἔφην, ὦ Θεόφιλε. Τρέψομαι δὲ καὶ πρὸς τὰ ἕτερα, ἐάνπερ τὸν βοηθήσοντα ἡμῖν πρὸς τὴν διέξοδον εὕρωμεν τοῦ λόγου. Ἄπορα γὰρ, καὶ οὐ πάνυ ῥᾴδια πρὸς καθαίρεσιν τὰ ἑξῆς. Διὸ καὶ ὀκνηρότερον αὐτῶν ἅπτομαι, μακρὰν καὶ χαλεπὴν αὐτῶν ὁρῶν τὴν ἀπόδειξιν ἐσομένην, ἐὰν μή τις ἡμᾶς αὔρα συν-
What things, then, they put forward from the expressions of the Apostle as well, expounding them wrongly, I have made clear and stated, O Theophilus. Now I shall turn also to the remaining matters, if indeed we find Him Who will aid us towards the traversal of the discourse. For what follows is perplexing, and by no means easy to refute. Wherefore I also touch upon them more hesitantly, seeing that their demonstration will be long and arduous, unless some breeze of
Notes, col. 1176

On the reading

Printed ῍Β, for Ἢ.

Printed σαρλὶ, for σαρκὶ.

Printed πλευνάσαν, for πλεονάσαν.

PG 41:1177Read from the page
έσεως ἄφνω ἐξ οὐρανοῦ καταπνεύσασα, καθάπερ ἐν μέσῳ νηχομένους πελάγει, εἰς ὅρμον ἀκύμονα καὶ ἀπόδειξιν ἀποκαταστήσῃ ἀσφαλεστέραν.
understanding, blowing suddenly down from heaven upon us as though swimming in mid-ocean, restore us to a waveless harbour and a surer demonstration.
Ἕως ὧδε τὸ μέρος τῶν Μεθοδίου.
Thus far the section from the writings of Methodius.
ΞΓʹ. Ταῦτα μὲν οὖν ἐστιν ἀπὸ μέρους καθ' εἱρμὸν τῶν ὑπὸ τοῦ μακαρίτου Μεθοδίου, τοῦ καὶ Εὐβουλίου, περὶ τοῦ προειρημένου Ὠριγένους καὶ τῆς αὐτοῦ διὰ σοφιστικῆς πλάνης κακοπιστίας ἐν τῷ αὐτῷ περὶ ἀναστάσεως λόγῳ. Ἃ ἐνταῦθα παραθέμενοι ἱκανῶς ἔχειν ἐνομίσαμεν πρὸς τὰς ἐκείνου φλυαρίας, καὶ τῆς αὐτοῦ ἀνατροπῆς τῆς τῶν ἀνθρώπων ζωῆς δι' ἐπιπλάστου (ἐξ) Ἑλληνικῆς δεισιδαιμονίας καὶ κακοηθείας. Πολλὰ γὰρ καὶ ἕτερα ἐν τῇ περὶ τῆς ὑποθέσεως ἀκολουθίᾳ τῷ προειρημένῳ Μεθοδίῳ ἀνδρὶ λογίῳ ὄντι, καὶ σφόδρα περὶ τῆς ἀληθείας ἀγωνισαμένῳ εἰρημένα εἴρηται, πάντως που καὶ ἔπη τοσαῦτα ἕτερα· ἀλλ' ἐπειδὴ ἐπηγγειλάμεθα καθ' ἑκάστην αἵρεσιν ὀλίγα πρὸς τὴν αὐτῆς ἀνατροπὴν λέγειν (οὐ γάρ εἰσιν ὀλίγαι), ἕως ὧδε ἐκ τῆς αὐτοῦ πραγματείας παραθέμενοι ἠρκέσθημεν. Ὀλίγα δὲ καὶ αὐτοὶ τῆς ἡμῶν πτωχείας εἰς τὴν αὐτὴν τοῦ ἀνδρὸς φλυαρίαν ἔτι προσθέμενοι, καταπαύσομεν τὸν κατ' αὐτοῦ ἀγῶνα, τῷ Θεῷ ἀποδεδωκότες τὸ βραβεῖον τῷ νικοποιῷ, καὶ τὴν αὐτοῦ Ἐκκλησίαν τῇ ἰδίᾳ αὐτοῦ φιλανθρωπίᾳ πάντοτε στέμμασιν ἀμαραντίνοις κατακοσμοῦντι, τοῖς τῆς ἀληθείας κηρύγμασιν. Λέξωμεν τοίνυν καὶ αὐτοὶ πρὸς αὐτὸν κατὰ δύναμιν.
63. These things, then, are in part and in sequence from the words spoken by the blessed Methodius, who is also called Eubulius, concerning the aforesaid Origen and his evil belief arising through sophistical error, in that same discourse on the resurrection; which passages, having set them forth here, we deemed to suffice against his drivellings and his subversion of human life through a fabricated superstition and malice derived from the Greeks. For many other things as well in the course of treating the subject were uttered by the aforesaid Methodius, an eloquent man and one who contended earnestly for the truth—altogether perhaps just as many lines more; yet since we promised in the case of each heresy to say a few things towards its refutation (for they are not few), we were content with having cited thus far from his treatise. And once we ourselves have added still a few things out of our own poverty against the same drivelling of the man, we shall bring the contest against him to an end, having rendered the prize to the victory-giving God, Who in His own loving-kindness ever adorns His Church with unfading crowns—namely, the proclamations of the truth. Let us therefore speak against him ourselves also according to our ability.
Φάσκεις, ὦ οὗτος, ὡς καὶ ἄνω μοι προδεδήλωται, ἐπισκωμματίζων, ὅτι Μὴ ἄρα βυρσοδέψης ἦν ὁ Θεὸς, ἵνα χιτῶνας δερματίνους τοῖς περὶ τὸν Ἀδὰμ ποιήσῃ, μηδέπω ζώων τεθυμένων; Εἰ δὲ καὶ ἐτύθη ζῶα, οὐκ ἦσαν, φησὶ, χιτῶνες δερμάτινοι, ἀλλὰ τὸ γήϊνον ὃ περικείμεθα σῶμα. Καὶ πανταχόθεν ἐλέγχεται τῇ τοῦ διαβόλου ἐπινοίᾳ καὶ τῇ τοῦ ὄφεως δολιότητι παρακολουθῶν, φθορὰν ἀπιστίας τῇ ἀνθρωπότητι ἐργαζόμενος, καὶ τὴν Εὔαν ἐξαπατήσαντος, καὶ ἀεὶ τὰς διανοίας τῶν ἀκεραίων ψυχῶν τῇ πανουργίᾳ ἐν ταῖς αὐτῶν διανοίαις παραφθείραντος. Ἴδωμεν τοίνυν, εἰ δύναται τὰ ὑπὸ σοῦ εἰρημένα ἔχειν στάσιν, ὡς τοσαῦτα μοχθήσας, καὶ εἰς μάτην ἐλάσας τὸν περὶ τοσούτων βίβλων συγγραφῆς ἀγῶνα. Εἰ γάρ ἐστιν ἀληθὲς ὃ περὶ σοῦ ᾄδεται, ὅτι ἑξακισχιλίους βίβλους συνεγράψω, ὦ ματαιοπόνε, καὶ τὸν πάντα κάματον εἰς ψόγους καὶ δόλους ματαιότητος ἀναλώσας σφοδρῶς καὶ κενῶς τὴν σὴν ἐργασίαν καταστήσας, διὰ τῶν ἀναγκαίων ὧν παρεχάραξας, ἀνέλπιστον τῆς ἐμπορίας σου τὸν κάματον περιεποιήσω. Εἰ γὰρ οὐκ ἀνίσταται τὸ σῶμα, οὐδὲ ἡ ψυχή τι κληρονομήσει. Μία γὰρ καὶ ἡ αὐτὴ κοινωνία τοῦ τε σώματος καὶ τῆς ψυχῆς, καὶ μία ἐργασία. Ἀνάστασιν δὲ παλιμ-
You assert, sir, scoffing—as has also been shown by me above: Was God perchance a tanner, that He should make tunics of skin for Adam and Eve, when animals had not yet been sacrificed? And even if animals were sacrificed, there were not, says he, tunics of skin, save the earthly body with which we are clothed. And on every side he is convicted of following the contrivance of the devil and the deceitfulness of the serpent, working the corruption of unbelief for mankind—that serpent who deceived Eve, and ever corrupts by craftiness the minds of guileless souls in their thoughts. Let us see, therefore, whether the things spoken by you can stand firm, seeing that you have toiled so greatly and have driven in vain the struggle of composing so many books. For if what is rumoured about you is true—that you composed six thousand books, O vain toiler, and expended all your labour upon censures and subtleties of vanity, rendering your work vehemently and emptily fruitless through the essential doctrines that you counterfeited—you have gained a hopeless labour from your traffic. For if the body does not rise, neither will the soul inherit anything. For one and the same is the fellowship of both body and soul, and one their work. And as for the resurrection, while disingenuously
PG 41:1180Read from the page
βόλως καὶ αὐτὸς ὁμολογῶν, πεφαντασιασμένην δόκησιν, καὶ οὐκ ἀληθινῶς ἔχων, ἀναγκάζῃ μόνον τὸ ὄνομα λέγειν. Ἀνάστασις οὖν ποία ψυχῆς δύναται λέγεσθαι, τῆς μὴ πιπτούσης μηδὲ θαπτομένης; Ἀλλὰ δήλη ἐστὶν ἐκ τοῦ ὀνόματος, ὅτι τοῦ πεσόντος σώματος καὶ ταφέντος ἡ ἀνάστασις πάντη τε καὶ ἐν πάσῃ Γραφῇ ἐστιν κηρυττομένη ὑπὸ τῶν υἱῶν τῆς ἀληθείας. Εἰ δὲ οὐκ ἀνίσταται, οὐκ ἔνι ἡ διὰ πασῶν Γραφῶν κηρυττομένη ἀνάστασις. Εἰ δὲ ἀνάστασις οὐχ ὑπάρχει, ματαία ἡ τῆς τῶν νεκρῶν ἀναστάσεως προσδοκία. Οὐ γὰρ ψυχῶν ἀνάστασίς ἐστι τῶν μὴ πεσουσῶν, ἀλλὰ σωμάτων τῶν τεθαμμένων. Εἰ δὲ καὶ μέρος τῆς ἀναστάσεως ἐγείρεται, μέρος δὲ ἀποτίθεται, ἄρα τοῦτο τὸ μέρος πῶς ἔσται; Οὐ γὰρ δύναται ἐν σώματι εἶναι μέρη ἐγειρόμενα, καὶ μέρη ἀποτιθέμενα καὶ καταλιμπανόμενα.
confessing it yourself as well, holding a fantasized notion and not possessing it in truth, you are compelled to utter only the name. What sort of resurrection, then, can be spoken of in the case of a soul, which neither falls nor is buried? Rather, it is evident from the very name that the resurrection proclaimed everywhere and in all Scripture by the sons of truth belongs to the body that has fallen and been buried. Now if it does not rise, the resurrection proclaimed throughout all the Scriptures does not exist. And if there is no resurrection, vain is the expectation of the resurrection of the dead. For resurrection is not of souls that have not fallen, but of bodies that have been buried. And if one part of the resurrection is raised up while another part is laid aside, how then shall this part stand? For there cannot be in a body parts that are raised up and parts that are laid aside and left behind.
Ὅτι δέ ἐστι σῶμα ψυχικὸν, καὶ ἔστι σῶμα πνευματικὸν, οὐκ ἄλλο σῶμα πνευματικὸν, καὶ ἄλλο ψυχικὸν, ἀλλ' αὐτὸ ψυχικὸν, αὐτὸ πνευματικόν. Ὅτε γάρ ἐσμεν ἐν τῷ κόσμῳ, καὶ τὰ σαρκὸς πράττομεν φθαρτὰ ἔργα, σώματά ἐστι ψυχικά. Δουλεύομεν γὰρ τῇ ψυχῇ ἐν τῷ κόσμῳ ἐν ἀτοπίαις, ὡς καὶ σὺ ἔφης ἀπὸ μέρους. Ὅτε ἐγειρόμεθα, οὐκέτι τῆς ψυχῆς ἡ δυολεία, ἀλλὰ πνεύματος ἡ ἀκολουθία, ἀπεντεῦθεν ἤδη ἔχουσα τὸν ἀῤῥαβῶνα διὰ τοῦ εἰρημένου· Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν, τὰς πράξεις τοῦ σώματος θανατοῦντες ζήσωμὲν. Οὐκέτι γὰρ γάμοι, οὐκέτι ἐπιθυμίαι, οὐκέτι ἀγῶνες τοῖς ἐγκράτειαν ἐπαγγελλομένοις, οὐκέτι παραπτώματα ἁγνείας ἀντίπαλα, οὐκέτι ἐνέργειαι αι ἐνταῦθα πραττόμεναι· ἀλλὰ, ὡς φησὶν ὁ Κύριος, οἱ καταξιωθέντες ἐκείνης τῆς ἀναστάσεως οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι.
And whereas there is a natural body, and there is a spiritual body, there is not one spiritual body and another natural body; rather, the very same is natural and the very same is spiritual. For when we are in the world and practise the corruptible works of the flesh, our bodies are natural. For we are enslaved to the soul in the world amid absurdities, as you yourself also stated in part. When we are raised up, there is no longer the servitude of the soul, but the sequence of the Spirit, possessing already from henceforth the earnest through what has been spoken: If we live by the Spirit, by the Spirit let us also walk, putting to death the deeds of the body that we may live. For there are no longer marriages, no longer desires, no longer struggles for those who profess continence, no longer lapses opposed to chastity, no longer the activities practised here; rather, as the Lord says, those counted worthy of that resurrection neither marry nor are given in marriage, but are as angels.
ΞΔʹ. Ὡς καὶ μετετέθη Ἐνὼχ τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο. Οὐ μετετέθη δὲ, καὶ κατέλιπε τὸ σῶμα ἢ μέρος τοῦ σώματος. Εἰ γὰρ κατέλιπε τὸ σῶμα, εἶδεν ἄρα θάνατον. Ὁ δὲ σὺν σώματι μετατεθεὶς οὐκ εἶδε θάνατον. Ἐν σώματι γὰρ ζῶντι ὑπάρχει πνευματικῶς φερόμενος, καὶ οὐχὶ ψυχικῶς διὰ τὴν μετάθεσιν, καίτοιγε ἐν σώματι ὢν πνευματικῶς. Ἀλλὰ καὶ περὶ τοῦ Ἠλία ὡσαύτως, ὅτι ἀνελήφθη ἐν ἅρματι πυρίνῳ, καὶ ἔστιν ἔτι ἐν σαρκὶ, σαρκὶ δὲ πνευματικῇ, καὶ οὐκ ἐπιδεομένῃ τῶν ἀεὶ, ὅτι ἐν τῷ κόσμῳ τούτῳ ὑπῆρχε, διὰ κοράκων τρέφεσθαι, καὶ ἀπὸ τοῦ Χορὰτ χειμάῤῥου πίνειν, μηλωτὴν δὲ ἐνδύεσθαι, ἀλλὰ τρέφεσθαι ἑτέρᾳ τινὶ τροφῇ πνευματικῇ, ἧς ἐστι χορηγὸς ὁ τὰ κρύφια γινώσκων, καὶ ἀόρατα κτίσας Θεὸς, ἀμβροσίαν τινὰ καὶ ἀκήρατον ἔχων τὴν ἐδωδήν.
64. Just as Enoch also was translated that he should not see death, and was not found. Yet he was not translated in such a way as to leave behind his body or a part of his body. For had he left behind his body, he would indeed have seen death. Rather, having been translated together with his body, he did not see death. For he subsists in a living body, borne along spiritually and not naturally on account of the translation, albeit existing in a body spiritually. Moreover, concerning Elijah likewise: he was taken up in a chariot of fire, and is still in flesh—yet spiritual flesh, and not standing in need of the perpetual necessities wherewith, while he was in this world, he was nourished through ravens, and drank from the brook Cherith, and was clad in a sheepskin; rather, he is nourished with some other spiritual nourishment, whose supplier is God, Who knows hidden things and created things invisible, possessing as food a kind of ambrosial and uncorrupted fare.
Notes, col. 1180

On the reading

Printed δυολεία, for δουλεία.

Printed ζήσωμὲν, for ζήσωμεν.

Printed αι, for αἱ.

PG 41:1181Read from the page
Καὶ ὁρᾷς, ὅτι αὐτὸ τὸ σῶμα τὸ ψυχικὸν αὐτὸ πνευματικὸν, ὡς καὶ ὁ Κύριος ἡμῶν ἀνέστη ἐκ τῶν νεκρῶν, οὐκ ἄλλο σῶμα ἐγείρας, ἀλλ' αὐτὸ τὸ ὂν, καὶ οὐχ ἕτερον παρὰ τὸ ὂν, αὐτὸ δὲ τὸ ὂν εἰς λεπτότητα μεταβαλὼν πνευματικὴν, καὶ πνευματικὸν ὅλον συνενώσας· εἰσερχόμενος θυρῶν κεκλεισμένων· ὅπερ οὐκ ἐνδέχεται κατὰ τὰ ἡμέτερα σώματα ἐνταῦθα ὑπάρχειν τοῦτο διὰ τὸ παχυμερὲς καὶ οὔπω εἰς λεπτότητα συνενωθὲν πνευματικήν. Τί οὖν ἦν τὸ εἰσελθὸν θυρῶν κεκλεισμένων; Ἄλλο παρὰ τὸ ἐσταυρωμένον, ἢ αὐτὸ τὸ ἐσταυρωμένον; Πάντως που οὐ δυνήσῃ, Ὠρίγενες, μὴ ὁμολογῆσαι αὐτὸ τὸ ἐσταυρωμένον. Ἐλέγχει σε γὰρ διὰ τῆς τοῦ Θωμᾶ ἀκριβολογίας, ἐπειπὼν αὐτῷ· Μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Ἔδειξε γὰρ τύπον ἥλων, καὶ τύπον λόγχης, καὶ αὐτὰς τὰς οὐλὰς ἀφῆκεν ἐπὶ τοῦ σώματος, καίπερ συνενώσας τὸ σῶμα εἰς μίαν ἑνότητα πνευματικήν. Ἠδύνατο οὖν καὶ τὰς οὐλὰς ἀπαλεῖψαι· ἀλλ' οὐκ ἀπαλείφει, ἵνα ἐλέγξῃ σὲ, ὦ θεήλατε. Ἄρα οὖν ἦν τὸ σῶμα τὸ ἐν τῷ μνημείῳ ταφὲν τὸ τριήμερον, καὶ σὺν αὐτῷ ἀναστὰν ἐν τῇ ἀναστάσει. Ἔδειξε γὰρ καὶ ὀστᾶ, καὶ δέρμα, καὶ σάρκας, ὡς εἴρηκεν, ὅτι Ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστᾶ οὐκ ἔχει, ὡς ὁρᾶτέ με ἔχοντα. Πῶς οὖν εἰσῆλθε θυρῶν κεκλεισμένων, ἀλλ' ἵνα δείξῃ, ὅτι σῶμα μέν ἐστι, καὶ οὐ πνεῦμα τὸ ὁρώμενον, ἀλλὰ σῶμα πνευματικόν; καίτοιγε σὺν ψυχῇ, καὶ θεότητι, καὶ ὅλῃ τῇ ἐνανθρωπήσει αὐτὸ ὄν. Ἀλλὰ πνευματικὸν αὐτὸ τὸ ποτὲ παχυμερὲς λεπτομερὲς, αὐτὸ τὸ ἐσταυρωμένον, καὶ αὐτὸ τὸ κεκρατημένον ἀκράτητον, συνενωθὲν καὶ συγκραθὲν τῇ θεότητι, καὶ οὐκέτι λυόμενον, ἀλλ' εἰς ἀεὶ διαμένον, μηκέτι ἀποθνῆσκον. Ἀνέστη γὰρ Χριστὸς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων· οὐκέτι ἀποθνήσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει.
And you see that the very natural body itself becomes spiritual, just as our Lord also rose from the dead, raising not another body, but the very one that existed and none other beside that which existed—changing that very body which existed into spiritual subtlety, and uniting the whole as spiritual, entering in when the doors were shut; whereas in the case of our bodies here this cannot occur, because of their grossness and their not yet having been united into spiritual subtlety. What, then, was it that entered in when the doors were shut? Something other than that which was crucified, or the very one that was crucified? Assuredly you will in no way be able, O Origen, to refuse to confess that it was the very one that was crucified. For He refutes you through the exact inquiry of Thomas, saying further unto him: Be not faithless, but believing. For He showed the print of the nails and the print of the spear, and left the very scars upon His body, even though He had united the body into one spiritual unity. He could indeed have wiped away the scars as well; yet He does not wipe them away, in order to refute you, O God-driven man. Truly, then, it was the body that was buried for three days in the tomb, and that rose again together with Him in the resurrection. For He showed bones as well, and skin, and flesh, as He said: Behold, a spirit has not flesh and bones, as you see Me having. How, then, did He enter in when the doors were shut, save to show that what was seen was indeed a body and not a spirit, yet a spiritual body—albeit existing as that very same body together with soul and Godhead and His whole incarnation? Rather, that very body which was once gross became spiritual and subtle, that very one which was crucified, and that very one which had been held fast became impossible to hold fast, united and blended together with the Godhead, and no longer dissolved, but abiding forever, no longer dying. For Christ is risen from the dead, the firstfruits of those who have fallen asleep; He dies no more, death has dominion over Him no more.
ΞΕʹ. Ἵνα δὲ γνῷς καὶ τοῦτο, δι' ἣν αἰτίαν ἀπαρχὴ τῶν κεκοιμημένων λέγεται ὁ Χριστὸς, καίτοιγε οὐκ αὐτοῦ ἀρξαμένου ἀνίστασθαι. Πρὸ αὐτοῦ γὰρ ἀνέστησαν δι' αὐτοῦ Λάζαρος, καὶ ὁ υἱὸς τῆς χήρας, καὶ ἄλλοι· καὶ διὰ Ἠλία, καὶ διὰ Ἐλισσαίου. Ἀλλ' ἐπειδὴ ἐκεῖνοι πάντες ἀναστάντες πάλιν τεθνήκασιν, οὕτω Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων· ἀναστὰς γὰρ οὐκέτι ἀποθνήσκει, ὡς ἡ μέλλουσα ἀνάστασις εἶναι διὰ τῆς αὐτοῦ ζωῆς καὶ φιλανθρωπίας. Εἰ δέ ἐστιν ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ ἀνέστη ὅλον τὸ αὐτοῦ σῶμα σὺν τῇ θεότητι, ἡ αὐτοῦ ἐνανθρώπησις ἀναστᾶσα, καὶ μηδενὸς ἐξ αὐτῆς καταλειφθέντος, οὔτε σῶμα, οὔτε ἕτερόν τι. Οὐ γὰρ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Καὶ τὸ μὲν περὶ ψυχῆς ἐν τῷ ᾅδῃ σημαίνει τὸ μὴ καταλελεῖφθαι· τὸν δὲ ὅσιον, ἵνα δείξῃ τὸ ὅσιον σῶμα, τὸ μὴ ἑωρακὸς διαφθορὰν, ἀλλὰ ἀναστὰν ἀδιάφθορον, τὸ τριήμερον, καὶ τῇ ἀφθαρσίᾳ συνηνωμένον εἰς τὸν αἰῶνα.
65. And that you may know this also—for what reason Christ is called the firstfruits of those who have fallen asleep, even though He did not Himself begin the rising from the dead (for before Him there rose through Him Lazarus, and the son of the widow, and others, as well as through Elijah and through Elisha): since all those, having risen, died again, in this way Christ is the firstfruits of those who have fallen asleep; for having risen He dies no more, just as the resurrection to come is to be through His life and loving-kindness. Now if He is the firstfruits of those who have fallen asleep, and His whole body rose together with the Godhead, His incarnation rose again with nothing left behind from it—neither body nor anything else. For Thou wilt not abandon my soul unto Hades, nor wilt Thou give Thy Holy One to see corruption. And the clause concerning the soul in Hades signifies its not having been left behind; while He says Thy Holy One in order to show the holy body, which saw not corruption, but rose incorrupt on the third day and is united with incorruption forever.