Migne Reading Room

PG 41 · cols. 1184–1193 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:1184Read from the page
Σὺ δὲ φάσκεις, ὦ οὗτος, ταῦτα τὰ σώματα εἶναι τοὺς δερματίνους χιτῶνας, οὐδαμοῦ τῆς ἀκολουθίας τοῦτο ἐχούσης, ἀλλὰ διὰ τὰ ἐν σοὶ ἀπ' ἀρχῆς σπέρματα καταβληθέντα τῆς ἀπὸ τῶν Ἑλλήνων ἐθνομύθου διδασκαλίας, καὶ διὰ τὸν ἐκεῖ παροξυνθέντα σοι κακότροπον λογισμὸν τῆς περὶ τῆς ἀναστάσεως ἀπιστίας, φημὶ δὲ Ἑλλήνων τῶν σε εἰς τοῦτο ἀγαγόντων. Ὁ γὰρ ψυχικὸς ἄνθρωπος, φησὶν, οὐ δέχεται τὰ τοῦ Πνεύματος. Μωρία γὰρ αὐτῷ ἐστιν, ὅτι πνευματικῶς ἀνακρίνεται. Εἰ μὲν γὰρ πρὸ τῆς παρακοῆς οἱ χιτῶνες τοῖς περὶ τὸν Ἀδὰμ ἐγίνοντο, πιθανὸν ἄν σου τὸ ψεῦσμα, καὶ δυνάμενον ἐξαπατῆσαι· ὅτε δὲ φαίνεται μετὰ τὴν Εὔαν πλασθῆναι, πόθεν δὲ ἄρα ἐπλάττετο ἀλλὰ ἀπὸ σώματος; Δῆλον. Ἐπέβαλε γὰρ, φησὶν, ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ. Πλευρὰ δὲ οὐδὲν ἕτερον τυγχάνει, ἀλλὰ ὀστέον. ᾨκοδόμησε δὲ σάρκα ἀντ' αὐτῆς. Σαρκὸς δὲ ὀνομαζομένης, πῶς ἔτι προσδοκᾶται ἡ ταύτης ποίησις; Καὶ ἀνωτέρω φησί· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. — Καὶ ἔλαβε, φησὶ, χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον. Ὁ δὲ χοῦς καὶ σὰρξ οὐδὲν ἕτερόν ἐστιν ἀλλὰ σῶμα. Εἶτα μετέπειτα· Καὶ ἀναστὰς Ἀδὰμ ἀπὸ τοῦ ὕπνου εἶπε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Οὔπω δὲ χιτῶνες οἱ δερμάτινοι, οὔπω τὸ παρὰ σοῦ ψ⟨ε⟩ῦσμα ἀλληγορούμενον ὑπῆρχεν. Ὀστοῦν τοίνυν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου, δῆλον, ὅτι σώματα ἦσαν, καὶ οὐκ ἦν ἀσώματος ὁ Ἀδὰμ καὶ ἡ Εὔα. Καὶ ἔλαβεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγεν· ὡς ὑπενοθεύθη ὑπὸ τοῦ ὄφεως, καὶ γέγονεν ἐν παρακοῇ. Καὶ ἤκουσε τὴν φωνὴν τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν· καὶ ἐκρύβη ὁ Ἀδὰμ καὶ ἡ Εὔα ἐν τῷ ξύλῳ. Καὶ ὁ Θεός φησι τῷ Ἀδάμ· Ποῦ εἶ; Ὁ δὲ ἐλεγχόμενος ἀποκρίνεται· Τὴν φωνήν σου ἤκουσα, και ἐκρύβην, ὅτι γυμνός εἶμι. Γυμνὸν δὲ ἄρα ποῖον ἔλεγε; τὴν ψυχὴν ἔλεγεν ἢ τὸ σῶμα, Τὰ δὲ φύλλα τῆς συκῆς τίνα ἔσκεπε, τὴν ψυχὴν ἢ τὸ σῶμα; Καὶ τίς σοι εἶπε, φησὶν, ὅτι γυμνὸς εἶ, ει μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν ἀπ' αὐτοῦ, ἔφαγες; Καί φησιν· Ἡ γυνὴ ἣν ἔδωκάς μοι δέδωκέ μοι, καὶ ἔφαγον. Πόθεν δὲ ἐδόθη ἡ γυνὴ ἀλλ' ἢ ἀπὸ τῆς πλευρᾶς, τουτέστιν ἀπὸ τοῦ σώματος, πρινὴ τοὺς χιτῶνας αὐτοῖς δοθῆναι; Καὶ τῇ γυναικί φησι· Τί τοῦτο ἐποίησας; Ἡ δέ· Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον, καὶ ἔδωκα τῷ ἀνδρί μου. Ὁ δὲ Θεὸς ἐπάγει τὴν κατάραν, καὶ τῇ γυναικὶ τὴν ὀδύνην, καὶ τῷ ἀνθρώπῳ τὸ ἐν ἱδρῶτι φαγεῖν τὸν ἄρτον. Καὶ μετὰ ταῦτα λέγει· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν. Μήποτε ἐκτείνῃ τὴν χεῖρα, καὶ ἅψηται τοῦ ξύλου, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα· καὶ μεθ' ἕτερα· Καὶ ἐποίησεν ὁ Θεὸς χιτῶνας δερματίνους, καὶ ἐνέδυσε τοὺς περὶ τὸν Ἀδὰμ, καὶ ἐξέβαλεν αὐτοὺς ἐκ τοῦ παραδείσου. Καὶ ὁρᾷς, ὅτι μάταιος ἡ
Yet you assert, sir, that these bodies are the tunics of skin, though the sequence of the text nowhere admits this, save on account of the seeds sown within you from the beginning from the mythic gentile teaching of the Greeks, and on account of your perverse reasoning of unbelief concerning the resurrection whetted there—I mean of the Greeks who led you unto this. For the natural man, says he, receives not the things of the Spirit; for they are foolishness unto him, because they are spiritually discerned. For had the tunics been made for Adam and Eve before the disobedience, your falsehood might perhaps have been plausible and able to deceive; whereas since they manifestly appear after Eve was fashioned, whence then was she fashioned save from a body? That is plain. For He cast, says he, a trance upon Adam, and he slept; and He took one of his ribs. Now a rib happens to be nothing else than a bone. And He built up flesh in its stead. Yet once flesh is named, how is the making thereof still awaited? Moreover, higher up He says: Let Us make man according to Our image and according to Our likeness. — And He took, says he, dust from the earth, and fashioned man. Now dust and flesh are nothing else than a body. Then afterwards: And Adam, rising from sleep, said: This now is bone out of my bones, and flesh out of my flesh. Not yet did the tunics of skin exist, not yet did the falsehood allegorized by you subsist. Bone, therefore, out of my bones, and flesh out of my flesh makes it plain that there were bodies, and that Adam and Eve were not bodiless. And he took from the tree, and ate—when she had been corrupted by the serpent—and fell into disobedience. And he heard the voice of God walking in paradise in the cool of the day; and Adam and Eve hid themselves among the trees. And God says unto Adam: Where are you? And he, being convicted, answers: I heard Thy voice, and hid myself, because I am naked. What, then, did he call naked—did he mean the soul or the body? And what did the leaves of the fig-tree cover—the soul or the body? And who told you, says He, that you are naked, unless you have eaten from that tree whereof alone I commanded you not to eat? And he says: The woman whom Thou gavest me gave unto me, and I ate. Now whence was the woman given save from the rib, that is, from the body, before the tunics were given unto them? And unto the woman He says: Why have you done this? And she: The serpent beguiled me, and I ate, and gave unto my husband. And God brings on the curse: unto the woman travail-pain, and unto the man to eat his bread in sweat. And after these things He says: Behold, Adam is become as one of Us; lest perchance he stretch forth his hand, and touch the tree, and eat, and live forever; and after other words: And God made tunics of skin, and clothed Adam and Eve, and cast them out of paradise. And you see that vain is the
Notes, col. 1184

On the reading

Printed και, for καὶ.

Printed εἶμι, for εἰμι.

Printed ει, for εἰ.

PG 41:1185Read from the page
παρὰ σοῦ καινοτομουμένη κενοφωνία. Πρὸ πόσου γὰρ χρόνου ἦσαν σώματα τοῖς περὶ τὸν Ἀδάμ.
empty babbling newly devised by you. For how long beforehand did Adam and Eve possess bodies!
ΞϚʹ. Εἰ δὲ τοῦτό σε ἀνακρίνει, καὶ οὐ δύνασαι ψυχικῶς διανοούμενος τοῦ Πνεύματος δέξασθαι τὴν χάριν, ἄπιστε, καὶ ἐπέκεινα τῶν ἀπίστων τυγχάνων· λέγε μοι ἑκάστην ὑπόθεσιν ἐκ Θεοῦ γεγονυῖαν, πόσην ἔχει τὴν θαυματουργίαν καὶ ἔκπληξιν; Πόθεν ἐξ οὐκ ὄντων οὐρανὸς τέταται ἐν μετεώρῳ ἀναπεπετασμένος; Πόθεν ἐστιλβώθη ὁ ἥλιος, καὶ ἐκτίσθη, καὶ σελήνη, καὶ τὰ ἄστρα; Ἐκ ποίου πρωτοτύπου ὕλης ἐλήφθη ἡ γῆ, ἐξ οὐκ ὄντων γινομένη; Ἀπὸ ποίων φύσεων ἐτμήθη τὰ ὄρη; Πόθεν ἡ σύστασις ὅλου τοῦ κόσμου, ἡ ἐξ οὐκ ὄντων τῷ Θεῷ πορισθεῖσα; Πόθεν τῶν νεφῶν ἡ σύστασις, ἣ ὑπὸ θίξιν σκέπει τὸν οὐρανόν; Πόθεν τοῦ κώνωπος καὶ τῆς σκνιφὸς διὰ προστάγματος Θεοῦ τῷ θεράποντι αὐτοῦ Μωϋσῇ ὁ πορισμός; Πῶς τὴν ξυλίνην ῥάβδον εἰς ὄφιν μετέβαλεν ἐπεψυχωμένον καὶ ἕρποντα; Πόθεν τῇ χειρὶ τοῦ Μωϋσέως τῷ εἰς χιόνα μεταβάλλεσθαι; Οὕτω καὶ τότε ἠθέλησεν ὁ Θεὸς, ὦ ἄπιστε, καὶ δερματίνους φύσει χιτῶνας ἄνευ ζώων, ἄνευ τέχνης τινὸς ἀνθρωπίνης καὶ πολυμόρφου ἐργασίας, ἅμα θέλων ἐποίησε τοῖς περὶ τὸν Ἀδάμ· ὡς ἀπαρχῆς ἅμα ἠθέλησε, καὶ οὐρανὸς καὶ τὰ πάντα γεγένηται. Καὶ περὶ τούτων πολλάκις ἔφημεν καὶ ἐν ἄλλοις τόποις, καὶ ἀνωτέρω. Καὶ τοῖς μὲν βουλομένοις τὸ ζῆν σύντομος ἡ σωτηρία, καὶ εὐθυέλεγκτος ἡ κακοπιστία· τοῖς δὲ μὴ θέλουσι τὸ τῆς σωτηρίας καταδέξασθαι διδασκαλεῖον οὐδὲ ὁ πᾶς αἰὼν πρὸς διαλογὴν ἐξαρκέσειε, κωφευούσης ἀεὶ τῆς ἀκοῆς δίκην ἀσπίδος, καὶ τὰ ὦτα βυούσης, τοῦ μὴ καταδέξασθαι φωνὴν ἐπᾳδόντων, φαρμακοῦται φαρμακευομένη παρὰ σοφοῦ, κατὰ τὸν θεῖον λόγον. Τοῖς δὲ υἱοῖς τῆς ἀληθείας, οἶμαι, ὠφέλιμος οὐκ ὀλίγως, κἄν τε διὰ πλάτους ὁ λόγος εἰρημένος ἐνταῦθά μοι κεῖται.
66. Now if this troubles you, and, reasoning after the natural man, you are unable to receive the grace of the Spirit, O unbeliever—and happening to be even beyond unbelievers—tell me of each work that has come into being from God, how great wonder-working and amazement it holds! Whence has heaven been stretched out from things that are not, spread abroad on high? Whence was the sun made to shine, and created, as well as the moon and the stars? From what archetype of matter was the earth taken, coming into being out of things that are not? From what natures were the mountains hewn? Whence came the constitution of the whole world, provided by God out of things that are not? Whence comes the constitution of the clouds, which at a touch overspreads the heaven? Whence came the provision of the gnat and the midge through God's command for His servant Moses? How did He turn the wooden rod into an animate and creeping serpent? Whence came it to the hand of Moses to be turned into snow? So too at that time God willed, O unbeliever, and at the very moment He willed He made for Adam and Eve tunics genuine in their nature of skin, without animals, without any human art and manifold workmanship—just as from the beginning at the very moment He willed, both heaven and all things came into being. And concerning these matters we have spoken many times both in other places and higher up. And for those who desire to live, salvation is concise and evil belief easily refuted; whereas for those who refuse to accept the school of salvation, not even the whole age would suffice for disputation, since their hearing ever plays deaf like an asp that stops its ears so as not to receive the voice of charmers—it is charmed, being charmed by a wise man, according to the divine word. Yet for the sons of truth, I deem, the discourse set down here by me stands helpful in no small measure, even though spoken at length.
ΞΖʹ Ἐλεύσομαι δὲ εἰς τὸν περὶ ἀναστάσεως λόγον. Ὅταν γὰρ ἐξαπατήσῃς τοὺς ἀγνοοῦντας, τὸ σὸν φρόνημα ἀποβαλλόμενος, ὦ ματαιοπόνε, καὶ εἴπῃς· Τινὲς τῶν ἁπλουστέρων νομίζουσι τοὺς ἀσεβεῖς μὴ τεύξεσθαι ἀναστάσεως. . . .
67. Now I shall come to the discourse concerning resurrection. For when you deceive the ignorant, putting forward your own notion, O vain toiler, and say: Certain of the simpler sort suppose that the ungodly will not attain unto resurrection. . . .
Οὐ μόνον γὰρ τοῦτό ἐστιν ἐν σώματι, ἀλλὰ καὶ κνώδαλα ἐξ ἡμῶν φύεται, ὡς εἰπεῖν, φθεῖρες καὶ κόνεις, οὔτε ἐκτὸς τοῦ σώματος ὄντα, οὔτε ἀπὸ τοῦ σώματος λογιζόμενα. Καὶ οὐδείς ποτε ἐπεζήτησε κόνιν τὴν ἐκ τοῦ σώματος ἐκκριθεῖσαν εἰς περιποίησιν, ἀλλὰ μᾶλλον εἰς ἀναίρεσιν· οὐδὲ διαφθορὰν τὴν ἐξ αὐτῆς γεγενημένην, οὐδὲ ζημίαν τὴν ταύτης ἀπώλειαν ἡγήσοιτό τις. Τὰ ἀφ' ἡμῶν ῥυέντα, εἰ καὶ οὕτως ὑπάρχει κατὰ τὸν σοῦ λόγον, οὐ μωρῶς παρ' ἡμῶν ζητηθήσεται. Οὐδὲ Θεὸς ταῦτα εἰς ἡμῶν σύστασιν ἀγάγοι, ἀλλὰ δίκην ῥύπου ἐξ αὐτοῦ τοῦ ἱματίου ὑπάρχοντος, ἀπ'
For not only is this in a body, but vermin as well grow out of us—so to speak, lice and nits—which neither exist outside the body nor are reckoned as belonging to the body. And no one ever sought after a nit excreted from the body in order to preserve it, but rather to destroy it; nor would anyone deem the corruption arising from it, or the loss thereof, to be a detriment. Those things that have flowed off from us, even if the matter stands thus according to your argument, will not foolishly be demanded back by us. Nor would God bring these things into our constitution; rather, after the manner of filth existing out of the garment itself, from
PG 41:1188Read from the page
αὐτοῦ δὲ δι' εὐκοσμίαν ἀποβληθέντος, ἐν δευτέρῳ καταλείψειεν. Ἐκεῖνο δὲ σαφῶς τὸ ἐντελὲς ἱμάτιον μήτε λεῖπον, μήτε περιττὸν τῇ αὐτοῦ ἀγαθότητι τῆς τέχνης ὁ δημιουργὸς ἀγάγοι· πάντα γὰρ αὐτῷ δυνατεῖ. Εἰ δὲ οὐχ οὕτως ἦν, ὡς τὰς φρένας ἀδικηθεὶς ἐκ τῆς πολυλόγου σου ἐπινοίας, εἶχεν ἄρα ὁ Σωτὴρ ἡμῶν καὶ Κύριος Υἱὸς τοῦ Θεοῦ, ὁ ἐλθὼν δι' ἀσφάλειαν πᾶσαν τῆς ἡμετέρας ζωῆς ποιήσασθαι τὴν ἡμῶν ἐλπίδα, ἐν ἑαυτῷ τε τὰ πλεῖστα ἀνατυπωσάμενος, εἰς τὴν τῆς ἀληθείας πρὸς ἡμᾶς σύστασιν, μέρος αὐτοῦ εἶχεν ἀποθέσθαι, μέρος δὲ ἐξεγεῖραι κατὰ τὴν μυθώδη σου ἀνασκευὴν, καὶ πλήθους λογισμῶν ματαίων συλλογὴν, ὦ φιλόνεικε. Αὐτὸς γὰρ εὐθὺς διελέγχων σου τὸν τρόπον φάσκει λέγων, ὅτι Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, μόνος μένει· ἐὰν δὲ πεσὼν ἀποθάνῃ, πολλοὺς κόκκους φέρει.
when it itself has been cast aside for seemliness, He would leave it in second place. Rather, the Creator in the goodness of His art would plainly bring forth that complete garment neither lacking nor superfluous; for all things are possible to Him. Whereas if it were not so, as you in your injured wits from your verbose conceit suppose, then our Saviour and Lord, the Son of God, Who came for the entire security of our life to establish our hope, and Who configured most things in Himself for the confirmation of the truth towards us, would have had to lay aside one part of Himself and raise up another part, according to your mythical refutation and gathering of a multitude of vain reasonings, O contentious man. For He Himself straightway refuting your manner declares, saying: Unless the grain of wheat falling into the earth die, it remains alone; but if falling it die, it bears many grains.
Καὶ τίνα ἄρα ἔλεγε κόκκον; Παντί τῳ σαφές ἐστι, καὶ ὡμολόγηται παντὶ τῷ κόσμῳ, ὅτι περὶ ἑαυτοῦ ἔλεγε, τουτέστι περὶ τοῦ σώματος τῆς σαρκὸς τῆς ἁγίας, ἧς ἀπὸ Μαρίας εἴληφε, καὶ ὅλης αὐτοῦ τῆς ἐνανθρωπήσεως. Τὸ δὲ πεσεῖν καὶ ἀποθανεῖν, ὡς λέγει· Ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί· περὶ τῆς αὐτοῦ τριημέρου τοῦ σώματος κοιμήσεως ἔλεγεν, ὡς καὶ αὐτὸς ὁμολογήσεις. Ἡ γὰρ θεότης αὐτοῦ ἀκοίμητος, ἄπτωτος, ἀκράτητος, ἄτρεπτος. Ἀπέθανε τοίνυν ὁ κόκκος τοῦ σίτου, καὶ ἀνέστη. Ὅλος οὖν ὁ κόκκος ἀνέστη, ἢ λεῖμμα αὐτοῦ ἀνέστη; Ἄλλος κόκκος παρὰ τὸν ὄντα, ἢ αὐτὸ ὁ ὢν εἰς τὸ εἶναι, τὸ διὰ τοῦ Ἰωσὴφ κεκηδευμένον ἐν σινδόνι, καὶ ἐν μνήματι καινῷ τεθὲν ἀνέστη; Πάντως ὅτι οὐκ ἀρνήσῃ. Τίνα τοίνυν εὐηγγελίζοντο ἐγηγέρθαι οἱ ἄγγελοι ταῖς γυναιξίν; ὥς φασί· Τίνα ζητεῖτε; Ἰησοῦν τὸν Ναζωραῖον; Ἀνέστη, οὐκ ἔστιν ὧδε· δεῦτε, ἴδετε τὸν τόπον. Ὡσεὶ ἔλεγε· Δεῦτε, ἴδετε τὸν τόπον, καὶ συνετίσατε τὸν Ὠριγένην, ὅτι οὐκ ἔνι λεῖμμα κείμενον ἐνταῦθα, ἀλλὰ ὅλον ἀνέστη. Καὶ ὅπως γνῷς, ὅτι ὅλον ἀνέστη· Ἀνέστη, οὐκ ἔστιν ὧδε· ἵνα ἀποκρούσῃ σου τὴν φλυαρίαν, ὅτι λεῖμμα αὐτοῦ οὐκ ἐγκατελείφθη, ἀλλ' αὐτὸ τὸ ἡλωθὲν, αὐτὸ τὸ νυγθὲν τῇ λόγχῃ, αὐτὸ τὸ κρατηθὲν ὑπὸ τῶν Φαρισαιων, αυτὸ τὸ ἐμπτυσθέν.
And what grain, then, did He mean? It is plain to everyone, and confessed by all the world, that He was speaking concerning Himself, that is, concerning the body of His holy flesh which He took from Mary, and His whole incarnation. And as for falling and dying, just as He says: Where the carcass is, there the eagles will be gathered together; He was speaking of the three-day sleep of His body, as you yourself will also confess. For His Godhead is sleepless, unfallen, unconquerable, immutable. The grain of wheat therefore died, and rose again. Did the whole grain rise again, then, or did a remnant of it rise again? Did another grain beside the one that was, or that very one Which is unto being, that which was tended for burial by Joseph in a linen cloth and laid in a new tomb, rise again? Assuredly you will not deny it. Whom, accordingly, did the angels proclaim as risen to the women? As they say: Whom do you seek? Jesus the Nazarene? He is risen, He is not here; come, see the place. As though he were saying: Come, see the place, and bring Origen to his senses, that there is no remnant lying here, but the whole rose again. And so that you may know that the whole rose again: He is risen, He is not here; in order to beat back your nonsense, showing that a remnant of it was not left behind, but that very thing which was nailed, that very thing which was pierced by the lance, that very thing which was seized by the Pharisees, that very thing which was spat upon.
ΞΗʹ. Καὶ τί μοι τὰ πλήθη λέγειν πρὸς ἔλεγχον τούτου τοῦ ἐλεεινοῦ καὶ πολυκόμπου τῆς ἐν αὐτῷ γενηθείσης φλυαρίας; Ἄρα οὖν, ὡς ἀνέστη, καὶ ἑαυτοῦ τὸ σῶμα ἤγειρεν, οὕτως καὶ ἡμᾶς ἐγερεῖ. Ἀπὸ τούτου γὰρ ἔδειξεν ὁ ἅγιος Ἀπόστολος τὴν ἡμῶν ἐλπίδα, φήσας, ὅτι Πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστι, οὐδὲ Χριστὸς ἐγήγερται. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα
68. And why need I utter a multitude of words for the refutation of this pitiable and boastful man and of the nonsense born in him? Accordingly, then, just as He rose again and raised up His own body, so also will He raise us up. For from this the holy Apostle showed our hope, declaring: How do some among you say that there is no resurrection of the dead? But if there is no resurrection of the dead, neither has Christ been raised. And if Christ has not been raised, vain then is the preaching
Notes, col. 1188

On the reading

Printed Φαρισαιων, for Φαρισαίων.

Printed αυτὸ, for αὐτὸ.

PG 41:1189Read from the page
ἡμῶν· ματαία καὶ ἡ πίστις ἡμῶν. Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι εἴπομεν· Ἤγειρε τὸν Χριστὸν, καὶ τὰ ἑξῆς. Καὶ ὕστερον ἐπιφέρει, λέγων· Δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Καὶ οὐκ εἶπε τὸ θνητὸν μόνον, οὐδὲ τὸ φθαρτὸν μόνον, οὐδὲ τὴν ἀθάνατον ψυχήν· ἀλλὰ τὸ φθαρτὸν τοῦτο, μετὰ προσθήκης τῆς τοῦτο, καὶ τὸ θνητὸν τοῦτο, μετὰ προσθήκης τῆς τοῦτο. Αὐτὸς οὖν ὅλος ὁ κόκκος αὐτοῦ ἀνέστη· καὶ οὐ μέρος ἀνέστη, ἀλλὰ ὅλος ἀνέστη· καὶ οὐκ ἄλλος κόκκος παρὰ τὸν ὄντα ἀνέστη, ἀλλ' αὐτὸς ὁ πεσὼν ἐν τῷ μνήματι ὅλος ἀνέστη. Καὶ ποῦ ἰσχύει σου ἡ κενοφωνία; Δύο γὰρ κόκκους οἶδεν ἡ θεία Γραφὴ εἰρημένους, ἕνα ἐν τῷ Εὐαγγελίῳ, καὶ ἕνα παρὰ τῷ Ἀποστόλῳ. Καὶ ὁ μὲν εἰς τὴν πᾶσαν σαφήνειαν δηλοῖ κατὰ τὰ τελείως ἐν αὐτῷ ἐνεργηθέντα, ὅπερ ἐστὶ πρωτότυπον τῆς ἀναστάσεως. Τοῦτο γὰρ καὶ διδάσκων καὶ ποιῶν ὁ Σωτὴρ τὰ πάντα ἡμῖν εἰς παράστασιν βεβαίως εἰργάσατο εὐθύς. Ἔλεγε γὰρ περὶ τοῦ κόκκου, καὶ τοῦ ἤγειρε τὸν κόκκον, ἵνα ἡμῖν τὴν πίστιν τῆς ἐλπίδος βεβαιώσῃ τῆς ἡμῶν ἀναστάσεως ἐν ἀληθείᾳ.
of ours; vain also is our faith. Yea, and we are found false witnesses of God, because we said: He raised up Christ, and what follows. And afterwards he adds, saying: This corruptible must put on incorruption, and this mortal must put on immortality. And he did not say the mortal only, nor the corruptible only, nor the immortal soul; but this corruptible, with the addition of this, and this mortal, with the addition of this. Therefore that whole grain of His rose again; and not a part rose again, but the whole rose again; and not another grain beside the one that was rose again, but that very one which fell in the tomb rose again whole. And where does your empty chatter have any force? For divine Scripture knows two grains spoken of, one in the Gospel and one in the Apostle. And the one makes plain unto all clearness according to the things perfectly wrought in Him, which is the prototype of the resurrection. For both teaching and doing this, the Saviour straightway wrought all things firmly for our demonstration. For He spoke concerning the grain, and of raising the grain, that He might confirm for us in truth the faith of the hope of our resurrection.
Ἀπὸ τούτου διαδεξάμενος ὁ Ἀπόστολος, Πνεύματι ἁγίῳ φερόμενος, τὴν μετὰ τὴν ἀνάστασιν ἐσομένην δόξαν τῶν ἁγίων διηγούμενος ἡμῖν, καὶ τὴν τῆς ἀπολαύσεως τῶν ἀγαθῶν, δείκνυσι πάλιν διὰ τοῦ κόκκου τοῦ σίτου, κατὰ τῶν ἀπίστων ἐπικηρυκευσάμενος. Ἀλλὰ ἐρεῖς μοι· Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; Καί φησι πρὸς τὸν τὰ τοιαῦτα λέγοντα· Ἄφρον. Ὁ γὰρ ὅλως περὶ ἀναστάσεως ἀμφιβάλλων ἄφρων ἐστὶ καὶ ἀσύνετος. Εἶτά φησιν· Ἄφρον, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ. Καὶ ὃ σπείρεις, οὐ τὸ γενησόμενον σῶμα σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου, ἢ τῶν ἄλλων σπερμάτων· καὶ οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ. Ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα ὡς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα. Καὶ ὁρᾷς, ὅτι οὐκ ἀλάσσεται τὸ σῶμα. Οὐδεὶς γὰρ σπείρας κριθὰς ζητεῖ σῖτον· οὐδὲ μελάνθιον ἔσπειρε, καὶ εὗρε κριθήν· ἀλλὰ τὸ σπειρόμενον αὐτό ἐστι τὸ ἐγειρόμενον. Ἐὰν δὲ καὶ καταλειφθῇ ἐξ αὐτοῦ κάτω ἐν τῇ γῇ, καὶ ἀναστῇ ἐξ αὐτοῦ τὸ βλάστημα, ὧδε μὲν ἐν τούτῳ τῷ φθαρτῷ σίτῳ, καὶ μὴ εἰς κρίσιν ἐρχομένῳ, τὸ μὲν καταλειφθὲν ἄχρηστον, τὸ δὲ ἐξ αὐτοῦ ἐγειρόμενον κάλλιον. Ἠθέλησε δὲ δεῖξαι τὴν φαιδρότητα διὰ τὴν ἀπιστίαν τῶν μὴ τὴν ἐλπίδα τοῦ Θεοῦ καραδοκούντων. Τἀληθῆ μὲν γὰρ ὁ κόκκος τοῦ σίτου λεπτότατος. Ποῦ δὲ ἐν τῷ τοιούτῳ κόκκῳ τῷ σμικροτάτῳ καὶ ῥίζαι, καὶ βάσεις, καὶ καλάμη, καὶ αἱ γονατίδες, καὶ αἱ τοσαῦται σύριγγες, καὶ κεφαλίδες, καὶ θῆκαι, καὶ ἀνθέρικες, καὶ κόκκοι πολυπλασιάζοντες;
Taking up from this, the Apostle, borne along by the Holy Spirit, recounting to us the glory of the saints that will be after the resurrection and that of the enjoyment of good things, shows it again through the grain of wheat, making his proclamation against the unbelievers. But you will say to me: How are the dead raised? and with what sort of body do they come? And to the one who speaks such things he says: Fool. For he who doubts altogether concerning the resurrection is foolish and senseless. Then he says: Fool, what you sow is not quickened unless it die. And what you sow, you do not sow the body that shall be, but a bare grain, it may chance of wheat, or of the other seeds; and it is not quickened unless it die. But God gives it a body even as He willed, and to each of the seeds its own body. And you see that the body is not changed into another. For no one who has sown barley looks for wheat; nor did anyone sow black cummin and find barley; rather, that which is sown is itself that which is raised. And even if something of it be left behind below in the earth, and the shoot rise up out of it, here indeed in this corruptible wheat, which does not come into judgement, what is left behind is useless, whereas what is raised out of it is better. Yet he wished to show the brightness on account of the unbelief of those who do not eagerly await the hope of God. For in truth the grain of wheat is exceedingly slender. Where, then, in such a tiny grain are both roots, and bases, and stalk, and the nodes, and all those hollow stems, and heads, and husks, and awns, and multiplying grains?
ΞΘʹ. Ἵνα δὲ καὶ σαφέστερον εἴπωμεν τὰ ὅμοια τούτοις διηγούμενοι, πόθεν τῷ Μωϋσεῖ υἱῷ τῆς Ἰωχαβὲθ, υἱῷ τοῦ Ἀμρὰμ τὸ νύξαι πέτραν ἐν ῥάβδῳ, καὶ προσενεγκεῖν ὕδωρ ἐξ ἀπόρου ὕλης, τὸ ξηρὸν εἰς
69. And that we may speak yet more clearly in recounting things like unto these, whence came it to Moses, the son of Jochebed, the son of Amram, to strike a rock with a rod, and to bring forth water out of an impassable substance, turning that which was dry into
Notes, col. 1189

On the reading

Printed ἀλάσσεται, for ἀλλάσσεται.

PG 41:1192Read from the page
ὑγρὸν μεταβαλεῖν, τὸ πατάξαι θάλασσαν, καὶ διαιρεῖν εἰς δώδεκα ὁδοὺς ὁδοιπορίας ἐν θαλάσσῃ τῷ κελεύσματι, τὸ ποταμὸν εἰς αἷμα μεταβαλεῖν, τὸ βάτραχον ὑπὸ θίξιν συναγαγεῖν τοσοῦτον, τὸ τὴν σκνίφα ἐπιπέμψαι Αἰγυπτίοις, τὸ χάλαζαν μῖξαι μετὰ τοῦ πυρὸς, τὸ νύκτα μέλαιναν καὶ ἐσκοτισμένην Αἰγυπτίοις ἐπικεράσαι ζοφώδη, τὸ πρωτότοκα κτεῖναι τῶν Αἰγυπτίων ἐν θανάτῳ, τὸ στύλῳ πυρὸς καθοδηγεῖν λαὸν δι' αὐτοῦ ποιμαινόμενον, τὸ ἄρτον ἀγγέλων ἐπενέγκαι εὐχῇ καὶ ἱκεσίᾳ, τὸ ὀρτυγομήτραν ἀνιέναι, καὶ κορεννύειν τοσαύτας μυριάδας ἀνδρῶν διὰ προστάγματος Θεοῦ, τὸ ἀκοῦσαι φωνὴν Θεοῦ, τὸ καταξιωθῆναι ἀνὰ μέσον τοσούτων τῶν μυριάδων Θεοῦ φωνῆς ἀκούειν, καὶ συνομιλεῖν Θεῷ, τὸ διὰ τεσσαράκοντα ἡμερῶν, καὶ διὰ τεσσαράκοντα νυκτῶν μὴ ἐπιζητῆσαι τὰ χρειώδη τῶν κατὰ τὴν φύσιν τῆς ἡμετέρας πλάσεως, τὸ μεταβληθῆναι τὴν σάρκα εἰς φαιδρότητα ἡλίου, καὶ ἀκτῖνα φωτεινὴν, στροβοῦσαν λαὸν πρὸς τὸ μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον αὐτοῦ, τὸ τὴν χεῖρα σαρκίνην οὖσαν μεταβληθῆναι εἰς χιόνα, τὸ κελεῦσαι τῇ γῇ χᾶναι τὸ στόμα πρὸς ὑποδοχὴν τοὺς περὶ Κορὲ, καὶ Δαθᾶν, καὶ Ἀβειρὼν, καὶ Ἀννᾶν, τὸ τέλος ἀκοῦσαι· Ἀνάβηθι εἰς τὸ ὄρος, κἀκεῖ τελεύτα, τὸ μὴ γινώσκειν ἄνθρωπον τὴν αὐτοῦ ταφήν; σημαίνοντος τοῦ θείου Γράμματος, ὡς ὑπὸ ἀνθρώπων τὸ σῶμα Μωϋσέως μὴ κεκηδεῦσθαι, ἀλλὰ καθὼς ὑποτίθεται ἡ διάνοια, ὑπὸ ἁγίων ἀγγέλων.
moisture, to strike the sea, and to divide it into twelve paths of journeying in the sea at his command, to turn the river into blood, to gather together such a multitude of frogs at a touch, to send the gnat upon the Egyptians, to mingle hail with fire, to pour out upon the Egyptians a black and darkened, gloomy night, to slay the firstborn of the Egyptians in death, to guide by a pillar of fire a people shepherded through him, to bring down the bread of angels by prayer and supplication, to send up the quail and satisfy so many tens of thousands of men by the command of God, to hear the voice of God, to be counted worthy in the midst of so many tens of thousands to hear God's voice and converse with God, through forty days and through forty nights not to seek after the necessities of the things belonging to the nature of our formation, to have his flesh transformed into the brightness of the sun and a shining ray dazzling the people so that the sons of Israel could not gaze intently upon his face, to have his hand, though of flesh, turned into snow, to command the earth to open wide its mouth to receive those around Korah, and Dathan, and Abiram, and Annan, and finally to hear: Go up into the mountain, and die there, and for no man to know his burial? — divine Scripture signifying that the body of Moses was not tended for burial by men, but, just as the sense suggests, by holy angels.
Καὶ ταῦτα πάντα ἔτι ὄντος αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, ἔτι ἐν τῷ ψυχικῷ τούτῳ καὶ πνευματικῷ ἅμα τελείως γενομένῳ. Λαβόντες δὲ ἀπεντεῦθεν τὸν ἀῤῥαβῶνα εἰς ὑπόδειγμα τῆς τελείας τότε βλαστήσεως, ὅτε πληροῦται τὸ εἰρημένον· Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει. Πῶς γὰρ οὐκ ἀσθενὲς τὸ σπειρόμενον, καὶ μὴ γινῶσκον ποῦ σπείρεται; Πῶς οὐκ ἄτιμον τὸ ἐν μνήματι βαλλόμενον, καὶ κόνιν ἐπαμώμενον, λακιζόμενόν τε καὶ ῥιπτούμενον, καὶ ἀναισθητοῦν; Πῶς οὐκ ἔντιμον τὸ ἐγειρόμενον, καὶ εἰς αἰῶνα διαμένον, καὶ ἐν ἐλπίδι τῆς τοῦ Θεοῦ φιλανθρωπίας οὐρανῶν βασιλείαν κτώμενον; Ὅπου λάμψουσι δίκαιοι ὡς ὁ ἥλιος· ὅπου ἔσονται ἰσάγγελοι, ὅπου μετὰ τοῦ νυμφίου χορεύσουσιν, ὅπου οἱ περὶ Πέτρον καθέζονται ἐπὶ δώδεκα θρόνους, τὰς δώδεκα φυλὰς κρίνοντες τοῦ Ἰσραὴλ, ὅπου λήψονται οἱ δίκαιοι ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Ἡμῶν τοίνυν ἡ ἀνάστασις ἐν Θεῷ, καὶ παντὸς ἀνθρώπου δικαίου τε καὶ ἀδίκου, ἀπίστου τε καὶ πιστοῦ, τῶν μὲν ἐγειρομένων εἰς ζωὴν αἰώνιον, τῶν δὲ εἰς κρίσιν αἰώνιον.
And all these things came to pass while he was still in this world, still in this natural state which had at the same time become perfectly spiritual. Having received from thence the earnest as an example of the perfect sprouting that will be then, when that which is spoken is fulfilled: It is sown in dishonour, it is raised in glory; it is sown in weakness, it is raised in power. For how is that which is sown not weak, not even knowing where it is sown? How is that which is cast into a tomb, and heaped over with dust, and torn apart and cast away, and bereft of sense, not dishonoured? How is that which is raised up, and abides for ever, and in hope of the loving-kindness of God acquires the kingdom of heaven, not honoured? Where the righteous shall shine forth as the sun; where they shall be equal to the angels, where they shall dance with the Bridegroom, where those with Peter sit upon twelve thrones, judging the twelve tribes of Israel, where the righteous shall receive the things which eye has not seen, nor ear heard, nor have they entered into the heart of man, the things which God has prepared for those who love Him? Our resurrection, therefore, is in God, and that of every man, both righteous and unrighteous, both unbelieving and believing, the ones being raised unto eternal life, and the others unto eternal judgement.
PG 41:1193Read from the page
Οʹ. Καὶ σιώπα Βαβυλὼν, ἡ ἀρχαία πάλιν ἡμῖν ἀνακαινιζομένη σύγχυσις. Πεφίμωσο, Σόδομα, καὶ ἡ τῆς πολλῆς σου δεινότητος πρὸς Θεὸν κραυγὴ ἀνερχομένη· Ἥξει γὰρ ἐκ Σιὼν ὁ ῥυόμενος ἀποστρέψαι ἀσεβείας ἀπὸ Ἰακώβ. Καὶ σαλπίσει, καὶ οἱ νεκροὶ ἀναστήσονται, καὶ ἡμεῖς ἁρπαγησόμεθα εἰς συνάντησιν αὐτῷ εἰς ἀέρα. Ὡς καὶ ὁ καλλίων μακαρίτης Μεθόδιος εἶπε. Τοῖς δὲ αὐτοῖς καὶ αὐτοὶ οἰκοδομοῦντες προσεθήκαμεν. Ἀπὸ γὰρ τῶν συνεζευγμένων ἑκάστης λέξεως ἔστιν ἰδεῖν τὰ ἐπίχειρα. Διαιρῶν γὰρ ὁ ἅγιος Ἀπόστολος τῶν δύο τρόπων τὸ εἶδος, εἰς μίαν ἐλπίδα συνήγαγεν ἀπὸ τοῦ, Ἡμεῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς συνάντησιν αὐτοῦ· ἵνα δείξῃ ὄντως τοῦτο τὸ σῶμα, καὶ οὐχ ἕτερον παρὰ τοῦτο. Ὁ γὰρ ἁρπαγεὶς οὔπω τέθνηκε. Δεικνὺς δὲ, ὅτι οὐ φθάσομεν τὴν τῶν νεκρῶν ἀνάστασιν, ἵνα τὸ παρὰ ἀνθρώποις ἄπορον Θεῷ, εὐπόριστον καὶ δυνατὸν ἀποδείξῃ. Ἡμεῖς γὰρ οἱ ζῶντες οὐ μὴ φθάσωμεν τοὺς κεκοιμημένους, καὶ τὴν αὐτῶν ἀνάστασιν· ἔδειξε τοὺς ζῶντας καὶ ἁρπαζομένους, ἵνα ἀπὸ τῶν ζώντων δείξῃ τὰ ἐκείνων σώματα ὁλοσχερῆ ἐγειρόμενα, καὶ ἀπὸ τοῦ ἐκείνους πρωτεύειν τῶν περιλειπομένων ζώντων τὸ δυνατὸν τοῦ Θεοῦ ἀποδείξῃ.
70. And keep silence, Babylon, the ancient confusion renewed for us again. Be muzzled, Sodom, and the cry of your great wickedness ascending unto God; for out of Sion shall come the Deliverer, to turn away ungodliness from Jacob. And the trumpet shall sound, and the dead shall rise again, and we shall be caught up to meet Him in the air. Just as the nobler blessed Methodius also said. And building upon those same words, we ourselves have also added thereto. For from the connected words of each expression one may see the wages. For the holy Apostle, distinguishing the form of the two modes, brought them together unto one hope by saying: We shall be caught up in the clouds to meet Him; in order to show that it is truly this body, and no other beside this. For he who is caught up has not yet died. And showing that we shall not precede the resurrection of the dead, so that he might demonstrate that what is impossible with men is easily provided and possible for God—For we who are alive shall by no means precede those who have fallen asleep, and their resurrection—he pointed to those who are alive and caught up, so that from the living he might show that the bodies of those others are raised entire, and from their taking precedence over the living who remain behind he might demonstrate the power of God.
Καὶ ὁρᾶτε, οἱ τῆς ἑαυτῶν ζωῆς ἐπιμελόμενοι, ὅτι πάντες οἱ κατὰ τῆς ἀληθείας ἐνεχθέντες, ἑαυτοῖς τὴν ἀδικίαν προσεπορίσαντο· ὡς καὶ ὁ ἅγιος προφήτης Δαβὶδ λέγει· Συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Πᾶς γὰρ ὁ ἑαυτῷ συνάγων τὸν πόνον τῶν ἀλλοτρίων διανοημάτων, ἑαυτῷ τίκτει τὴν ἀδικίαν καὶ τοῖς πειθομένοις. Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἀλλὰ πρὸς ταῦτα πάντα εἴ τις ἔχει ἀντιλέγειν, ἡκέτω ἐπὶ τῷ Θεῷ ἀντιπράττων καμάτῳ. Θεὸς γὰρ ἰσχυρὸς οὐ κοπιάσει οὐδὲ διψήσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ· ἐν ᾗ τὰ λελυμένα σώματα ἐγείρει· ἐν ᾗ τὸ ἀπολλύμενον σώζει· ἐν ᾗ τὸ τεθνηκὸς ζωογονεῖ· ἐν ᾗ τὸ φθαρτὸν ἀφθαρσίαν ἀμφιέννυσιν· ἐν ᾗ τὸν κόκκον τὸν πεσόντα εἰς ἀνάστασιν φέρει· ἐν ᾗ τὸν σπαρέντα, καὶ ἀποθανόντα εἰς περισσοτέραν φαιδρότητα ἄγει, ἀνακαινίζων· ὡς ἐν πολλαῖς Γραφαῖς ἐμφέρεται, αἰνιττομένης τῆς ἡμῶν ἀναστάσεως.
And behold, you who take care for your own life, that all who were borne along against the truth procured unrighteousness for themselves; even as the holy prophet David also says: He conceived toil, and brought forth iniquity. For everyone who gathers to himself the toil of alien thoughts brings forth unrighteousness both for himself and for those who are persuaded by him. He dug a pit, and hollowed it out, and he will fall into the trench which he made. Yet if anyone has aught to gainsay against all these things, let him come forward opposing God by his toil. For the strong God will neither grow weary nor thirst, nor is there any searching out of His understanding; whereby He raises up dissolved bodies; whereby He saves that which was perishing; whereby He quickens that which had died; whereby He clothes the corruptible with incorruption; whereby He brings the grain that fell unto resurrection; whereby renewing him who was sown and died, He leads him unto more abundant brightness; even as it is set forth in many Scriptures, our resurrection being signified therein.
ΟΑʹ. Ἐν μὲν τῷ Δαβὶδ περὶ τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου Δαβὶδ ψαλμὸς, ὡς καραδοκῶν ὁ προφήτης καὶ Πνεύματι ἁγίῳ σκοπῶν τὸ μέλλον, εὐλόγως περὶ ἀναστάσεως ἔφη· Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, ἀνακαινίζων μου τὴν οἶκον· τουτέστι τὸ σῶμα τὸ πεσόν· καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμέ. Καὶ Σολομὼν ἐν Παροιμίαις ὡσαύτως εἰς τὴν ἐκεῖσε ἑτοιμασίαν τὰ πάντα τῆς ἐλπίδος παρασκευάζων προὔτρεπε, φάσκων· Ἑτοίμαζε εἰς τὴν ἔξοδον
71. In David, indeed, the Psalm concerning the dedication of the house of David, as the prophet eagerly awaited and by the Holy Spirit contemplated the future, with good reason spoke concerning the resurrection: I will exalt Thee, O Lord, for Thou hast upheld me, renewing my house—that is, the body that fell—and hast not made my enemies to rejoice over me. And Solomon in Proverbs likewise, preparing all the things of hope unto the readiness for that place, exhorted us, declaring: Prepare for the departure
Notes, col. 1193

On the reading

Printed τὴν οἶκον, for τὸν οἶκον.