Migne Reading Room

PG 41 · cols. 1124–1133 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Panarium Adversus Octoginta Haereses: Liber II, Tomus I (Anacephalaeosis et Haereses XLVII–LXIV)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:1124Read from the page
Ὁ γὰρ Χριστὸς ἧκεν οὐκ εἰς ἑτέραν μεταπλασθῆναι κηρύσσων, ἢ μετασκευασθῆναι τὴν ἀνθρωπείαν φύσιν, ἀλλὰ εἰς ὃ ἦν ἐξ ἀρχῆς πρὸ τοῦ ἐκπεσεῖν ἀθάνατος ὤν. Χρὴ γὰρ ἐν τῷ ἰδίῳ τῆς ἕξεως ἑαυτοῦ τύπῳ τῶν γενητῶν ἕκαστον μένειν, ἵνα πάντα πάντων ὦσι πεπληρωμένα, οὐρανοὶ μὲν ἀγγέλων, θρόνοι δὲ ἐξουσιῶν, φῶτα δὲ λειτουργῶν· καὶ οἱ θειότεροι τόποι, καὶ τὰ ἀκραιφνῆ φῶτα τῶν σεραφὶμ, ἃ παρεστήκασι τῇ μεγάλῃ βουλῇ διακρατούσῃ τὸ πᾶν· ὁ δὲ κόσμος ἀνθρώπων. Ἐὰν δὲ μεταβάλλεσθαι δῶμεν τοὺς ἀνθρώπους εἰς ἀγγέλους, ὥρα μεταβάλλεσθαι λέγειν καὶ τοὺς ἀγγέλους εἰς ἐξουσίας, καὶ ταύτας εἰς ἄλλο καὶ ἄλλο, ἔστ' ἂν ὁ λόγος ἀναβὰς εἰς κίνδυνον ἐμπέσῃ.
For Christ came proclaiming not that human nature should be refashioned into another, or remodelled, but into what he was from the beginning before falling away, being immortal. For each of the begotten beings must remain in the proper pattern of its own state, so that all things may be filled with all: the heavens with angels, thrones with authorities, lights with ministers, and the more divine places and the pure lights of the seraphim, which stand beside the great counsel that holds fast the universe, while the world is of human beings. And if we grant that human beings are changed into angels, it will be time to say that the angels too are changed into authorities, and these into one thing and another, until the argument, mounting upwards, falls into peril.
ΛΔʹ. Ἀλλ' οὔτε ὡς φαῦλον τεκτηνάμενος ὁ Θεὸς τὸν ἄνθρωπον, ἢ διαμαρτήσας αὐτοῦ περὶ τὴν διάπλασιν, ἄγγελον αὐτὸν ὕστερον ἐπενόησε ποιῆσαι, μεταγνοὺς, ὥσπερ οἱ φαυλότατοι τῶν δημιουργῶν· οὔτε ἄγγελον κατ' ἀρχὰς θελήσας ποιῆσαι, καὶ μὴ δυνηθεὶς, ἄνθρωπον ἔπλασεν. Ἀσθενὲς τοῦτο γάρ. Τί δή ποτε οὖν τὸν ἄνθρωπον ἐποίει, καὶ οὐκ ἄγγελον, εἴγε ἄγγελον τὸν ἄνθρωπον, καὶ οὐκ ἄνθρωπον γενέσθαι ἠθέλησεν; Ὡς οὐ δυνάμενος; Βλάσφημον. Ἀλλὰ ἀνεβάλλετο περὶ τοῦ κρείττονος τὸ χεῖρον ποιῶν; Καὶ τοῦτο ἄτοπον. Οὔτε γὰρ διασφάλλεται περὶ τὸ ποιεῖν τὸ καλὸν, οὔτε ἀναβάλλεται, οὔτε ἀδυνατεῖ· ἀλλὰ καὶ ὡς θέλει, καὶ ὅτε θέλει τὸ δύνασθαι ἔχει δύναμις ὤν. Οὐκοῦν εἶναι τὸν ἄνθρωπον ἄνθρωπον θέλων ἐξ ἀρχῆς ἔκτισεν. Εἰ δὲ θέλων, θέλει δὲ τὸ καλὸν, καλὸν δὲ ὁ ἄνθρωπος, ἄνθρωπος δὲ τὸ ἐκ ψυχῆς καὶ σώματος λέγεται συντεθέν· οὐκ ἔσται ἄρα ἐκτὸς σώματος ὁ ἄνθρωπος, ἀλλὰ μετὰ σώματος, ἵνα μὴ ἄλλος ἄνθρωπος παρὰ τὸν ἄνθρωπον γεννηθῇ. Δεῖ γὰρ τῷ Θεῷ τὰ ἀθάνατα γένη πάντα σώζεσθαι. Ἔκτισε γὰρ, φησὶν ἡ Σοφία, τὸν ἄνθρωπον ὁ Θεὸς ἐπὶ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν. Οὐκ ἄρα ἀπόλλυται τὸ σῶμα· ὁ γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος.
34. Yet neither because God fashioned man as something paltry, or erred concerning his moulding, did He afterwards devise to make him an angel, repenting like the basest of craftsmen; nor, having wished at the beginning to make an angel and having been unable, did He mould a man. For that is weak. Why ever, then, did He make him man and not an angel, if indeed He willed the man to become an angel and not a man? As though unable? Blasphemous! Or did He put off what was better while making what was worse? That too is absurd. For He neither stumbles in doing what is good, nor puts it off, nor lacks power; rather, both as He wills and when He wills He possesses the ability, being Power. Therefore, willing man to be man, He created him from the beginning. And if He did so willing it, and He wills what is good, and man is good, and man is said to be that which is compounded of soul and body, man then will not be outside a body, but with a body, lest another man besides man come to be. For all the immortal kinds must be preserved unto God. For God created man for incorruption, says Wisdom, and made him an image of His own eternity. The body, therefore, does not perish; for man consists of soul and body.
ΛΕʹ. Διὸ ἐπίστησον, ὡς ὁ Κύριος τὰ αὐτὰ ταῦτα διδάσκειν θέλων, μὴ πιστευόντων Σαδδουκαίων εἰς τὴν ἀνάστασιν τῆς σαρκός. Δόγμα γὰρ τοῦτο Σαδδουκαίων. Ὅθεν συσκευασάμενοι τὴν κατὰ τὴν γυναῖκα καὶ τοὺς ἑπτὰ ἀδελφοὺς παραβολὴν, ἵνα τὸν περὶ ἀναστάσεως τῆς σαρκὸς λόγον ἀπορήσωσι, Προσῆλθον αὐτῷ, φησὶ, καὶ Σαδδουκαῖοι, λέγοντες ἀνάστασιν μὴ εἶναι. Ὁ οὖν Χριστὸς, εἰ μὴ ἦν ἀνάστασις σαρκὸς, ἀλλὰ μόνον ἐσώζετο ψυχὴ, συνέθετο ἂν αὐτοῖς, ὡς καλῶς καὶ ὀρθῶς φρονοῦσι. Νυνὶ δὲ ἀποκρίνεται, λέγων· Ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται· ἀλλ' ὡς ἄγγελοι ἐν οὐρανῷ εἰσιν. Οὐ τῷ σάρκα μὴ ἔχειν, ἀλλὰ τῷ μὴ γαμεῖν καὶ γαμεῖσθαι, ἀλλὰ εἶναι λοιπὸν ἐν ἀφθαρσίᾳ. Καὶ φησιν ἀγγέλοις κατὰ τοῦτο παραπλησιασθέντας· ἵν' ὥσπερ οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ, οὕτως καὶ ἡμεῖς ἐν τῷ παραδείσῳ, μήτε γάμοις ἢ εἰλαπίναις ἔτι σχολά-
35. Wherefore observe how the Lord, wishing to teach these very same things when the Sadducees did not believe in the resurrection of the flesh—for this is a dogma of the Sadducees; whence, having concocted the parable concerning the woman and the seven brothers, so that they might perplex the account concerning the resurrection of the flesh, Sadducees also came to Him, it says, saying that there is no resurrection—Christ, therefore, if there were no resurrection of the flesh, and only the soul were saved, would have agreed with them as thinking rightly and correctly. Yet as it is, He answers, saying: In the resurrection they neither marry nor are given in marriage, but are as angels in heaven. Not by having no flesh, but by neither marrying nor being married, and being henceforth in incorruption. And He says that in this respect they are made like unto angels: so that, just as the angels are in heaven, so we too in paradise, neither to marriages nor to banquets any longer devoting
Notes, col. 1124

On the reading

Printed Καὶ φησιν, for Καί φησιν.

PG 41:1125Read from the page
ζοντες, ἀλλὰ τοῦ βλέπειν τὸν Θεὸν, καὶ γεωργεῖν τὴν ζωὴν, πρυτανεύοντος ἡμῖν τοῦ Χριστοῦ. Οὐ γὰρ εἶπεν, Ἔσονται ἄγγελοι, ἀλλ', ὡς ἄγγελοι, οἷον δόξῃ μὲν καὶ τιμῇ, κατὰ τὸ γεγραμμένον, ἐστεφανωμένοι, βραχὺ δέ τι παρὰ τοὺς ἀγγέλους διαλλάσσοντες, καὶ ἐγγὺς ὄντες τοῦ εἶναι ἄγγελοι. Καθάπερ εἰ ἔλεγεν· Οὔσης εὐταξίας κατὰ τὸν ἀέρα, καὶ γαλήνης, καὶ νυκτὸς, καὶ πάντων τῶν τῆς σελήνης αἰθερίῳ φωτὶ κεκοσμημένων, ἡ σελήνη φαίνει ὡς ὁ ἥλιος. Καὶ οὐ πάντως ἂν ἥλιον εἶναι τὴν σελήνην ἀπομαρτυρεῖν αὐτὸν λέγομεν, ἀλλ' ὡς ἥλιον. Ὥσπερ καὶ τὸ μὴ ὑπάρχον χρυσὸς, ἐγγὺς δὲ τοῦ εἶναι χρυσὸς, πεφυκὸς ὡς χρυσὸς λέγεται, καὶ οὐ χρυσός. Εἰ δὲ ἦν χρυσὸς, οὐκ ἐλέγετο ἂν ὡς χρυσὸς, ἀλλὰ χρυσός. Ἐπεὶ δὲ μή ἐστι χρυσὸς, ἀλλὰ τοῦ εἶναι χρυσὸς, καὶ φαντάζεσθαι τὸν χρυσὸν, ὡς χρυσὸς λέγεται.
our leisure, but to beholding God, and cultivating life, while Christ presides over us. For He did not say, They shall be angels, but, as angels: that is, crowned indeed with glory and honour, according to what is written, yet differing a little from the angels, and being near to being angels. Just as if one were to say: When there is good order in the air, and calm, and night, and all things of the moon are adorned with ethereal light, the moon shines like the sun. Yet we certainly do not say that he testifies that the moon is the sun, but like the sun. Just as that also which is not gold, yet is by nature near to being gold, is called like gold, and not gold. For if it were gold, it would not be called like gold, but gold. Since, however, it is not gold, but [near] to being gold, and resembles gold in appearance, it is called like gold.
Οὕτω καὶ ὡς ἀγγέλους ἔσεσθαι λέγοντος τοὺς ἁγίους ἐν τῇ ἀναστάσει, οὐκ αὐτὸ τοῦτο ἀγγέλους αὐτὸν ἐπαγγέλλεσθαι ἀκούομεν τοὺς ἁγίους ἐν τῇ ἀναστάσει ἔσεσθαι, ἀλλὰ ἐγγὺς τοῦ εἶναι ἀγγέλους. Ὥστε ἀλογώτατον λέγειν, ἐπειδὴ ὁ Χριστὸς ἀπεφήνατο τοὺς ἁγίους ὀφθῆναι ὡς ἀγγέλους ἐν τῇ ἀναστάσει, τὰ σώματα διὰ τοῦτο ταῦτα μὴ ἀνίστασθαι· καίτοι τῆς λέξεως αὐτὴν τὴν πρᾶξιν δηλούσης σαφῶς τοῦ συμβαίνοντος. Ἀνάστασις γὰρ οὐκ ἐπὶ τοῦ μὴ πεπτωκότος, ἀλλ' ἐπὶ τοῦ πεπτωκότος λέγεται καὶ ἀνισταμένου· ὥσπερ ὁπόταν λέγει καὶ ὁ προφήτης· Καὶ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν. Ἔπεσε δὲ ὀκλάσασα ἡ ποθητὴ σκηνὴ τῆς ψυχῆς εἰς γῆν χώματος. Οὐ γὰρ τὸ μὴ θνῆσκον, ἀλλὰ τὸ θνῆσκον κλίνεται. Θνήσκει δὲ ἡ σάρξ· ψυχὴ γὰρ ἀθάνατος. Καὶ τοίνυν εἰ ἡ ψυχὴ ἀθάνατος, σῶμα δὲ ὁ νεκρός· οἱ λέγοντες ἀνάστασιν μὲν εἶναι, σαρκὸς δὲ μὴ εἶναι, ἀρνοῦνται ἀνάστασιν· ὅτι μὴ τὸ ἑστὼς, ἀλλὰ τὸ πεπτωκὸς καὶ κλιθὲν διανίσταται, κατὰ τὸ γεγραμμένον· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἀναστρέφει;
Thus also, when He says that the saints will be as angels in the resurrection, we understand Him to promise not this very thing, that the saints will be angels in the resurrection, but that they will be near to being angels. Consequently it is most irrational to say that, because Christ declared that the saints appear as angels in the resurrection, therefore these bodies do not rise: even though the expression clearly discloses the very act of what takes place. For resurrection is spoken of not in the case of what has not fallen, but in the case of what has fallen and rises up: just as when the prophet also says: And I will raise up the tabernacle of David that is fallen. Now the beloved tabernacle of the soul crouched and fell into earth of a mound. For not that which does not die, but that which dies reclines. And it is the flesh that dies; for the soul is immortal. And accordingly, if the soul is immortal, while the corpse is a body: those who say that there is indeed a resurrection, yet that it is not of the flesh, deny resurrection: since not that which stands, but that which has fallen and reclined is raised up again, according to what is written: Does not he who falls rise up, or he who turns away turn back?
ΛϚʹ. Ὅτι δὲ ἀθάνατος ἡ ψυχὴ, ἐδίδαξεν ἀναφανδὸν ὁ Κύριος καὶ δι' ἑαυτοῦ, καὶ διὰ Σαλομῶνος εἰπών. Δι' ἑαυτοῦ μὲν ἐν τῇ κατὰ τὸν πλούσιον καὶ τὸν πένητα Λάζαρον ἱστορίᾳ, τὸν μὲν ἐν κόλποις Ἀβραὰμ δοὺς ἀναπαύεσθαι μετὰ τὴν ἀπόθεσιν τοῦ σώματος, τὸν δὲ ἐν ἀχθηδόσιν, οἷς διαλεγόμενον τὸν Ἀβραὰμ εἰσήγαγε· διὰ Σαλομῶνος δὲ ἐν τῇ ἐπιγραφομένῃ Σοφίᾳ, ἔνθα, Δικαίων αἱ ψυχαὶ ἐν χειρὶ, γέγραπται, Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα. Οἱ δέ εἰσιν ἐν εἰρήνῃ, καὶ ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Ὅθεν σώματος ἡ ἀνάστασις, καὶ οὐ ψυχῆς· οὐ γὰρ τὸν ἑστῶτά τις ἀνίστη-
36. And that the soul is immortal, the Lord taught manifestly, speaking both through Himself and through Solomon: through Himself in the story concerning the rich man and the poor man Lazarus, granting the one to rest in Abraham's bosom after the putting off of the body, and placing the other in torments, with whom He introduced Abraham conversing; and through Solomon in the book entitled Wisdom, where it is written: The souls of the righteous are in the hand of God, and no torment shall touch them. In the eyes of the foolish they seemed to have died, and their departure was reckoned an affliction, and their journeying from us a ruin; but they are in peace, and their hope is full of immortality. Whence the resurrection is of the body, and not of the soul; for one does not raise up him who stands
PG 41:1128Read from the page
σιν, ἀλλὰ τὸν κείμενον· ὥσπερ οὐδὲ τὸν ὑγιαίνοντα θεραπεύουσιν, ἀλλὰ τὸν πάσχοντα.
up, but him who lies fallen; just as neither do men heal him who is in health, but him who is ailing.
Εἰ δέ τις τὴν ἀνάστασιν ἐπὶ τῆς ψυχῆς, καὶ μὴ ἐπὶ τῆς σαρκὸς βιάζεται λέγειν ἔσεσθαι, πολλὴ μὲν μωρία τούτῳ καὶ ἀλογία. Λέγει γὰρ φθορὰν πρῶτον, καὶ λύσιν τὸν τοιοῦτον τῆς ψυχῆς δεικνύναι, ἵνα δείξῃ δὴ καὶ τὴν ἀνάστασιν, μή τοι ληροῦντά γε, ἀλλὰ σαφῶς λέγοντά τι φαίνεσθαι. Ὅμως γοῦν δοτέον αὐτῷ θνητὴν ὁρίσασθαι τὴν ψυχήν. Δυοῖν γάρ τοι θάτερον ταῦτα θετέον, ἢ ἀληθῆ τὸν Κύριον ἀποφήνασθαι τὴν ψυχὴν ἀθάνατον διδάσκοντα, καὶ ψεῦδος αὐτὴν τὸ φθείρεσθαι λέγειν· ἢ φθείρεσθαι, καὶ ψεῦδος αὐτὴν τὸ ἀνόλεθρον καὶ ἀθάνατον εἶναι διδάσκειν τὸν Χριστὸν καὶ ἐν τῇ κατὰ τὸν πλούσιον καὶ τὸν πένητα φράσει, καὶ ἐν τῇ κατὰ τὸν Μωϋσέα καὶ τὸν Ἠλίαν ὀπτασίᾳ. Ἀλλ' οὐδὲν ὁ Κύριος ἄλλως ἐφθέγξατο, ἢ ἐψεύσατο. Οὐ γὰρ εἴδωλον ἢ φάντασμα, τοὺς ἀποστόλους βουλόμενος ἀπατᾷν, ἐδείκνυεν αὐτοῖς ἐν τῷ ὄρει, τὸν Ἠλίαν καὶ τὸν Μωϋσέα, ἀλλ' ὃ ἦσαν ἀψευδῶς. Ὥστε, ὡς ἔπος εἰπεῖν, καὶ τὸν δυσμαθέστατον μαθεῖν ἀθάνατον αὐτὸν εἶναι, καὶ ἀνόλεθρον διαβεβαιοῦσθαι τὴν ψυχήν.
And if anyone forces himself to say that the resurrection will be of the soul, and not of the flesh, great indeed is his folly and irrationality. For he says that such a man first demonstrates corruption and dissolution of the soul, so that he may show the resurrection too, and appear not at all to talk nonsense, but to say something clearly. Nevertheless, let it be granted him to define the soul as mortal. Then one of these two things must be laid down: either that the Lord declared what is true when teaching that the soul is immortal, and that it is a falsehood to say that it perishes; or that it perishes, and that Christ teaches a falsehood—namely, that it is indestructible and immortal—both in the account concerning the rich man and the poor man, and in the vision concerning Moses and Elijah. Yet the Lord uttered nothing idly, nor did He lie. For He did not show them on the mountain an idol or phantom—Elijah and Moses—wishing to deceive the apostles, but truthfully what they were. Consequently, so to speak, even the dullest learner may learn that He affirms the soul to be immortal and indestructible.
ΛΖʹ. Οὐκοῦν σαρκὸς ἡ ἀνάστασις γίνεται, οὐ ψυχῆς, ὅπως ἡ πεπτωκυῖα τοῦ Δαβὶδ εἰς τὴν φθορὰν ἀναστῇ σκηνὴ, καὶ ἀναστᾶσα, καὶ ἀνοικοδομηθεῖσα, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ἀπήμων λοιπὸν καὶ ἀδιάπτωτος διαμένοι. Ὅτι μὴ τῷ Θεῷ τὴν λιθίνην οἰκίαν δείμασθαι τοῦ Δαβὶδ, μηδὲ ἵν' ἐν τῇ βασιλεί⟨ᾳ⟩ τῶν οὐρανῶν οἰκίαν σχῇ καλὴν, ἀλλὰ τὴν σάρκα τ⟨ὸ⟩ σκῆνος τῆς ψυχῆς, ἣν αὐτὸς ταῖς ἑαυτοῦ χερσὶν ἐτεκτήνατο. Σκοπεῖσθαι δέ σε, ὦ σοφώτατε Ἀγλαοφῶν, οὑτωσὶ χρή. Πάντως δὲ ῥᾷστα μαθήσῃ τοῦτο, ἐὰν ἐπ⟨ὶ⟩ τὴν τοῦ καθεύδειν εἰκόνα πρόσχῃς καὶ ἀνίστασθαι. Εἰ γὰρ τὸ ὑπνοῦν ἀπὸ τοῦ ἐγρηγορέναι, καὶ τὸ ἀνίστασθαι ἀπὸ τοῦ καθεύδειν γίνεται, καὶ τοῦτο ἀναστάσεως καὶ θανάτου μελέτη·
37. Therefore the resurrection comes to pass of the flesh, not of the soul, so that the tabernacle of David that has fallen into corruption may rise up, and having risen and been rebuilt, as the days of the age, may abide henceforth unharmed and unfalling. Because God did not build the stone house of David, nor is it so that he may possess a fair house in the kingdom of the heavens, but the flesh, the tabernacle of the soul, which He Himself fashioned with His own hands. And you, O wisest Aglaophon, ought to consider it in this way. You will assuredly learn this most easily, if you attend to the image of sleeping and rising up. For if slumbering comes from being awake, and rising up comes from sleeping, this too is a rehearsal of resurrection and death:
Ὕπνῳ γὰρ καὶ θανάτῳ δίδυμα ὢν ἓν,
For with sleep and death, being twin as one,
ἀνάγκη δὴ καὶ τὸ ἀναβιώσκεσθαι εἶναι ἐκ τοῦ τεθνάναι, εἰς τὸ ζῇν τὴν σάρκα, εἴπερ καὶ τὸ ἀνεγείρεσθαι ἐκ τῶν καθευδόντων. Ὡς γὰρ ἐκ τοῦ καθεύδειν τὸ ἐγρηγορέναι γίνεται, καὶ οὐ πάντως ὁ καθεύδων ἐν τῷ αὐτῷ διαμένει σχήματι ἀεὶ καθεύδων, ἀλλὰ αὖθις ἀνίσταται· οὕτως καὶ τὸ ζῇν ἐκ τοῦ ἀποθανεῖν συμβήσεται, καὶ οὐ πάντως ὁ ἀποθανὼν, ἐπειδὰν ἀποθάνοι, ἐν τῷ αὐτῷ μένει. Εἰ γὰρ ἐκ τοῦ κοιμᾶσθαι τὸ ἐγρηγορέναι, καὶ ἐκ τοῦ πεσεῖν τὸ ἀνεγερθῆναι, καὶ ἐκ τοῦ καταβληθῆναι τὸ ἀνοικοδομηθῆναι· τίς μηχανὴ καὶ ἐκ τοῦ κλιθέντος μὴ οὐχὶ προσδοκᾷν τὸ ἀναστήσεσθαι, καὶ ἐκ θανόντος τὸ ἀναστήσεσθαι; Καὶ γὰρ ἡμεῖς ταῦτα οὐκ ἐξαπατώμενοι ὁμολογοῦμεν, ἐκ τῶν τεθνεώτων σωμάτων τὸ ἀναβιώσκεσθαι συμβαίνειν. Καὶ μὴ μόνον τοῦτο, εἰ βούλει, ἀπὸ τοῦ καθεύδειν σκόπει, καὶ ἀνίστασθαι, ἀλλὰ
it is surely necessary that coming back to life from being dead should also exist, unto the living of the flesh, if indeed being awakened out of those who sleep also exists. For just as being awake comes from sleeping, and he who sleeps certainly does not abide always sleeping in the same posture, but rises up again; so too living will come to pass out of dying, and he who has died, once he should die, certainly does not remain in the same state. For if being awake comes from slumbering, and being raised up again from falling, and being rebuilt from being cast down: how is it possible not also to expect rising again from that which has reclined, and rising again from one who has died? For we too without being deceived confess these things, that coming back to life comes to pass out of dead bodies. And consider this, if you wish, not only from sleeping and rising up, but
PG 41:1129Read from the page
καὶ ἀπὸ τῶν σπερμάτων καὶ φυτῶν, ὡς ἐν πᾶσιν αὐτοῖς ἡ ἀνάστασις καταγγέλλεται. Κατάμαθε γὰρ τὰ σπέρματα, πῶς γυμνὰ, φησὶ, καὶ ἄσαρκα βάλλεται εἰς τὴν γῆν, καὶ τελεσφορούμενα πάλιν ἀποδίδοται. Ἐπεὶ εἰ θνήσκοι μὲν καὶ σήποιτο τὰ σπέρματα, ἐκ δὲ τῶν σπερμάτων μηκέτι τὸ ἀναζῆν καὶ φύειν γένοιτο· τίς ἡ ἀποκλήρωσις μὴ οὐχὶ πάντα καταναλωθῆναι εἰς τὸ τεθνάναι;
also from seeds and plants, how in them all the resurrection is proclaimed. For observe the seeds, how naked, it says, and fleshless they are cast into the earth, and when brought to maturity are rendered back again. Since, if the seeds were indeed to die and rot, and out of the seeds coming back to life and sprouting were no longer to take place, what allotment would prevent all things from being utterly consumed unto death?
ΛΗʹ. Ἀλλὰ γὰρ περὶ τούτων πλείω λέγειν τὰ νῦν, ὦ κράτιστε Θεόφιλε, παρήσομεν, καὶ οἱ λοιποὶ κριταὶ τῶν λόγων. Λάβωμεν δὲ καὶ τὰ τούτοις ἐφεξῆς ἀκόλουθα, ὡς ἀφέστηκε τοῦ δέοντος μακράν. Ὁ Θεὸς γὰρ αὐτῷ πάλιν αὐτὰς τὰς ψυχὰς ἐν τῇ κατὰ τὸν ἑξηκοστὸν ψαλμὸν προφητείᾳ καὶ πέμπτον βεβιασμένως αὐτὴν καὶ ἀνοικείως ἐκτιθεμένῳ, ὥς φησι, τὴν ἀνάστασιν ἐπὶ μόνου τοῦ εἴδους σώζεσθαι δεῖ προσδοκᾷν. Καὶ ἵνα μὴ εἴπῃς, ὅτι οὐκ ἀεὶ μανθάνει σκοτεινῶς· ἐκεῖνος γὰρ τοῦτο διέλαβεν· Ἐγὼ δέ σοι σαφέστερον ὧδε τὸν νοῦν τοῦτον ἐξηγήσομαι. Ἤδη γὰρ πάντως ἑώρακας δέρμα ζώου, ἢ ἄλλο τι τοιοῦτον γεμισθὲν ὕδατος, ὅπως, ἐὰν πρὸς ὀλίγον κενούμενον, πρὸς ὀλίγον πληροῖτο, ἀεὶ τὸ εἶδος τὸ αὐτὸ δείκνυσιν. Οἷον γὰρ ἂν ᾖ τὸ περιέχον, ἀνάγκη πρὸς αὐτὸ καὶ τὸ ἐντὸς σχηματίζεσθαι. Φέρε γὰρ ὑπεκρέοντος τοῦ ὕδατος, εἴ τις προσβάλλει τοσοῦτον, ὅσον ἐκχεῖται, μὴ ἐῶν τὸν ἀσκὸν ἀθρόως κενωθῆναι τοῦ ὕδατος, εἰ μὴ ἀνάγκη τοιοῦτο φαίνεσθαι τὸ προστιθέμενον, οἷον καὶ τὸ πᾶν, διὰ τὸ εἶναι καὶ τὸ περιέχον τὸ αὐτὸ περιθεὶς, ῥεῖ καὶ ἀποῤῥεῖ τὸ ὕδωρ.
38. However, we shall pass over speaking more about these matters for the present, O most noble Theophilus, and you remaining judges of the arguments. Let us also take up what follows next after these things, how far removed he is from what is fitting. For God again, according to him—who forcibly and inappropriately expounds the souls themselves in the prophecy in the sixty-fifth Psalm—must, so he says, be expected to preserve the resurrection in the form alone. And lest you say that he does not always learn obscurely—for he maintained this very thing—I will explain this meaning to you here more clearly. Assuredly you have already seen the skin of an animal, or some other such thing filled with water, how, if while being emptied little by little it should be filled little by little, it always displays the same form. For of whatever sort that which surrounds may be, that which is within must of necessity also be shaped in accordance with it. Suppose, then, that while the water flows out beneath, someone pours in as much as is poured out, not allowing the wineskin to be emptied of water all at once: must not that which is added of necessity appear to be of the same sort as the whole, because that which surrounds is also the same having been put round, while the water flows in and flows away?
Καὶ δὴ καὶ τὸ σῶμα τούτοις ὁ ἐθέλων ἀπεικάζειν οὐκ αἰδεσθήσεται. Ὡσαύτως γὰρ καὶ τὰ ἀπὸ τῆς τροφῆς ἀντεισαγόμενα ἀντὶ τῶν ὑπεξεωθεισῶν σαρκῶν εἰς τὸ σχῆμα τοῦ περιέχοντος εἴδους μεταβαλοῦνται. Καὶ ὁπόσον μὲν ἂν κατὰ τοὺς ὀφθαλμοὺς διαχυθῇ, τοῖς ὀφθαλμοῖς ἔοικεν· ὁπόσον δὲ κατὰ τὸ πρόσωπον, τῷ προσώπῳ· ὁπόσον δὲ κατὰ τὰ ἕτερα, τούτοις. Ὥστε τὸν αὐτὸν ἕκαστον φαίνεσθαι, οὐκ οὐσῶν τῶν σαρκῶν ἐν ταυτῷ τῶν πρώτων ὑποκειμένων, ἀλλὰ τοῦ εἴδους, καθὸ εἰδοποιοῦνται τὰ προσγινόμενα. Καὶ τοίνυν εἰ μή ἐσμεν οἱ αὐτοὶ, κἂν ἐπὶ ὀλίγας ἡμέρας, τῷ σώματι, ἀλλὰ τῷ εἴδει ἐν τῷ σώματι (τοῦτο γὰρ μόνον ἕστηκεν ἀπὸ γενέσεως)· πολλῷ οὖν μᾶλλον οὐδὲ τότε οἱ αὐτοὶ μετὰ τὴν αὐτὴν σάρκα ἐσόμεθα, ἀλλὰ κατὰ τὸ εἶδος τὸ καὶ νῦν ἀεὶ διασωζόμενον ἐν ἡμῖν καὶ μένον. Ὃ γὰρ ἐκεῖ τὸ δέρμα, τοῦτο τὸ εἶδος ἐνθάδε· ὃ δὲ ἐκεῖ τὸ ὕδωρ ἐπὶ τῆς εἰκόνος, τοῦτο ἐνταῦθα τὸ προσγινόμενον καὶ ἀπογινόμενον. Ὥσπερ οὖν νῦν τοῦ σώματος οὐκ ὄντος τοῦ αὐτοῦ, ὅμως ὁ χαρακτὴρ ὁ κατὰ τὴν αὐτὴν μορφὴν ὁ αὐτὸς σώζεται· οὕτως εἰ καὶ ὄντος τοῦ σώματος τοῦ αὐτοῦ, εἰς τὸ ἐνδοξότερον τὸ εἶδος αὐξηθὲν, οὐκέτι ἐν φθαρτῷ, ἀλλ' ἐν ἀπαθεῖ καὶ πνευματικῷ δειχθήσεται σώματι. Ὥσπερ οἷον τῷ Ἰησοῦ κατὰ τὴν μεταμόρ-
And indeed he who wishes to liken the body also to these things will not be ashamed. For in like manner the things introduced in turn from nourishment in place of the flesh thrust out are changed into the shape of the surrounding form. And as much as is diffused into the eyes resembles the eyes; as much as into the face, the face; and as much as into the other parts, those parts. Consequently each person appears to be the same, although it is not the flesh of the original substrata that remains in the same state, but the form, according to which the things added are informed. And therefore, if we are not the same in body even for a few days, but in the form within the body (for this alone has stood fast from birth): much more, then, shall we not at that time either be the same with respect to the same flesh, but according to the form which even now is always preserved in us and abides. For what the skin is there, this the form is here; and what the water is there in the illustration, this here is that which comes and goes. Just as now, therefore, though the body is not the same, nevertheless the stamp corresponding to the same shape is preserved the same: so even though the body is the same, the form, having been augmented unto greater glory, will be shown no longer in a corruptible body, but in an impassible and spiritual one. Just as, for instance, for Jesus at the trans-
PG 41:1132Read from the page
φωσιν ἦν, ὅτε εἰς τὸ ὄρος ἀνέβη μετὰ Πέτρου καὶ τοῦ Μωϋσέως καὶ τοῦ Ἠλίου τῶν ὀφθέντων αὐτῷ.
figuration it was, when He went up onto the mountain with Peter, and Moses and Elijah who appeared to Him.
ΛΘʹ. Καὶ ταῦτα μὲν μέχρι τοσούτου διεσκέφθω. Οὕτως γὰρ ὡς ἐν κεφαλαίῳ τῶν Ὠριγένους δογματισμῶν ὁ νοῦς. Ἐὰν δέ τις τῶν ἀμφισβητούντων, προβαλλόμενος τὸ σῶμα τοῦ Χριστοῦ, διὰ τὸ πρωτότοκον τῶν νεκρῶν καὶ ἀπαρχὴν αὐτὸν εἰρῆσθαι τῶν κεκοιμημένων, λέγοι, ὅτι, καθάπερ ἐκεῖνος ἀνέστη, καὶ τὰ πάντα ὡσαύτως ἐκεῖνο δεῖν προσδοκᾷν ἀναστήσεσθαι, ἵνα, ὥσπερ Χριστὸς ἐγήγερται, οὕτως καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ· ἐγήγερται δὲ τὸ τοῦ Ἰησοῦ, καὶ τὰς σάρκας ἃς εἶχε, καὶ τὰ ὀστᾶ, καθάπερ ἐπείσθη καὶ Θωμᾶς· λέξωμεν· Ἀλλὰ τὸ τοῦ Χριστοῦ σῶμα οὐκ ἦν ἐκ θελήματος ἀνδρὸς, ἡδονῆς ὕπνῳ συνελθούσης, ἐν ἀνομίαις συλληφθὲν, καὶ κισσηθὲν ἐν ἁμαρτίαις, ἀλλὰ ἐκ Πνεύματος ἁγίου, καὶ δυνάμεως Ὑψίστου, καὶ Παρθένου. Τὸ δὲ σὸν ὕπνος ἐστὶ, καὶ ἡδονὴ, καὶ ῥύπος. Καὶ διὰ τοῦτο καὶ ὁ σοφὸς Σειρὰχ, Ἐν γὰρ τῷ ἀποθνήσκειν ἄνθρωπον, ἀποφθέγγεται, κληρονομήσει ἑρπετὰ, καὶ θηρία, καὶ σκώληκας· καὶ ἐν ὀγδοηκοστῷ ψαλμῷ ἑβδόμῳ· Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια, ἢ ἰατροὶ ἀναστήσουσι, καὶ ἐξομολογήσονταί σοι; Μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλείᾳ; Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου, καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ; Καὶ ἕτερα δὲ ῥήματα τοιαῦτα τῷ βουλομένῳ συνάγειν ἐκ τῶν Γραφῶν πάρεστιν ὅσα, ἵνα μὴ πάντων ἡμεῖς εἰς πλῆθος μνημονεύοντες, πολυπλασίονα τῶν εἰρημένων αὐξήσωμεν λόγον.
39. Let these matters, then, have been examined thus far. For such, in summary, is the sense of Origen's dogmas. And if any of those who dispute, putting forward the body of Christ because He has been called the firstborn of the dead and the firstfruits of those who have fallen asleep, should say that, just as He rose, one must expect all things likewise to rise as that body did, so that, just as Christ has been raised, so God also will bring with Him through Jesus those who have fallen asleep—and the body of Jesus has been raised, both the flesh which it had and the bones, just as Thomas too was persuaded—let us say: Nay, the body of Christ was not from the will of a man, where pleasure came together with sleep, conceived in iniquities and craved for in sins, but from the Holy Spirit, and the power of the Most High, and a Virgin. Yours, however, is sleep, and pleasure, and filth. And on this account the wise Sirach also declares: For when a man dies, he shall inherit creeping things, and wild beasts, and worms; and in the eighty-seventh Psalm: Wilt Thou work wonders for the dead, or shall physicians raise them up, and shall they give praise unto Thee? Shall anyone declare Thy mercy in the tomb, and Thy truth in perdition? Shall Thy wonders be known in the darkness, and Thy righteousness in a land that is forgotten? And as many other such sayings as exist are at hand for whoever wishes to gather them from the Scriptures, lest we, by mentioning them all in abundance, enlarge our discourse many times beyond what has been said.
Λοιπὸν Μεθοδίου.
What follows is of Methodius.
Μʹ. Ὡς οὖν ἐπαύσατο μόγις καὶ ὁ Πρόκλος, καὶ σιγὴ τῶν παρόντων ἦν ἐπὶ πολὺ, καταβληθέντων ἱκανῶς πρὸς ἀπιστίαν, καὶ ἐγὼ ᾐσθόμην, ὅτι τῷ ὄντι πεπαυμένος εἴην, ἠρέμα τὴν κεφαλὴν ἐπάρας καὶ ἀναπνεύσας, ὥσπερ οἱ πλέοντες τοῦ κύματος ἤδη λωφῶντος, ὑποτρέμων ἔτι καὶ σκοτιζόμενος (ἐβεβλήμην γὰρ, ὡς πρὸς ὑμᾶς εἰρήσθω, τῇ δεινότητι τῶν λόγων κατηντλημένος)· τρέπομαι πρὸς τὸν Αὐξέντιον, καὶ καλέσας αὐτὸν, Ὦ Αὐξέντιε, νομίζω, ἔφην, μὴ μάτην λελέχθαι τὸ ποιητικὸν,
40. When, therefore, Proclus also with difficulty ceased speaking, and there was silence among those present for a long while, since they had been cast down considerably towards unbelief, and I perceived that he had truly ceased, gently lifting up my head and taking breath, like men at sea when the wave is already subsiding, still trembling somewhat and dizzy (for I had been struck down, let it be spoken freely before you, drenched by the forcefulness of his arguments), I turn towards Auxentius, and having called upon him, O Auxentius, said I, I think that the poetic saying was not spoken in vain,
Σύν τε δυοῖν ἐρχομένοιν.
When two go together.
Καὶ γὰρ οἱ ἀνταγωνισταὶ δύο. Διὸ σθένος ἀμφότεροι ἀμφοτέρων ἐπέχομεν. Συναντιλήπτορα γὰρ καὶ συναγωνιστὴν αἱροῦμαί σε τῆς πρὸς αὐτοὺς μάχης, μὴ
For the adversaries are two. Wherefore both of us hold fast our strength against both. For I choose you as co-helper and fellow combatant in the battle against them, lest
PG 41:1133Read from the page
ἡμῖν ὁ Ἀγλαοφῶν μετὰ Πρόκλου καὶ Ὠριγένους τοῖς ἅμα τρεπτικοῖς καθ' ἡμῶν ὡπλισμένος λόγοις ἐκπέσῃ τὴν ἀνάστασιν. Ἄγε οὖν ἀντιπαραταξώμεθα τοῖς σοφίσμασιν αὐτῶν, μηδὲν τῶν ἀντιλογικῶν, οἷς δειλοὶ βάλλονται, φοβηθέντες. Καὶ γὰρ οὐδὲν ἐν αὐτοῖς ὑγιὲς οὐδὲ πάγιον, ἀλλὰ φαντασία μόνον εὐπρεπὴς ῥημάτων πρὸς κατάπληξιν τῶν ἀκουόντων, καὶ πειθὼ κατεσκευασμένη, οὐ τῆς ἀληθείας οὐδὲ τοῦ συμφέροντος χάριν, ἀλλὰ τοῦ δεῖξαι τοῖς παροῦσι τοὺς λόγους σοφούς. Ἐντεῦθεν γοῦν τοῖς πολλοῖς οἱ ἐκ τῶν εἰκότων ἔσθ' ὅτε λόγοι πρὸς κάλλος καὶ ἡδονὴν πεποικιλμένοι μᾶλλον τῶν εἰς ἀκρίβειαν ἐξητασμένων νομίζονται σπουδαιότεροι, τῶν διδασκάλων οὔτε πρὸς τὸ βέλτιστον ἁμιλλωμένων ἔτι καὶ σεμνὸν, ἀλλὰ πρὸς τὸ ἀρέσαι καὶ εὐημερῆσαι, καθάπερ οἱ σοφισταὶ, οἳ μισθὸν αἱροῦνται τῶν λόγων, ἐπευωνιζόμενοι τῆς σοφίας ἐπαίνοις. Τὸ μὲν οὖν παλαιὸν βραχὺ παντελῶς τὸ περὶ τὴν ἐξήγησιγ ἦν, φιλοτιμουμένων μὴ τέρπειν, ἀλλὰ ὠφελεῖν τοὺς παρόντας τῶν τότε.
Aglaophon, armed against us together with Proclus and Origen with arguments at once subversive, overthrow the resurrection for us. Come, then, let us array ourselves against their sophisms, fearing none of the contentious objections with which cowards are pelted. For there is nothing sound or firm in them, but only a specious show of words to astonish the hearers, and persuasion contrived not for the sake of truth or of what is profitable, but to display their speeches to those present as wise. Hence, indeed, among the multitude, speeches variegated at times out of probabilities with a view to beauty and pleasure are accounted weightier than those examined unto exactness, since teachers no longer contend for what is best and venerable, but to please and win applause, just like the sophists, who take pay for their speeches, selling themselves cheaply for praises of their wisdom. In ancient times, then, what pertained to exposition was altogether brief, since men of that day were ambitious not to delight, but to benefit those present.
Ἀφ' οὗ δὲ λοιπὸν εἰς ῥᾳστώνην ἐπετράπη πᾶσιν ἑρμηνεύειν ἐξεῖναι τὰς Γραφὰς, καὶ πάντες εἰς τὸ ποιῆσαι μὲν τὸ καλὸν ἠμβλύνθησαν πλησθέντες οἰήματος· περὶ τὸ λογικεύεσθαι δὲ προέκοψαν καλλωπιζόμενοι, ὡς πάντα γινώσκειν ὑπάρχοντες δεινοὶ, διδάσκεσθαι μὲν ὁμολογεῖν χρήζειν αἰδεσθέντες, φιλονεικεῖν δὲ μᾶλλον καὶ προπηδᾷν, ὡς οἱ διδάσκαλοι· θρασυνθέντες γοῦν ἐντεῦθεν, τοῦ μὲν εὐλαβοῦς καὶ πράου, καὶ πάντα δύνασθαι ποιεῖν τὸν Θεὸν ὧν ἐπηγγείλατο, τὸ πιστεύειν ὠλίσθησαν· εἰς δὲ ζητήσεις κενὰς καὶ βλασφημίας ἥκασι, μὴ νοήσαντες, ὡς οὐ τὰ ἔργα τῶν λόγων ἐπετηδεύθη χάριν, ἀλλὰ τῶν ἔργων οἱ λόγοι· ὥσπερ ἰατρικῆς, δι' ὧν τοὺς κάμνοντας δεῖ σώζεσθαι, τῶν λόγων ἔργοις κυρουμένων· ἵν' ἡρμοσμένων ἡμῶν πάντα συμφώνως, ὁ νοῦς εἴη τοῖς ἀρίστοις λόγοις τὰ ἤθη τῇ γλώσσῃ συνῳδὰ παρέχων, δίκην λύρας, ἀλλὰ μὴ ἄμουσα καὶ ἀσύμφωνα. Ἐπὶ γὰρ τῷ κτήσασθαι κατὰ ἀλήθειαν ἀγωνίζεσθαι δεῖ τὸ δίκαιον ἀσκεῖν, καὶ οὐκ ἐπὶ τῷ δοκεῖν, χωλῶς ἐπιβαίνοντα σοφίας, καὶ πρὸς δόξαν μᾶλλον ἢ πρὸς ἀλήθειαν ἁμιλλώμενον πρόθυρα, καὶ προσχήματα, καὶ πᾶσαν ὑποδυσάμενον τῆς ὑποκρίσεως τὴν σκευήν.
Yet ever since ease was granted to all, so that anyone was permitted to interpret the Scriptures, all men became blunted as regards doing what is good, having been filled with conceit; whereas in dialectics they made strides, priding themselves as being clever at knowing all things, ashamed indeed to confess that they need to be taught, and preferring rather to wrangle and leap forward like teachers; grown bold, then, from this, they have slipped away from reverent and gentle belief that God is able to accomplish all the things that He promised, and have arrived at empty questionings and blasphemies, failing to understand that works were not pursued for the sake of words, but words for the sake of works: just as in medicine, where words are confirmed by the works through which the sick must be saved; so that, with all things harmoniously attuned in us, our mind may render our habits concordant with our tongue in accordance with the best words, after the manner of a lyre, and not unmusical and discordant. For one must contend in practising what is just with a view to possessing it in truth, and not with a view to seeming, haltingly mounting upon wisdom, and vying toward reputation rather than toward truth, putting on vestibules and pretexts and the entire outfit of hypocrisy.
ΜΑʹ. Εἰσὶ γὰρ, εἰσὶν οἳ λόγων τραγικῶς κεκοσμημένων προσβολαῖς, καθάπερ γυναῖκες αἱ ἔξωθεν ὡραϊζόμεναι πρὸς ἀπάτην ἐντέχνως, ἐὰν μή τις πεφυλαγμένως αὐταῖς τῶν ἔτι νεωτέρων προσβλέψῃ τῇ πίστει καὶ νηπτικῶς. Ὅθεν εὐλαβητέον, πρὸ τοῦ καταμαθεῖν ἀσφαλῶς, εἰς τὴν καρδίαν εἰσδέξασθαι τὸν τοιοῦτον λόγον. Καὶ γὰρ φθάνουσιν οἱ ἐξαπατῶντες πολ-
41. For there are, indeed there are men who [entice] by assaults of speeches tragically tricked out, just like women who artfully beautify themselves outwardly for deceit, unless someone among those still younger in the faith looks upon them guardedly and soberly. Wherefore one must beware of admitting such an argument into the heart before examining it securely. For deceivers many
Notes, col. 1133

On the reading

Printed ἐξήγησιγ, for ἐξήγησιν.