Διόπερ, φησὶ, καὶ δέμας κέκληται τὸ σῶμα, διὰ τὸ δεδέσθαι τὴν ψυχὴν ἐν τῷ σώματι· τὴν παλαιὰν Ἑλλήνων μυθώδη ὑπόνοιαν φανταζόμενος. Εις ταῦτα δὲ καὶ μύθους ἐκτίθεται. Ψυχὴν γὰρ, φησὶ, διὰ τοῦτο καλοῦμεν, διὰ τὸ ἄνωθεν ἐψύχθαι.
Wherefore, he says, the body has also been called demas, on account of the soul's having been bound in the body—dreaming up the ancient mythical notion of the Greeks. And towards these points he also sets forth myths: For on this account, he says, we call it psyche, on account of its having grown cold from above.
Μαρτυρίας δὲ κατὰ τὸν ἴδιον νοῦν ἐπιπλάττεται ἀπὸ τῶν θείων Γραφῶν, οὐχ οὕτως ἐχούσας, οὐδὲ οὕτως δεδομένας. Τὸ γὰρ εἰπεῖν, φησὶ, τὸν Προφήτην, Πρινὴ ταπεινωθῆναί με, ἐγὼ ἐπλημμέλησα, ἐξ αὐτῆς, φησὶ, τῆς ψυχῆς ὁ λόγος, ὡς ἄνω ἐν οὐρανῷ ἐπλημμέλησε, πρινὴ ἐν τῷ σώματι τεταπεινῶσθαι· καὶ τῷ εἰπεῖν, φησὶν, Ἐπίστρεψον, ψυχή μου, εις τὴν ἀνάπαυσίν σου, ὡς τοῦ ἀνδραγαθήσαντος ἐνταῦθα ἐν ἀγαθοεργίᾳ ἐπιστρέφοντος εις τὴν ἄνω ἀνάπαυσιν διὰ τὴν αὐτοῦ τῆς ἐργασίας δικαιοπραγίαν. Καὶ πολλὰ ἔστιν ἄλλα τοιαῦτα λέγειν. Τὸ κατ' εικόνα δέ φησιν ἀπολωλεκέναι τὸν Ἀδάμ. Ἐντεῦθεν, φησὶ, καὶ τοὺς χιτῶνας τοὺς δερματίνους ἐπισημήνασθαι τὴν Γραφὴν, ὅτι Ἐποίησεν αὐτοῖς, φησὶ, χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτοὺς, τὸ σῶμα, φησὶν, ἐστί. Καὶ πολλή τίς ἐστι παρ' αὐτοῦ ἡ ᾀδομένη χλεύη. Τήν τε τῶν νεκρῶν ἀνάστασιν ἐλλιπῆ ποιεῖται, πὴ μὲν λόγῳ παριστῶν ταύτην, πὴ δὲ ἐξαρνούμενος τελεώτατα, ἄλλοτε δὲ καὶ μέρος ἐξ αὐτῆς ἀνίστασθαι. Ἀλληγορεῖ δὲ λοιπὸν ὅσαπερ δύναται, τόν τε παράδεισον, τά τε τούτου ὕδατα, καὶ τὰ ἐπάνω τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑποκάτω τῆς γῆς. Ταῦτα δὲ καὶ τὰ τούτοις ὅμοια φλυαρῶν οὐ διαλείπει. Ἤδη δὲ καὶ ἐν ἄλλοις τισὶ τόποις τὰ τοιαῦτα περὶ αὐτοῦ μνησθέντες διεξεληλύθαμεν.
Moreover, according to his own mind he fabricates testimonies out of the divine Scriptures, neither standing thus nor having been given thus. For the Prophet's saying, he says, Before I was humbled, I transgressed, is spoken, he says, from the person of the soul itself, in that above in heaven it transgressed before having been humbled in the body; and by the saying, he says, Return, O my soul, unto thy rest, as of one who, having acted bravely here in good works, returns unto the rest above on account of the righteous conduct of his labour. And there are many other such things to tell. And that which is according to the image he says Adam lost. Hence, he says, Scripture also indicated the tunics of skin: that He made for them, he says, tunics of skin, and clothed them, is, he says, the body. And great indeed with him is his celebrated mockery. And the resurrection of the dead he renders defective, partly establishing it in word, partly denying it altogether, and at other times saying that a part of it rises. For the rest, he allegorizes whatever he can: paradise, and its waters, and the waters above the heavens, and the water underneath the earth. Babbling these things and things like these, he never ceases. And already in certain other places also, having made mention of such matters concerning him, we have gone through them in detail.
Εʹ. Οὐδὲν δὲ καὶ νῦν λυπήσει αὖθις ἐν τῇ κατ' αὐτὴν αἱρέσει περὶ τῆς αὐτοῦ περιπετείας καὶ ὑποθέσεως διηγήσασθαι, καὶ ἐξ αὐτοῦ τῶν ὑπ' αὐτοῦ ὑποβαλλομένων τὴν ἀνατροπὴν ποιήσασθαι. Πολλὴ γὰρ ἡ τούτου ὕστερον γενομένη ἀτοπία, καὶ ἐπιτήδευσις παραπεποιημένης ἐννοίας, καὶ ἔξω βεβηκυῖα τῆς ἀληθείας. Ἔδοξε γὰρ κατὰ αιρέσεων πασῶν λέγειν τῶν πρὸ αὐτοῦ, καὶ ἀνατρέπειν ἑκάστην· ὕστερον δὲ καὶ αὐτὸς αἵρεσιν οὐ τὴν τυχοῦσαν ταύτην τῷ βίῳ ἐξήμεσε. Καὶ πρῶτον μὲν οὖν τὰ ὑπ' αὐτοῦ ῥηθέντα εἰς ἔλεγχον τῆς αὐτοῦ παραπεποιημένης ἐπιπλάστου ἐννοίας παραθήσομαι· ἔπειτα δὲ καὶ τὰ αὐτοῦ ῥηθησόμενα τῆς ἡμῶν μετριότητος ὑποδείξω. Καὶ ἔστι τάδε, ὅσαπερ ἐν τῷ πρώτῳ ψαλμῷ εἰσηγήσατο τῷ βίῳ. Ἐν πάσῃ γὰρ Γραφῇ ἀει ὀλισθαίνων, κατὰ λέξιν ἐν τοῖς ἀναγκαίοις παρέπεσεν. Ἐπειδὴ δὲ ὄγκος πολύς ἐστι· λέγεται γὰρ πολλὴν πεποιηκέναι σύνταξιν. Εις ἑκάστην γὰρ Γραφὴν, ὡς ἔφην, οὐ παρητήσατο ειπεῖν ἃ αὐτῷ ἔδοξε. Καὶ ὅσα μὲν ἐν προσομιλίαις, καὶ διὰ τῶν προοιμίων, εις ἤθη τε καὶ εις φύσεις ζώων τε καὶ τῶν ἄλλων εἴρηται, μέσος φερόμενος πολλάκις χαρίεντα διηγήσατο· ὅσα δὲ εἰς δόγματα ἐδογμάτισε, καὶ περὶ πίστεως, καὶ μείζονος θεωρίας, τῶν πάντων ἀτοπώτατα τῶν πρὸ αὐτοῦ καὶ
V. Nor will it grieve us even now to relate once again, in the heresy named after him, concerning his vicissitude and hypothesis, and out of himself to effect the refutation of the points suggested by him. For great was his subsequent absurdity, and his pursuit of a falsified notion, and one that stepped outside the truth. For he seemed to speak against all heresies before him and to overturn each one; yet afterwards he himself also vomited forth into life this no ordinary heresy. And first, then, I shall set alongside the things spoken by him for the refutation of his falsified, fabricated notion; and next I shall also show the things that will be spoken against him by our moderation. And these are whatever things he introduced into life on the first Psalm. For in all Scripture, ever slipping, word by word in necessary matters he fell aside. Since, however, the bulk is great—for he is said to have composed an extensive work; for upon every Scripture, as I said, he did not decline to utter what seemed good to him. And in whatever has been said in homilies, and through the prefaces, towards manners and towards the natures of animals and of other things, keeping a middle course he often related charming things; whereas in whatever he laid down as dogmas, both concerning faith and higher contemplation, most absurd of all those before him and