μαθηταῖς τὸν αὐτὸν εἶναι Πατέρα, τὸν αὐτὸν εἶναι Υἱὸν, τὸν αὐτὸν εἶναι ἅγιον Πνεῦμα. Εἶτα ὅταν συναντήσωσί τισι τῶν ἀφελεστάτων, ἢ ἀκεραίων, τῶν μὴ τὰ σαφῆ τῶν θείων Γραφῶν γινωσκόντων, τὴν πεῦσιν αὐτοῖς ὑφηγοῦνται ταύτην· Τί ἂν εἴπωμεν, ὦ οὗτοι; ἕνα Θεὸν ἔχομεν, ἢ τρεῖς θεούς; Ὅταν δὲ ἀκούσῃ ὁ ἐν εὐλαβείᾳ ὢν, καὶ μὴ τὰ τέλεια τῆς ἀσφαλείας ἐπιστάμενος, εὐθὺς τὸν νοῦν ταραχθεὶς, συγκατατίθεται τῇ ἐκείνων πλάνῃ, καὶ εὑρίσκεται ἀρνούμενος τὸν Θεὸν, καὶ εὑρίσκεται ἀρνούμενος τὸ εἶναι Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα.
disciples that the Father is the selfsame, the Son is the selfsame, the Holy Spirit is the selfsame. Next, whenever they fall in with some of the simplest or most guileless folk, who do not know the clear teachings of the divine Scriptures, they put before them this question: What should we say, O sirs? Do we have one God, or three gods? And when a devout man, who does not possess complete knowledge for his safeguard, hears this, straightway troubled in mind he assents to their error, and is found denying God, and is found denying the existence of the Son and of the Holy Spirit.
Γʹ. Ἐν πᾶσι δὲ τούτοις ἐνέπνευσεν ὁ τῶν ἀνθρώπων ἀντίπαλος ἀπ' αἰῶνος, ἵνα τὸν μὲν οὕτως, τὸν δὲ οὕτως, τοὺς πλείους δὲ ὁμοῦ ἀπατήσῃ καὶ πλανήσῃ ἀνθρώπους ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας. Καὶ ὅτι μὲν ἀληθῶς εἷς ἐστι Θεὸς, καὶ οὐκ ἔστιν ἕτερος, σαφῶς ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ ὡμολόγηται, καὶ συμπεφώνηται. Ὅτι οὐ πολυθεΐαν εἰσηγούμεθα· ἀλλὰ μοναρχίαν κηρύττομεν. Μοναρχίαν δὲ κηρύττοντες, οὐ σφαλλόμεθα, ἀλλὰ ὁμολογοῦμεν τὴν Τριάδα, μονάδα ἐν Τριάδι, καὶ Τριάδα ἐν μονάδι, μίαν θεότητα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Οὐ γὰρ ὁ Υἱὸς ἑαυτὸν ἐγέννησεν· οὐδὲ ὁ Πατὴρ μεταβέβληται ἀπὸ τοῦ Πατὴρ, τοῦ εἶναι Υἱός· οὐδὲ τὸ ἅγιον Πνεῦμα Χριστὸν ἑαυτὸν πώποτε ὠνόμασεν· ἀλλὰ Πνεῦμα Χριστοῦ, καὶ διὰ Χριστοῦ διδόμενον, ἀπὸ Πατρὸς ἐκπορευόμενον, καὶ τοῦ Υἱοῦ λαμβάνον. Ἐνυπόστατος ὁ Πατὴρ, ἐνυπόστατος ὁ Υἱὸς, ἐνυπόστατον τὸ ἅγιον Πνεῦμα. Ἀλλὰ οὐ συναλοιφὴ ἡ Τριὰς, ὡς Σαβέλλιος ἐνόμισεν, οὔτε ἠλλοιωμένη τῆς ἰδίας ἀϊδιότητος καὶ δόξης, ὡς ὁ Ἄρειος κενοφωνῶν ἐδογμάτισεν· ἀλλ' ἀεὶ μὲν ἦν Τριὰς Τριὰς, καὶ οὐδέποτε ἡ Τριὰς προσθήκην λαμβάνει, μία οὖσα θεότης, μία κυριότης, μία δοξολογία οὖσα, ἀλλὰ Τριὰς ἀριθμουμένη, Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα. Οὐχ ὡς ἕν τι τρισὶν ὀνόμασι κεκλημένον, ἀλλὰ ἀληθῶς τέλεια τὰ ὀνόματα, τέλειαι αἱ ὑποστάσεις, οὐδὲν παρηλλαγμένον. Πατὴρ δὲ ἀεὶ Πατὴρ, καὶ οὐκ ἦν καιρὸς ὅτε οὐκ ἦν ὁ Πατὴρ Πατὴρ, τέλειος ὢν ἀεὶ Πατὴρ ἐνυπόστατος, καὶ Υἱὸς ἀεὶ τέλειος ὢν, ἀεὶ ἐνυπόστατος, ἐκ Πατρὸς ἐν ἀληθείᾳ γεγεννημένος ἀνάρχως, καὶ ἀχρόνως, καὶ ἀνεκδιηγήτως, οὐ συνάδελφος τῷ Πατρὶ, οὐκ ἀρξάμενος τοῦ εἶναι, οὐδὲ διαλιπών ποτε, ἀεὶ δὲ Υἱὸς γνήσιος Πατρὶ συνυπάρχων, ἐκ Πατρὸς ἀχρόνως γεγεννημένος, ἴσος ὢν, Θεὸς ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸς ἀληθινὸς ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθεὶς, οὐ κτισθείς. Ἀλλὰ οὐκ αὐτὸς Πατὴρ, οὐδὲ ὁ Πατὴρ αὐτὸς Υἱός. Εἰ δὲ Θεὸς Πατὴρ, καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα.
III. Now in all these matters the adversary of mankind from the beginning breathed his influence, so that in one way with one man, in another way with another, he might altogether deceive the majority of men and lead them astray from the way of truth. That there is truly one God, and there is none other, has been clearly confessed and agreed in the holy Church of God; for we do not introduce polytheism, but proclaim monarchy. Yet in proclaiming monarchy we do not err; rather, we confess the Trinity—a unity in Trinity, and Trinity in unity, one Godhead of Father, and Son, and Holy Spirit. For the Son did not beget Himself; nor has the Father changed from being Father so as to be Son; nor did the Holy Spirit ever call Himself Christ, but the Spirit of Christ, given through Christ, proceeding from the Father, and receiving of the Son. Enhypostatic is the Father, enhypostatic is the Son, enhypostatic is the Holy Spirit. Yet the Trinity is not a coalescence, as Sabellius supposed, nor altered from its own eternity and glory, as Arius uttered in empty babbling; rather, the Trinity was ever Trinity, and never does the Trinity receive an addition, being one Godhead, one Lordship, one doxology, yet numbered as Trinity—Father, and Son, and Holy Spirit: not as some one thing called by three names, but truly perfect are the names, perfect the hypostases, with nothing altered. The Father is ever Father, and there was never a time when the Father was not Father, being ever perfect enhypostatic Father; and the Son is ever perfect, ever enhypostatic, begotten from the Father in truth without beginning, timelessly, and ineffably—not a brother unto the Father, neither having begun to exist nor ever ceasing, but ever co-existing with the Father as genuine Son, timelessly begotten from the Father, being equal, God from God, Light from Light, true God from true God, begotten, not made. Yet He is not Himself the Father, nor is the Father Himself the Son; whereas if the Father is God, so also are the Son and the Holy Spirit.
Δʹ. Ἀεὶ γὰρ τὸ Πνεῦμα σὺν Πατρὶ καὶ Υἱῷ, οὐ συνάδελφον Πατρὶ, οὐ γεννητὸν, οὐ κτιστὸν, οὐκ ἀδελφὸν Υἱοῦ, οὐκ ἔγγονον Πατρὸς, ἐκ Πατρὸς δὲ ἐκπορευόμενον, καὶ τοῦ Υἱοῦ λαμβάνον, οὐκ ἀλλότριον Πατρὸς καὶ Υἱοῦ, ἀλλὰ ἐκ τῆς αὐτῆς οὐσίας, ἐκ τῆς αὐτῆς θεότητος, ἐκ Πατρὸς καὶ Υἱοῦ, σὺν Πατρὶ καὶ
IV. For ever is the Spirit with the Father and the Son—not brother unto the Father, not begotten, not created, not brother of the Son, not grandson of the Father, but proceeding from the Father and receiving of the Son, not alien to the Father and the Son, but of the selfsame essence, of the selfsame Godhead, from the Father and the Son, with the Father and