Migne Reading Room

PG 41 · cols. 805–816 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus III (Anacephalaeosis et Haereses XXXIV–XLVI)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus III (Anacephalaeosis et Haereses XXXIV–XLVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:805Read from the page
ἀληθείας. Διὰ γὰρ τῆς ἐν αὐτῷ μορφώσεως ἐπέγνωσαν οἱ κήρυκες τῆς ἀληθείας τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν.
truth. For through the form contained in it, the heralds of the truth came to recognize knowledge and the truth.
δʹ καὶ λαʹ σχόλ. Ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν, ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν.
Scholion 4 and 31. For while we were still weak, Christ still in due season died for the ungodly.
δʹ καὶ λαʹ ἔλεγχ. Τὸ, ἔτι καὶ ἀπέθανεν, οὐ δοκήσεως, ἀλλὰ ἀληθείας ἐστὶ σημαντικόν. Εἰ γὰρ δόκησις ἦν, τίς χρεία τοῦ ἔτι λέγεσθαι, δυναμένου τοῦ Χριστοῦ πάντοτε καὶ νῦν δοκήσει φαίνεσθαι, καὶ μὴ λέγεσθαι, ἔτι ὄντων ἡμῶν ἀσθενῶν; Ἀπὸ τοῦ γὰρ, ἔτι, τὸ τότε θανεῖν ἀπέδωκε, καὶ ἐδικαίωσε τῷ θανάτῳ· ἵνα μηκέτι χρείαν ἔχῃ θανεῖν ὁ ὑπὲρ ἁμαρτωλῶν ἅπαξ ἀποθανὼν, καὶ δι' ἑαυτῶν μηκέτι ἀποθνήσκων.
Refutation 4 and 31. The expressions "still" and "He died" are indicative not of mere appearance, save of reality. For had it been an appearance, what need was there for "still" to be spoken, seeing that Christ could at all times and even now appear in semblance without its being said "while we were still weak"? For by the word "still" he assigned His dying to that specific time, and justified us by His death, so that He Who died once for all on behalf of sinners, and dies no more on their account, might no longer have need to die.
εʹ καὶ λβʹ σχόλ. Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐν⟨τ⟩ολὴ ἁγία, καὶ δικαία καὶ ἀγαθή.
Scholion 5 and 32. So then the law is holy, and the commandment holy, and righteous, and good.
εʹ καὶ λβʹ ἔλεγχ. Συντίθεται τῷ νόμῳ τὸ ἅγιον αὐτὸν εἶναι, καὶ τῇ ἐν αὐτῷ ἐντολῇ γενομένῃ, τρισὶ μαρτυρίαις ἀσφαλισάμενος ταύτην, ἁγίαν αὐτὴν λέγων καὶ δικαίαν καὶ ἀγαθήν· ἵνα ἐλέγξῃ σε, Μαρκίων, καὶ ἡμᾶς διδάξῃ τοῦ ἁγίου εἶναι τὸν νόμον, οὗ καὶ ἡ ἐντολὴ ἁγία, καὶ αὐτὸν τὸν ἅγιον εἶναι καὶ ἀγαθόν. Διὸ ἀγαθου οὖσα ἐντολὴ, ἀγαθὴ καλεῖται· καὶ ἁγίου οὖσα, ἁγία ἐστί· καὶ δικαίου ὑπάρχουσα, δικαία ἐντολὴ καλεῖται, ἑνὸς ὄντος τοῦ τότε καὶ νῦν, τοῦ ὄντος ἁγίου καὶ δικαίου καὶ ἀγαθοῦ. Διὸ καὶ ἡ αὐτοῦ ἐντολὴ, ἡ ἀπὸ τότε καὶ νῦν ἐν νόμῳ καὶ ἐν Καινῇ Διαθήκῃ, ἁγία ὑπάρχει καὶ δικαία καὶ ἀγαθή.
Refutation 5 and 32. He assents regarding the law that it is holy, and regarding the commandment given within it, securing this with three testimonies by calling it holy, and righteous, and good—in order to refute you, O Marcion, and to teach us that the law belongs to the Holy One Whose commandment also is holy, and that the Holy One Himself is also good. Wherefore, being the commandment of the Good One, it is called good; and being of the Holy One, it is holy; and being of the Righteous One, it is called a righteous commandment—since He Who was then and is now is One, He Who is holy and righteous and good. Wherefore His commandment also, which both from that time and now stands in the law and in the New Covenant, is holy and righteous and good.
ςʹ καὶ λγʹ σχόλ. Ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν.
Scholion 6 and 33. So that the righteous requirement of the law might be fulfilled in us.
ςʹ καὶ λγʹ ἔλεγχ. Εἰ ἐν τοῖς ἀποστόλοις καὶ ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου πληροῦται, πῶς σὺ, ὦ Μαρκίων, τολμᾷς λέγειν τὸν νόμον ἀλλότριον τῶν κατὰ τὸ πλήρωμα τοῦ νόμου δικαιουμένων ἀποστόλων τοῦ Θεοῦ;
Refutation 6 and 33. If in the apostles and in us the righteous requirement of the law is fulfilled, how do you dare, O Marcion, to call the law alien to the apostles of God who are justified in accordance with the fulfilment of the law?
ζʹ καὶ λδʹ σχόλ. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
Scholion 7 and 34. For Christ is the end of the law unto righteousness for everyone who believes.
ζʹ καὶ λδʹ ἔλεγχ. Εἰ εἰς δικαιοσύνην Χριστὸς ἐλήλυθε παντὶ τῷ πιστεύοντι, οὐ τοῦ νόμου τελειουμένου, εἰ μὴ Χριστὸς τελειώσῃ τῇ ἑαυτοῦ παρουσίᾳ· οὐκ ἄρα τελειωθήσεσθε, ὦ Ἰουδαῖοι, ἐν νόμῳ μένοντες, ἐὰν μὴ Χριστὸν ἐνδημήσαντα πιστεύσαντες ὑποδέξησθε. Ἀλλὰ οὐδὲ σὺ, Μαρκίων, δυνήσῃ σωθῆναι ἐν Χριστῷ, τοῦ κηρύγματος τὴν ἀρχὴν καὶ τὴν ῥίζαν ἀποβαλλόμενος, ὅπερ ἐστὶ νόμος, ἀφ' οὗπερ Χριστὸς γινωσκόμενος τελειοῖ τὸν μὴ τὸν νόμον βδελυσσόμενον ὡς ἀλλότριον Χριστοῦ ὑπάρχοντα.
Refutation 7 and 34. If Christ has come unto righteousness for everyone who believes, since the law is not brought to perfection unless Christ perfect it by His own coming, you then shall not be brought to perfection, O Jews, while remaining under the law, unless you believe in and welcome Christ Who has sojourned among us. Yet neither shall you, O Marcion, be able to be saved in Christ when you cast away the beginning and root of the proclamation, which is the law, whereby Christ, being made known, brings to perfection him who does not abhor the law as being alien to Christ.
ηʹ καὶ λεʹ σχόλ. Ὁ γὰρ ἀγαπῶν τὸν πλησίον, νόμον πεπλήρωκε.
Scholion 8 and 35. For he who loves his neighbour has fulfilled the law.
ηʹ καὶ λεʹ ἔλεγχ. Εἰ διὰ τοῦ ἀγαπᾷν τὸν πλησίον νόμος πληροῦται, οὐκ ἀλλότριος Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ
Refutation 8 and 35. If through loving one's neighbour the law is fulfilled, then not alien to Christ and to God the Father of our Lord Jesus Christ and God
Notes, col. 805

On the reading

Printed ἀγαθου, for ἀγαθοῦ.

PG 41:808Read from the page
ὁ νόμος, ὁ κελεύων ἀγαπᾷν τὸν πλησίον. Διότι ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ πάντα τὰ ὑπ' αὐτοῦ κηρυττόμενα ὁμοίως ἀεὶ κηρύττεται, καὶ τότε, καὶ νῦν, καὶ ἐν Παλαιᾷ καὶ Καινῇ Διαθήκῃ.
the law, which commands to love one's neighbour. Because God is love, and all things proclaimed by Him are always proclaimed in like manner, both then and now, and in both the Old and the New Covenant.
Τῆς πρὸς Θεσσαλονικεῖς πέμπτης ἐπιστολῆς· οὕτω γὰρ κεῖται ἐν τῷ Μαρκίωνι, ὀγδόης δὲ οὔσης παρὰ τῷ Ἀποστόλῳ, τὰ πάντα τοῦ Μαρκίωνος διεστραμμένως ἀπ' αὐτῆς ἔχοντος, οὐδὲν ἐξ αὐτῆς παρεθέμεθα.
From the fifth Epistle to the Thessalonians—for so it stands in Marcion, though it is eighth in the Apostle—since Marcion holds everything from it in a distorted form, we have adduced nothing from it.
Τῆς πρὸς Θεσσαλονικεῖς δευτέρας, ἕκτης δὲ κειμένης παρὰ τῷ Μαρκίωνι, ἐνάτης δὲ οὔσης παρὰ τῷ Ἀποστόλῳ, ὁμοίως διαστραφείσης ὑπ' αὐτοῦ τοῦ Μαρκίωνος, πάλιν οὐδὲν ἐξεθέμεθα.
From the second Epistle to the Thessalonians, placed sixth in Marcion, though ninth in the Apostle, likewise distorted by that same Marcion, again we have set forth nothing.
Τῆς πρὸς Ἐφεσίους, ἑβδόμης οὔσης παρὰ τῷ Μαρκίωνι, πέμπτης δὲ παρὰ τῷ Ἀποστόλῳ κειμένης, τάδε·
From the Epistle to the Ephesians, which is seventh in Marcion, though placed fifth in the Apostle, the following:
αʹ καὶ λςʹ σχόλ. Μνημονεύετε ὑμεῖς ποτε τὰ ἔθνη, οἱ λεγόμενοι ἀκροβυστία, ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτῳ, ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας· ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς τῷ αἵματι αὐτοῦ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα, καὶ τὰ ἑξῆς.
Scholion 1 and 36. Remember that once you, the Gentiles, who are called the uncircumcision by what is called the circumcision made in the flesh by hands—that at that time you were apart from Christ, alienated from the commonwealth of Israel, and strangers to the covenants of the promise, having no hope, and without God in the world. But now in Christ Jesus you who once were far off have become near by His blood. For He Himself is our peace, Who made both, and so forth.
αʹ καὶ λςʹ ἔλεγχ. Τὸ, Μνημονεύετε, καίρου σημαίνει τὸ εἶδος. Καὶ, οἱ λεγόμενοι, ἀπὸ τῆς λεγομένης, τῶν πραγμάτων τοὺς τύπους σημαίνει. Καὶ τὸ, ἐν σαρκὶ, ἵνα δείξῃ τὸν τύπον τὸν ἐν τῇ σαρκὶ ἀπεκδεχόμενον τὸν τοῦ Πνεύματος καιρόν· ἵνα τὰ ἐντελέστερα ἀπὸ τοῦ τύπου δείξῃ. Χωρὶς γὰρ Χριστοῦ πολιτείας τοῦ Ἰσραὴλ ἡ ἀκροβυστία ἀπηλλοτρίωτο· ἀπηλλοτριωμένη δὲ ξένη ἦν ἐπαγγελίας καὶ διαθήκης· καὶ οἱ ἀπὸ ταύτης ὁρμώμενοι ἐλπίδα οὐκ εἶχον, ἀλλ' ἄθεοι ἦσαν ἐν τῷ κόσμῳ, ὡς ἀποδέδεικται ἀπὸ τῶν τοῦ Ἀποστόλου ῥημάτων. Ἀλλὰ σὺ, Μαρκίων, οὔτε ὁρᾷς, οὔτε ἀκούεις· ἐπεὶ ἂν ἐνόεις πόσων ἀγαθῶν παραίτιον τὸν νόμον φάσκει ὁ ἅγιος Ἀπόστολος, τῶν ἐν τῷ νόμῳ πρὸς τὸν τότε καιρὸν πεπολιτευμένων. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οἱ ποτὲ μακρὰν νῦν ἐγγὺς ἐν τῷ αἵματι αὐτοῦ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἕν. Ει δὲ τὰ ἀμφότερα ἐποίησεν ἕν, καὶ οὐ τὸ μὲν ἀνεῖλε, τὸ δὲ ἕτερον συνεστήσατο· ἄρα γε οὐδὲ τὸ πρότερον ἀλλότριον αὐτοῦ, οὐδὲ τὸ δεύτερον διεῖλεν ἀπὸ τοῦ πρώτου· ἀλλὰ τὰ ἀμφότερα εἰς ἓν συνήγαγεν, οὐχ ἁπλῶς, οὐ δοκήσει, ἀλλὰ ἐναργῶς ἐν τῷ αἵματι αὐτοῦ, ὡς ἡ ἀσφαλὴς τοῦ Ἀποστόλου ὑποδείκνυσι διδασκαλία.
Refutation 1 and 36. The expression, Remember, signifies the form of time. And, who are called, by what is called, signifies the types of realities. And the phrase, in the flesh, is said so that he may show the type in the flesh awaiting the season of the Spirit, so that he may show the more complete realities from the type. For apart from Christ the uncircumcision was alienated from the commonwealth of Israel; and being alienated, it was a stranger to the promise and covenant; and those springing from it had no hope, but were without God in the world, as has been demonstrated from the Apostle's words. Yet you, Marcion, neither see nor hear; otherwise you would perceive of how many good things the holy Apostle declares the law to be the cause for those who lived under the law with a view to that season. For in Christ Jesus those who once were far off are now near in His blood. For He Himself is our peace, Who made both one. Now if He made both one, and did not abolish the one and establish the other, then neither was the former alien to Him, nor did He sever the second from the first; rather, He brought both together into one—not merely so, nor in appearance, but manifestly in His blood, as the sure teaching of the Apostle demonstrates.
βʹ καὶ λζʹ σχόλ. Διὸ λέγει· Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.
Scholion 2 and 37. Therefore it says: Awake, sleeper, and arise from the dead, and Christ shall shine upon you.
βʹ καὶ λζʹ ἔλεγχ. Πόθεν τῷ Ἀποστόλῳ τὸ, Διὸ καὶ λέγει, ἀλλὰ ἀπὸ τῆς Παλαιᾶς δῆλον Διαθήκης; Τοῦτο δὲ ἐμφέρεται παρὰ τῷ Ἠλίᾳ. Πόθεν δὲ ὡρμᾶτο ὁ Ἠλίας; Ἀλλὰ εἷς ἦν τῶν προφητῶν, τῶν κατὰ νόμον πεπολιτευμένων, ἀπὸ νόμου καὶ προφητῶν ὁρμώμενος. Εἰ δὲ ἐν Χριστῷ προεφήτευσε τὸ, Ἔγειρε, ὁ
Refutation 2 and 37. Whence did the Apostle get the words, Therefore also it says, save manifestly from the Old Covenant? Now this is transmitted in Elijah. And whence did Elijah spring? Why, he was one of the prophets who lived according to the law, springing from the law and the prophets. And if in Christ he prophesied the words, Awake, O
Notes, col. 808

On the reading

Printed καίρου, for καιροῦ.

Printed Ει, for Εἰ.

PG 41:809Read from the page
καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός· ἄρα γε τὸ πρωτότυπον διὰ Λαζάρου καὶ τῶν ἄλλων ἐπεπλήρωτο· περὶ ὧν οἱ αὐτοὶ (sic) ἀμφέβαλλον Μάρθα καὶ Μαρία λέγουσαι· Ἤδη ὄζει· τεταρταῖός ἐστι· καὶ τῶν τοῦ ἀρχισυναγώγου λεγόντων· Μηκέτι σκύλλετε τὸν διδάσκαλον· καὶ αὐτοῦ λέγοντος· Μὴ φοβεῖσθε· οὐ γὰρ ἀπέθανεν, ἀλλὰ καθεύδει. Σαφῶς γὰρ ἔκτοτε τὸ κήρυγμα ἐκάλει ἀνάστασιν διὰ Χριστοῦ ἔσεσθαι. Καὶ τὸ ἐξουσιαστικὸν τῆς εὐχερείας ὑπεδείκνυεν, ἵνα τὸ δυνατὸν τοῦ Χριστοῦ ὑποδείξῃ, ὅτι, ὡς τῷ ἀνθρώπῳ εὐχερὲς, οὐ τὸν ἀποθανόντα, ἀλλὰ τὸν καθεύδοντα διὰ φωνῆς ἐγεῖραι, οὕτως καὶ τῷ Χριστῷ ἦν ἑτοιμότατα τὸ εἰπεῖν· Λάζαρε, δεῦρο ἔξω, καὶ τὸ, Κουμὶ, κουμὶ ταλιθὰ, τουτέστιν, Ἀνάστηθι, ἡ παῖς. (Καὶ) δι' ὧν ἐναργῶν ἀποδείξεων ἐσήμανεν ὁ λόγος τὴν ἡμῶν κλῆσιν ἀπὸ νεκρῶν ἔργων, καὶ ὕπνου βαρέως, ἡμῶν τῶν ποτε καθευδόντων ἀνεγείροντα τὸν Χριστὸν, καὶ διὰ τῆς κλήσεως φωτίζοντα ἡμᾶς· ἥτις γέγονε δευτέρα αὕτη σχέσις. Τὸ δὲ τέλειον καὶ καθολικὸν προσδοκώμενον, ὅταν ὁ αὐτὸς ὁ λέγων, Ἐγώ εἰμι ἡ ἀνάστασις, πάντας καλέσῃ καὶ ἐγείρῃ σώματι καὶ ψυχῇ, καὶ φωτίσῃ ἐν τῇ αὐτοῦ μελλούσῃ παρουσίᾳ.
sleeper, and arise from the dead, and Christ shall shine upon you—then indeed the prototype had been fulfilled through Lazarus and the others, concerning whom Martha and Mary themselves (sic) doubted, saying: By now he stinks; he has been dead four days; and when those of the ruler of the synagogue's house said: Trouble the Teacher no further; and He Himself said: Do not fear; for she is not dead, but sleeps. For clearly from that time the proclamation announced that there would be a resurrection through Christ. And He displayed the sovereign authority of His ease, in order to show the power of Christ—that just as it is easy for a human being to rouse by a voice not one who has died, but one who is sleeping, so also for Christ it was most ready to say: Lazarus, come forth, and the words, Cumi, cumi talitha, that is, Arise, child. (And) through which manifest proofs the Word signified our calling from dead works and heavy sleep, showing Christ rousing us who once were sleeping and enlightening us through His calling—which very thing has become a second state. Yet that which is complete and universal is awaited, when the very same One Who says, I am the resurrection, shall call all and raise them in body and soul, and enlighten them at His coming advent.
γʹ καὶ ληʹ σχόλ. Ἀντὶ τοῦ, Καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ κολληθήσεται τῇ γυναικί· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν, παρὰ τὸ, τῇ γυναικί.
Scholion 3 and 38. Instead of the text, A man shall leave his father and mother, and shall be joined to his wife, and the two shall become one flesh, he omitted the phrase, to his wife.
γʹ καὶ ληʹ ἔλεγχ. Ἀποδέδεικται πολλάκις μὴ ἀλλότρια εἶναι τὰ ἐν τῷ νόμῳ τοῖς ἀπὸ τοῦ Ἀποστόλου διδασκομένοις· κἄν τε σὺ, ὦ Μαρκίων, παρακόψῃς τὸ, γυναικί. Ἀπὸ τοῦ γὰρ, ἔσονται εἰς σάρκα μίαν, δήλη σου ἔσται ἡ πᾶσα ῥᾳδιουργία.
Refutation 3 and 38. It has often been demonstrated that the things in the law are not alien to what is taught by the Apostle, even if you, O Marcion, strike out the word, wife. For from the clause, they shall become one flesh, all your knavery will be manifest.
Τῆς πρὸς Κολοσσεῖς ὀγδόης παρὰ τῷ Μαρκίωνι κειμένης, παρὰ δὲ τῷ Ἀποστόλῳ ἑβδόμης κειμένης.
From the Epistle to the Colossians, placed eighth in Marcion, though placed seventh in the Apostle.
αʹ καὶ λθʹ σχόλ. Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν ἑορτῇ, ἢ ἐν νεομηνίᾳ καὶ Σαββάτῳ, ὅ ἐστι σκιὰ τῶν μελλόντων.
Scholion 1 and 39. Let no one therefore pass judgement on you in food, or in drink, or in respect of a feast, or a new moon, and a Sabbath, which is a shadow of the things to come.
αʹ καὶ λθʹ ἔλεγχ. Οὐδαμόθεν ὑποπίπτει σκιὰ, ὦ Μαρκίων, ἀλλ' ἢ ἀπὸ σώματος· καὶ σῶμα οὐ δύναται εἶναι, σκιᾶς ἀπ' αὐτοῦ μὴ φαινομένης. Ὅθεν πεισθῆναι ὀφείλουσιν οἱ ἀπὸ σοῦ ἠπατημένοι διὰ τῶν ἔτι παρὰ σοῦ φυλαττομένων τῆς ἀληθείας τῶν θείων Γραφῶν λειψάνων, ὅτι, μελλόντων ἀγαθῶν ἀποκαλύπτεσθαι, οὐκ ἀλλότρια ἦν τὰ τότε δικαιώματα προσκαίρως προστεταγμένα περὶ βρώσεως καὶ πόσεως, καὶ μέρους ἑορτῶν καὶ νεομηνιῶν καὶ Σαββάτων, ὧν ἀγαθῶν σκιὰ ἦσαν τὰ προειρημένα· δι' ὧν σκιῶν τὸ σῶμα κατειλήφαμεν τῶν ἐνεστώτων ἀγαθῶν ἐν νόμῳ μὲν σκιαγραφηθέντων, ἐν Χριστῷ δὲ τελειωθέντων.
Refutation 1 and 39. From nowhere is a shadow cast, O Marcion, except from a body; and there cannot be a body if no shadow appears from it. Hence those deceived by you ought to be persuaded through the remnants of the truth of the divine Scriptures still preserved with you that, since good things to come were about to be revealed, the ordinances then enjoined for a season concerning food and drink, and in respect of feasts and new moons and Sabbaths—of which good things those aforesaid matters were a shadow—were not alien; through which shadows we have apprehended the body of the present good things, sketched in shadow under the law, and brought to perfection in Christ.
Πρὸς Φιλήμονα ἐνάτης.
From the ninth, to Philemon.
Οὕτως γὰρ παρὰ τῷ Μαρκίωνι κεῖται. Παρὰ δὲ τῷ Ἀποστόλῳ ἐσχάτη κεῖται· ἐν τρισὶ δὲ ἀντιγρά-
For so it stands in Marcion. Yet in the Apostle it stands last; and in three
Notes, col. 809

On the reading

Printed βαρέως, for βαρέος.

PG 41:812Read from the page
φοις τρισκαιδεκάτη πρὸ τῆς πρὸς Ἐβραίους τεσσαρεσκαιδεκάτης τέτακται. Ἄλλα δὲ ἀντίγραφα ἔχει τὴν πρὸς Ἐβραίους δεκάτην πρὸ τῶν δύο τῶν πρὸς Τιμόθεον, καὶ Τίτον, καὶ Φιλήμονα. Πάντα δὲ τὰ ἀντίγραφα τὰ σῶα καὶ ἀληθῆ τὴν πρὸς Ῥωμαίους ἔχουσι πρώτην, οὐχ ὡς σὺ, Μαρκίων, τὴν πρὸς Γαλάτας ἔταξας πρώτην. Ὅμως ἀπὸ ταύτης τῆς πρὸς Φιλήμονα οὐδὲν παρεθέμεθα, διὰ τὸ ὁλοσχερῶς αὐτὴν διαστρόφως παρ' αὐτῷ κεῖσθαι.
copies it is placed thirteenth, before the Epistle to the Hebrews, which is fourteenth. Other copies, however, have the Epistle to the Hebrews tenth, before the two to Timothy, and Titus, and Philemon. Yet all sound and true copies have the Epistle to the Romans first, not as you, Marcion, placed the Epistle to the Galatians first. Nevertheless, from this Epistle to Philemon we have adduced nothing, because in him it stands thoroughly distorted.
Πρὸς Φιλιππησίους δεκάτης.
From the tenth, to the Philippians.
Οὕτως γὰρ κεῖται παρὰ τῷ Μαρκίωνι ἐσχάτη καὶ δεκάτη, παρὰ δὲ τῷ Ἀποστόλῳ ἕκτη. Ὡσαύτως οὐδὲ ἀπ' αὐτῆς, διὰ τὸ διαστρόφως παρ' αὐτῷ κεῖσθαι, οὐδὲν ἐξελεξάμεθα.
For so it stands in Marcion, last and tenth, whereas in the Apostle it is sixth. Likewise from it too, because it stands distorted in him, we have selected nothing.
Αὕτη πεπλήρωται ἡ τοῦ Μαρκίωνος σύνταξις ἀπὸ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου, καὶ τοῦ Ἀποστόλου σωζομένων λειψάνων, λόγων τε ὑποθέσεως· ἀφ' ἧς ἀναλεξάμενοι τὰ κατ' αὐτοῦ ἀπὸ τῶν παρ' αὐτοῦ σωζομένων, τοὺς ἐλέγχους παρεθέμεθα. Προσέθετο δὲ ἐν τῷ ἰδίῳ Ἀποστολικῷ καλουμένῳ καὶ τῆς καλουμένης πρὸς Λαοδικέας.
Here has been completed Marcion's compilation from the remnants preserved of the Gospel according to Luke and of the Apostle, and of the argument of the treatise; having gathered from it the points against him out of the texts preserved by him, we have set forth the refutations. He also added in his own so-called Apostolicon certain parts of the so-called Epistle to the Laodiceans.
αʹ καὶ μʹ σχόλ. Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, εἰς Χριστὸς, εἰς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.
Scholion 1 and 40. One Lord, one faith, one baptism, one Christ, one God and Father of all, Who is over all and through all and in all.
αʹ καὶ μʹ ἔλεγχ. Συνᾳδόντως μὲν τῇ πρὸς Ἐφεσίους, ὦ Μαρκίων, καὶ ταύτας τὰς κατὰ σοῦ μαρτυρίας ἀπὸ τῆς λεγομένης πρὸς Λαοδικέας συνήγαγες κατὰ σοῦ μαρτυρίας· ἵνα ἐπὶ τῷ τέλει τοῦ σφραγίσματος μάθωμεν ἀναγνόντες τὰ παρὰ σοὶ, καὶ γνόντες τὰ κατὰ σὲ, καταγνῶμεν τῶν διὰ σοῦ ἀλλοτρίως ἐπινενοημένων τριῶν ἀνάρχων ἀρχῶν διαφορὰς πρὸς ἀλλήλας ἐχουσῶν. Οὐχ οὕτως γὰρ ἔχει ἡ τοῦ ἁγίου Ἀποστόλου ὑπόθεσις καὶ ἠσφαλισμένον κήρυγμα, ἀλλὰ ἄλλως, παρὰ τὸ σὸν ποιήτευμα. Σαφῶς γὰρ ἔφη ἕνα Κύριον, μίαν πίστιν, ἓν βάπτισμα, ἕνα Θεὸν τὸν αὐτὸν Πατέρα πάντων, τὸν αὐτὸν ἐπὶ πάντων, καὶ ἐν πᾶσι διά τε νόμου καὶ προφητῶν, καὶ ἐν πᾶσιν ἀποστόλοις, καὶ ἐν τοῖς καθεξῆς.
Refutation 1 and 40. In harmony indeed with the Epistle to the Ephesians, O Marcion, have you gathered against yourself these testimonies also—testimonies against yourself—from the so-called Epistle to the Laodiceans; so that at the close of the seal we may learn by reading the texts kept with you, and, knowing your doctrines, may condemn the three unoriginate principles perversely devised by you that hold differences towards one another. For not thus stands the argument and assured proclamation of the holy Apostle, but otherwise, contrary to your fabrication. For he clearly declared one Lord, one faith, one baptism, one God the same Father of all, the same over all and in all, through both the law and the prophets, and in all the apostles, and in those thereafter.
Αὕτη μὲν ἡμῶν ἡ προθεωρηθεῖσα ἐν τοῖς προειρημένοις ἀναλεχθεῖσιν ἀπὸ τῆς παρ' αὐτῷ τῷ Μαρκίωνι ἔτι σωζομένης Γραφῆς, εἰς τὴν ἀνάλεξιν σκοπήσας τις ἐκπλαγείη τὰς μεγαλοδώρους Θεοῦ οἰκονομίας. Ἑκάστου γὰρ πράγματος διὰ τριῶν μαρτυριῶν ἐπιβεβαιουμένου, καὶ συνισταμένου, ὡς ἐνταῦθα ψιλῶς ὁ Θεὸς ἐχαρίσατο συνάψαι, ὡς ἔφην, ἡμᾶς κατ' οἰκονομίαν ἑβδομήκοντα μὲν καὶ ὀκτὼ μαρτυρίας ἀπὸ τοῦ Εὐαγγελίου, τεσσαράκοντα δὲ ἀπὸ τοῦ Ἀποστόλου, καὶ ταύτας παρ' αὐτῷ εἰς ἔτι καὶ δεῦρο σωζομένας τε καὶ ἀμφιβαλλομένας· ὡς εἶναι τὰς πάσας ἑκατὸν δεκαοκτώ· ἀντιλεγούσας δὲ πάσας τῇ αὐτοῦ Μαρκίωνος γνώμῃ, ὡς ἀπὸ προσώπου ὀνόματος Κυρίου, διὰ τῶν δεκαοκτὼ, καὶ τῆς αὐτοῦ ἐνδεξίου εὐλογίας διὰ τῶν ἑκατόν. Ἀλλὰ καὶ
Such indeed is our preliminary survey in the aforesaid excerpts gathered from the Scripture still preserved in Marcion himself, upon examining which collection anyone would marvel at the munificent dispensations of God. For whereas every matter is confirmed and established through three testimonies, here God has simply granted us, as I said, to bring together providentially seventy-eight testimonies from the Gospel, and forty from the Apostle, and these still preserved even to this day in him and disputed; so that in all they are one hundred and eighteen, all contradicting Marcion's own opinion, as if from the person of the name of the Lord through the eighteen, and of His auspicious blessing through the hundred. Moreover, even
Notes, col. 812

On the reading

Printed Ἐβραίους, for Ἑβραίους.

Printed εἰς, for εἷς.

PG 41:813Read from the page
ἐπ' ἄλλης περισσῆς πρὸς ἐπὶ τούτοις ἐκτὸς τοῦ Εὐαγγελίου καὶ τοῦ Ἀποστόλου. Οὐ γὰρ ἔδοξε τῷ ἐλεεινοτάτῳ Μαρκίωνι ἀπὸ τῆς πρὸς Ἐφεσίους ταύτην τὴν μαρτυρίαν λέγειν, ἀλλὰ τῆς πρὸς Λαοδικέας, τῆς μὴ οὔσης ἐν τῷ Ἀποστόλῳ· οἷς μὴ ἐντυγχάνων ἠλιθίως ὁ κτηνώδης, καὶ ἐν πολλοῖς πεσὼν ὁ τάλας, οὐχ ὁρᾷ τὴν κατ' αὐτοῦ ἀνατροπὴν καθ' ἑκάστην ὁμολογουμένην. Καὶ μηδεὶς θαυμαζέτω περὶ τούτου. Πῶς γὰρ ἠδύνατο οὗτος, ἐπαγγειλάμενος ἔχειν τι τοῦ Εὐαγγελίου καὶ τοῦ Ἀποστόλου, μὴ οὐχὶ κἂν ὀλίγα τῆς Γραφῆς σώζειν ῥήματα; Ὅλου γὰρ τοῦ σώματος σώζοντος, ὡς εἰπεῖν, τῆς θείας Γραφῆς, ποῖον εὕρισκε μέλος νεκρὸν κατὰ τὴν αὐτοῦ γνώμην, ἵνα παρεισαγάγῃ ψεῦδος κατὰ τῆς ἀληθείας; Ἀλλοίως εἰπεῖν ἐλώβησε, καὶ ἀκροτηριάσας παρέκοψε πολλὰ τῶν μελῶν, κατέσχε δὲ ἔνιά τινα παρ' ἑαυτῷ. Καὶ αὐτὰ δὲ τὰ κατασχεθέντα ἔτι ζῶντα οὐ δύναται νεκροῦσθαι· ἀλλ' ἐκεῖ μὲν τὸ ζωτικὸν τῆς ἐμφάσεως, κἄν τε μυρίως παρ' αὐτῷ κατὰ λεπτὸν ἀποτμηθείη.
in another superfluous epistle besides these, outside the Gospel and the Apostle. For it did not please the most pitiful Marcion to cite this testimony from the Epistle to the Ephesians, but from that to the Laodiceans, which is not in the Apostle; foolishly failing to read these things, the brutish man, and falling in many points, the wretch does not see his own refutation acknowledged at every turn. And let no one marvel at this. For how could this man, professing to hold something of the Gospel and of the Apostle, fail to preserve at least a few words of Scripture? For since the whole body, so to speak, of divine Scripture is living and sound, what dead member could he find according to his own fancy, so as to slip in falsehood against the truth? To speak otherwise, he mutilated it, and by amputating cut away many of the members, yet retained some few with himself. And those very parts retained, being still alive, cannot be deadened; rather, there abides the vital force of its manifestation, even though in him it be severed ten thousand times into minute shreds.
ΙΓʹ. Ἔτι δὲ μετὰ ταῦτα πάντα ἐπεμνήσθημεν, ὡς τινες ἀπὸ τῶν αὐτῶν Μαρκιωνιστῶν, εἰς βυθὸν βλασφημίας παραπεπτωκότες, καὶ ἀπὸ τῆς ἑαυτῶν δαιμονιώδους διδασκαλίας ἐμβρόντητοι παντάπασι γεγονότες, καὶ οὗ ἐδόκουν Κυρίου μόνου κἂν δι' ὀνόματος μνημονεύειν, καὶ αὐτοῦ ἀθυρογλώσσως ἑτέρως τὴν αὐτοῦ θεότητα ἀποστρέφοντες, τὸ ὄνομα τῆς ἄνωθεν γεννήσεως κακίζειν οὐκ ἐντρέπονται. Τινὲς γὰρ αὐτῶν τετολμήκασιν, ὡς ἔφην, αὐτὸν τὸν Κύριον εἶναι υἱὸν τοῦ Πονηροῦ λέγειν, οὐκ αἰσχυνόμενοι. Ἄλλοι δὲ οὐχὶ, ἀλλὰ τοῦ κριτοῦ τε καὶ Δημιουργοῦ ἀσπλαγχνότερον γεγονότα, καὶ ἀγαθὸν ὄντα, καταλεῖψαι μὲν τὸν ἴδιον αὐτοῦ Πατέρα κάτω, πὴ μὲν λεγόντων τὸν Δημιουργὸν, ἄλλων δὲ τὸν Πονηρόν· ἄνω δὲ ἀναδεδραμηκέναι πρὸς τὸν ἐν ἀκατονομάστοις τόποις ἀγαθὸν Θεὸν, καὶ αὐτῷ προσκεκολλῆσθαι. Πεμφθέντα δὲ ὑπ' αὐτοῦ εἰς τὸν κόσμον, καὶ πρὸς ἀντιδικίαν τοῦ ἰδίου Πατρὸς ἐλθόντα τὸν Χριστὸν, καὶ καταλύοντα αὐτοῦ τὰ πάντα, ὅσα ὁ κατὰ φύσιν Πατὴρ αὐτοῦ ἐνομοθέτει, ἤτοι ὁ λαλήσας ἐν τῷ νόμῳ, ἤτοι ὁ τῆς κακίας Θεὸς, ὁ παρ' αὐτῶν ἐν τῇ τρίτῃ ἀρχῇ ταττόμενος. Ἄλλως γὰρ καὶ ἄλλως ἐκτίθενται, ὡς ἔφην, ἄλλος μὲν τὸν Δημιουργὸν, ἄλλος δὲ τὸν Πονηρόν.
XIII. Furthermore, after all these things we also recalled how certain of those same Marcionites, having plunged into an abyss of blasphemy and having been rendered utterly thunderstruck by their own demonic teaching, are not ashamed, even with respect to the sole Lord Whom they seemed at least in name to remember, with unbridled tongue perverting His divinity too in another way, to revile the name of His generation from above. For some of them have dared, as I said, without shame to say that the Lord Himself is the son of the Evil One. Others, however, say not so, but that having proved more pitiless towards the Judge and Demiurge, and being good, He left His own Father below—some calling Him the Demiurge, others the Evil One—and ran up above to the good God in unnameable places, and clave to Him; and that having been sent by Him into the world, and having come in opposition to His own Father, Christ abolishes all His ordinances, whatsoever His Father according to nature legislated—whether He who spoke in the law, or the God of malice, who is ranked by them in the third principle. For they set these things forth in one way and another, as I said, one naming the Demiurge, and another the Evil One.
Ταῦτα δὲ δῆλα παντὶ τῷ σύνεσιν κεκτημένῳ ὑπάρχει, ὅτι ἀκαθάρτου πνεύματός ἐστιν ἡ φρόνησις καὶ ἡ διδασκαλία· καὶ οὔτε χρεία ἦν περὶ ταύτης τῆς ὑποθέσεως ἀπολογεῖσθαι, ἢ ἔλεγχον παριστᾷν κατ' ἀντικρὺ Μαρκίωνος, τοῦ ἑαυτοῦ κατὰ πάντα τὴν ἐπιλησμονὴν τῆς ζωῆς ποιησαμένου. Φωραθήσεται γὰρ παρὰ πᾶσι τοῖς συνετοῖς τὸ βλάσφημον αὐτοῦ κενοφώνημα, καὶ τολμηρὸν τῆς ἀπωλείας ἐνέργημα. Ἀλλ' ἐπειδὴ εἰώθαμεν μὴ ἐᾷν ἀκανθῶν τόπον, ἀλλὰ ἐκτέμνειν τῇ τοῦ Θεοῦ μαχαίρᾳ, τῇ ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνουμένῃ ἄχρι μερι-
Now these things are manifest to everyone who possesses understanding, that the mindset and the teaching belong to an unclean spirit; nor was there any need to make a defence concerning this subject, or to set up a refutation over against Marcion, who in every respect brought upon himself forgetfulness of his own life. For among all men of understanding his blasphemous empty chatter and audacious working of perdition will be detected. Yet since we are accustomed not to leave a place of thorns, but to cut it out with the sword of God, which is sharper than any two-edged sword, and pierces even to the divid-
PG 41:816Read from the page
σμῶν ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, κατὰ τὸ γεγραμμένον· ὀλίγα καὶ εἰς τοῦτο εἰπεῖν οὐκ ἀποκνήσομεν.
sions of soul and spirit, and of both joints and marrows, according as it is written; we shall not hesitate to speak a few things towards this also.
ΙΔʹ. Πρῶτον μὲν γὰρ ὅτι, εἰ ἀγαθὸς ἐκ πονηροῦ γεγένηται, οὐκέτι τῶν ἀρχῶν σταθήσεται ὁ λόγος. Δύναται γὰρ καὶ ὁ αὐτοῦ Πατὴρ, εἰ πονηρὸς ὑπάρχει (ὅπερ μὴ γένοιτο, ἀλλὰ ἀγαθός ἐστι), μεταβληθῆναι τὴν γνώμην, ὥσπερ ὁ ὑπ' αὐτοῦ γεγεννημένος μεταβέβληται. Τὸ δὲ ἕτερον, εἰ ὅλως ἦλθεν ὁ Μονογενὴς ἀνθρώπους σῶσαι, καὶ λῃστὴν εἰσαγαγεῖν εἰς παράδεισον, καὶ τελώνην καλέσαι ἀπὸ τελωνίου εἰς μετάνοιαν, καὶ πόρνην ἀλείφουσαν αὐτοῦ τοὺς πόδας ἰάσασθαι ἀπὸ πονηρίας· ἔτι δὲ καὶ ἀγαθὰ πράττει Θεὸς, ἀγαθὸς ὑπάρχει, καὶ εὔσπλαγχνος, καὶ ἐλεήμων· πολλῷ οὖν μᾶλλον ἔδει ἐπὶ τὸν ἴδιον αὐτοῦ Πατέρα τὸν οἶκτον ἀναλαβεῖν, καὶ αὐτὸν πρῶτον μεταθεῖναι εἰς τὸ σωτηριῶδες· ἵνα, πρῶτον τὸν Πατέρα αὐτοῦ μεταβαλὼν, τελείως ἐνδείξεται τὴν τελείαν ἀγαθότητα, τὸν Πατέρα αὐτοῦ οἰκτείρας, ὡς καὶ γέγραπται· Ποιεῖν τὸ ἀγαθὸν πρῶτον εἰς τοὺς οἰκείους τῆς πίστεως· πόσῳ γε μᾶλλον ἐλεεῖν τοὺς ἑαυτῶν πατέρας;
14. For first, because if He has become good out of evil, the account of the first principles will no longer stand; for His Father too, if he is evil (which may it never be! rather, He is good), is able to be changed in mind, just as He who was begotten by him has been changed. And secondly, if the Only-begotten came at all to save men, and to bring a robber into paradise, and to call a tax-collector from the tax-office to repentance, and to heal from wickedness a harlot who anointed His feet—and moreover God also does good things, is good, and compassionate, and merciful—much more, then, ought He to have taken up pity towards His own Father, and first transferred him to that which pertains to salvation, so that, having first changed His Father, He will completely display perfect goodness, having pitied His Father, as it is also written: To do good first towards those of the household of the faith; how much more to have mercy upon one's own fathers?
Τὸ δὲ ἕτερον ἔστι προστέθεικα τῇ φράσει, καὶ τῷ ἐλέγχῳ τῷ πρὸς τὸν Μαρκίωνα· ὅτι, εἰ μὲν τοῦ ἑνός ἐστι υἱὸς, καὶ πρὸς τὸν ἕτερον προσέφυγεν, οὐ πιστὸς παραδειχθήσεται παρὰ τῷ ἑτέρῳ. Ὁ γὰρ συνείδησιν εἰς τὸν ἴδιον αὐτοῦ Πατέρα μὴ φυλάξας οὐδὲ παρὰ τῷ ἑτέρῳ πιστευθήσεται ἀπὸ τῶν παρ' αὐτοῦ προαγόντως πεπραγμένων. Ἀλλὰ καὶ ἄλλως πάλιν, ὦ Μαρκίων, δι' ἀπορίαν τοῦ πεμπομένου μὴ δυνηθέντος σῶσαι τοὺς παρ' αὐτῷ σωζομένους, καὶ παρ' αὐτοῦ διὰ Χριστοῦ ἐλεηθέντας. Εἰ μὴ γὰρ ἀπέφυγε κατὰ τὸν τοῦ Μαρκίωνος λόγον ὁ Χριστὸς πρὸς τὸν ἄνω Θεὸν, οὐκ ηὐπόρει ὁ ἀγαθὸς Θεὸς τινὰ ἀποστεῖλαι, εἰ μὴ ἐν προσκρούσει ὁ τοῦ Χριστοῦ Πατὴρ, ὡς ὁ Μαρκίων λέγει, πρὸς τὸν ἴδιον αὐτοῦ Υἱὸν γεγένηται. Καὶ ἄλλως δὲ, εἰ τοῦ Δημιουργοῦ υἱός ἐστιν, ἀντίκειται δὲ τῇ δημιουργίᾳ καὶ τῷ τοῦ Πατρὸς ἔργῳ, πρῶτον μὲν ἐλθὼν εἰς τὸν κόσμον, τοὺς ἀνθρώπους πρῶτον εἶχεν ἐξολοθρεῦσαι· ἵνα ἀφανίσῃ τὸ ἔργον τὸ ἀπὸ τοῦ ἰδίου Πατρὸς δεδημιουργημένον, ὡς ἀντίδικος γενόμενος τῆς τοῦ Πατρὸς διαθέσεως. Ἢ πάλιν λαβὼν δύναμιν ἰάσεως καὶ θεραπείας καὶ σωτηρίας, ὤφειλεν ἐνδείξασθαι εἰς τὸν ἴδιον αὐτοῦ Πατέρα πρὸ πάντων τὴν τῆς φιλανθρωπίας ἐργασίαν, καὶ πρῶτον πεῖσαι τὸν Πατέρα αὐτοῦ κατ' αὐτὸν γενέσθαι· ἵνα, γενόμενος αὐτῷ τε καὶ τῷ Πατρὶ αὐτοῦ ἀγαθὸς, τῆς πρὸς ἀνθρώπους σωτηρίας ἡ μία καὶ ἡ αὐτὴ ἀγαθότης γένηται. Ἀλλ' οὐχ οὕτως ἔχει, ὡς ὁ τούτου κενοφωνούμενος μυθώδης λόγος. Οὔτε γὰρ τρεῖς ἀρχαὶ, οὔτε ἄλλος Πατὴρ Χριστοῦ, οὐδὲ κακίας ἐστὶ γέννημα, μὴ γένοιτο! Φησὶ γάρ· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.
And there is another point I have added to the discourse and to the refutation against Marcion: that if indeed He is the son of the one, and fled for refuge to the other, He will be shown untrustworthy before the other; for he who did not keep good conscience towards his own Father will not be trusted by the other either, on account of the things previously done by him. Yet in another way again, O Marcion, through lack of someone to be sent, he was unable to save those being saved with him and pitied by him through Christ; for unless Christ had fled away, according to Marcion's account, to the God above, the good God had no means to send anyone, had not the Father of Christ, as Marcion says, come into collision with his own Son. And otherwise too, if He is the son of the Demiurge, yet opposes the creation and the work of the Father, first of all upon coming into the world He ought first to have destroyed men utterly, so as to wipe out the work fashioned by His own Father, having become an adversary of His Father's disposition. Or again, having received power of healing and cure and salvation, He ought before all things to have displayed the work of loving-kindness towards His own Father, and first to have persuaded His Father to become like Himself, so that, becoming good both to Himself and to His Father, there might be one and the same goodness of salvation towards men. Yet it is not so, as his empty-sounding mythical account has it; for neither are there three first principles, nor is there another Father of Christ, nor is He an offspring of wickedness—may it never be! For He says: I am in the Father, and the Father is in Me.