Migne Reading Room

PG 41 · cols. 697–708 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus III (Anacephalaeosis et Haereses XXXIV–XLVI)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus III (Anacephalaeosis et Haereses XXXIV–XLVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:697Read from the page
ἐπινοεῖ ἑαυτῷ καὶ προσφεύγει τῇ τοῦ ἀπατεῶνος Κέρδωνος αἱρέσει.
he devises a plan for himself and flees for refuge to the heresy of the impostor Cerdo.
Βʹ. Καὶ ἄρχεται, ὡς εἰπεῖν, ἐξ αὐτῆς τῆς ἀρχῆς καὶ ὡς ἀπὸ θυρῶν τῶν ζητημάτων προτείνειν τοῖς κατ' ἐκεῖνο καιροῦ πρεσβυτέροις τοῦτο τὸ ζήτημα λέγων· Εἴπατέ μοι, τί ἐστι τὸ, Οὐ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιοὺς, οὐδὲ ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μήγε, καὶ τὸ πλήρωμα αἴρει, καὶ τῷ παλαιῷ οὐ συμφωνήσει. Μεῖζον γὰρ γενήσεται σχίσμα; Καὶ ὡς τοῦτο ἤκουσαν οἱ ἐπιεικεῖς καὶ πανάγιοι τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας πρεσβύτεροι καὶ διδάσκαλοι, τὸν τῆς ἀκολουθίας καὶ ἁρμονίας ἀποδιδόντες λόγον, καὶ φράζοντες αὐτῷ μετὰ ἐπιεικείας, ἔλεγον· Τέκνον, τοῦτό ἐστιν ἀσκοὶ παλαιοὶ, αἱ τῶν Φαρισαίων καρδίαι καὶ γραμματέων, παλαιωθεῖσαι ἐν ἁμαρτήμασι, καὶ μὴ δεξάμεναι τὸ κήρυγμα τοῦ Εὐαγγελίου· καὶ τὸ ἱμάτιον τὸ παλαιὸν, ὡς καὶ ὁ Ἰούδας παλαιωθεὶς ἐν φιλαργυρίᾳ οὐκ ἐδέξατο τοῦ καινοῦ καὶ ἁγίου καὶ ἐπουρανίου μυστηρίου κήρυγμα, τὸ τῆς ἐλπίδος. Καίτοι συναφθεὶς τοῖς ἕνδεκα ἀποστόλοις, καὶ κληθεὶς ὑπ' αὐτοῦ τοῦ Κυρίου, περισσότερον κτίσμα ἔσχε δι' ἑαυτοῦ, μηδενὸς αὐτῷ αἰτίου γενομένου· ἐπειδὴ ἡ διάνοια αὐτοῦ οὐ συμπεφώνηκε τῇ ἄνω ἐλπίδι καὶ ἐπουρανίῳ κλήσει τῶν μελλόντων ἀγαθῶν, ἀντὶ τῶν ἐνταῦθα χρημάτων τε καὶ κόμπου, καὶ φιλίας παρερχομένης ἐλπίδος τε καὶ ἡδονῆς.
Chapter II. And he begins, so to speak, from the very beginning and as if from the threshold of his questions to propound this question to the presbyters of that time, saying: Tell me, what is this saying: They do not put new wine into old wineskins, nor a patch of unshrunk cloth upon an old garment; else the patch pulls away, and will not agree with the old, for a worse rent will come about (Matt. 9:16-17; Luke 5:36-37)? And when the gentle and all-holy presbyters and teachers of the holy Church of God heard this, rendering the account of due sequence and harmony, and explaining to him with gentleness, they said: Child, old wineskins mean this—the hearts of the Pharisees and scribes, grown old in sins, and not having received the preaching of the Gospel; and so too the old garment, even as Judas also, grown old in avarice, did not receive the preaching of the new and holy and heavenly mystery, that of our hope. And yet, though joined to the eleven apostles and called by the Lord Himself, he incurred a worse creature [misprint for rent] through himself, no one else having become the cause for him; because his mind did not agree with the hope above and the heavenly calling of good things to come, in preference to money here and vainglory, and passing friendship, hope, and pleasure.
Ὁ δὲ, Οὐχ οὕτως, φησὶν, ἀλλὰ ἄλλα ἐστὶ παρὰ ταῦτα, ἀντιλέγων ὁ Μαρκίων· ἐπειδὴ μὴ ἠθέλησαν αὐτὸν δέξασθαι Τοῦτο οὖν φανερῶς αὐτοῖς ἔλεγε· Τί μὴ ἠθελήσατέ με ὑποδέξασθαι; Τῶν δὲ λεγόντων, ὅτι Οὐ δυνάμεθα ἄνευ τῆς ἐπιτροπῆς τοῦ τιμίου πατρός σου τοῦτο ποιῆσαι. Μία γάρ ἐστιν ἡ πίστις, καὶ μία ὁμόνοια, καὶ οὐ δυνάμεθα ἐναντιωθῆναι τῷ καλῷ συλλειτουργῷ, πατρὶ δὲ σῷ. Ζηλώσας λοιπὸν, καὶ εἰς μέγαν ἀρθεὶς θυμὸν καὶ ὑπερηφανίαν, τὸ σχίσμα ἐργάζεται ὁ τοιοῦτος, ἑαυτῷ τὴν αἵρεσιν προστησάμενος, καὶ εἰπὼν, ὅτι Ἐγὼ σχίσω τὴν Ἐκκλησίαν ὑμῶν, καὶ βαλῶ σχίσμα ἐν αὐτῇ εἰς τὸν αἰῶνα. Ὡς τἀληθῆ μὲν σχίσμα ἔβαλεν οὐ μικρὸν, οὐ τὴν Ἐκκλησίαν σχίσας, ἀλλ' ἑαυτὸν καὶ τοὺς αὐτῷ πεισθέντας.
But Marcion gainsaid them, saying: Not so, rather these things mean something else beside this—because they were unwilling to receive him. He therefore said openly to them: Why were you unwilling to welcome me? And when they said: We cannot do this without the permission of your honoured father; for the faith is one, and concord is one, and we cannot oppose our good fellow-minister, your father—filled thereafter with jealousy, and roused to great wrath and arrogance, such a man works the schism, setting up the heresy for himself and saying: I will rend your Church, and cast a schism into it for ever. In truth he cast no small schism, yet rending not the Church, but himself and those persuaded by him.
Γʹ. Ἔλαβε δὲ τὴν πρόφασιν ἐκ τοῦ προειρημένου Κέρδωνος, γόητος καὶ ἀπατηλοῦ. Καὶ αὐτὸς μὲν γὰρ δύο κηρύττει ἀρχάς. Προσθεὶς δὲ πάλιν ἐκείνῳ, φημὶ τῷ Κέρδωνι, ἕτερόν τι παρ' ἐκείνου δείκνυσι, λέγων τρεῖς εἶναι ἀρχὰς, μίαν μὲν τὴν ἄνω ἀκατονόμαστον καὶ ἀόρατον, ἣν καὶ ἀγαθὸν Θεὸν βούλεται λέγειν, μηδὲν δὲ τῶν ἐν τῷ κόσμῳ κτίσασαν. Ἄλλον δὲ εἶναι ὁρατὸν Θεὸν, καὶ κτίστην, καὶ δημιουργόν. Διάβολον δὲ τρίτον, ὡς εἰπεῖν, καὶ μέσον τῶν δύο τούτων, τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου. Τὸν δὲ κτίστην καὶ δημιουργὸν καὶ ὁρατὸν, Θεὸν εἶναι τῶν Ἰουδαίων, εἶναι δὲ αὐτὸν κριτήν. Παρ' αὐτῷ δὲ τῷ
Chapter III. Now he took his occasion from the aforesaid Cerdo, a sorcerer and deceiver. For he too preaches two first principles. Yet adding again to that man—I mean to Cerdo—he sets forth something else beyond him, saying that there are three first principles: one, the unnameable and invisible principle above, which he also wishes to call the good God, yet having created nothing of the things in the world; and that there is another visible God, both creator and demiurge; and a third, so to speak, the devil, intermediate between these two, namely the visible and the invisible. And that the creator and demiurge and visible one is the God of the Jews, and that he is the judge. Moreover, with this same
Notes, col. 697

On the reading

Printed κτίσμα, for σχίσμα.

PG 41:700Read from the page
Μαρκίωνι καὶ παρθενία κηρύσσεται. Νηστείαν δέ καὶ τὸ Σάββατον κηρύττει. Μυστήρια δὲ δῆθεν παρ' αὐτῷ ἐπιτελεῖται, τῶν κατηχουμένων ὁρώντων. Ὕδατι δὲ οὗτης ἐν τοῖς μυστηρίοις χρῆται. Τὸ δὲ Σάββατον νηστεύει διὰ τοιαύτην αἰτίαν. Ἐπειδὴ, φησὶ, τοῦ Θεοῦ τῶν Ἰουδαίων ἐστὶν ἡ ἀνάπαυσις τοῦ πεποιηκότος τὸν κόσμον, καὶ ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀναπαυσαμένου, ἡμεῖς νηστεύσωμεν ταύτην, ἵνα μὴ τὸ καθῆκον τοῦ Θεοῦ τῶν Ἰουδαίων ἐργαζώμεθα. Τὴν τῆς σαρκὸς δὲ ἀθετεῖ ἀνάστασιν, καθάπερ πολλαὶ τῶν αἱρέσεων. Ψυχῆς δὲ ἀνάστασιν εἶναι λέγει, καὶ ζωὴν καὶ σωτηρίαν μόνης.
Marcion virginity also is preached. And he proclaims fasting on the Sabbath as well. Mysteries forsooth are celebrated with him while the catechumens look on. And this man uses water in the mysteries. And he fasts on the Sabbath for the following reason: Because, says he, it is the rest of the God of the Jews who made the world and rested on the seventh day, let us fast on this day, so that we may not perform the ordinance of the God of the Jews. And he rejects the resurrection of the flesh, even as do many of the heresies; whereas he says that there is a resurrection, and life and salvation, of the soul alone.
Οὐ μόνον δὲ παρ' αὐτῷ ἓν λουτρὸν δίδοται, ἀλλὰ καὶ ἕως τριῶν λουτρῶν, καὶ ἐπέκεινα ἔξεστι διδόναι παρ' αὐτοῖς τῷ βουλομένῳ, ὡς παρὰ πολλῶν ἀκήκοα. Συμβέβηκε δὲ τοῦτο γενέσθαι αὐτῷ, τὸ ἐφίεσθαι τρία λουτρὰ δίδοσθαι, δι' ἣν ὑπεῖχε χλεύην παρὰ τῶν αὐτὸν ἐγνωκότων μαθητῶν αὐτοῦ ἐκ παραπτώματός τε καὶ φθορᾶς τῆς εἰς τὴν παρθένον γεγενημένης. Ἐπειδὴ φθείρας ἐν τῇ ἑαυτοῦ πόλει τὴν παρθένον, καὶ ἀποδράσας μὲν ἐν παραπτώματι μεγάλῳ εὑρέθη, ἐπενόησεν ὁ ἀγύρτης ἑαυτῷ δεύτερον λουτρὸν, φήσας, ὅτι Ἔξεστιν ἕως τριῶν λουτρῶν, τουτέστι τριῶν βαπτισμῶν, εἰς ἄφεσιν ἁμαρτιῶν δίδοσθαι· ἵν' εἴ τις παρέπεσεν εἰς τὸ πρῶτον, λάβῃ δεύτερον μετανοήσας, καὶ τρίτον ὡσαύτως, ἐὰν ἐν παραπτώματι μετὰ τὸ δεύτερον γένηται. Φέρει δὲ δῆθεν, ἵνα τὴν ἑαυτοῦ χλεύην ἀνασώσῃ εἰς παράστασιν αὐτοῦ· ὅτι τὸ μετὰ τὸ αὐτοῦ παράπτωμα πάλιν ἐκαθαρίσθη, καὶ λοιπὸν ἐν ἀθώοις ὑπάρχει, μαρτυρίαν περὶ τούτου ψευδηγορῶν, ὡς πιθανὴν, δυναμένην ἐξαπατῆσαι, οὐ τοῦτο δὲ σημαίνουσαν, ὃ αὐτὸς λέγει, ὅτι φησί· Βαπτισθεὶς ὁ Κύριος ὑπὸ τοῦ Ἰωάννου, ἔλεγε τοῖς μαθηταῖς· Βάπτισμα ἔχω βαπτισθῆναι· καὶ τί θέλω ει ἤδη τετέλεκα αὐτό; καὶ πάλιν· Ποτήριον ἔχω πιεῖν· καὶ τί θέλω ἤδη πληρώσω αὐτό; καὶ οὕτω τὸ διδόναι πλείω βαπτίσματα ἐδογμάτισεν.
Moreover, not only one laver is given with him, rather it is lawful among them to give even up to three lavers and beyond to whoever wishes, as I have heard from many. Now this happened to come about with him—namely, his permitting three lavers to be given—on account of the mockery which he underwent from his own disciples who knew him, arising from his transgression and the defilement wrought against the virgin. Since, having corrupted the virgin in his own city and run away, he was found in a great transgression, the mountebank devised for himself a second laver, saying: It is lawful for up to three lavers, that is, three baptisms, to be given for the remission of sins, so that if anyone fell aside after the first, he might receive a second upon repenting, and a third likewise, if he should fall into a transgression after the second. And forsooth, in order to retrieve his own mockery for his own vindication—showing that after his transgression he was cleansed again and henceforth stands among the innocent—he adduces a testimony, speaking falsely about this, as though plausible and able to deceive, yet not signifying what he himself says; for he asserts: After the Lord had been baptized by John, He said to His disciples: I have a baptism to be baptized with; and what do I wish if I have already accomplished it (cf. Luke 12:50)? And again: I have a cup to drink; and what do I wish that I may already fulfil it? And thus he laid down the dogma of giving multiple baptisms.
Δʹ. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸν νόμον ἀποβάλλει, καὶ πάντας προφήτας, λέγων ἐκ τοῦ ἄρχοντος τοῦ τὸν κόσμον πεποιηκότος τοὺς τοιούτους προπεφητευκέναι. Χριστὸν δὲ λέγει ἄνωθεν ἀπὸ τοῦ ἀοράτου καὶ ἀκατονομάστου Πατρὸς καταβεβηκέναι ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν, καὶ ἐπὶ ἐλέγχῳ τοῦ Θεοῦ τῶν Ἰουδαίων, καὶ νόμου, καὶ προφητῶν, καὶ τῶν τοιούτων. Καὶ ἄχρι ᾅδου καταβεβηκέναι τὸν Κύριον, ἵνα σώσῃ τοὺς περὶ Κάϊν, καὶ Κορὲ, καὶ Δαθὰν, καὶ Ἀβηρὼν, Ἠσαῦ τε καὶ πάντα τὰ ἔθνη τὰ μὴ ἐπεγνωκότα τὸν Θεὸν τῶν Ἰουδαίων. Τοὺς δὲ περὶ Ἄβελ, καὶ Ἐνὼχ, καὶ Νῶε, καὶ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ Μωϋσέα, Δαβίδ τε καὶ Σαλομῶνα ἐκεῖ καταλελοιπέναι· διότι ἐπέγνωσαν, φησὶ, τὸν Θεὸν τῶν Ἰουδαίων, ὄντα ποιητὴν καὶ κτίστην, καὶ τὰ καθήκοντα αὐτοῦ πεποιήκασι καὶ οὐχὶ τῷ Θεῷ τῷ ἀοράτῳ ἑαυτοὺς προσανέθεντο. Δίδωσι καὶ ἐπιτροπὴν γυναιξὶ βάπτισμα διδόναι. Παρ' αὐτοῖς γὰρ πάντα χλεύης ἔμπλεα, καὶ
Chapter IV. And not only this, rather he also casts away the Law and all the prophets, saying that such men prophesied beforehand from the ruler who made the world. And he says that Christ descended from above from the invisible and unnameable Father for the salvation of souls, and for the refutation of the God of the Jews, and of the Law, and of the prophets, and of such things. And that the Lord descended even unto Hades, in order to save Cain, and Korah, and Dathan, and Abiram, Esau too, and all the nations that had not known the God of the Jews; whereas Abel, and Enoch, and Noah, and Abraham, and Isaac, and Jacob, and Moses, and David and Solomon He left behind there—because, says he, they acknowledged the God of the Jews, who is maker and creator, and performed his ordinances, and did not dedicate themselves to the invisible God. He also gives permission to women to administer baptism. For among them all things are full of mockery, and
Notes, col. 700

On the reading

Printed οὗτης, for οὗτος.

Printed ει, for εἰ.

PG 41:701Read from the page
οὐδὲν ἕτερον· ὁπότε καὶ τὰ μυστήρια ἐνώπιον κατηχουμένων ἐπιτελεῖν τολμῶσιν. Ἀνάστασιν δὲ, ὡς εἶπον, οὗτος λέγει οὐχὶ σωμάτων, ἀλλὰ ψυχῶν· καὶ σωτηρίαν ταύταις ὁρίζεται, οὐχὶ τοῖς σώμασι. Καὶ μεταγγισμοὺς ὁμοίως τῶν ψυχῶν, καὶ μετενσωματώσεις ἀπὸ σωμάτων εἰς σώματα φάσκει.
nothing else, seeing that they even dare to celebrate the mysteries in the presence of catechumens. And as I said, this man affirms a resurrection not of bodies, rather of souls; and he assigns salvation to these, not to bodies. And he likewise alleges transfusions of souls, and transmigrations from bodies into bodies.
Εʹ. Πανταχόθεν δὲ πίπτει ἡ αὐτοῦ ματαία κενοφωνία, ὡς ἤδη μοι ἐν ἄλλαις αἱρέσεσι πεπραγμάτευται. Πῶς γὰρ ἀναστήσεται ἡ μὴ πεπτωκυῖα ψυχή; Ἀνάστασις δὲ πῶς αὐτῆς κληθήσεται, τῆς μὴ πεσούσης ψυχῆς; Πᾶν γὰρ τὸ πίπτον ἀναστάσεως δεῖται. Πίπτει δὲ οὐχ ἡ ψυχὴ, ἀλλὰ σῶμα. Ὅθεν καὶ δικαίως πτῶμα αὐτὸ ἡ συνήθεια εἴωθε καλεῖν, καὶ αὐτὸς ὁ Κύριος εἰπὼν, ὅτι Ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί. Καὶ γὰρ ἐν τοῖς μνήμασιν οὐ κατακλείομεν ψυχὰς, ἀλλὰ σώματα κατατιθέαμεν, ἐν γῇ καταχώσαντες, ὧν ἡ ἀνάστασις εἰς ἐλπίδα ἔχει τὸ κήρυγμα, καθάπερ ὁ τοῦ σίτου κόκκος· ὡς καὶ ὁ ἅγιος Ἀπόστολος τὴν μαρτυρίαν ἤνεγκε περὶ τοῦ κόκκου τοῦ σίτου καὶ τῶν ἄλλων σπερμάτων· καὶ αὐτὸς δὲ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ· ὅτι Ἐὰν πεσὼν ὁ κόκκος τοῦ σίτου ἀποθάνῃ, μόνος μένει. Ὁ δὲ ἅγιος Ἀπόστολός φησιν· ἄφρονα γὰρ καλεῖ τὸν ἄπιστον τὸν ὅλως ἀμφιβάλλοντα, καὶ λέγοντα· Πῶς ἡ ἀνάστασις γίνεται; ποίῳ δὲ σώματι ἔρχονται; Καὶ εὐθὺς πρὸς τοὺς τοιούτους φησίν· Ἄφρων, σὺ ὃ σπείρεις οὐ ζωογονεῖται, ἐὰν μὴ ἀποθάνῃ. Καὶ ἐξάπαντος ἔδειξεν ἡ Γραφὴ τοῦ πεπτωκότος κόκκου, τουτέστι τοῦ σώματος τοῦ θαπτομένου, καὶ οὐ ψυχῆς τὴν ἀνάστασιν γίνεσθαι. Πῶς δὲ ψυχὴ ἐλεύσεται μόνη; πῶς δὲ βασιλεύσει μόνη ἡ ὁμοῦ σὺν σώματι ἐργασαμένη τὸ δίκαιον ἢ τὸ φαῦλον; ἔσται γὰρ ἐναντία καὶ οὐ δικαία ἡ κρίσις.
Chapter V. Now from every side his empty babbling falls to the ground, as has already been treated by me in other heresies. For how shall the soul rise again which has not fallen? And how shall there be called a rising again of the soul itself, which did not fall? For everything that falls stands in need of a rising again. Now it is not the soul that falls, rather the body. Whence also custom rightly is wont to call it a fallen body (πτῶμα, corpse), and the Lord Himself did so when He said: Wherever the corpse is, there will the eagles also be gathered together (Luke 17:37). For indeed in tombs we do not shut up souls, rather we lay bodies to rest, burying them in the earth, whose resurrection holds the preaching unto hope, even as the grain of wheat; as the holy Apostle also brought forward the testimony concerning the grain of wheat and the other seeds, and the Lord Himself too in the Gospel: Unless the grain of wheat falls and dies, it abides alone (John 12:24). And the holy Apostle says—for he calls foolish the unbeliever who doubts altogether and says: How does the resurrection come about? and with what sort of body do they come?—and straightway to such men he says: Fool, what you sow is not quickened unless it dies (1 Cor. 15:35-36). And altogether Scripture showed that the resurrection is of the fallen grain, that is, of the buried body, and not of the soul. For how shall a soul come alone? And how shall she reign alone who together with a body wrought what was righteous or what was base? For the judgement would be contrary and unjust.
Ϛʹ. Πῶς δὲ συσταθήσεται ὁ παρ' αὐτῷ Μαρκίωνι τριῶν ἀρχῶν λόγος; Πῶς δὲ ὁ ἀγαθὸς εὑρεθήσεται ἐν τοῖς τοῦ φαύλου μέρεσιν ἔργον ἐπιτελῶν ἢ σωτηρίας, ἢ τῶν ἄλλων; Εἰ γὰρ οὐχ αὐτοῦ τυγχάνει ὁ κόσμος, ἀπέστειλε δὲ αὐτοῦ τὸν Μονογενῆ εἰς τὸν κόσμον λαβεῖν ἐκ τοῦ κόσμου τοῦ ἀλλοτρίου, ἃ μὴ αὐτὸς ἔσπειρε, μηδὲ ἐποίησεν· εὑρεθήσεται ἢ τῶν ἀλλοτρίων ἐφιέμενος, ἢ πενίαν ὑφιστάμενος, καὶ ἴδια μὴ ἔχων, ἐπὶ τὰ ἀλλότρια ἑαυτὸν ἐπιδιδοὺς, ὅπως ἑαυτῷ προσπο⟨ρ⟩ίσηται ἃ μὴ πρότερον ἔχει. Πῶς δὲ κριτὴς ἀναμέσον ἀμφοτέρων γενήσεται ὁ Δημιουργός; Εἶτα τίνας ἔχει κρῖναι; Εἰ γὰρ τῶν ἀπὸ τοῦ ἄνω σκευῶν δικαστὴς προκαθέζεται, ἰσχύει ὑπὲρ τὸν ἄνω· ἐπειδὴ φέρει εἰς μέσον τῶν αὐτοῦ κριτηρίων τὰ τοῦ ἄνω ὑπάρχοντα, ὡς τῷ Μαρκίωνι ἔδοξε. Καὶ εἰ ὅλως κριτὴς τυγχάνει, δίκαιός ἐστι. Δείξωμεν δὲ ἀπὸ τοῦ δικαίου ὀνόματος, ὅτι ταυτόν ἐστι τὸ ἀγαθὸν καὶ τὸ δίκαιον. Πᾶν γὰρ ὃ δίκαιόν ἐστι, τοῦτο καὶ ἀγαθόν. Ἀπὸ γὰρ τοῦ ἀγαθὸν εἶναι τὸ ἀγαθὸν χαρίζεται δικαίως μετὰ ἀλη-
Chapter VI. And how shall the doctrine of three first principles with Marcion himself hold together? And how shall the good one be found accomplishing a work either of salvation or of other things in the regions of the base one? For if the world does not belong to him, and yet he sent his Only-Begotten into the world to take out of the alien world things which he himself neither sowed nor made, he will be found either coveting what belongs to another, or suffering poverty, and, having nothing of his own, giving himself over to what belongs to another, so that he may procure for himself things which he did not previously possess. And how shall the Demiurge become judge between both? Then whom has he to judge? For if he sits in judgement over the vessels that come from the principle above, he has strength beyond the one above, since he brings the possessions of the one above into the midst of his own courts of judgement, as seemed good to Marcion. And if he is a judge at all, he is righteous. Now let us show from the name of the righteous that the good and the righteous are the same thing. For everything that is righteous, this is also good. For from its being good, it bestows what is good righteously with tru-
PG 41:704Read from the page
θείας τῷ ἀγαθὰ δράσαντι· καὶ οὐκέτι ἔσται πρὸς τὸ ἀγαθὸν ἐναντίως τῷ ἀγαθῷ, κατὰ δικαιοσύνην τὸ ἀγαθὸν τῷ ἀγαθῷ παρέχων, καὶ τῷ φαύλῳ τὴν ἐπιτιμίαν τῆς τιμωρίας. Οὐδὲ πάλιν ἀγαθὸς ἂν εἴη ὁ τῷ πονηρῷ τὸν ἀγαθὸν μισθὸν ἐπὶ τῷ τέλει ἀποδιδοὺς, μὴ μετανοοῦντι· εἰ καὶ ἐν τῷ παρόντι ἀνατέλλοι αὐτοῦ τὸν ἥλιον ἐπὶ ἀγαθοὺς καὶ φαύλους, καὶ τὸν ὑετὸν αὐτοῦ παρέχοι, διὰ τὸ νῦν αὐτεξούσιον, τοῖς τε πονηροῖς καὶ ἀγαθοῖς ἀνθρώποις. Ἀγαθὴ γὰρ οὐκέτι ἔσται φύσις, καὶ δικαία τοῦ τῷ πονηρῷ μισθὸν ἐν τῷ μέλλοντι αἰῶνι σωτηρίας παρέχοντος, καὶ οὐ μᾶλλον μισοῦντες τὸ πονηρὸν καὶ φαῦλον. Ὁ δὲ τρίτος εὑρισκόμενος παρ' αὐτῷ πονηρὸς, εἰ ἔχει τὴν ἐξουσίαν τὰ πονηρὰ ἐργάζεσθαι, καὶ κατισχύειν τῶν ἐν τῷ κόσμῳ, ἢ τῶν ἄνωθεν ἀγαθῶν, ἢ τοῦ μέσου δικαίου, εὑρεθήσεται ἰσχυρότερος οὗτος δύο θεῶν τῶν παρὰ Μαρκίωνι λεγομένων· ἐπειδὴ ἐξουσιάζει ἁρπάζειν τὰ ἀλλότρια. Καὶ ἀδρανεῖς λοιπὸν καταψηφισθήσονται οἱ δύο παρὰ τὸν ἕνα πονηρὸν, οἱ μὴ δυνάμενοι ἀντέχειν, καὶ ῥύεσθαι ἀπὸ τοῦ ἁρπάζοντος τὰ αὐτῶν ὄντα, καὶ εἰς πονηρίαν μεταβάλλοντος
th upon him who has done good things; and what is towards the good will no longer be contrary to the good, bestowing in accordance with righteousness what is good upon the good man, and upon the base man the penalty of punishment. Neither, again, would he be good who renders the good reward at the end to the wicked man who does not repent—even though in the present age He makes His sun rise upon good and base men, and supplies His rain, because of present free-will, to both wicked and good men (cf. Matt. 5:45). For the nature of one who provides a reward of salvation in the age to come to the wicked man, and does not rather hate what is wicked and base, will no longer be good and righteous. Moreover, the third one found with him, who is evil, if he possesses the authority to work wicked deeds and to prevail over those in the world—whether those good ones from above, or those of the intermediate righteous one—this one will be found stronger than the two gods spoken of with Marcion, since he exercises authority to plunder what belongs to another. And henceforth the two will be condemned as powerless in comparison with the one evil one, being unable to resist and rescue what belongs to them from him who plunders it and turns it into wickedness
Ζʹ. Ἄλλως δὲ πάλιν νοήσωμεν, ἵνα τὴν χλεύην τοῦ ἀγύρτου φωράσωμεν τῆς ματαιοφροσύνης. Εἰ γὰρ ὅλως ὁ πονηρὸς ὑπάρχει, ἁρπάζει δὲ τοὺς ἀγαθοὺς ἀπὸ τοῦ ἀγαθοῦ, καὶ τοὺς δικαίους ἀπὸ τοῦ δικαίου, ἰδίους δὲ οὐχ ἁρπάζει μόνους· εὑρεθήσεται ὁ πονηρὸς οὐκέτι πονηρὸς, τῶν ἀγαθῶν ὀρεγόμενος, καὶ ἐπιδικαζόμενος ὡς βελτιόνων. Εἰ δὲ καὶ τοὺς ἰδίους κρίνει, τιμωρίαν δὲ τοὺς ἀδικήσαντας ἀπαιτεῖ· οὐκέτι πονηρὸς ἔσται ὁ πονηρῶν δικαστὴς ὑπάρχων· καὶ εὑρεθήσεται κατὰ πάντα τρόπον ἡ αὐτοῦ ὑπόθεσις ἑαυτὴν ἀνατρέπουσα. Πόθεν δὲ εἰλήφασι τὸ εἶναι αἱ τρεῖς ἀρχαὶ, πάλιν λέγε· τίς δὲ ὁ ταύταις ὁρισμὸν συστησάμενος; Εἰ μὲν γὰρ ἕκαστος ἐν τῷ ἰδίῳ τόπῳ περιορίζεται, οὐκέτι τέλεια τὰ τρία εὑρεθήσεται ὁριζόμενος ἔν τισι περιεκτικοῖς τόποις· εὑρεθήσεται δὲ τὸ περιεκτικὸν μεῖζον τοῦ περιεχομένου· καὶ οὐκέτι τὸ περιεχόμενον Θεὸς ἂν κληθείη, ἀλλὰ μᾶλλον ἡ περιεκτικὴ ὁροθεσία. Εἰ δὲ καὶ εἰς ταυτὸν ἀλλήλοις γενόμενοι ἕκαστος κατὰ δίεσιν τὸν ἴδιον ἐκληρώθη τόπον, καὶ ἕκαστος, ἐν τῷ ἰδίῳ ὢν, τῷ ἑτέρῳ οὐκ ἐντρίβεται, οὐδὲ ἐπέρχεται· οὐκέτι αἱ ἀρχαὶ ἀλλήλαις ἐναντίαι, οὐδέ τις αὐτῶν φαύλη εὑρεθήσεται, διὰ τὸ κατὰ τὸ δίκαιον, καὶ ἥσυχον, καὶ εὐσταθὲς τῶν ἰδίων ἐπιμέλεσθαι, καὶ μὴ περαιτέρω βαίνειν ἐπιβαλλόμενον. Εἰ δὲ ὁ μὲν πονηρὸς ὑπὸ τοῦ ἄνω κατισχύεται, καὶ βιάζεται, καὶ καταπονεῖται μεμερισμένος ὢν, καὶ ἐν ἰδίῳ τόπῳ ὑπάρχων, οὗ τόπου τῷ ἄνω ἀγαθῷ οὐδὲν προσήκει, οὐδέ τι ὑπ' αὐτοῦ κεκτῆσθαι τῶν ἐνταῦθα λέγω ἐν τῷ τοῦ πονηροῦ τόπῳ· τυραννικώτερος μᾶλλον ξὑρεθήσεται ὁ ἄνω, καὶ οὐκέτι ἀγαθὸς, τὸν ἴδιον Υἱὸν, εἴτουν Χριστὸν, ἀποστείλας, ἵνα τὰ ἀλλότρια λάβῃ.
Chapter VII. And let us again consider the matter in another way, so that we may expose the mockery of the mountebank's folly. For if the evil one exists at all, and plunders the good from the good one, and the righteous from the righteous one, and does not plunder his own alone, the evil one will be found no longer evil, since he desires good things and lays claim to them as superior. And if he also judges his own, and exacts punishment from those who have done wrong, he who is a judge of evil men will no longer be evil; and in every way his hypothesis will be found overturning itself. And whence have the three first principles received their being? Tell me again: and who was it that established a boundary for them? For if each is circumscribed in his own place, the three will no longer be found perfect, each being bounded in certain encompassing places; and that which encompasses will be found greater than that which is encompassed, and what is encompassed could no longer be called God, rather the encompassing boundary. And if, having come together with one another, each by separation was allotted his own place, and each, being in his own, neither encroaches upon nor attacks the other, the first principles will no longer be found contrary to one another, nor any one of them base, because each cares for his own in a righteous, quiet, and steadfast manner, and does not attempt to step beyond. Yet if the evil one is overpowered by the one above, and is forced and worn down while partitioned off and existing in his own place—with which place the good one above has nothing to do, nor is anything possessed by him of the things here, I mean in the place of the evil one—the one above will rather be found more tyrannical, and no longer good, having sent his own Son, namely Christ, in order to seize what belongs to another.
Notes, col. 704

On the reading

Printed μισοῦντες, for μισοῦντος.

Printed ξὑρεθήσεται, for εὑρεθήσεται.

PG 41:705Read from the page
Καὶ ποῦ ὁ ὅρος ὁ διορίζων τὰς τρεῖς ἀρχὰς κατὰ τὸν τοῦ ἀγύρτου τῆς ὑποθέσεως λόγον; Ζητηθήσεται γὰρ τέταρτός τις ἐπιεικέστατος, καὶ τῶν τριῶν σοφώτερος, ὁριογνώμων τε καὶ ἐπιστήμων, ὃς τὰ μέτρα ἑκάστῳ διένειμέ τε καὶ τοὺς τρεῖς εἰρηνοποίησεν. Εἰ δὲ μὴ στασιάσαιεν πρὸς ἀλλήλους, μηδὲ εἰς τὰ ἄλλου ἄλλος ἀποστέλλει. Καὶ οὗτος μὲν, πείσας τὰς τρεῖς ἀρχὰς, εὑρεθήσεται τέταρτος καὶ σοφώτερος, καὶ ἐπιεικέστερος· καὶ αὐτὸς δὲ ἐν ἰδίῳ τόπῳ πάλιν ζητηθήσεται, ἀφ' οὗπερ εἰς μέσον ἦλθε τῶν τριῶν, καὶ ἑκάστῳ τὸ μέρος σοφῶς διώρισεν, ἵνα μὴ εἰς ἀλλήλους ἀδικοῖεν. Εἰ δὲ ἐν τοῖς τοῦ ἑνὸς, λέγω δὴ τοῦ δημιουργοῦ, αἱ δύο ἀρχαί εἰσιν ἐμπολιτευόμεναι, ὅ τε πονηρὸς ἐν τοῖς τοῦ δημιουργοῦ χώραις τε καὶ χώροις, καὶ ὁ τοῦ ἀγαθοῦ Χριστὸς ἐπιδημήσας· οὐκέτι ἄρα κριτὴς καὶ δημιουργὸς μόνον εὑρεθήσεται, ἀλλὰ καὶ ἀγαθὸς, συγχωρῶν τοῖς δυσὶν εἰς τὰ ἴδια ποιεῖν ὃ βούλονται· ἢ ἀδρανὴς εὑρεθήσεται, καὶ μὴ ἰσχύων κωλῦσαι τῶν ἰδίων τοὺς ἀλλοτρίους ἅρπαγας. Εἰ δὲ καὶ ἥσσων τῇ δυνάμει ἐστὶν, οὐκέτι εὑρεθήσεται ἡ δημιουργία συνεστῶσα· ἀλλ' ἐξέλιπεν ἔκπαλαι ἀναρπαζομένη καθ' ἑκάστην ἡμέραν ὑπό τε τοῦ πονηροῦ εἰς τὸ ἴδιον μέρος, καὶ ὑπὸ τοῦ ἀγαθοῦ εἰς τὰ ἄνω. Καὶ ποῦ ἔτι ἡ δημιουργία σταθήσεται; Εἰ δὲ ὅτι χρόνῳ λήξει, λέγεις, καὶ δυνατὸν ταύτην ὅλως λήγειν διὰ τῆς τοῦ ἀγαθοῦ ἐπιμελείας· οὐκοῦν ὁ ἀγαθὸς αἴτιος τῆς βλάβης ἔσται ὁ μὴ πάλαι ποιήσας, ὅπερ ὕστερον ἀγαθὸν ἔδοξεν ἐπιτελεῖν, μήτε μὴν πεποιηκὼς ἀπὸ τῶν ἀνέκαθεν, πρὶν ἢ τοὺς πλείους ἀδικηθῆναι, καὶ ἐγκαθέξει αὐτοὺς γενέσθαι τοῦ κριτοῦ, καὶ κάτω μεμενηκέναι.
And where is the boundary that parts the three first principles according to the account of the mountebank's hypothesis? For there will be sought some fourth most equitable one, wiser than the three, a judge of boundaries and a man of understanding, who both apportioned the measures to each and made peace among the three, lest they should fall into faction against one another, and neither does one send into the domain of another. And this one, having persuaded the three first principles, will be found a fourth, both wiser and more equitable; and he too in turn will be sought in his own place, whence he came into the midst of the three and wisely marked off the portion for each, lest they should wrong one another. Yet if in the regions of the one—I mean of the demiurge—the two first principles conduct their affairs, both the evil one in the lands and places of the demiurge, and the Christ of the good one having come to sojourn there, then he will no longer be found judge and demiurge only, rather good as well, permitting the two to do what they wish in his own domain; or else he will be found powerless, unable to debar the alien plunderers from his own possessions. And if he is weaker in power, his creation will no longer be found standing together; rather long ago it failed, being snatched away day by day both by the evil one into his own portion and by the good one into the regions above. And where shall creation still stand? Yet if you say that in time it will cease, and that it is possible for it altogether to cease through the care of the good one, then the good one will be the cause of the harm, since he did not do long ago what good thing he afterwards saw fit to accomplish, nor yet did he do it from the outset, before most men suffered wrong and came to be in the detention of the judge and remained below.
Ηʹ. Πάλιν δὲ τὰ τῆς θείας Γραφῆς οὐκ ὀρθῶς νοῶν προφέρει, καὶ τοὺς ἀκεραίους ἐξαπατᾷ διαστρέφων τὸ τοῦ Ἀποστόλου ῥητὸν, ὅτι Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα. Καί φησιν· Εἰ ἦμεν αὐτοῦ, οὐκ ἂν τὸ ἑαυτοῦ ἠγόραζεν. Ἀγοράσας δὲ εἰς ἀλλότριον κόσμον ἦλθεν ἡμᾶς ἀγοράσαι τοὺς οὐκ ὄντας αὐτοῦ. Ποίημα γὰρ ἦμεν ἑτέρου, καὶ διά τοῦτο ἡμᾶς αὐτὸς, ἠγόραζεν εἰς τὴν ἑαυτοῦ ζωήν. Ἀγνοεῖ δὲ ὅλως ὁ ἠλίθιος, ὅτι οὔτε Χριστὸς κατάραν τὴν διὰ τῆς ἁμαρτίας ἡμῶν ἀφεῖλεν, ἑαυτὸν σταυρώσας, καὶ γενόμενος θάνατος θανάτῳ διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ κατάρα αὐτὸς τῇ κατάρᾳ γενόμενος. Διὸ οὐκ ἔστι Χριστὸς κατάρα, ἀλλὰ τῆς κατάρας λύσις· εὐλογία δὲ πᾶσι τοῖς εἰς αὐτὸν ἀληθῶς πεπιστευκόσιν. Οὕτω καὶ τὸ, ἐξηγόρασεν, οὐκ εἶπεν, ἠγόρασεν. Οὔτε γὰρ εἰς ἀλλότριον ἦλθεν ἁρπάσαι ἢ ἀγοράσαι. Εἰ γὰρ ἠγόρασεν, μὴ ἔχων ἠγόρασε, καὶ ὡς πτωχὸς ἃ μὴ εἶχεν ἐκτήσατο. Καὶ ὃ κεκτημένος ἡμᾶς πέπρακεν, ἀπορήσας πέπρακεν, ἀπό τινος ἄρα δανειστοῦ ἐλαυνόμενος. Ἀλλ' οὐκ ἔχει οὕτως. Οὔτε γὰρ εἶπεν, ἠγύρασεν, ἀλλ', ἐξηγόρασεν. Ὅμοιον δὲ τούτῳ ὁ αὐτὸς ἅγιος Ἀπόστολός φησιν· Ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Καὶ οὐχ ἡμέ-
Chapter VIII. Again, misunderstanding the sayings of divine Scripture, he brings them forward and deceives the guileless, twisting the saying of the Apostle: Christ redeemed us from the curse of the Law, having become a curse for us (Gal. 3:13). And he says: If we belonged to Him, He would not have been buying what was His own; rather as a buyer He came into an alien world to buy us who did not belong to Him; for we were the workmanship of another, and on this account He Himself bought us unto His own life. Yet the fool is altogether ignorant that neither was Christ a curse—rather He took away the curse that came through our sin, having crucified Himself, and having become death unto death on account of our sins, and Himself becoming a curse unto the curse. Wherefore Christ is not a curse, rather the dissolution of the curse, and a blessing to all who have truly believed in Him. Thus also the text said redeemed, it did not say bought. For He came into an alien domain neither to plunder nor to buy. For if He bought, He bought because He did not possess, and like a poor man acquired things which He did not have; and he who possessed us sold us—having fallen into want he sold us, driven then by some creditor. Yet it is not so. For neither did he say bought, rather redeemed. And in a manner like this the same holy Apostle says: Redeeming the time, because the days are evil (Eph. 5:16). And we do not buy da-
Notes, col. 705

On the reading

Printed ἠγύρασεν, for ἠγόρασεν.

PG 41:708Read from the page
ρας ἀγοράζομεν, οὐδὲ τιμὴν ἡμερῶν δίδομεν· ἀλλὰ τὸ δι' ὑπομονὴν, καὶ τὸ μελλητικόν τε μακροθυμίας σημαίνων, τοῦτο ἔφη. Ὥστε τὸ, ἐξηγόρασε, τὴν ὑπόθεσιν ἀπέφηνε τῆς ὑπὲρ ἡμῶν ἀναδοχῆς ἐν κόσμῳ ἐνσάρκου παρουσίας· ἧς ἀνεδέξατο ὑπὲρ ἡμῶν παθεῖν ὁ ἀπαθὴς ὢν Θεὸς, μένων ἐν τῇ ἰδίᾳ ἀπαθείᾳ τῆς αὑτοῦ θεότητος· καὶ αὐτὸ ὃ ἀνεδέξατο ὑπὲρ ἡμῶν παθεῖν, οὐκ ἀγοράζων ἡμᾶς ἀπ' ἀλλοτρίων, ἀλλὰ τὴν ὑπόθεσιν ὑπὲρ ἡμῶν τοῦ σταυροῦ ἀναδεξάμενος προαιρέσει, καὶ οὐ μετ' ἀνάγκης. Ὅθεν ἐλήλεγκται κατὰ πάντα τοῦ Μαρκίωνος ὁ λόγος. Καὶ πολλά ἐστι τὰ πρὸς ἀνατροπὴν τῆς τούτου μηχανῆς καὶ τραγῳδίας, ἐξ εὐσεβοῦς λογισμοῦ καὶ εὐλόγου ὁρμώμενα ἐμφάσεως ἐν τῇ πρὸς αὐτὸν ἀντιῤῥήσει
days do we buy, nor do we pay a price for days; rather, signifying what comes through endurance and the patient expectation of long-suffering, he spoke thus. Consequently, the expression "redeemed" declared the purpose of His bodily coming in the world, undertaken on our behalf, wherein He Who is the impassible God consented to suffer on our behalf, while remaining in the proper impassibility of His own Godhead; and that very suffering which He consented to undergo on our behalf He undertook not as buying us back from strangers, but as taking up the dispensation of the cross on our behalf by free choice, and not by necessity. Whence Marcion's argument has been refuted at every point. And many are the points for the overthrow of his contrivance and tragedy, proceeding from pious reasoning and well-grounded clearness in the refutation directed against him
Θʹ. Ἐλεύσομαι δὲ εἰς τὰ ὑπ' αὐτοῦ γεγραμμένα, μᾶλλον δὲ ἐῤῥαδιουργημένα. Οὗτος γὰρ ἔχει Εὐαγγέλιον μόνον τὸ κατὰ Λουκᾶν, περικεκομμένον ἀπὸ τῆς ἀρχῆς διὰ τὴν τοῦ Σωτῆρος σύλληψιν καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν. Οὐ μόνον δὲ τὴν ἀρχὴν ἀπέτεμεν ὁ λυμηνάμενος ἑαυτὸν ἤπερ τὸ Εὐαγγέλιον· ἀλλὰ καὶ τοῦ τέλους καὶ τῶν μέσων πολλὰ περιέκοψε τῶν τῆς ἀληθείας λόγων· ἄλλα δὲ παρὰ τὰ γεγραμμένα προστέθεικε. Μόνῳ δὲ κέχρηται τούτῳ τῷ χαρακτῆρι τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ. Ἔχει δὲ καὶ Ἐπιστολὰς παρ' αὐτῷ τοῦ ἁγίου Ἀποστόλου δέκα, αἷς μόναις κέχρηται, οὐ πᾶσι δὲ τοῖς ἐν αὐταῖς γεγραμμένοις, ἀλλά τινα αὐτῶν περιτέμνων, τινὰ δὲ ἀλλοιώσας κεφάλαια. Ταύταις δὲ ταῖς δυσὶ βίβλοις κέχρηται. Ἄλλα δὲ συντάγματα ἀφ' ἑαυτοῦ συνέταξε τοῖς ἀπ' αὐτοῦ πλανωμένοις. Αἱ δὲ Ἐπιστολαὶ αἱ παρ' αὐτῷ λεγόμεναί εἰσι· πρώτη μὲν πρὸς Γαλάτας, δευτέρα δὲ πρὸς Κορινθίους, τρίτη πρὸς Κορινθίους δευτέρα, τετάρτη πρὸς Ῥωμαίους, πέμπτη πρὸς Θεσσαλονικεῖς, ἕκτη, πρὸς Θεσσαλονικεῖς δευτέρα, ἑβδόμη πρὸς Ἐφεσίους, ὀγδόη πρὸς Κολωσσεῖς, ἐννάτη πρὸς Φιλήμονα, δεκάτη πρὸς Φιλιππησίους. Ἔχει δὲ καὶ τῆς πρὸς Λαοδικείας λεγομένης μέρη. Ἐξ οὗπερ χαρακτῆρος τοῦ παρ' αὐτοῦ σωζομένου, τοῦ τε Εὐαγγελίου, καὶ τῶν Ἐπιστολῶν τοῦ Ἀποστόλου, δεῖξαι αὐτὸν ἐν Θεῷ ἔχομεν ἀπατεῶνα καὶ πεπλανημένον, καὶ ἀκρότατα διελέγξαι. Ἐξ αὐτῶν γὰρ ἀναμφιβόλως τῶν παρ' αὐτοῦ ὁμολογουμένων ἀνατραπήσεται. Ἐκ γὰρ τῶν αὐτῶν ἔτι παρ' αὐτοῦ λειψάνων, τοῦ τε Εὐαγγελίου καὶ τῶν Ἐπιστολῶν εὑρισκομένων, δειχθήσεται ὁ Χριστὸς τοῖς συνετοῖς μὴ ἀλλότριος εἶναι Παλαιᾶς Διαθήκης, καὶ οἱ προφῆται οὖν οὐκ ἀλλότριοι ὄντες τῆς τοῦ Κυρίου ἐνδημίας, καὶ ὅτι ἀνάστασιν σαρκὸς ὁ Ἀπόστολος κηρύττει, καὶ δικαίους τοὺς προφήτας ὀνομάζει, καὶ ἐν σωζομένοις ὑπάρχοντας τοὺς περὶ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ πάντα ὅσα ἐστὶ τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας (τε)
9. Now I shall come to the things written by him—or rather, falsified by him. For this man possesses as a Gospel only that according to Luke, mutilated from the beginning on account of the Saviour's conception and His incarnate coming. Yet not only did he who harmed himself rather than the Gospel cut away the beginning, but from both the end and the middle parts he clipped away many of the words of truth, while adding other things beside what is written. And he uses solely this form, the Gospel according to Luke. He also keeps by him ten Epistles of the holy Apostle, which alone he uses—yet not all the contents written in them, rather cutting away some portions of them and altering certain chapters. These two books, then, he uses; and he also composed other treatises of his own making for those led astray by him. Now the Epistles acknowledged among his followers are: first that to the Galatians, second that to the Corinthians, third the second to the Corinthians, fourth that to the Romans, fifth that to the Thessalonians, sixth the second to the Thessalonians, seventh that to the Ephesians, eighth that to the Colossians, ninth that to Philemon, tenth that to the Philippians. He also possesses portions of the so-called Epistle to Laodicea. And from this very text preserved in his hands—both of the Gospel and of the Epistles of the Apostle—we are able in God to show him to be an impostor and deceived, and to refute him to the uttermost. For out of those very writings unquestionably acknowledged by him he shall be overthrown; since from the same remnants both of the Gospel and of the Epistles still found in his possession, Christ will be shown to persons of understanding not to be alien to the Old Testament, and the prophets accordingly not to be alien to the Lord's sojourn, and that the Apostle proclaims a resurrection of the flesh, names the prophets righteous, reckons Abraham, Isaac, and Jacob among those who are saved, and everything that belongs to the holy Church of God (both
Notes, col. 708

On the reading

Printed Λαοδικείας, for Λαοδικέας.