Φέρουσι δὲ μαρτυρίας, ὅταν θελήσωσιν ἀπατᾷν τινας, ἀπὸ τῶν θείων βιβλίων, ὡς καὶ ἐν ἄλλῃ μοι αἱρέσει τοῦτο εἴρηται· ὁ Σωτὴρ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν· Ὑμεῖς ἐκ τοῦ Σατανᾶ ἐστε· καὶ, Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ὅτι καὶ ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν· ἵνα δῆθεν εἴπωσι, τὸν διάβολον εἶναι τὸν Κάϊν· ἐπειδὴ εἴρηκεν, ὅτι Ἀπ' ἀρχῆς ἀνθρωποκτόνος ἦν· καὶ ἵνα δείξῃ πατέρα μὲν αὐτοῦ εἶναι τὸν διάβολον· τοῦ δὲ διαβόλου εἶναι πατέρα τὸν ἄρχοντα τὸν ψεύστην, ὃν βλασφημοῦντες κατὰ τῆς ἑαυτῶν κεφαλῆς, φασὶν αὐτὸν εἶναι τὸν Σαβαὼθ οἱ ἀνόητοι, νομίζοντες ὄνομα εἶναι τοῦ Θεοῦ τινὲς τὸν Σαβαὼθ, ὡς ἤδη καὶ ἐν ταῖς πρότερον αἱρέσεσι διὰ πλάτους ἡμῖν πεπραγμάτευται περὶ ἑρμηνείας τοῦ Σαβαὼθ, καὶ ἄλλων ὀνομασιῶν, τοῦ τε Ἠλὶ καὶ τοῦ Ἐλωῒ, τοῦ τε Ἰσραὴλ, καὶ τοῦ Σαδαῒ, τοῦ τε Ἐλλιὼν, τοῦ τε Ῥαββωνὶ, τοῦ τε Ἰὰ, τοῦ τε Ἀδωναῒ, τοῦ τε Ἰάβε. Ὡς ὀνομασίαι εἰσὶ δοξολογιῶν ἅπασαι ἑρμηνευόμεναι, καὶ οὐκ ὀνόματά ἐστι θετὰ, ὡς εἰπεῖν, τῇ Θεότητι. Ἅτινα καὶ ἐνταυθοῖ σπουδασθήσονται, ἑρμηνευθέντα κεῖσθαι· τὸ Ἰσραὴλ Θεός, τὸ Ἐλωεὶμ Θεὸς ἀεὶ, τὸ Ἠλὶ Θεός μου, τὸ Σαδδαῒ ὁ ἱκανὸς, τὸ Ῥαββωνὶ ὁ Κύριος, τὸ Ἰὰ Κύριος, τὸ Ἀδωναῒ ὁ ὢν Κύριος, τὸ Ἰάβε, ὃς ἦν καὶ ἔστι καὶ ἀεὶ ὤν· ὡς ἑρμηνεύει τῷ Μωϋσῇ, Ὁ ὢν ἀπέσταλκέ με, ἐρεῖς πρὸς αὐτούς· καὶ τὸ Ἐλλιὼν ὕψιστος, καὶ τὸ Σαβαὼθ δυνάμεων ἑρμηνεύεται. Κύριος οὖν Σαβαὼθ, Κύριος τῶν δυνάμεων. Παντὶ γὰρ πρόσκειται ὅπου τοῦ Σαβαὼθ ὄνομα λέγει ἡ Γραφή. Οὐ μόνον ἐκφωνεῖ λέγουσα· Εἶπέ μοι Σαβαώθ· ἢ, Ἐλάλησε Σαβαώθ· ἀλλ' εὐθὺς λέγει, Κύριος Σαβαώθ. Οὕτω γὰρ ἡ Ἑβραῒς φάσκει· Ἀδωναῒ Σαβαώθ· ὅπερ ἑρμηνεύεται Κύριος τῶν δυνάμεων.
And they bring forward testimonies, whenever they wish to deceive certain persons, from the divine books, as has also been stated by me in another heresy: the Saviour said to the Jews: You are of Satan; and, Whenever he speaks falsehood, he speaks from his own; because his father also was a liar—so that, forsooth, they may say that Cain is the devil, since He has said that He was a manslayer from the beginning; and so that He might show that his father is the devil, and that the father of the devil is the ruler who is the liar, whom, blaspheming against their own head, the fools say to be Sabaoth, certain men supposing that Sabaoth is the proper name of God, just as has already been treated at length by us in the earlier heresies concerning the interpretation of Sabaoth and of other appellations—both of Eli and of Eloi, and of Israel, and of Sadai, and of Ellion, and of Rabboni, and of Ia, and of Adonai, and of Iabe: how all of them when interpreted are appellations of doxologies, and are not names assigned, so to speak, to the Godhead. Which things here also we shall take pains to set down interpreted: Israel means God; Eloeim, God ever; Eli, my God; Saddai, the Sufficient One; Rabboni, the Lord; Ia, Lord; Adonai, the Lord Who is; Iabe, He Who was and is and ever exists, as He interprets to Moses: He Who Is has sent me, you shall say to them; and Ellion is interpreted Most High, and Sabaoth, of hosts. Lord Sabaoth, therefore, means Lord of hosts. For everywhere that Scripture speaks the name of Sabaoth, it is prefixed. It does not merely utter it, saying: Sabaoth said to me; or, Sabaoth spoke; but straightway it says, Lord Sabaoth. For thus the Hebrew tongue declares: Adonai Sabaoth, which is interpreted Lord of hosts.
Ϛʹ. Καὶ μετὰ τὴν παρ' αὐτοῖς τε καὶ τοῖς ὁμοίοις κατὰ τὴν τύφλωσιν τῆς διανοίας αὐτῶν τὰ καλῶς εἰρημένα συκοφαντεῖται. Οὔτε γὰρ περὶ διαβόλου τῷ Σωτῆρι ἐν τῷ πρὸς Ἰουδαίους λόγῳ εἴρηται, ὡς παντί τῳ σαφὲς εὑρίσκεται τῷ τῇ ἀληθείᾳ ἀκολουθοῦντι· ἀλλὰ διὰ τὸν Ἰούδαν αὐτοῖς ἔλεγε τὸ ῥῆμα. Οὐκ ἦσαν γὰρ τέκνα τοῦ Ἀβραὰμ, τοῦ αὐτὸν ἀποδεξαμένου ὑπὸ τὴν δρῦν τὴν Μαμβρὴ πρὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας· ἀλλὰ υἱοὺς ἑαυτοὺς κατεδίκασαν γενέσθαι τῆς τοῦ Ἰούδα προδοσίας, τοῦ ὑπὸ τοῦ Κυρίου Σατανᾶ καὶ διαβόλου ὀνομαζομένου, ὡς λέγει· Οὐχὶ δώδεκα ὑμᾶς ἐξελεξάμην, καὶ εἷς ἐξ ὑμῶν ἐστι διάβολος; Καὶ τούτου ἕνεκα τὰ τῆς αὐτοῦ κακοτροπίας ὁ Κύριος ἑρμηνεύων ἔλεγεν, ὅτι Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ὡς καὶ ἀλλαχοῦ τὸ Εὐαγγέλιον λέγει· Ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον αὐτὸς ἐβάσταζεν. Οὗτος οὖν ὁ διάβολος κληθεὶς Ἰούδας, πατέρα ἔσχε τὸν
6. And in vain amongst both them and those like them, according to the blindness of their mind, the things nobly spoken are slanderously twisted. For neither was this spoken by the Saviour concerning the devil in His discourse to the Jews, as is found manifest to everyone who follows the truth; rather, on account of Judas He spoke the saying to them. For they were not children of Abraham, who welcomed Him beneath the oak of Mamre before His incarnate coming; rather, they condemned themselves to become sons of the betrayal of Judas, who is named Satan and devil by the Lord, as He says: Did I not choose you the twelve, and one of you is a devil? And on this account, interpreting the marks of his malice, the Lord said that Whenever he speaks falsehood, he speaks from his own; as elsewhere also the Gospel says: Because he was a thief, and himself bore the money-box. This Judas, therefore, who was called a devil, had as father