Migne Reading Room

PG 41 · cols. 685–696 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus III (Anacephalaeosis et Haereses XXXIV–XLVI)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus III (Anacephalaeosis et Haereses XXXIV–XLVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:685Read from the page
Φύσει γὰρ αὐτούς φασιν ἐκ τοῦ σπέρματος τοῦ διαβόλου, ὡς προεῖπον, γεγεννῆσθαι.
For by nature, they say, from the seed of the devil, as I said before, they have been begotten.
Φέρουσι δὲ μαρτυρίας, ὅταν θελήσωσιν ἀπατᾷν τινας, ἀπὸ τῶν θείων βιβλίων, ὡς καὶ ἐν ἄλλῃ μοι αἱρέσει τοῦτο εἴρηται· ὁ Σωτὴρ πρὸς τοὺς Ἰουδαίους ἔλεγεν· Ὑμεῖς ἐκ τοῦ Σατανᾶ ἐστε· καὶ, Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ὅτι καὶ ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν· ἵνα δῆθεν εἴπωσι, τὸν διάβολον εἶναι τὸν Κάϊν· ἐπειδὴ εἴρηκεν, ὅτι Ἀπ' ἀρχῆς ἀνθρωποκτόνος ἦν· καὶ ἵνα δείξῃ πατέρα μὲν αὐτοῦ εἶναι τὸν διάβολον· τοῦ δὲ διαβόλου εἶναι πατέρα τὸν ἄρχοντα τὸν ψεύστην, ὃν βλασφημοῦντες κατὰ τῆς ἑαυτῶν κεφαλῆς, φασὶν αὐτὸν εἶναι τὸν Σαβαὼθ οἱ ἀνόητοι, νομίζοντες ὄνομα εἶναι τοῦ Θεοῦ τινὲς τὸν Σαβαὼθ, ὡς ἤδη καὶ ἐν ταῖς πρότερον αἱρέσεσι διὰ πλάτους ἡμῖν πεπραγμάτευται περὶ ἑρμηνείας τοῦ Σαβαὼθ, καὶ ἄλλων ὀνομασιῶν, τοῦ τε Ἠλὶ καὶ τοῦ Ἐλωῒ, τοῦ τε Ἰσραὴλ, καὶ τοῦ Σαδαῒ, τοῦ τε Ἐλλιὼν, τοῦ τε Ῥαββωνὶ, τοῦ τε Ἰὰ, τοῦ τε Ἀδωναῒ, τοῦ τε Ἰάβε. Ὡς ὀνομασίαι εἰσὶ δοξολογιῶν ἅπασαι ἑρμηνευόμεναι, καὶ οὐκ ὀνόματά ἐστι θετὰ, ὡς εἰπεῖν, τῇ Θεότητι. Ἅτινα καὶ ἐνταυθοῖ σπουδασθήσονται, ἑρμηνευθέντα κεῖσθαι· τὸ Ἰσραὴλ Θεός, τὸ Ἐλωεὶμ Θεὸς ἀεὶ, τὸ Ἠλὶ Θεός μου, τὸ Σαδδαῒ ὁ ἱκανὸς, τὸ Ῥαββωνὶ ὁ Κύριος, τὸ Ἰὰ Κύριος, τὸ Ἀδωναῒ ὁ ὢν Κύριος, τὸ Ἰάβε, ὃς ἦν καὶ ἔστι καὶ ἀεὶ ὤν· ὡς ἑρμηνεύει τῷ Μωϋσῇ, Ὁ ὢν ἀπέσταλκέ με, ἐρεῖς πρὸς αὐτούς· καὶ τὸ Ἐλλιὼν ὕψιστος, καὶ τὸ Σαβαὼθ δυνάμεων ἑρμηνεύεται. Κύριος οὖν Σαβαὼθ, Κύριος τῶν δυνάμεων. Παντὶ γὰρ πρόσκειται ὅπου τοῦ Σαβαὼθ ὄνομα λέγει ἡ Γραφή. Οὐ μόνον ἐκφωνεῖ λέγουσα· Εἶπέ μοι Σαβαώθ· ἢ, Ἐλάλησε Σαβαώθ· ἀλλ' εὐθὺς λέγει, Κύριος Σαβαώθ. Οὕτω γὰρ ἡ Ἑβραῒς φάσκει· Ἀδωναῒ Σαβαώθ· ὅπερ ἑρμηνεύεται Κύριος τῶν δυνάμεων.
And they bring forward testimonies, whenever they wish to deceive certain persons, from the divine books, as has also been stated by me in another heresy: the Saviour said to the Jews: You are of Satan; and, Whenever he speaks falsehood, he speaks from his own; because his father also was a liar—so that, forsooth, they may say that Cain is the devil, since He has said that He was a manslayer from the beginning; and so that He might show that his father is the devil, and that the father of the devil is the ruler who is the liar, whom, blaspheming against their own head, the fools say to be Sabaoth, certain men supposing that Sabaoth is the proper name of God, just as has already been treated at length by us in the earlier heresies concerning the interpretation of Sabaoth and of other appellations—both of Eli and of Eloi, and of Israel, and of Sadai, and of Ellion, and of Rabboni, and of Ia, and of Adonai, and of Iabe: how all of them when interpreted are appellations of doxologies, and are not names assigned, so to speak, to the Godhead. Which things here also we shall take pains to set down interpreted: Israel means God; Eloeim, God ever; Eli, my God; Saddai, the Sufficient One; Rabboni, the Lord; Ia, Lord; Adonai, the Lord Who is; Iabe, He Who was and is and ever exists, as He interprets to Moses: He Who Is has sent me, you shall say to them; and Ellion is interpreted Most High, and Sabaoth, of hosts. Lord Sabaoth, therefore, means Lord of hosts. For everywhere that Scripture speaks the name of Sabaoth, it is prefixed. It does not merely utter it, saying: Sabaoth said to me; or, Sabaoth spoke; but straightway it says, Lord Sabaoth. For thus the Hebrew tongue declares: Adonai Sabaoth, which is interpreted Lord of hosts.
Ϛʹ. Καὶ μετὰ τὴν παρ' αὐτοῖς τε καὶ τοῖς ὁμοίοις κατὰ τὴν τύφλωσιν τῆς διανοίας αὐτῶν τὰ καλῶς εἰρημένα συκοφαντεῖται. Οὔτε γὰρ περὶ διαβόλου τῷ Σωτῆρι ἐν τῷ πρὸς Ἰουδαίους λόγῳ εἴρηται, ὡς παντί τῳ σαφὲς εὑρίσκεται τῷ τῇ ἀληθείᾳ ἀκολουθοῦντι· ἀλλὰ διὰ τὸν Ἰούδαν αὐτοῖς ἔλεγε τὸ ῥῆμα. Οὐκ ἦσαν γὰρ τέκνα τοῦ Ἀβραὰμ, τοῦ αὐτὸν ἀποδεξαμένου ὑπὸ τὴν δρῦν τὴν Μαμβρὴ πρὸ τῆς ἐνσάρκου αὐτοῦ παρουσίας· ἀλλὰ υἱοὺς ἑαυτοὺς κατεδίκασαν γενέσθαι τῆς τοῦ Ἰούδα προδοσίας, τοῦ ὑπὸ τοῦ Κυρίου Σατανᾶ καὶ διαβόλου ὀνομαζομένου, ὡς λέγει· Οὐχὶ δώδεκα ὑμᾶς ἐξελεξάμην, καὶ εἷς ἐξ ὑμῶν ἐστι διάβολος; Καὶ τούτου ἕνεκα τὰ τῆς αὐτοῦ κακοτροπίας ὁ Κύριος ἑρμηνεύων ἔλεγεν, ὅτι Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ὡς καὶ ἀλλαχοῦ τὸ Εὐαγγέλιον λέγει· Ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον αὐτὸς ἐβάσταζεν. Οὗτος οὖν ὁ διάβολος κληθεὶς Ἰούδας, πατέρα ἔσχε τὸν
6. And in vain amongst both them and those like them, according to the blindness of their mind, the things nobly spoken are slanderously twisted. For neither was this spoken by the Saviour concerning the devil in His discourse to the Jews, as is found manifest to everyone who follows the truth; rather, on account of Judas He spoke the saying to them. For they were not children of Abraham, who welcomed Him beneath the oak of Mamre before His incarnate coming; rather, they condemned themselves to become sons of the betrayal of Judas, who is named Satan and devil by the Lord, as He says: Did I not choose you the twelve, and one of you is a devil? And on this account, interpreting the marks of his malice, the Lord said that Whenever he speaks falsehood, he speaks from his own; as elsewhere also the Gospel says: Because he was a thief, and himself bore the money-box. This Judas, therefore, who was called a devil, had as father
PG 41:688Read from the page
Κάϊν, διὰ ψεύδους ἀπατήσαντα τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ, καὶ ἀποκτείναντα. Ὅς καὶ ἐρωτώμενος ὑπὸ τοῦ Κυρίου· Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ψευδόμενος ἔλεγεν· Οὐκ οἶδα. Εἰκότως οὖν καὶ οὗτος, τὸν φύσει διάβολον μιμησάμενος τοῖς τρόποις, υἱὸς αὐτοῦ κατ' ἀξίαν ἀνηγόρευται ὑπὸ τοῦ Σωτῆρος. ᾯ γὰρ ἥττηταί τις, τούτῳ καὶ δεδούλωται. Καὶ ἡμῶν δὲ ἕκαστος, ὁτιοῦν ἂν ἐπιτελέσῃ, τοὺς τοῦτο προτετελεκότας πατέρας ἕξει μιμησάμενος. Σαφῶς τοίνυν ἐφράσθη ἡ παρὰ τοῦ Κυρίου λεχθεῖσα ῥῆσις· ὅτι Ὑμεῖς τέκνα ἐστὲ τοῦ διαβόλου· καὶ πάλιν· Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἐστίν· ἵνα εἴπῃ Ἰούδαν καὶ Κάϊν· εἶτα, Καὶ γὰρ ὁ πατὴρ αὐτοῦ ψεύστης ἐστὶν, ἵνα εἴπῃ αὐτὸν τὸν διάβολον, διὰ τὰ ὁμοίως πεπραγματευμένα ἑκάστῳ τούτων. Ἐμπνεύσας γὰρ ἐν στόματι τοῦ ὄφεως, ψευδῆ πάντα λελάληκεν ὁ διάβολος· καὶ οὕτως τότε ἐξηπάτησε τὴν Εὔαν. Καὶ ἀνήρηται παρὰ τούτοις ἡ πεπλανημένη μυθοποιία. Κἂν λέγει ἡ Γραφὴ, ὡς ὁ Κάϊν ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ, ὅτι ἐκ τοῦ διαβόλου ἦν· ἐδείχθη γὰρ παντάπασιν, οὐχὶ διὰ τὸ τὴν Εὔαν ἐκ τοῦ σπέρματος τοῦ διαβόλου συλλαβοῦσαν, ὡς κατὰ συζυγίαν γάμου καὶ συνάφειαν σωμάτων γεγεννηκέναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, ὡς τούτοις ἔδοξεν· ἀλλὰ διὰ τὸ ὁμότροπον καὶ μίμημα τῆς τοῦ διαβόλου κακοτροπίας υἱὸς αὐτοῦ ἤκουσε.
Cain, who through falsehood deceived his brother Abel and slew him; who also, when questioned by the Lord: Where is Abel your brother? lying, said: I do not know. Reasonably, therefore, this man too, having imitated in his ways him who is devil by nature, has worthily been proclaimed his son by the Saviour. For by whomsoever anyone has been overcome, to him he has also been enslaved. And each of us, whatsoever he may accomplish, will have as fathers those who accomplished this beforehand, having imitated them. Clearly, therefore, was expounded the saying spoken by the Lord: that You are children of the devil; and again: Whenever he speaks falsehood, he speaks from his own, because his father is a liar—so as to mean Judas and Cain; then, For indeed his father is a liar, so as to mean the devil himself, on account of the deeds similarly wrought by each of these. For having breathed in the mouth of the serpent, the devil spoke all falsehoods, and thus at that time deceived Eve. And the erring myth-making amongst these men has been demolished. And even if Scripture says that Cain slew his brother because he was of the devil, for it has been shown altogether that it was not because Eve conceived from the seed of the devil, as though by marital union and bodily intercourse, and begot Cain and Abel, as seemed good to these men; rather, on account of similarity of manner and imitation of the malice of the devil, he was called his son.
Ζʹ. Πάλιν δὲ λέγουσιν οἱ αὐτοὶ, τὸν Ἀδὰμ, συναφθέντα τῇ Εὔᾳ τῇ ἰδίᾳ γαμετῇ, γεγεννηκέναι τὸν Σὴθ, φύσει ἴδιον αὐτοῦ υἱόν. Καὶ τότε φασὶ τὴν ἄνω δύναμιν σὺν τοῖς ὑπουργοῖς τοῦ ἀγαθοῦ Θεοῦ ἀγγέλοις καταβεβηκέναι, καὶ ἡρπακέναι αὐτὸν τὸν Σὴθ, ὃν καὶ ἀλλογενῆ καλοῦσι. Καὶ ἀνενηνοχέναι ἄνω που, καὶ ἀναθρέψαι χρόνῳ ἱκανῷ, ἵνα μὴ ἀποκτανθῇ· καὶ μετὰ χρόνον πολὺν κατενηνοχέναι εἰς τόνδε τὸν κόσμον, καὶ πνευματικὸν ἀπεργάσασθαι αὐτὸν, καὶ σωματικὸν, εἰς τὸ μὴ κατισχύειν τόν τε κατ' αὐτοῦ, καὶ τὰς ἄλλας ἐξουσίας, καὶ ἀρχὰς τοῦ κοσμοποιοῦ Θεοῦ. Μηκέτι δὲ αὐτόν φασι λελατρευκέναι τῷ Ποιητῇ τε καὶ Δημιουργῷ, ἐπεγνωκέναι δὲ τὴν ἀκατονόμαστον δύναμιν, καὶ τὸν ἄνω ἀγαθὸν Θεόν· τοῦτο λελατρευκέναι, καὶ κατὰ τοῦ ποιητοῦ τοῦ κόσμου, καὶ ἀρχῶν, καὶ ἐξουσιῶν πολλὰ ἀποκεκαλυφέναι. Ὧ δὴ καὶ βίβλους τινὰς ἐξετύπωσαν εἰς ὄνομα αὐτοῦ τοῦ Σὴθ γεγραμμένας, παρ' αὐτοῦ αὐτὰς δεδόσθαι λέγοντες. Ἄλλας δὲ εἰς ὄνομα αὐτοῦ, καὶ τῶν ἑπτὰ υἱῶν αὐτοῦ. Φασὶ γὰρ αὐτὸν γεγεννηκέναι ἑπτὰ ἀλλογενεῖς καλουμένους, ὡς καὶ ἐν ἄλλαις αἱρέσεσιν εἰρήκαμεν, Γνωστικῶν φημι καὶ Σηθιανῶν. Οὗτοι δὲ καὶ ἄλλους προφήτας φασὶν εἶναι, Μαρτιάδην τινὰ, καὶ Μαρσιανὸν, ἁρπαγέντας εἰς τοὺς οὐρανοὺς, καὶ διὰ ἡμερῶν τριῶν καταβεβηκότας. Καὶ πολλά ἐστιν ἃ μυθοποιοῦντες πλαστῶς ἐκτυποῦσι βλάσφημά τε πλάττοντες κατὰ τοῦ ὄντος Θεοῦ παντοκράτορος, Πατρὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὡς ἄρχοντος ὄντος, καὶ πονηρίας εὑρετοῦ, ὡς ἀπ' αὐτῶν τῶν παρ' αὐτοῖς λόγων ἁλίσκονται.
7. Again, the same men say that Adam, having been joined to Eve his own wife, begot Seth, his own son by nature. And then, they say, the power on high together with the ministering angels of the good God came down, and snatched away Seth himself, whom they also call alien-born; and carried him up somewhere on high, and reared him for a considerable time, lest he be slain; and after a long time brought him down into this world, and wrought him spiritual and bodily, so that neither the one against him nor the other powers and principalities of the world-making God might prevail. And no longer, they say, did he serve the Maker and Artificer, but recognized the unnameable power, and the good God on high; this he served, and against the maker of the world, and principalities, and powers he revealed many things. Unto whom indeed they also fashioned certain books written in the name of Seth himself, saying that they were given by him; and others in his name and that of his seven sons. For they say that he begot seven who are called alien-born, as we have also stated in other heresies—I mean of the Gnostics and Sethians. And these men say that there are other prophets as well, a certain Martiades and Marsianus, who were snatched up into the heavens, and after three days came down. And many are the things which, myth-making, they fictitiously fashion, fabricating blasphemies against Him Who is truly God Almighty, the Father of our Lord Jesus Christ, as though He were an archon and an inventor of wickedness, as from the very words amongst them they are convicted.
Notes, col. 688

On the reading

Printed Ὧ, for ᾯ.

PG 41:689Read from the page
Εἰ γὰρ πονηρῶν ἐστιν εὑρετὴς καὶ κακοποιὸς, πῶς εὐθὺς οὐκ ἀγαθὸς εὑρεθείη, ὡς καὶ ἐν ταῖς ἄλλαις αἱρέσεσιν εἴπαμεν, κατὰ πορνείας, καὶ μοιχείας, καὶ ἁρπαγῆς, καὶ πλεονεξίας νομοθετήσας; Θεὸν γὰρ αὐτὸν τῶν Ἰουδαίων καὶ αὐτοὶ λέγουσι. Τοῖς Ἰουδαίοις δὲ τὸν νόμον ἔδωκεν, ἐν ᾧ πάντα ταῦτα ἀπηγόρευσεν, ὧν εὑρετὴν αὐτὸν λέγουσιν εἶναι. Πῶς δὲ πατὴρ τοῦ Σατανᾶ κληθείη, ὁ κατ' αὐτοῦ τὰ τοσαῦτα ὑποδείξας καὶ εἰ ἀλλότριός ἐστι τοῦ ἄνω παρ' αὐτοῖς λεγομένου Θεοῦ, καὶ οὐκ αὐτός ἐστιν ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ βασιλεὺς καὶ Κύριος ἡμῶν [Ἰησοῦς Χριστὸς], ὁ ἐν νόμῳ, καὶ ἐν Εὐαγγελίοις, καὶ ἐν προφήταις, καὶ ἀποστόλοις αὐτὸς Θεὸς Κύριος, Πατὴρ δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; ὡς αὐτὸς διδάσκει σαφῶς ἡμᾶς ὁ Κύριος ἐν Εὐαγγελίῳ, λέγων· Εὐχαριστῶ σοι, Πάτερ Κύριε οὐρανῶν καὶ γῆς· ἵνα δείξῃ τὸν αὐτοῦ Πατέρα Θεὸν τὸν πάντων.
For if He is an inventor of evil things and an evildoer, how should He not straightway be found good, as we also said in the other heresies, having legislated against fornication, and adultery, and robbery, and covetousness? For they themselves also say that He is the God of the Jews. Now to the Jews He gave the law, in which He forbade all these things, whereof they say that He is the inventor. And how could He be called the father of Satan, Who set forth so many declarations against him, even if He is alien from Him who amongst them is called the God on high, and is not Himself the God Almighty, the King and our Lord [Jesus Christ], Who in the law, and in the Gospels, and in the prophets, and the apostles is Himself God the Lord, and Father of our Lord Jesus Christ? As the Lord Himself clearly teaches us in the Gospel, saying: I thank Thee, Father, Lord of heaven and earth—that He might show His Father to be God over all.
Ηʹ. Καὶ περὶ νεκρῶν ἀναστάσεως ὑποφαίνων ἔσεσθαι, πάλιν φησί· Λύσατε τὸν ναὸν τοῦτον; καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ναὸν δὲ ἔλεγε τὸ ἴδιον σῶμα, λυόμενον μὲν διὰ χειρῶν ἀνθρώπων, τουτέστιν ἀποκτεινόμενον. Τὸ δὲ μὴ ὂν σῶμα, ἀλλὰ δοκήσει φαινόμενον, ὡς οὗτοι πάλιν λέγουσιν, οὐκ ἂν ἠδύνατο εἰς χεῖρας ἔρχεσθαι, ἐγείρεσθαί τε τῇ τρίτῃ ἡμέρᾳ, καθὼς ἐπηγγείλατο. Δέδεικται τοίνυν σαφῶς διὰ τῆς τοιαύτης οἰκονομίας ἀναντίῤῥητος ἡ τῶν νεκρῶν ἀνάστασις· καὶ οὔτε χρεία ἐστὶν ἀπολογίας τῇ ψυχῇ, ἵνα λαλήσῃ πρὸς ἑκάστην ἐξουσίαν· πλάττονται γὰρ οὗτοι καὶ τοῦτο, ὡς εἴρηται· ἀλλὰ διὰ τῆς τοῦ Κυρίου εὐεργεσίας τῆς διὰ τῶν ἔργων, καὶ τῆς πίστεως συνισταμένης, ὡς λέγει ὁ ἁγιώτατος Παῦλος, γράφων Τιμοθέῳ διὰ τούτων τῶν λόγων· Ὅπως γινώσκοις πῶς δεῖ ἐν οἴκῳ Κυρίου περιπατεῖν, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ τοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας· ἣν οἱ πολλοὶ ἀφέντες, εἰς μύθους, καὶ μωρολογίας ἐξετράπησαν, μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται· ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης. Ἀλλὰ καὶ ἐν τῇ δευτέρᾳ Ἐπιστολῇ, Ὑμέναιον καὶ Φιλητὸν περὶ τὴν ἀλήθειαν ἠστοχηκέναι λέγει· οἵτινες καὶ αὐτοὶ τῇ αἱρέσει ἐξηκολούθησαν, ἄλλον Θεὸν καταγγέλλοντες καὶ γενεαλογίας ἀπεράντους, καὶ πλάνην ἐπισπείροντες τοῖς ἀνθρώποις, καὶ λέγοντες μὴ ἐκ Θεοῦ γεγενῆσθαι τὸν κόσμον, ἀλλὰ ὑπὸ ἀρχῶν καὶ ἐξουσιῶν. Τὴν δὲ ἀνάστασιν ἤδη γεγενῆσθαι διὰ τῶν γενομένων τέκνων ὑπὸ ἑκάστου τῶν γεννώντων. Τὴν δὲ τῶν νεκρῶν οὐ λέγουσιν ἔσεσθαι. Καὶ ὁρᾶτε, ἀδελφοὶ, τὸν χαρακτῆρα τῆς ἀληθείας, καὶ τὸν ἔλεγχον τῆς τούτων παρανομίας.
8. And indicating that there will be a resurrection of the dead, He says again: Destroy this temple, and in three days I will raise it up. Now He called His own body a temple, destroyed indeed by the hands of men, that is, slain. Yet that which was not a body, but appeared in semblance, as these men again say, could not have come into hands, nor be raised up on the third day, just as He promised. Clearly, therefore, through such a dispensation has been shown beyond dispute the resurrection of the dead; and there is neither any need of a defence for the soul, that she should speak before each power—for these men fabricate this too, as has been said—but salvation stands through the beneficence of the Lord which is commended through works and through faith, as the most holy Paul says, writing to Timothy in these words: That you might know how one ought to conduct oneself in the house of the Lord, which is the Church of the living God, the pillar and bulwark of the truth; which the many having forsaken, have turned aside unto myths and foolish talk, understanding neither the things which they say, nor concerning what things they make confident assertions; amongst whom are Phygellus and Hermogenes. Moreover, in the second Epistle also, he says that Hymenaeus and Philetus have missed the mark concerning the truth—who themselves also followed after heresy, proclaiming another God and endless genealogies, and sowing error amongst men, and saying that the world has not come into being from God, but by principalities and powers; and that the resurrection has already taken place through the children born by each of those who beget, while a resurrection of the dead they say will not take place. And behold, brethren, the stamp of the truth, and the refutation of these men's lawlessness.
Ὑπολαμβάνω δὲ καὶ περὶ τούτων ἱκανῶς εἰρῆσθαι. Ὅθεν ταύτην παραλιπὼν, ἐπὶ τὰς ἑξῆς τὴν πορείαν ποιήσομαι, ἐκεῖνο μόνον εἰπὼν, ὡς πάνυ φαίνεται ἐοικυῖα αὕτη διὰ τῆς πολυωνύμου ἀρχοντικῆς ὀνομασίας τῇ πολυπλόκῳ ἑρπετώδῃ κακοηθείᾳ. Τρόπον γάρ
Now I suppose that concerning these men also enough has been said. Whence, leaving this heresy behind, I shall make my way to those that follow, saying only this: that this one altogether appears like, through its many-named Archontic appellation, unto complex, serpent-like malignancy. For in a manner
Notes, col. 689

On the reading

Printed ἑρπετώδῃ, for ἑρπετώδει.

PG 41:692Read from the page
τινα ἐκ πολλῶν ἑρπετῶν ἀναμὶξ τῆς ἑαυτῶν πλάνης συνηγμένη ἐστὶν ἡ ἰοβολία· οἷον τὸ θρασὺ ἔχουσα τοῦ δράκοντος, τὸ δολερὸν τοῦ φυσάλου, τὴν ἀνθέλκυσιν τῆς πνοῆς τοῦ βαίτωνος, τὸ γαῦρον τοῦ ἀκοντίου, τὸ προπετὲς τοῦ ὀστρακίτου. Τούτων δὲ πάντων τὴν κεφαλὴν καταπατήσαντες τῇ τῆς ἀληθείας ὑποθέσει, ἐπὶ τὰς λοιπὰς διέλθωμεν, ἐπιπόθητοι, τὴν ἑκάστης πλάνην ἀποκαλύψαι ἐν Θεῷ πειρώμενοι.
certain discharge of venom has been gathered together indiscriminately from many reptiles of their own error: having, as it were, the boldness of the dragon, the craftiness of the toad-snake, the indrawing of breath of the baeton, the fierceness of the dart-snake, the headlong rashness of the ostracites. Having trampled down the head of all these by the foundation of the truth, let us pass on to the rest, beloved, endeavouring in God to uncover the error of each.
ΚΑΤΑ ΚΕΡΔΩΝΙΑΝΩΝ,
Against the Cerdonians,
Εἰκοστὴ πρώτη ἡ καὶ τεσσαρακοστὴ πρώτη
The twenty-first, which is also the forty-first
Αʹ. Κέρδων τις τούτους καὶ τὸν Ἡρακλέωνα διαδέχεται, ἐκ τῆς αὐτῶν σχολῆς ὢν, ἀπὸ Σίμωνός τε καὶ Σατορνίλου λαβὼν τὰς προφάσεις. Οὗτος μετανάστης γίνεται ἀπὸ τῆς Συρίας, καὶ ἐπὶ τὴν Ῥώμην ἐλθὼν, λυμεών τις πέφηνεν ἑαυτῷ τε καὶ τοῖς αὐτῷ πειθομένοις ὁ ἐλεεινότατος. Ἐλεεινὴ γὰρ ἡ φύσις τῶν ἀνθρώπων, ὅταν καταλείψασα τὴν τοῦ Θεοῦ ὁδὸν πλανᾶται, καὶ ἀπὸ τῆς τοῦ Θεοῦ κλήσεως ἑαυτὴν ἀφορίσασα. Συμβέβηκε γὰρ τοῖς τοιούτοις ἡ τοῦ κυνὸς παροιμία, ὃς τῇ σκιᾷ προσέχων οὗ κατεῖχεν ἐν τῷ στόματι, ἐμβλέπων εἰς ὕδωρ, καὶ νομίσας τῷ ὕδατι σκιὰν μείζονα εἶναι τῆς ἐν τῷ στόματι αὐτοῦ ἐδωδῆς, ἀνοίξας τὸ στόμα, καὶ τὴν οὖσαν ἀπώλεσεν. Οὕτω καὶ οὗτοι, τὴν ὁδὸν εὑρόντες, καὶ βουλόμενοι σκιᾶς περιγενέσθαι τῆς ἐν τῇ ὑπονοίᾳ αὐτῶν γενομένης, τὴν οὖσαν ἐν τῷ στόματι αὐτῶν, ὡς εἰπεῖν, ἐκ Θεοῦ τροφὴν κεχαρισμένην οὐ μόνον ἀπώλεσαν, ἀλλὰ καὶ ὄλεθρον ἑαυτοῖς ἐπεσπάσαντο.
Chapter I. A certain Cerdo succeeds these men and Heracleon, being from their school, having taken his occasions from Simon and Satornilus. This man becomes an emigrant from Syria, and having come to Rome, he showed himself a most pitiable destroyer both to himself and to those persuaded by him. For pitiable is the nature of men when, having forsaken the way of God, it goes astray, and has severed itself from the calling of God. For there has happened to such men the proverb of the dog, which, paying heed to the shadow of what it held in its mouth while gazing into water, and supposing the shadow in the water to be larger than the food in its mouth, opened its mouth and lost even what was there. Thus these men too, having found the way, and wishing to gain possession of a shadow formed in their own fancy, not only lost the food that was, so to speak, in their mouth, graciously bestowed by God, but also drew destruction upon themselves.
Οὗτος τοίνυν ὁ Κέρδων ἐν χρόνοις Ὑγίνου γέγονεν ἐπισκόπου, τοῦ ἕνα τὸν κλῆρον ἄγοντος ἀπὸ τῆς τῶν περὶ Ἰάκωβον καὶ Πέτρον καὶ Παῦλον ἀποστόλων διαδοχῆς. Τὸ δὲ κήρυγμα αὐτοῦ, τῆς τῶν προειρημένων αἱρεσιαρχῶν φλυαρίας μετέχον, τὸ αὐτὸ μὲν εἶναι δοκεῖ, παρήλλακται δὲ παρ' αὐτῷ τοῦτον ἔχον τὸν τρόπον.
Now this Cerdo lived in the times of Bishop Hyginus, who held the one [corrupt for ninth] lot from the succession of the apostles around James and Peter and Paul. And his preaching, partaking of the nonsense of the aforesaid heresiarchs, seems indeed to be the same, yet is altered with him in the following manner.
Δύο καὶ οὗτος ἀρχὰς κεκήρυχε τῷ βίῳ, καὶ δῆθεν θεοὺς δύο, ἕνα ἀγαθὸν, καὶ ἕνα ἄγνωστον τοῖς πᾶσιν, ὃν καὶ Πατέρα τοῦ Ἰησοῦ κέκληκε· καὶ ἕνα τὸν Δημιουργὸν πονηρὸν ὄντα καὶ γνωστὸν λαλήσαντα ἐν τῷ νόμῳ, καὶ ἐν τοῖς προφήταις φανέντα, καὶ ὁρατὸν πολλάκις γενόμενον. Μὴ εἶναι δὲ τὸν Χριστὸν γεγεννημένον ἐκ Μαρίας, μηδὲ ἐν σαρκὶ πεφηνέναι, ἀλλὰ δοκήσει ὄντα, καὶ δοκήσει πεφηνότα, δοκήσει δὲ τὰ ὅλα πεποιηκότα. Καὶ αὐτὸς σαρκὸς ἀνάστασιν ἀπωθεῖται. Παλαιὰν δὲ ἀπαγορεύει Διαθήκην· τὴν δὲ διὰ Μωϋσέως καὶ τῶν προφητῶν ὡς ἀλλοτρίαν οὖσαν Θεοῦ. Ἐληλυθέναι δὲ τὸν Χριστὸν ἀπὸ τῶν ἄνωθεν ἐκ τοῦ ἀγνώστου Πατρὸς, εἰς ἀθέτησιν τῆς τοῦ κοσμοποιοῦ καὶ Δημιουργοῦ ἐνταῦθα, φησὶ, ἀρχῆς καὶ τυραννίδος· ὥσπερ ἀμέλει καὶ πολλαὶ τῶν αἱρέσεων ἐξεῖπαν.
Two first principles this man also has preached in the world, and forsooth two gods: one good and one unknown to all, Whom he has also called the Father of Jesus; and one the Demiurge, being evil and known, who spoke in the Law, and appeared in the prophets, and oftentimes became visible. And that Christ was not born of Mary, nor appeared in flesh, but existed in semblance, and appeared in semblance, and did all things in semblance. And he himself thrusts away the resurrection of the flesh. And he rejects the Old Covenant—that through Moses and the prophets—as being alien from God. And he says that Christ has come from the regions above out of the unknown Father, for the abolition of the rule and tyranny here of the world-maker and Demiurge; just as indeed many of the heresies also have declared.
PG 41:693Read from the page
Ὀλίγῳ δὲ τῷ χρόνῳ οὗτος ἐν Ῥώμῃ γενόμενος, μεταδέδωκεν αὐτοῦ τὸν ἰὸν Μαρκίωνι. Διόπερ τοῦτον ὁ Μαρκίων διεδέξατο.
Having spent a brief time in Rome, this man imparted his venom to Marcion. Wherefore Marcion succeeded him.
Βʹ. Τῆς δὲ αἱρέσεως ὡσαύτως φωρατῆς οὔσης, ἐν συντόμῳ περὶ ταύτης ἡμῖν ἔσται λόγος. Ἀρξόμεθα δὲ πάλιν τῆς κατ' αὐτοῦ ἀνατροπῆς ἀπ' αὐτῶν τῶν παρ' αὐτοῦ λεγομένων. Ὅτι μὲν γὰρ δύο ἀρχὰς ἐπιτοαυτὸ εἶναι ἀδύνατον, δῆλον. Εἰ γὰρ αἱ δύο ἐκ μιᾶς εἰσί τινος, ἢ ἡ μὲν ἔστι δευτέρα, ἡ δὲ τῆς δευτέρας αἰτία καὶ ἀρχή. Ζητηθήσεται οὖν ἤτοι αἰτία τῶν δύο, ἢ ὁποτέρα τούτων ἀρχὴ οὖσα τῆς ἑτέρας, ὡς ἔφην· καὶ οὕτως ἐκ παντὸς τρόπου ἐπὶ τὴν μίαν ἀνακτέον τὴν διάνοιαν, τὴν εὑρισκομένην πρώτην, ἐξ ἧς καὶ ἡ δευτέρα, ἤτοι ἀμφότεραι, καθὼς δέδεικται, ὡς ἔφην. Ἐπιτοαυτὸ δὲ ἀδύνατον τὰς δύο ἀρχὰς ὑπάρχειν· ἀλλ' οὐδὲ διαφέρεσθαι τὴν μίαν πρὸς τὴν ἄλλην δυνατόν. Εἰ γὰρ διαφέρονται, εἰσὶ μὲν δύο. Τῷ δὲ δύο ἀριθμῷ εὑρισκόμεναι, τὸν ἕνα ἀριθμὸν ὑπερβεβήκασι. Τοῦ δὲ ἑνὸς καὶ πρώτου ἀριθμοῦ ζητουμένου, αἱ δύο τῷ ἑνὶ ἀριθμῷ καὶ ἀνωτέρῳ ὑπόκεινται τῷ αἰτίῳ τῶν δύο ὄντι. Οὐ γὰρ αἱ δύο αἱ μετὰ τὸν ἕνα ἀριθμὸν, ἢ τὴν μίαν ἀρχὴν καὶ πρώτην, αἰτίαι ἑαυτῶν δύνανται εἶναι· τοῦ ἑνικοῦ ἀριθμοῦ καὶ ἀνωτάτου ἀεὶ ζητουμένου. Εἰ γὰρ αἱ δύο εὑρεθήσονται μιᾶς οὔσης συμφωνίας, καὶ συγχαίρουσαι, καὶ συμφωνοῦσαι ἀλλήλαις, ἐν τῷ τὴν μὲν μίαν παραμένειν τῆς ἑτέρας εὐδοκούσης, καὶ τῆς ἄλλης δὲ χαιρούσης, τῇ τῆς ἑτέρας συζυγίᾳ, ἡ στάσις τίς ἐστιν ἀναμέσον ἀμφοτέρων; Εἰ δὲ στασιάζουσι καὶ ἰσχύουσιν ἅμα ἀμφότεραι πρὸς ἀλλήλας ἐπ' ἴσης, οὐκέτι Χριστὸς ὁ ἐλθὼν διὰ τὴν ἀθέτησιν τῆς μιᾶς δυνήσεται καταλῦσαι τὴν ταύτης τυραννίδα, αὐτῆς ἀντεχούσης, καὶ δυναμένης πρὸς τὴν ἄνω ἀόρατον καὶ ἀκατονόμαστον ἀγωνίζεσθαι, ἀντέχειν τε καὶ μηδέποτε δύνασθαι καταλύεσθαι.
Chapter II. Since this heresy is likewise easy to detect, our discourse concerning it shall be brief. And again we shall begin our refutation against him from the very things said by him. For that it is impossible for two first principles to exist together is plain. For if the two are from some one principle, either the one is second, and the other is the cause and first principle of the second. There will be sought, therefore, either a cause of the two, or whichever of these is the first principle of the other, as I said; and thus in every way one must refer one's thought back to the one principle that is found first, from which comes either the second, or else both, just as has been shown, as I said. Together it is impossible for the two first principles to subsist; nay, neither is it possible for the one to differ over against the other. For if they differ, they are indeed two. And being found in the number two, they have gone beyond the number one. Now when the one and first number is sought, the two are subject to the one and higher number, which is the cause of the two. For the two that come after the number one, or the one and first principle, cannot be causes of themselves, since the singular and supreme number is ever sought. For if the two shall be found to be of one accord, both rejoicing together and agreeing with one another—in that the one abides while the other is well pleased, and the second rejoices in the fellowship of the other—what faction is there between them both? But if they are at variance and both have equal strength against one another at the same time, Christ, Who came for the abolition of the one, will no longer be able to overthrow its tyranny, since it holds out and is able to contend against the invisible and unnameable principle above, to resist and never be able to be overthrown.
Γʹ. Λέγει δὲ ὁ ἠλίθιος καὶ τὸν νόμον καὶ τοὺς προφήτας τῆς φαύλης καὶ ἐναντίας εἶναι ἀρχῆς, τὸν δὲ Χριστὸν τῆς ἀγαθῆς. Πόθεν οὖν οἱ προφῆται τὰ εἰς Χριστὸν τετυπωμένα πρυανεφώνησαν, εἰ μὴ μία ἦν καὶ ἡ αὐτὴ δύναμις, ἡ λαλήσασα ἐν νόμῳ καὶ ἐν προφήταις καὶ Εὐαγγελίοις; καθάπερ λέγει· Ὁ λαλῶν ἐν τοῖς προφήταις ἰδοὺ πάρειμι, καὶ τὰ ἑξῆς. Πόθεν δὲ καὶ ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ προανεφώνει, λέγων· Εἰ Μωϋσεῖ ἐπιστεύετε, καὶ ἐμοὶ ἂν ἐπιστεύετε· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἔγραψε; Καὶ πολλά μοι ἔστι περὶ μαρτυριῶν λέγειν, καθὼς συναγείρας σχολὴν ἑαυτῷ ἐποίησεν ὁ ἐπὶ συγκυρήματι πονηρῷ τῷ κόσμῳ ἐπιβλαστήσας, καὶ πλανήσας τοὺς ὑπ' αὐτοῦ πεπλανημένους. Παρελεύσομαι δὲ καὶ ταύτην, ὡσεὶ μέμυκος καὶ πεμφρηδόνος τῶν ὀδυνοποιῶν ἐκ πετεινῶν κνωδάλων
Chapter III. And the fool says that both the Law and the prophets belong to the base and contrary first principle, whereas Christ belongs to the good one. Whence, then, did the prophets proclaim beforehand the things prefigured with respect to Christ, unless there was one and the same power that spoke in the Law and in the prophets and in the Gospels? Even as He says: I Who speak in the prophets, behold, I am here (Isa. 52:6), and what follows. And whence did the Lord also in the Gospel proclaim beforehand, saying: If you believed Moses, you would believe Me also; for he wrote concerning Me (John 5:46)? And I have much to say concerning testimonies, according as he gathered and made a school for himself—he who sprouted up upon the world in an evil conjuncture, and led astray those who were led astray by him. Yet I shall pass by this heresy also, having brought about the crushing, as it were, of a memyx and a pemphredon, pain-inflicting winged creatures
Notes, col. 693

On the reading

Printed πρυανεφώνησαν, for προανεφώνησαν.

PG 41:696Read from the page
ὁρμωμένων ὑπὸ μίαν θῆξιν ἐκπετασθέντων τὴν ἀνάλωσιν ποιησάμενος διὰ τῆς τοῦ Θεοῦ ἐνεργεστάτης πίστεώς τε καὶ σωτηριώδους διδασκαλίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ εἰπόντος· Βλέπετε μὴ πλανηθῆτε. Πολλοὶ γὰρ ἐλεύσονται ψευδοπροφῆται. Καὶ τοῦ Ἀποστόλου περὶ τῶν αὐτῶν ψευδοχρίστων, καὶ ψευδοδιδασκάλων, καὶ ψευδαδέλφων φήσαντος, καὶ ἡμᾶς ἀσφαλισαμένου, ἐπὶ τὰς ἑξῆς, κατὰ τὴν ἀκολουθίαν προβαινόντων τῶν ἄλλων, ποιήσομαι τὴν ὑφήγησιν.
rushing forth, stretched flat beneath a single stroke, through the most effectual faith of God and saving teaching of our Lord Jesus Christ, Who said: Take heed lest you be led astray; for many false prophets shall come (Luke 21:8; Mark 13:22). And since the Apostle also spoke concerning the same false christs, and false teachers, and false brethren, and made us secure, I shall set forth the exposition against the heresies that follow next, as the others advance in due sequence.
ΚΑΤΑ ΜΑΡΚΙΩΝΙΣΤΩΝ,
Against the Marcionites,
Εἰκοστὴ δευτέρα, ἡ καὶ τεσσαρακοστὴ δευτέρα.
The twenty-second, which is also the forty-second.
Αʹ. Μαρκίων, ἀφ' οὗπερ Μαρκιωνισταὶ, ἐκ τούτου τοῦ προειρημένου Κέρδωνος τὴν πρόφασιν εἰληφὼς, καὶ αὐτὸς μέγας ὄφις προῆλθε τῷ βίῳ. Πολὺ δὲ πλῆθος ἐξαπατήσας ἔτι εἰς δεῦρο εἰς πολλοὺς τρόπους προεστήσατο διδασκαλεῖον. Ἡ δὲ αἵρεσις ἔτι καὶ νῦν, ἔν τε Ῥώμῃ καὶ ἐν τῇ Ἰταλίᾳ, ἐν Αἰγύπτῳ τε καὶ ἐν Παλαιστίνῃ, ἐν Ἀραβίᾳ τε καὶ ἐν τῇ Συρίᾳ, ἐν Κύπρῳ τε καὶ Θηβαΐδι, οὐ μὴν ἀλλὰ καὶ ἐν τῇ Περσίδι, καὶ ἐν ἄλλοις τόποις εὑρίσκεται. Μεγάλως γὰρ ὁ πονηρὸς ἐν αὐταῖς κατίσχυσε τὴν ἀπάτην.
Chapter I. Marcion, after whom the Marcionites are named, having taken his occasion from this aforesaid Cerdo, himself also came forth into the world a great serpent. And having deceived a great multitude even up to the present day in many ways, he established a school. And the heresy is even now still found both in Rome and in Italy, in Egypt and in Palestine, in Arabia and in Syria, in Cyprus and the Thebaid, nay more, even in Persia and in other places. For greatly did the evil one strengthen his deceit in them.
Οὗτος τὸ γένος Ποντικὸς ὑπῆρχεν, Ἑλενοπόντου δέ φημι, Σινώπης δὲ πόλεως, ὡς πολὺς περὶ αὐτοῦ ᾄδεται λόγος. Τὸν δὲ πρῶτον αὐτοῦ βίον παρθενίαν δῆθεν ἤσκει· μονάζων γὰρ ὑπῆρχε, καὶ υἱὸς ἐπισκόπου τῆς ἡμετέρας ἁγίας καθολικῆς Ἐκκλησίας. Χρόνου δὲ προϊόντος προσφθείρεται παρθένῳ τινὶ, καὶ ἐξαπατήσας τὴν παρθένον, ἀπὸ τῆς ἐλπίδος αὐτήν τε καὶ ἑαυτὸν κατέσπασε· καὶ τὴν φθορὰν ἀπεργασάμενος, ἐξεοῦται τῆς Ἐκκλησίας ὑπὸ τοῦ ἰδίου πατρός. Ἦν γὰρ αὐτοῦ ὁ πατὴρ δι' ὑπερβολὴν εὐλαβείας τῶν διαφανῶν, καὶ σφόδρα τῆς ἀληθείας ἐπιμελομένων, διαπρέπων ἐν τῇ τῆς ἐπισκοπῆς λειτουργίᾳ. Πολλὰ δῆθεν ὁ Μαρκίων καθικετεύσας, καὶ αἰτήσας μετάνοιαν, οὐκ εἴληφε παρὰ τοῦ ἰδίου πατρός. Πόνος γὰρ εἶχε τὸν ἀξιόλογον γέροντα καὶ ἐπίσκοπον, ὅτι οὐ μόνον ἐξέπεσεν ἐκεῖνος, ἀλλ' ὅτι καὶ αὐτῷ τὸ αἶσχος ἔφερεν. Ὡς τοίνυν οὐκ ἔτυχε παρ' αὐτοῦ διὰ τῆς κολακείας ὧν ἐδέετο, μὴ φέρων τὴν ἀπὸ τῶν πολλῶν χλεύην, ἀποδιδράσκει τῆς πόλεως τῆς αὐτῆς, καὶ ἄνεισιν εἰς τὴν Ῥώμην αὐτὴν, μετὰ τὸ τελευτῆσαι Ὑγῖνον τὸν ἐπίσκοπον Ῥώμης. Οὗτος δὲ ἔνατος ἦν ἀπὸ Πέτρου καὶ Παύλου τῶν ἀποστόλων· καὶ τοῖς ἔτι πρεσβύταις περιοῦσι, καὶ ἀπὸ τῶν μαθητῶν τῶν ἀποστόλων ὁρμωμένοις συμβαλὼν, ᾔτει συναχθῆναι, καὶ οὐδεὶς αὐτῷ συγκεχώρηκε· ζήλῳ λοιπὸν ἐπαρθεὶς, ὡς οὐκ ἀπείληφε τὴν προεδρίαν τε καὶ τὴν εἴσδυσιν τῆς Ἐκκλησίας,
By race this man was a native of Pontus—of Helenopontus, I mean, and of the city of Sinope, as much report is sung concerning him. During his first manner of life he forsooth practised virginity; for he was an ascetic, and the son of a bishop of our holy Catholic Church. But as time went on he corrupted himself with a certain virgin, and having deceived the virgin, dragged down both her and himself from their hope; and having wrought the defilement, he was thrust out of the Church by his own father. For his father was through an abundance of piety among those illustrious and exceedingly careful for the truth, excelling in the ministry of the episcopate. Although Marcion forsooth made many entreaties and asked for penance, he did not obtain it from his own father. For grief possessed the estimable old man and bishop, not only because that man had fallen away, but also because he brought disgrace upon him as well. When, therefore, he did not obtain from him through flattery what he begged for, not bearing the mockery from the multitude, he ran away from that same city, and went up to Rome itself, after Hyginus the bishop of Rome had died. Now this man was ninth from the apostles Peter and Paul; and meeting with the elders who still survived and came from the disciples of the apostles, he asked to be admitted to communion, and no one granted it to him; lifted up thereafter with jealousy, since he did not receive either the presidency or admission into the Church,