Migne Reading Room

PG 41 · cols. 613–624 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus III (Anacephalaeosis et Haereses XXXIV–XLVI)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus III (Anacephalaeosis et Haereses XXXIV–XLVI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:613Read from the page
φασὶν, ἀρχόμενος τῆς κατὰ τὴν κτίσιν πραγματείας εὐθὺς ἐν ἀρχῇ τὴν Μητέρα τῶν ὅλων ἐπέδειξεν, εἰπών· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τέσσαρα οὖν ταῦτα ὀνομάσας, Θεὸν, καὶ ἀρχὴν, οὐρανὸν, καὶ γῆν, τὴν Τετρακτὺν αὐτῶν, ὡς αὐτοὶ λέγουσι, διετύπωσε. Καὶ τὸν ἀόρατον δὲ καὶ τὸν ἀπόκρυφον αὐτῆς μηνύοντα εἰπεῖν· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. Τὴν δευτέραν Τετράδα, γέννημα πρώτης Τετράδος, οὕτως αὐτὸν εἰρηκέναι θέλουσιν, Ἄβυσσον ὀνομάζοντα καὶ Σκότος ἐν σφίσιν αὐτοῖς καὶ Ὕδωρ, καὶ τὸ ἐπιφερόμενον τῷ ὕδατι Πνεῦμα· μεθ' ἣν τῆς δεκάδος μνημονεύοντα φῶς λέγειν καὶ ἡμέραν καὶ νύκτα, στερέωμά τε καὶ ἑσπέραν, καὶ ὃ καλεῖται πρωῗ, ξηράν τε καὶ θάλασσαν, ἔτι τε βοτάνην, καὶ δεκάτῳ τόπῳ ξύλον. Οὕτω δὲ διὰ τῶν δέκα ὀνομάτων τοὺς δέκα Αἰῶνας μεμηνυκέναι. Τῆς δὲ δυοδεκάδος οὕτως ἐξεικονίσθαι παρ' αὐτῷ τὴν δύναμιν. Ἥλιον γὰρ λέγειν καὶ σελήνην, ἀστέρας τε καὶ καιροὺς, ἐνιαυτούς τε καὶ κήτη, ἰχθύας καὶ ἑρπετὰ, πετεινὰ καὶ τετράποδα, θηρία τε καὶ (πετεινά που τοῖς) δυοδέκατον τὸν ἄνθρωπον. Οὕτως ὑπὸ τοῦ Πνεύματος τὴν τριάκοντα διὰ Μωϋσέως εἰρῆσθαι διδάσκουσιν. Ἀλλὰ μὴν καὶ τὸν πλαστὸν ἄνθρωπον κατ' εἰκόνα τῆς ἄνω δυνάμεως ἔχειν ἐν αὐτῷ τὴν ἀπὸ τῆς μιᾶς πηγήν. Ἱδρῦσθαι δὲ ταῦτα ἐν τῷ κατὰ τὸν ἐγκέφαλον τόπῳ· ἀφ' ἧς ἀποῤῥεῖν δυνάμεις τέσσαρας, κατ εἰκόνα τῆς ἄνω Τετράδος καλουμένας· τὴν μὲν ὅρασιν, τὴν δὲ ἀκοὴν, τὴν δὲ τρίτην ὄσφρησιν, καὶ τὴν τετάρτη⟨…⟩
say they, beginning his treatise concerning the creation, straightway in the beginning pointed out the Mother of all things, saying: In the beginning God made the heaven and the earth. Having therefore named these four—God, and beginning, heaven, and earth—he delineated their Tetractys, as they themselves say. And indicating also its invisible and hidden character, he said: And the earth was invisible and unformed. And the second Tetrad, the offspring of the first Tetrad, they maintain that he thus expressed by naming Abyss and Darkness among themselves, and Water, and the Spirit borne above the water; after which, making mention of the decad, he speaks of light, and day, and night, and firmament, and evening, and what is called morning, and dry land, and sea, and furthermore herb, and in the tenth place tree; and thus through the ten names indicated the ten Aeons. And the power of the dodecad was thus portrayed by him: for he speaks of sun and moon, stars and seasons, years and sea-monsters, fishes and creeping things, winged creatures and quadrupeds, wild beasts, and (along with the winged creatures, perchance) twelfth, man; thus they teach that the thirty was spoken through Moses by the Spirit. Nay more, they say that the moulded man too, after the image of the power above, has in himself the [fountain] from the one fountain, and that these things are seated in the place around the brain, from which flow forth four powers called after the image of the Tetrad above: first sight, second hearing, third smell, and the fourth […]
Τὴν δὲ Ὀγδοάδα φασὶ μηνύεσθαι διὰ τοῦ ἀνθρώπου οὕτως· ἀκοὰς μὲν δύο ἔχοντας, καὶ τοσαύτας ὁράσεις, ἔτι τε ὀσφρήσεις δύο, καὶ διπλῆν γεῦσιν, πικροῦ τε καὶ γλυκέως. Ὅλον δὲ τὸν ἄνθρωπον πᾶσαν τὴν εἰκόνα τῆς Τριακοντάδος οὕτως ἔχειν διδάσκουσιν. Ἐν μὲν ταῖς χερσὶ διὰ τῶν δακτύλων τὴν Δεκάδα βαστάζειν· ἐν ὅλῳ δὲ τῷ σώματι εἰς δεκαδύο μέλη διαιρουμένῳ τὴν Δωδεκάδα. Διαιροῦσι δὲ αὐτὸ καθάπερ τὸ τῆς ἀληθείας διῄρηται παρ' αὐτοῖς (τοῖς) σώμασι, περὶ οὗ προειρήκαμεν. Τήν τε οὖν Ὀγδοάδα, ἄῤῥητόν τε καὶ ἀόρατον οὖσαν, ἐν τοῖς σπλάγχνοις κρυβομένην νοεῖσθαι.
And they say that the Ogdoad is indicated through man thus: having two ears, and as many eyes, and furthermore two nostrils, and a twofold taste, both of bitter and of sweet. And they teach that the whole man thus possesses the entire image of the Triacontad: in his hands, through the fingers, he bears the Decad; and in his whole body, divided into twelve members, the Dodecad—for they divide it just as the [body] of truth has been divided among them into (the) bodies, concerning which we have spoken before. And the Ogdoad, being ineffable and invisible, is understood as hidden in the inward parts.
ΙϚʹ. Ἥλιον δὲ πάλιν τὸν μέγαν φωστῆρα ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν γεγονέναι διὰ τὸν τῆς Τετράδος ἀριθμὸν φάσκουσι. Τῆς τε σκηνῆς τῆς ὑπὸ Μωϋσέως κατασκευασθείσης αἱ αὐλαὶ, ἐκ βύσσου, καὶ ὑακίνθου, καὶ πορφύρας, καὶ κοκκίνου γεγονυῖαι, τὴν αὐτὴν παρ' αὐτοῖς ἐπέδειξαν εἰκόνα. Τόν τε τοῦ ἱερέως ποδήρη, τέσσαρσι στοιχείοις λίθων πολυτελῶν κεκοσμημένον, τὴν Τετράδα σημαίνειν διορίζονται· καὶ εἴ τινα τοιαῦτα κεῖται ἐν ταῖς Γραφαῖς, εἰς τὸν τῶν τεσσάρων δυνάμενα ἄγεσθαι ἀριθμὸν διὰ τὴν Τετρακτὺν αὐτῶν φασι γεγονέναι. Τὴν δὲ Ὀγδοάδα πάλιν δείκνυσθαι οὕτως· Ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν πεπλάσθαι λέγουσι τὸν ἄνθρωπον. Ποτὲ μὲν γὰρ αὐτὸν τῇ ἕκτῃ βούλονται γεγονέναι, ποτὲ δὲ τῇ ὀγδόῃ, εἰ μὴ τὸν μὲν χοϊκὸν ἐν τῇ ἕκτῃ τῶν ἡμερῶν ἐροῦσι πε-
16. And the sun again, the great luminary, they assert came into being on the fourth of the days because of the number of the Tetrad. And the curtains of the tabernacle fashioned by Moses, having come into being out of fine linen, and blue, and purple, and scarlet, pointed out among them the same image. And the priest's robe reaching to the feet, adorned with four rows of precious stones, they determine signifies the Tetrad; and if any such things lie in the Scriptures, capable of being brought under the number of four, they say they came into being because of their Tetractys. And the Ogdoad again is shown thus: they say that man was moulded on the eighth of the days. For sometimes they will have him to have come into being on the sixth day, and sometimes on the eighth, unless they shall say that the earthy man was moul-
Notes, col. 613

On the reading

Printed κατ, for κατ'.

PG 41:616Read from the page
πλάσθαι, τὸν δὲ σαρκικὸν ἐν τῇ ὀγδόῃ. Διέσταλται γὰρ ταῦτα παρ' αὐτοῖς. Ἔνιοι δὲ ἄλλον θέλουσι τὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γεγονότα ἀρσενόθηλυν ἄνθρωπον, καὶ τοῦτον εἶναι τὸν πνευματικόν· ἄλλον δὲ τὸν ἐκ τῆς γῆς πλασθέντα. Καὶ τὴν τῆς κιβωτοῦ δὲ οἰκονομίαν ἐν τῷ κατακλυσμῷ, ἐν ᾗ ὀκτὼ ἄνθρωποι διεσώθησαν, φανερώτατά φασι τὴν σωτήριον Ὀγδοάδα μηνύειν. Τὸ αὐτὸ δὲ καὶ τὸν Δαβὶδ ὄγδοον ὄντα τῇ γενέσει τῶν ἀδελφῶν αὐτοῦ σημαίνειν. Ἔτι μὴν καὶ τὴν περιτομὴν ὀκταήμερον γινομένην τὸ περίτμημα τῆς ἄνω Ὀγδοάδος δηλοῦν. Καὶ ἁπλῶς ὅσα εὑρίσκεται ἐν ταῖς Γραφαῖς, ὑπάγεσθαι δυνάμενα εἰς τὸν ἀριθμὸν τῶν ὀκτὼ, τὸ μυστήριον τῆς Ὀγδοάδος ἐκπληροῦν λέγουσιν. Ἀλλὰ καὶ τὴν δεκάδα σημαίνεσθαι διὰ τῶν δέκα ἐθνῶν ὧν ἐπηγγείλατο ὁ Θεὸς τῷ Ἀβραὰμ, εἰς κατάσχεσιν δοῦναι λέγουσι. Καὶ τὴν περὶ Σάῤῥαν δὲ οἰκονομίαν, ὡς μετὰ ἔτη δέκα δίδωσιν αὐτῷ τὴν ἑαυτῆς δούλην Ἄγαρ, ἵνα ἐξ αὐτῆς τεκνοποιήσηται, τὸ αὐτὸ δηλοῦν. Καὶ ὁ δοῦλος δὲ Ἀβραὰμ πεμφθεὶς ἐπὶ Ῥεβέκκαν, καὶ ἐπὶ τῷ φρέατι διδοὺς αὐτῇ ψέλια χρυσῶν δέκα, καὶ οἱ ἀδελφοὶ αὐτῆς κατέχοντες αὐτὴν ἐπὶ δέκα ἡμέρας· ἔτι δὲ Ῥοβοὰμ ὁ τὰ δέκα σκῆπτρα λαμβάνων, καὶ τῆς σκηνῆς αἱ δέκα αὐλαῖαι, καὶ οἱ στύλοι οἱ δεκαπήχεις, καὶ οἱ δέκα υἱοὶ Ἰακὼβ, ἐπὶ τὴν ὠνὴν τοῦ σίτου τὸ πρῶτον εἰς Αἴγυπτον πεμφθέντες, καὶ οἱ δέκα ἀπόςτολοι, οἷς φανεροῦται μετὰ τὴν ἔγερσιν ὁ Κύριος, τοῦ Θωμᾶ μὴ παρόντος, τὴν ἀόρατον διετύπουν κατ' αὐτοὺς Δεκάδα.
[to have been] moulded, and the fleshly man on the eighth; for these things are distinguished among them. And some will have him who came into being after the image and likeness of God, a male-female man, to be one, and this one to be the spiritual man; and him who was moulded out of the earth to be another. And the dispensation of the ark in the flood, wherein eight men were saved, they say most manifestly indicates the saving Ogdoad; and that David too, being eighth in birth among his brethren, signifies the same thing. Furthermore, that circumcision taking place on the eighth day declares the circumcision of the Ogdoad above; and in short, whatever things are found in the Scriptures capable of being brought under the number of eight, they say fulfil the mystery of the Ogdoad. Moreover, they say that the decad also is signified through the ten nations which God promised to Abraham to give for a possession; and that the dispensation concerning Sarah—how after ten years she gives him her own maidservant Hagar, that he may beget children by her—declares the same thing. And the servant of Abraham sent unto Rebecca, and at the well giving her bracelets of ten gold pieces, and her brethren detaining her for ten days; furthermore Rehoboam receiving the ten sceptres, and the ten curtains of the tabernacle, and the pillars of ten cubits, and the ten sons of Jacob sent into Egypt the first time for the purchase of corn, and the ten apostles to whom the Lord is manifested after the resurrection when Thomas was not present—all these, according to them, delineated the invisible Decad.
ΙΖʹ. Τὴν δυοδεκάδα δὲ, περὶ ἣν καὶ τὸ μυστήριον τοῦ πάθους τοῦ ὑστερήματος γεγονέναι, εξ οὗ πάθους τὰ βλεπόμενα κατεσκευάσθαι θέλουσιν, ἐπισήμως καὶ φανερῶς πανταχῇ κεῖσθαι λέγουσιν. Ὡς τοὺς δώδεκα υἱοὺς τοῦ Ἰακὼβ, ἐξ ὧν καὶ δεκαδύο φυλαὶ, καὶ τὸ λόγιον τὸ ποικιλτὸν δώδεκα λίθους ἔχον, καὶ τοὺς δώδεκα κώδωνας· καὶ τοὺς ὑπὸ Μωῦσέως τεθέντας ὑπὸ τὸ ὄρος δώδεκα λίθους· ὡσαύτως δὲ καὶ τοὺς ὑπὸ Ἰησοῦ ἐν τῷ ποταμῷ, καὶ ἄλλους εἰς τὸ πέραν, καὶ τοὺς βαστάζοντας τὴν κιβωτὸν τῆς Διαθήκης, καὶ τοὺς ὑπὸ Ἠλία τεθειμένους ἐν τῇ ὁλοκαυτώσει τοῦ μόσχου· καὶ τὸν ἀριθμὸν δὲ τῶν ἀποστόλων· καὶ πάντα ἁπλῶς ὅσα τὸν δωδέκατον ἀριθμὸν διασώζει, τὴν Δωδεκάδα αὐτῶν χαρακτηρίζειν λέγουσι. Τὴν δὲ τούτων πάντων ἕνωσιν ὀνομαζομένην Τριακοντάδα διὰ τῆς τριάκοντα πηχῶν τὸ ὕψος ἐπὶ Νῶε κιβωτοῦ, καὶ διὰ Σαμουὴλ κατακλίναντος τὸν Σαοὺλ ἐν τοῖς τριάκοντα κλητοῖς πρῶτον, καὶ διὰ Δαβὶδ, ὅτε ἐπὶ τριάκοντα ἡμέραις ἐκρύβετο ἐν τῷ ἀγρῷ, καὶ διὰ τῶν συνεισελθόντων αὐτῷ εἰς τὸ σπήλαιον (Ἰσραήλ)· καὶ διὰ τοῦτο, τὸ μῆκος γίνεσθαι τῆς ἁγίας Σκηνῆς τριάκοντα πηχῶν. Καὶ εἴ τινα ἄλλα ἰσάριθμα τούτοις εὑρίσκουσι, τὴν Τριακοντάδα
17. And the dodecad, concerning which also they maintain that the mystery of the passion of the defect took place—out of which passion the things that are seen were fashioned—lies notably and manifestly everywhere, they say: as the twelve sons of Jacob, from whom also are the twelve tribes, and the embroidered oracle having twelve stones, and the twelve bells; and the twelve stones set by Moses beneath the mountain; and likewise those set by Joshua in the river, and others over on the other side, and those bearing the ark of the Covenant, and those placed by Elijah in the whole burnt-offering of the calf; and the number of the apostles as well; and in short all things whatsoever that preserve the twelfth number, they say characterize their Dodecad. And the union of all these, named the Triacontad, [is shown] through Noah's ark being thirty cubits in height, and through Samuel making Saul recline first among the thirty invited guests, and through David when for thirty days he hid himself in the field, and through those (of Israel) who entered along with him into the cave; and that on this account the length of the holy Tabernacle is thirty cubits. And if they find any other things equal in number to these, the Triacontad
Notes, col. 616

On the reading

Printed 613, for 616.

Printed ἀπόςτολοι, for ἀπόστολοι.

Printed εξ, for ἐξ.

Printed Μωῦσέως, for Μωϋσέως.

PG 41:617Read from the page
αὐτῶν διὰ τῶν τοιούτων ἐπιδεικνύναι φιλεριστοῦσιν.
of theirs they contentiously strive to demonstrate through such things.
ΙΗʹ. Ἀναγκαῖον ἡγησάμην προσθεῖναι τούτοις καὶ ὅσα περὶ τοῦ Προπάτορος αὐτῶν, ὃς ἄγνωστος ἦν τοῖς πᾶσι πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας, ἐκλέγοντες ἐκ τῶν Γραφῶν πείθειν ἐπιχειροῦσιν, ἵν' ἐπιδείξωσι τὸν Κύριον ἡμῶν ἄλλον καταγγέλλοντα Πατέρα παρὰ τὸν ποιητὴν τοῦδε τοῦ παντός· ὃν, καθὼς προέφαμεν, ἀσεβοῦντες, ὑστερήματος καρπὸν εἶναι λέγουσι. Τόν γοῦν προφήτην Ἠσαΐαν εἰπόντα, Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκε, τὴν τοῦ ἀοράτου Βυθοῦ ἀγνωσίαν ειρηκέναι μεθαρμόζουσι. Καὶ διὰ Ὡσηὲ τὸ εἰρημένον, Οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια οὐδὲ ἐπίγνωσις Θεοῦ, εἰς τὸ αὐτὸ συντείνειν βιάζονται. Καὶ, Οὐκ ἔστιν ὁ συνιὼν, ἢ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, ἐπὶ τῆς τοῦ Βυθοῦ ἀγνωσίας τάττουσι. Καὶ τὸ διὰ Μωϋσέως δὲ ειρημένον, Οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται, εις ἐκεῖνον ἔχειν πείθουσι τὴν ἀναφοράν. Τὸν μὲν γὰρ Ποιητὴν ἐπιψευδόμενοι ὑπὸ τῶν προφητῶν ἑωρᾶσθαι λέγουσι· τὸ δὲ, Οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται, περὶ τοῦ ἀοράτου μεγέθους καὶ ἀγνώστου τοῖς πᾶσιν εἰρῆσθαι θέλουσι. Καὶ ὅτι μὲν περὶ τοῦ ἀοράτου Πατρὸς καὶ ποιητοῦ τῶν ὅλων εἴρηται τὸ, Οὐδεὶς ὄψεται τὸν Θεὸν, πᾶσιν ἡμῖν φανερόν ἐστιν· ὅτι δὲ οὐδὲ περὶ τοῦ ἐπὶ τούτων παρεπινοουμένου Βυθοῦ, ἀλλὰ περὶ τοῦ Δημιουργοῦ, καὶ αὐτός ἐστιν ὁ ἀόρατος Θεὸς, δειχθήσεται τοῦ λόγου προϊόντος. Καὶ τὸν Δανιὴλ δὲ τὸ αὐτὸ τοῦτο σημαίνειν ἐν τῷ ἐπερωτᾷν τὸν ἄγγελον τὰς ἐπιλύσεις τῶν παραβολῶν, ὡς μὴ ειδότα. Ἀλλὰ καὶ τὸν ἄγγελον ἀποκρυπτόμενον ἀπ' αὐτοῦ τὸ μέγα μυστήριον τοῦ Βυθοῦ εἰπεῖν αὐτῷ· Ἀπότρεχε, Δανιήλ· οὗτοι γὰρ οἱ λόγοι ἐμπεφραγμένοι εισὶν, ἕως οι συνιέντες συνιῶσι, καὶ οἱ λευκοὶ λευκανθῶσι· καὶ αὐτοὺς εἶναι τοὺς λευκοὺς, καὶ εὖ συνιέντας αὐχοῦσι.
18. I deemed it necessary to add to these also whatever things they select from the Scriptures concerning their Forefather, who was unknown to all before the coming of Christ, attempting to persuade men in order to demonstrate that our Lord proclaimed another Father besides the Maker of this universe—whom, as we said before, they ungodly assert to be the fruit of a defect. Accordingly, when the prophet Isaiah said, But Israel knew me not, and my people understood me not, they adapt this as having spoken of ignorance of the invisible Bythus. And what was spoken through Hosea, There is no truth in them, nor fuller knowledge of God, they force to tend towards the same point. And, There is none that understands, or that seeks after God; they have all turned aside, together they have become unprofitable, they assign to ignorance of Bythus. And what was spoken through Moses, No one shall see God and live, they persuade men has reference to him. For falsely speaking against the Maker, they say that he was seen by the prophets; whereas the saying, No one shall see God and live, they maintain was spoken concerning the invisible greatness unknown to all. Now that the saying, No one shall see God, was spoken concerning the invisible Father and Maker of all things, is manifest to us all; and that it is not concerning the Bythus spuriously devised alongside these, but concerning the Demiurge, and that He Himself is the invisible God, shall be shown as our discourse proceeds. And they say that Daniel too signifies this very same thing in asking the angel for the explanations of the parables, as though not knowing; nay more, that the angel, concealing from him the great mystery of Bythus, said to him: Run thy way, Daniel; for these words are sealed up, until those who understand shall understand, and the white shall be made white; and they boast that they themselves are the white and those who understand well.
Πρὸς δὲ τούτους ἀμύθητον πλῆθος ἀποκρύφων καὶ νόθων γραφῶν, ἃς αὐτοὶ ἔπλασαν, παρεισφέρουσιν εἰς κατάπληξιν τῶν ἀνοήτων, καὶ τὰ τῆς ἀληθείας μὴ ἐπισταμένων γράμματα. Προσπαραλαμβάνουσι δὲ εἰς τοῦτο κάκεῖνο τὸ ῥᾳδιούργημα, ὡς τοῦ Κυρίου τὰ διὰ τοῦ διδασκάλου αὐτῷ φήσαντος, καθὼς ἔθος ἐστὶν, Ειπὲ ἄλφα, ἀποκρίνασθαι τὸ ἄλφα. Πάλιν τε τὸ βῆτα τοῦ διδασκάλου κελεύσαντος εἰπεῖν, ἀποκρίνασθαι τὸν Κύριον· Σύ μοι πρότερον εἰπὲ τί ἐστι τὸ ἄλφα, καὶ τότε σοι ἐρῶ τί ἐστι τὸ βῆτα. Καὶ τοῦτο ἐξηγοῦνται, ὡς αὐτοῦ μόνου τὸ ἄγνωστον ἐπισταμένου, ὃ ἐφανέρωσεν ἐν τῷ τύπῳ τοῦ ἄλφα. Ἔνια δὲ καὶ τῶν ἐν τῷ Εὐαγγελίῳ κειμένων εἰς τοῦτον τὸν χαρακτῆρα μεθαρμόζουσιν· ὡς τὴν πρὸς τὴν μητέρα αὐτοῦ δωδεκαετοῦς ὄντος ἀπόκρισιν· Οὐκ οἴ-
Moreover, besides these, they bring in an untold multitude of apocryphal and spurious writings, which they themselves forged, to bewilder the foolish and those who do not know the Scriptures of truth. And for this purpose they also adduce that reckless fabrication: how when the Lord—the teacher having said to Him, as is customary, Say Alpha—answered, Alpha; and again, when the teacher bade Him say Beta, the Lord answered: Do you first tell Me what Alpha is, and then I will tell you what Beta is. And this they expound as meaning that He alone knew the unknown, which He manifested under the type of Alpha. And some also of the sayings lying in the Gospel they remodel into this stamp, such as His answer to His mother when He was twelve years old: Knew ye not
Notes, col. 617

On the reading

Printed Τόν, for Τὸν.

Printed ειρηκέναι, for εἰρηκέναι.

Printed ειρημένον, for εἰρημένον.

Printed εις, for εἰς.

Printed ειδότα, for εἰδότα.

Printed εισὶν, for εἰσὶν.

Printed οι, for οἱ.

Printed κάκεῖνο, for κἀκεῖνο.

Printed Ειπὲ, for Εἰπὲ.

PG 41:620Read from the page
δατε, ὅτι ἐν τοῖς τοῦ Πατρός μου δεῖ με εἶναι : Ὃν οὐκ ᾔδεισαν, φασὶ, Πατέρα κατήγγελλεν αὐτοῖς· καὶ διὰ τοῦτο ἐκπέμψαι τοὺς μαθητὰς εἰς τὰς δώδεκα φυλὰς, κηρύσσοντας τὸν ἄγνωστον αὐτοῖς Θεόν. Καὶ τῷ εἰπόντι αὐτῷ, Διδάσκαλε ἀγαθὲ, τὸν ἀληθῶς ἀγαθὸν Θεὸν ὡμολογηκέναι, εἰπόντα· Τί με λέγεις ὰγαθόν ; Εἷς ἐστιν ἀγαθὸς, ὁ Πατὴρ ἐν τοῖς οὐρανοῖς. Οὐρανοὺς δὲ νῦν τοὺς Αἰῶνας εἰρῆσθαι λέγουσι. Καὶ διὰ τὸ μὴ ἀποκριθῆναι τοῖς εἰποῦσιν αὐτῷ, Ἐν ποίᾳ δυνάμει τοῦτο ποιεῖς ; ἀλλὰ τῇ ἀντεπερωτήσει ἀπορῆσαι αὐτοὺς, τὸ ἄῤῥητον τοῦ Πατρὸς, ἐν τῷ εἰπεῖν, δεδειχέναι αὐτὸν ἐξηγοῦνται. Ἀλλὰ καὶ ἐν τῷ εἰρηκέναι, Πολλάκις ἐπεθύμησα ἀκοῦσαι ἕνα τῶν λόγων τούτων, καὶ οὐκ ἔσχον τὸν ἐροῦντα, ἐμφαίνοντός φασι δεῖν διὰ τοῦ ἑνὸς τὸν ἀληθῶς ἕνα Θεὸν, ὃν οὐκ ἐγνώκεισαν. Ἔτι ἐν τῷ προςχόντα αὐτὸν τῇ Ἱερουσαλήμ, δακρῦσαι ἐπ' αὐτὸν, καὶ εἰπεῖν· Εἰ ἔγνως καὶ σὺ σήμερον τὰ πρὸς εἰρήνην· ἐκρύβη δέ σου, διὰ τοῦ ἐκρύβη ῥήματος τὸ ἀπόκρυφον τοῦ Βυθοῦ δεδηλωκέναι. Καὶ πάλιν εἰπόντα· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· καὶ, Μάθετε ἀπ' ἐμοῦ, καὶ τὰ ἑξῆς· τὸν τῆς ἀληθείας Πατέρα κατηγγελκέναι. Ὃ γὰρ οὐκ ᾔδεισαν, φησὶ, τοῦτο αὐτοῖς ὑπέσχετο, διδάξειν δὲ τὴν ἀνωτάτω. Καὶ οἱονεὶ κορωνίδα τῆς ὑποθέσεως αὐτῶν φέρουσι ταῦτα· Ἐξομολογήσομαί σοι, Πάτερ Κύριε τῶν οὐρανῶν καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Οὐὰ ὁ Πατήρ μου, ὅτι ἔμπροσθέν σου εὐδοκία μοι ἐγένετο. Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἔγνω τὸν Πατέρα ει μὴ ὁ Υἱὸς, καὶ τὸν Υἱὸν ει μὴ ὁ Πατὴρ, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Ἐν τούτοις διαῤῥήδην φασὶ δεδειχέναι αὐτὸν, ὡς τὸν ὑπ' αὐτὸν παρεξευρημένον Πατέρα Ἀληθείας πρὸ τῆς παρουσίας αὐτοῦ μηδενὸς πώποτε ἐγνωκότος· καὶ κατασκευάζειν θέλουσιν; ὡς τοῦ Ποιητοῦ καὶ Κτίστου ἀει ὑπὸ πάντων ἐγνωσμένου. Καὶ ταῦτα τὸν Κύριον ειρηκέναι περὶ τοῦ ἀγνώστου τοῖς πᾶσι Πατρὸς, ὃν αὐτοὶ καταγγέλλουσι.
that I must be in the things of My Father? He was proclaiming to them, say they, the Father whom they knew not; and on this account He sent forth the disciples to the twelve tribes, preaching the God unknown to them. And to him who said to Him, Good Teacher, He confessed the truly good God by saying: Why do you call Me good? One is good, the Father in the heavens; and by heavens in this place, they say, the Aeons were meant. And because He did not answer those who said to Him, By what power do you do this? but perplexed them by His counter-question, they expound that in so speaking He showed the ineffability of the Father. Moreover, in having said, Often did I desire to hear one of these words, and I had no one to tell it, they say He indicated through the expression one that one must seek the truly one God, whom they had not known. Furthermore, when drawing near to Jerusalem He wept over it and said, If you too had known today the things that make for peace; but they were hidden from you, through the word hidden He declared the hiddenness of Bythus. And again, when He said, Come unto Me, all who labour and are heavy laden, and I will give you rest, and, Learn from Me, and what follows, He proclaimed the Father of truth; for what they knew not, says he, this He promised them, and to teach the supreme [power]. And as the very capstone of their hypothesis they adduce these words: I give thanks to Thee, O Father, Lord of the heavens and of the earth, because Thou hast hidden these things from the wise and prudent, and hast revealed them unto babes; yea, O My Father, for so was it well-pleasing before Thee. All things were delivered unto Me by My Father; and no one knew the Father save the Son, nor the Son save the Father, and he to whomsoever the Son may reveal Him. In these words, they say, He expressly showed that prior to His coming no one at all had ever known the Father of Truth spuriously devised under Him; and they wish to establish it as though the Maker and Creator had always been known by all, and that the Lord spoke these things concerning the Father unknown to all, whom they themselves proclaim.
ΙΘʹ. Τὴν δὲ τῆς Ἀπολυτρώσεως αὐτοῖς παράδοσιν συμβέβηκεν ἀόρατον εἶναι καὶ ἀκατάληπτον, ἅτε τῶν ἀκρατήτων καὶ ἀοράτων μητέρα ὑπάρχουσαν. Καὶ διὰ τοῦτο ἄστατον οὖσαν, οὐχ ἁπλῶς, οὐδὲ ἑνὶ λόγῳ ἀπαγγεῖλαι ἔστι διὰ τὸ ἕν ἕκαστον αὐτῶν, καθὼς αὐτοὶ βούλονται, παραδιδόναι αὐτήν. Ὅσοι γάρ εἰσι ταύτης τῆς γνώμης μυσταγωγοὶ, τοσαῦται καὶ ἀπολυτρώσεις. Καὶ ὅτι μὲν εἰς ἐξάρνησιν τοῦ βαπτίσματος τῆς εις Θεὸν ἀναγεννήσεως, καὶ πάσης τῆς πίστεως ἀπόθεσιν, ὑποβέβληται τὸ εἶδος τοῦ ὑπὸ τοῦ Σατανᾶ, ἐλέγχοντες αὐτοὺς ἀπαγγελοῦμεν ἐν τῷ προσήκοντι τόπῳ. Λέγουσι δὲ αὐτὴν ἀναγκαίαν εἶναι
19. Now their tradition of Redemption happens to be invisible and incomprehensible, inasmuch as it is the mother of things intangible and invisible. And because it is on this account unstable, it is impossible to report it simply or in a single account, since each one of them hands it down according as they themselves wish; for as many mystagogues as there are of this doctrine, so many also are the redemptions. And that this form has been instigated by Satan unto the denial of the baptism of regeneration unto God and the casting away of the whole faith, we shall declare in the proper place when refuting them. Yet they say that it is necessary
Notes, col. 620

On the reading

Printed ὰγαθόν, for ἀγαθόν.

Printed προςχόντα, for προσχόντα.

Printed ει, for εἰ.

Printed ἀει, for ἀεὶ.

Printed ειρηκέναι, for εἰρηκέναι.

Printed ἕν, for ἓν.

Printed εις, for εἰς.

PG 41:621Read from the page
τοῖς τὴν τελείαν γνῶσιν ειληφόσιν, ἵνα εἰς τὴν ὑπὲρ πάντα δύναμιν ὦσιν ἀναγεγεννημένοι. Ἄλλως γὰρ ἀδύνατον ἐντὸς Πληρώματος εἰσελθεῖν· ἐπειδὴ αὕτη ἐστὶν ἡ εἰς τὸ βάθος κατάγουσα αὐτούς. Τὸ μὲν γὰρ βάπτισμα τοῦ φαινομένου Ἰησοῦ ἀφέσεως ἁμαρτιῶν, τὴν δὲ ἀπολύτρωσιν τοῦ ἐν αὐτῷ Χριστοῦ κατελθόντος εἰς τελείωσιν· καὶ τὸ μὲν ψυχικὸν, τὴν δὲ πνευματικὴν εἶναι ὑφίστανται. Καὶ τὸ μὲν βάπτισμα ὑπὸ Ἰωάννου κατηγγέλθαι εις μετάνοιαν, τὴν δὲ ἀπολύτρωσιν ὑπὸ Ἰησοῦ κεκομίσθαι εἰς τελείωσιν. Καὶ τοῦτ' εἶναι περὶ οὗ λέγει· Καὶ ἄλλο βάπτισμα ἔχω βαπτισθῆναι, καὶ πάνυ ἐπείγομαι εἰς αὐτό. Ἀλλὰ καὶ τοῖς υἱοῖς Ζεβεδαίου, τῆς μητρὸς αὐτῶν αἰτουμένης τὸ καθίσαι αὐτοὺς ἐκ δεξιῶν καὶ ἀριστερῶν μετ' αὐτοῦ εἰς τὴν βασιλείαν, ταύτην προσθεῖναι τὴν ἀπολύτρωσιν τὸν Κύριον λέγουσιν, ειπόντα· Δύνασθε τὸ βάπτισμα βαπτισθῆναι, ὃ ἐγὼ μέλλω βαπτίζεσθαι; Καὶ τὸν Παῦλον ῥητῶς φάσκουσι τὴν ἐν Χριστῷ Ἰησοῦ ἀπολύτρωσιν πολλάκις μεμηνυκέναι· καὶ εἶναι ταύτην τὴν ὑπ' αὐτῶν ποικίλως καὶ ἀσυμφώνως παραδιδομένην.
for those who have received perfect knowledge, in order that they may have been regenerated unto the power that is above all. For otherwise it is impossible to enter within the Pleroma, since it is this that leads them down into the depth. For the baptism of the visible Jesus [was] for the remission of sins, whereas the redemption of the Christ who descended in Him [was] unto perfection; and they maintain that the former is psychic, while the latter is spiritual. And baptism was proclaimed by John unto repentance, whereas redemption was brought in by Jesus unto perfection; and this, they say, is that concerning which He says: And I have another baptism to be baptized with, and right eagerly do I press forward unto it. Moreover, to the sons of Zebedee also, when their mother asked that they might sit at His right hand and left with Him in the kingdom, they say that the Lord set before them this redemption, saying: Are you able to be baptized with the baptism wherewith I am about to be baptized? And they assert that Paul too expressly indicated many times the redemption that is in Christ Jesus, and that this is the one handed down by them variously and discordantly.
Κʹ. Οἱ μὲν γὰρ αὐτῶν νυμφῶνα κατασκευάζουσι, καὶ μυσταγωγίαν ἐπιτελοῦσι μετ' ἐπιῤῥήσεών τινων τοῖς τελειουμένοις· καὶ πνευματικὸν γάμον φάσκουσιν εἶναι τὸ ὑπ' αὐτῶν γινόμενον κατὰ τὴν ὁμοιότητα τῶν ἄνω συζυγιῶν· οἱ δὲ ἄγουσιν ἐφ' ὕδωρ, καὶ βαπτίζοντες οὕτως ἐπιλέγουσιν· Εἰς ὄνομα ἀγνώστου Πατρὸς τῶν ὅλων, εἰς ἀλήθειαν μητέρα πάντων, εἰς τὸν κατελθόντα εἰς Ἰησοῦν, εἰς ἕνωσιν καὶ ἀπολύτρωσιν καὶ κοινωνίαν τῶν δυνάμεων. Ἄλλοι δὲ Ἑβραϊκά τινα ὀνόματα ἐπιλέγουσι, πρὸς τὸ μᾶλλον καταπλήξασθαι τοὺς τελειουμένους, οὕτως· Βασεμὰ χαμοσσὴ βααιανορὰ μισταδίω ῥουαδὰ κουστὰ βαβοφὸρ καλαχθεῖ. Τούτων δ' ἡ ἑρμηνεία ἐστὶ τοιαύτη· Ὑπὲρ πᾶσαν δύναμιν τοῦ Πατρὸς
20. For some of them prepare a bridal chamber, and celebrate a mystic initiation with certain invocations over those who are being perfected, and they assert that what is performed by them is a spiritual marriage after the likeness of the syzygies above. Others lead them to water, and while baptizing pronounce over them thus: Into the name of the unknown Father of all things, into Truth the mother of all, into him who descended into Jesus, into union and redemption and communion of the powers. And others pronounce over them certain Hebrew names, in order the more thoroughly to bewilder those who are being perfected, thus: Basema chamosse baaianora mistadio rhouada kousta babophor kalachthei. And the interpretation of these words is as follows: Above every power of the Father
Notes, col. 621

On the reading

Printed ειληφόσιν, for εἰληφόσιν.

Printed κατηγγέλθαι, for κατηγγέλσθαι.

Printed εις, for εἰς.

Printed ειπόντα, for εἰπόντα.

PG 41:624Read from the page
ἐπικαλοῦμαι Φῶς ὀνομαζόμενον, καὶ Πνεῦμα ἀγαθὸν, λαὶ Ζωήν· ὅτι ἐν σώματι ἐβασίλευσας. Ἄλλοι δὲ πάλιν τὴν λύτρωσιν ἐπιλέγουσιν οὕτως· τὸ ὄνομα τὸ ἀποκεκρυμμένον ἀπὸ πάσης θεότητος, καὶ κυριότητος, καὶ ἀληθείας, ὃ ἐνεδύσατο Ἰησοῦς ὁ Ναζαρηνὸς ἐν ταῖς ζωαῖς τοῦ Φωτὸς τοῦ Χριστοῦ, Χριστοῦ ζῶντος διὰ Πνεύματος ἁγίου εἰς λύτρωσιν ἀγγελικὴν, ὄνομα τὸ τῆς ἀποκαταστάσεως. Μεσσία, οὐφαρὲγ, ναμεμψαιμὰν, χαλδαίαν, μοσομηδαέα, ἀκφραναὶ, ψαούα, Ἰησοῦ ναζαρία. Καὶ τούτων δὲ ἡ ἑρμηνεία ἐστὶ τοιαύτη· Οὐ διαιρῶ τὸ Πνεῦμα, τὴν Καρδίαν, καὶ τὴν ὑπερουράνιον Δύναμιν, τὴν οἰκτίρμονα· ὀναίμην τοῦ ὀνόματός σου, Σωτὴρ ἀληθείας. Καὶ ταῦτα μὲν ἐπιλέγουσιν οἱ αὐτοὶ τελοῦντες· ὁ δὲ τετελεσμένος ἀποκρίνεται· Ἐστήριγμαι, καὶ λελύτρωμαι, καὶ λυτροῦμαι τὴν ψυχήν μου ἀπὸ τοῦ αιῶνος τούτου καὶ πάντων τῶν παρ' αὐτοῦ ἐν τῷ ὀνόματι τοῦ Ἰαὼ, ὃς ἐλυτρώσατο τὴν ψυχὴν αὐτοῦ εις ἀπολύτρωσιν ἐν τῷ Χριστῷ τῷ ζῶντι. Εἶτ' ἐπιλέγουσιν οἱ παρόντες· Εἰρήνη πᾶσιν, ἐφ' οὓς τὸ ὄνομα τοῦτο ἐπανα-
I invoke the Light so named, and the good Spirit, and Life, because in a body thou didst reign. And others again pronounce the redemption thus: The name that is hidden from every deity, and lordship, and truth, wherewith Jesus the Nazarene clothed himself in the lives of the Light of Christ, of Christ living through the Holy Spirit unto angelic redemption—the name of restoration: Messia, ouphareg, namempsaiman, chaldaian, mosomedaea, akphranai, psaoua, Jesou nazaria. And the interpretation of these words is as follows: I do not divide the Spirit, the Heart, and the supercelestial Power, the merciful one; may I have profit of thy name, O Saviour of truth. And these words the initiators themselves pronounce; and he who has been initiated replies: I am established, and I am redeemed, and I redeem my soul from this age and from all things that come from it in the name of Iao, who redeemed his soul unto redemption in the living Christ. Then those present add: Peace be to all upon whom this name res-
Ἔνιοι δ' αὐτῶν τὸ μὲν ἄγειν ἐπὶ τὸ ὕδωρ περισσὸν εἶναι φάσκουσι· μίξαντες δὲ ἔλαιον καὶ ὕδωρ ἐπιτοαυτὸ μετ' ἐπιῤῥήσεων ὁμοιοτρόπων, αἷς προειρήκαμεν, ἐπιβάλλουσι τῇ κεφαλῇ τῶν τελειουμένων. Καὶ τοῦτ' εἶναι τὴν ἀπολύτρωσιν θέλουσι. Μυρίζουσι δὲ καὶ αὐτοὶ τῷ βαλσάμῳ. Ἄλλοι δὲ, ταῦτα πάντα παραιτησάμενοι, φάσκουσι μὴ δεῖν τὸ τῆς ἀῤῥήτου καὶ ἀηράτου δυνάμεως μυστήριον δι' ὁρατῶν καὶ φθαρτῶν ἐπιτελεῖσθαι κτισμάτων, καὶ τῶν ἀνεννοήτων καὶ ἀσωμάτων δι' αισθητῶν καὶ σωματικῶν. Εἶναι δὲ τελείαν ἀπολύτρωσιν αὐτὴν τὴν ἐπίγνωσιν τοῦ ἀῤῥήτου μεγέθους. Ὑπ' ἀγνοίας γὰρ ὑστερήματος καὶ πάθους γεγονότων διὰ γνώσεως, καταλύεσθαι πᾶσαν τὴν ἐκ τῆς ἀγνοίας σύστασιν· ὥστε εἶναι τὴν γνῶσιν ἀπολύτρωσιν τοῦ ἔνδον ἀνθρώπου· καὶ μήτε σωματικὴν ὑπάρχειν αὐτήν· φθαρτὸν γὰρ τὸ σῶμα· μήτε ψυχικήν· ἐπει καὶ ἡ ψυχὴ ἐξ ὑστερήματος· καὶ ἔστι τοῦ Πατρὸς ὥσπερ οἰκητήριον. Πνευματικὴν οὖν δεῖ καὶ τὴν λύτρωσιν ὑπάρχειν. Λυτροῦσθαι γὰρ διὰ Μωϋσέως τὸν ἔσω ἄνθρωπον τὸν πνευματικόν. Καὶ ὀρκεῖσθαι αὐτοὺς τῇ τῶν ὅλων ἐπιγνώσει· καὶ ταύτην εἶναι λύτρωσιν ἀληθῆ. Ἕως ὧδε τὰ ὑπὸ Ειρηναίου.
Yet some of them assert that leading [initiates] to the water is superfluous; instead, mixing oil and water together, with invocations of a similar sort to those we have mentioned before, they pour it upon the head of those being perfected, and maintain that this is the redemption; and they too anoint with balsam. Others, however, rejecting all these practices, assert that the mystery of the ineffable and invisible power ought not to be celebrated through visible and corruptible creatures, nor that of inconceivable and incorporeal realities through things perceptible and corporeal; rather, perfect redemption is the very knowledge of the ineffable greatness. For since defect and passion came into being through ignorance, the whole constitution that arose out of ignorance is dissolved through knowledge, so that knowledge is the redemption of the inner man; and it is neither corporeal—for the body is corruptible—nor psychic, since the soul too is out of a defect, and is as it were the dwelling-place of the Father; redemption itself, therefore, must also be spiritual. For through Moses the inner spiritual man is redeemed, and the full knowledge of all things suffices for them; and this, they say, is true redemption. Thus far the account given by Irenaeus.
ΚΑʹ. Ταύτην τὴν πᾶσαν ἀκριβῆ ἔρευναν ὁ μακάριος πρεσβύτης Ειρηναῖος ἐποιήσατο, καθ' εἱρμὸν μὲν πάντα ἐνθέμενος τῆς αὐτῶν πάσης παραπεποιημένης διδασκαλίας. Διόπερ δὴ, ὡς καὶ ἤδη μοι
21. All this exact investigation the blessed elder Irenaeus made, setting down in due sequence every point of their whole counterfeited teaching. Wherefore indeed, as has already been [stated] by me
Notes, col. 624

On the reading

Printed λαὶ, for καὶ.

Printed αιῶνος, for αἰῶνος.

Printed εις, for εἰς.

Printed ἀηράτου, for ἀοράτου.

Printed αισθητῶν, for αἰσθητῶν.

Printed ἐπει, for ἐπεὶ.

Printed ὀρκεῖσθαι, for ἀρκεῖσθαι.

Printed Ειρηναίου, for Εἰρηναίου.

Printed Ειρηναῖος, for Εἰρηναῖος.