γυναῖκα ἄνθρωπον, ἀλλ' οὐκ ἄνδρα. Διὸ καὶ ὁ ἄνθρωπος λέγομεν, καὶ ἡ ἄνθρωπος. Διαιροῦντες δὲ τὸ γένος ἰδιαζόντως, τὴν μὲν θήλειαν γυναῖκα καλοῦμεν, τὸν δὲ ἄῤῥενα ἄνδρα. Αὕτη γὰρ διάκρισίς ἐστι τοῦ γένους ἄῤῥενος καὶ θηλείας, τὸ ἀνὴρ καὶ γυνὴ, διαιρουμένης τῆς τῶν γενῶν σχέσεως. Ὁμωνυμικῶς δὲ ἄνθρωπος καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ καλεῖται.
woman a human being [anthropos], though not a male [aner]. Wherefore we say both "the man [ho anthropos]" and "the woman [he anthropos]." Yet when we distinguish the sex specifically, we call the female "woman [gyne]" and the male "man [aner]." For "man [aner]" and "woman [gyne]" are the specific distinction between male and female sex when the relation of the sexes is divided; whereas equivocally both the man and the woman are called a human being [anthropos].
Γʹ. Τούτων τοίνυν οὕτως ἐχόντων, ἥκετέ μοι, πάντες Θεοῦ δοῦλοι, οἱ τῆς ἀληθείας ἐρασταί· καὶ γελάσατε τὸν ἀπατεῶνα καὶ ἀγύρτην Κολόρβασον· μᾶλλον δὲ πενθήσατε τοὺς ἀπατηθέντας, καὶ ἑαυτοὺς, καὶ πολλοὺς ἀπολέσαντας. Αὐτοὶ δὲ Θεῷ εὐχαριστήσωμεν, ὡς διὰ μικρῶν καὶ ἁπλῶν λόγων ἡ ἀλήθεια τοὺς ἑαυτῆς εἰς ὁδὸν εὐθεῖαν ὁδηγεῖν εἴωθε· καὶ τὰ σχέτλια καὶ πολύκομπα, διὰ πολλῆς μηχανῆς καλλωπισθέντα, διασκεδάννυσιν, ἀνατρέπει καὶ ἀφανίζει ἡσυχῇ βαίνουσα· ὡς σαφῶς ἔστιν ἰδεῖν ἀπὸ τοῦ προφητικοῦ λόγου. Ἐγκαλῶν γὰρ ὁ προφήτης τοῖς τὰ δεινὰ περιεργαζομένοις, καὶ πολύφημα ἐπινοοῦσιν, εἰς ἑαυτῶν ἀπάτην, ἔλεγε· Διὰ τὸ μὴ θέλειν ὑμᾶς τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, ἀνάγει ἐφ' ὑμᾶς Κύριος τὸ ὕδωρ τοῦ ποταμοῦ, τὸν βασιλέα τῶν Ἀσσυρίων. Ὕδωρ γὰρ Σιλωὰμ, ἐστὶ διδασκαλία τοῦ ἀπεσταλμένου. Τίς δ' ἂν εἴη οὗτος ἀλλ' ἢ ὁ Κύριος ἡμῶν Ἰησοῦς, ὁ ἀπὸ τοῦ Θεοῦ Πατρὸς αὐτοῦ ἀπεσταλμένος, ἡσυχῆ δὲ διὰ τὸ μηδὲν καινόφωνον, μήτε ἐπίπλαστον, ἀλλ' ἐν ἀληθείᾳ τὴν ἁγίαν αὐτοῦ νύμφην τὴν παρ' αὐτοῦ περιστερὰν καλουμένην, διὰ τὸ ἄκακον καὶ ἥμερον καὶ καθαρώτατον τοῦ ζώου, ἐν τοῖς Ἄσμασι τοῦ Σολομῶνος; Καὶ ἔστι θαυμάσαι, τὰς μὲν ἄλλας μὴ οὔσας αὐτοῦ, ἐπὶ δὲ τῷ ὀνόματι αὐτοῦ ἑαυτὰς κεκληκυίας παλλακίδας, ὠνόμασε καὶ βασιλίσσας διὰ τὸ βασιλεῦον ὄνομα, ὃ ἑκάστη Χριστὸν ἐπιγραφομένη ἑαυτῇ σεμνύνεται. Ἀλλ' εἰ καὶ ὀγδοήκοντά εἰσι παλλακαὶ, αἵτινές εἰσιν αἱ αἱρέσεις· ἔπειτα δὲ, νεάνιδες, ὧν οὐκ ἔστιν ἀριθμὸς, φησὶ, μία ἐστὶ περιστερά μου, τελεία μου τουτέστιν αὐτὴ ἁγία νύμφη, καὶ καθολικὴ Ἐκκλησία. Περιστερὰ μὲν, ὡς ἔφην, διὰ τὸ ἥμερον, καὶ ἄκακον, καὶ καθαρὸν τοῦ ζώου· τελεία δὲ, διὰ τὸ τὴν τελείαν ἐκ Θεοῦ λαβεῖν χάριν, καὶ γνῶσιν παρ' αὐτοῦ τοῦ Σωτῆρος διὰ Πνεύματος ἁγίου. Αὐτὸς οὖν ὁ νυμφίος, ὁ Ἀπεσταλμένος ἑρμηνευόμενος, τουτέστι Σιλωὰμ, ὕδωρ ἔχει πορευόμενον ἡσυχῆ, τουτέστι διδασκαλίαν ἄδουπον, καὶ ἀψοφοποιὸν, καὶ ἀφαντασίαστον, καὶ ἀκόμπαστον. Ἡ δὲ αὐτοῦ νύμφη καὶ αὐτὴ ἥσυχος περιστερὰ, μήτε ἰὸν ἔχουσα, μήτε μυλοστομῖδας, μήτε κέντρα, ὡς οὗτοι πάντες οἱ ἑρπετόμορφοι, καὶ ἰὸν ἀναβλυστάνοντες, ἕκαστος φιλοτιμησάμενος δηλητήριόν τι τῷ κόσμῳ κατασκευάσαι, καὶ λυμήνασθαι τοὺς αὐτῷ πεισθέντας· ὧν καὶ οὗτος εἷς ὢν τυγχάνει, ὁ ἐνταῦθά μοι σπουδασθεὶς φωραθῆναι διὰ θείου λόγου καὶ βοηθείας τῆς ἄνωθεν, καὶ συντριβῆναι δίκην φαλαγγίου τετραγνάθου ἑρπετου καλουμένου, ἢ ὡς ἀπὸ ἀμφισβαίνης τῆς δικεφάλου ἐχίδνης τμηθεῖσα
Chapter III. Since these things are so, come hither to me, all you servants of God, lovers of the truth, and laugh to scorn the impostor and mountebank Colorbasus—or rather mourn for those who have been deceived and have destroyed both themselves and many others. Yet for our part let us give thanks to God that through brief and simple words the truth is wont to guide her own into a straight path, while proceeding quietly she scatters, overturns, and obliterates wretched and grandiloquent doctrines tricked out through much contrivance, as may plainly be seen from the prophetic word. For when the prophet rebuked those who busied themselves with dreadful things and devised grand-sounding fables to their own deceit, he said: "Because you refuse the water of Siloam that goes softly, the Lord brings up upon you the water of the river, the king of the Assyrians" (Isa. 8:6). For the water of Siloam is the teaching of Him who was sent. And who could this be save our Lord Jesus, sent from God His Father, and "softly" because without any novel jargon or fabrication, but in truth [teaching] His holy bride called by Him a dove in the Songs of Solomon on account of the creature's guilelessness, gentleness, and utmost purity? And one may marvel [that] while the others are not His, yet have called themselves by His name, He named them concubines, and queens also on account of the royal name, wherewith each sect plumes itself when inscribing the name of Christ upon itself. Yet even if there are eighty concubines—which are the heresies—and thereafter "maidens without number," He says, "one is My dove, My perfect one" (Song of Sol. 6:7-8): that is, this holy bride and catholic Church—a dove indeed, as I said, on account of the creature's gentleness, guilelessness, and purity, and perfect because she has received perfect grace from God and knowledge from the Saviour Himself through the Holy Spirit. Therefore the Bridegroom Himself, who is interpreted "Sent"—that is, Siloam—has water going softly: that is, a teaching free of din, noiseless, void of ostentation, and unboastful. And His bride herself too is a quiet dove, having neither venom, nor grinding jaws, nor stings, like all these reptile-shaped men who gush forth venom, each vying eagerly to concoct some deadly poison for the world and to ruin those persuaded by him; among whom this man too is one, whom I have here taken pains to unmask through the divine word and help from on high, and to have him crushed like the four-jawed reptile called the phalangium, or—like a [head] severed from the two-headed viper, the amphisbaena—