Migne Reading Room

PG 41 · cols. 49–60 · Read from the page

Vita Sancti Epiphanii Constantiae in Cypro Episcopi (Βίος τοῦ ἁγίου Ἐπιφανίου, Capita I–LXXI)

Vita Sancti Epiphanii Constantiae in Cypro Episcopi (Βίος τοῦ ἁγίου Ἐπιφανίου, Capita I–LXXI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:49Read from the page
Καὶ οἱ λοιποὶ πτοηθέντες οὐκέτι θέλουσιν παράγειν τὸν τόπον ἐκεῖνον. Ἀκούσας δὲ Ἐπιφάνιος περὶ τῆς ἀταξίας τοῦ λέοντος, εἶπεν πρὸς ἅπαντας τοὺς παρεστῶτας· Ἄγωμεν, φησὶν, τέκνα, ἐπὶ τῷ ὀνόματι Κυρίου, καὶ ὀψόμεθα τὸν λέοντα τὸν αἱμοβόρον. Λαβὼν οὖν ἐμὲ Ἐπιφάνιος, ἐπορεύθημεν μετὰ τῶν ἀνθρώπων. Ἐλθόντων δὲ ἡμῶν, ἔπεσε φόβος μέγας ἐπὶ πάντας τοὺς ὄντας μεθ' ἡμῶν. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τοὺς ἀνθρώπους· Ποῦ, φησὶν, τέκνα, ἔστιν ἡ κατοίκησις τοῦ λέοντος; Τῶν δὲ ὑποδειξάντων τὸν τόπον, ἔβαινεν Ἐπιφάνιος πρῶτος πάντων. Τοῦ δὲ λέοντος μηδέποτε βλεπομένου, ἔλεγεν Ἐπιφάνιος μεγάλῃ τῇ φωνῇ· Ποῦ ἔστιν τὸ κατοικητήριον τοῦ ἀτάκτου λέοντος; Ἐξεπήδησεν δὲ ὁ λέων ἀπὸ τῆς ὕλης εἰς συνάντησιν Ἐπιφανίου. Οὗτος δὲ ἰδὼν Ἐπιφάνιον, εὐθέως ἔπεσεν ἐπὶ τὴν γῆν, καὶ ἔμεινεν νεκρός. Ἐγγίσας δὲ Ἐπιφάνιος ἐγγὺς τοῦ στόματος, οἱ πάντες ἀπέφυγον φόβῳ μεγάλῳ συσχεθέντες, λογιζόμενοι, μή πως καὶ Ἐπιφάνιον θανατώσει. Ὁ δὲ Ἐπιφάνιος μεγάλῃ τῇ φωνῇ ἔλεγεν πρὸς πάντας αὐτούς· Δεῦτε, φησὶν, ἀφόβως, τέκνα, καὶ ὄψεσθε τὸ πτῶμα τοῦ θηρίου. Τῶν δὲ ἁπάντων εὐθέως συναχθέντων, ἴδον οἱ πάντες τὸ πτῶμα τοῦ θηρίου. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τοὺς ἀνθρώπους· Ἐὰν πίστιν ἔχητε πρὸς τὸν Σωτῆρα, οἱ ὑμῶν ἐπίβουλοι οὕτως πεσοῦνται πάντες. Λαβόντες δὲ ἡμᾶς πάντες οἱ ἄνδρες, ἀπέσωσαν πάλιν ἐν τῷ μοναστηρίῳ, καὶ αὐτοὶ, εὐλογηθέντες παρὰ Ἐπιφανίου, ἐπορεύθησαν τὴν ἑαυτῶν ὁδόν.
And the rest, being terrified, are no longer willing to pass by that place. When Epiphanius heard about the unruliness of the lion, he said to all those standing by: Let us go, says he, children, in the name of the Lord, and we shall see the bloodthirsty lion. Taking me therefore with him, Epiphanius set out with the men. When we arrived, great fear fell upon all those who were with us. And Epiphanius said to the men: Where, says he, children, is the lair of the lion? When they pointed out the place, Epiphanius walked ahead of them all. As the lion was nowhere to be seen, Epiphanius said with a loud voice: Where is the dwelling-place of the disorderly lion? And the lion leapt out from the wood to meet Epiphanius; yet upon seeing Epiphanius, straightway it fell upon the ground and remained dead. When Epiphanius drew near to its mouth, they all fled away seized with great fear, reckoning lest somehow it might kill Epiphanius also. Yet Epiphanius said to them all with a loud voice: Come here fearlessly, children, says he, and you shall behold the carcass of the beast. When they had all straightway gathered together, they all saw the carcass of the beast. And Epiphanius said to the men: If you hold faith towards the Saviour, all who plot against you shall thus fall. Taking us with them, all the men brought us safely back again into the monastery, and they themselves, having been blessed by Epiphanius, went their own way.
ΚΒʹ. Ἐδοξάσθη δὲ ὁ τόπος ὁ πρώην καλούμενος Σπανύδριον, διὰ Ἐπιφανίου. Ἦν γάρ ποτε ἀοίκητος, καὶ ἄβατος, καὶ ἄνυδρος· διὸ καὶ τὴν ἐπωνυμίαν ἐκ τοῦ μὴ ἔχειν ὕδωρ, ἐπεκέκλητο Σπανύδριον· ἐγένετο δὲ παράδεισος πάντων ἀγαθῶν μετέχων, ὑδάτων δὲ πλημμύρα καὶ ἐδωδίμων διαφόρων. Μετὰ οὖν ἁπάντων τούτων, ὧν κατηξιώθη Ἐπιφάνιος ὑπὸ τοῦ Θεοῦ, τὸ μέγα τοῦτο καὶ θαυμαστὸν δῶρον ἐχαρίσατο αὐτῷ ὁ Θεὸς, τοῦ μετὰ πάσης ἀληθείας ἑρμηνεύειν τὰς θείας Γραφάς. Λαμβάνων γὰρ τὰς θεοειδεῖς βίβλους καὶ ἀναγινώσκων τοῖς ἀδελφοῖς, τὴν τούτων πᾶσαν δύναμιν ἐπεδείκνυεν αὐτοῖς. Ἀκούσας δὲ Ἐπιφάνιος, ὁ μέγας ῥήτωρ, ὁ καὶ φιλοσοφήσας τῆς Ἐδέσης κάτοικος περὶ Ἐπιφανίου, ὅτι λόγιός ἐστιν, ἐπεθύμησεν ἐπὶ συντυχίᾳ τούτου ἐλθεῖν. Καὶ δὴ παραγενόμενος ἐν τῷ μοναστηρίῳ, τὸ πλῆθος τῶν ἀδελφῶν ἦν ἑστὼς καὶ τὰς ὑμνῳδίας ἀναπέμπον τῷ Θεῷ. Ἦν δὲ Ἐπιφάνιος καθ' ἑαυτὸν τὰς εὐχὰς ἐπιτελῶν. Καὶ δὴ μετὰ τελείωσιν ἁπάσης τῆς λατρείας, ὤφθη Ἐπιφάνιος τοῖς ἀδελφοῖς· ἦν δὲ ὁ ῥήτωρ ἑστὼς, καὶ προσέχων τῷ πλήθει, καὶ μηδένα ἀσπασάμενος. Ὡς οὖν ἴδεν τὸν Ἐπιφάνιον ὁ φιλόσοφος, ἐπέγνω, καὶ δραμὼν προσεκύνησεν αὐτόν. Εἶπεν δὲ Ἐπιφάνιος τῷ φιλοσόφῳ· Τί, ὁ μέγας Ἐπιφάνιος, ὁ μέγας ῥήτωρ, τί παρεγένου πρὸς τὸν μικρότατον καὶ ἁμαρτωλότατον ἄνδρα Ἐπιφανίδιον; Ἐπὶ τοῦτό σε θαυμάζω, φιλόσοφε, τί πρὸς τὸν ἰδιώτην παρεγένου καὶ μάλιστα διὰ τοσαύτης ὁδοῦ· διὰ ποίαν αἰτίαν, εἰπὲ, φησὶν, ὦ φιλόσοφε; Ὁ δὲ φιλόσοφος εἶπεν πρὸς Ἐπιφάνιον· Μὴ θαύμαζε ἐπὶ τοῦτο, διδάσκαλε πεποθημένε. Ἔλεγε γὰρ Διονύσιος ὁ Ἁλικαρνασσεὺς, ὅτι πρόσωπα
Chapter XXII. Now the place formerly called Spanhydrium became renowned through Epiphanius. For once it was uninhabitable, impassable, and waterless; wherefore also it had received the surname Spanhydrium from its having no water; yet it became a paradise partaking of all good things, an abundance of waters and various victuals. Along with all these things, therefore, of which Epiphanius was counted worthy by God, God granted him this great and wondrous gift, to interpret the divine Scriptures with all truth; for taking the godlike books and reading them to the brethren, he demonstrated to them all their power. When Epiphanius, the great rhetorician, who also practised philosophy and was an inhabitant of Edessa, heard concerning Epiphanius that he was a learned man, he desired to come to meet with him. And when he arrived at the monastery, the multitude of the brethren was standing and sending up hymnody to God, while Epiphanius was performing his prayers by himself. After the completion of the whole service, Epiphanius appeared to the brethren; and the rhetorician was standing, observing the multitude and greeting no one. When therefore the philosopher saw Epiphanius, he recognized him, and running up did obeisance to him. And Epiphanius said to the philosopher: Why, O great Epiphanius, great rhetorician, why have you come to the smallest and most sinful man, poor little Epiphanius? At this I marvel at you, philosopher, why you have come to an unlettered man, and especially by so long a road; for what reason, tell me, says he, O philosopher? And the philosopher said to Epiphanius: Do not marvel at this, much-desired teacher. For Dionysius of Halicarnassus used to say that countenances
PG 41:52Read from the page
προσώποις ἀλλήλοις θεωρούμενα ἢ καλλιστεύειν δύνανται, ἢ κακοὶ καλοῖς συμφυρέντες ἐν ἑνὶ ξύλῳ τανυσθήσονται. Οὐδεὶς γὰρ ἀνθρώπων ἕνα χιτῶνα φορῶν, ἀνάξαντον τὸ σῶμα διαφυλάξει. Ἡ γὰρ πλείστη συντυχία πλείστους λόγους παρέχει. Ὅπου δὲ πλεῖστοι λόγοι, πολυπειρία πραγμάτων διαφόρων. Ταῦτα δὲ εἰπὼν ὁ φιλόσοφος πρὸς Ἐπιφάνιον, καὶ πλείονα τούτων, ἀπεσιώπησεν μηκέτι φθεγγόμενος.
when beheld alongside one another can either appear more comely, or wicked men mingled with good will be stretched upon one piece of wood. For no man wearing a single tunic will keep his body unscratched. For very frequent converse affords very many discourses; and where there are very many discourses, there is wide experience of diverse matters. Having spoken these things to Epiphanius, and more than these, the philosopher fell silent, uttering nothing further.
ΚΓʹ. Ὑπολαβὼν δὲ Ἐπιφάνιος ἀπὸ τῆς πρώτης βίβλου τῆς κοσμοποιΐας διερμήνευσεν κατὰ ἔπος τῷ φιλοσόφῳ. Ὁ μὲν οὖν φιλόσοφος τοῖς μὲν μετεῖχεν, τοῖς δὲ ἀντέλεγεν. Ἐποίησαν δὲ τρεῖς ἡμέρας διαλεγόμενοι πρὸς ἑαυτούς. Ἀσύμφωνα δὲ ἦν αὐτοῖς τὰ λαλούμενα ὑπ' αὐτῶν. Ἰδὼν δὲ ὁ φιλόσοφος τὴν διαγωγὴν καὶ τὰ ἤθη Ἐπιφανίου, πολὺ ἠγάπησεν αὐτόν. Τῇ οὖν τετάρτῃ ἡμέρᾳ εἶπεν ὁ φιλόσοφος Ἐπιφανίῳ· Διδάσκαλε, καλὴ ἡ οἴκησις τοῦ τόπου. Βούλομαι, εἰ κελεύεις, οἰκεῖν ἐνταῦθα. Εἶπεν δὲ Ἐπιφάνιος τῷ φιλοσόφῳ· Τοῦτο πρὸς τὴν προαίρεσιν ἑνὸς ἑκάστου ἐστίν. Εἶπεν δὲ ὁ φιλόσοφος Ἐπιφανίῳ· Ἀλλὰ καὶ τὰς βίβλους φέρω. Εἶπεν δὲ αὐτῷ· Εἴ τι παρεισέρχεται τῷ λογισμῷ σου, εὑρήσεις Ἐπιφάνιον εὐγνωμονοῦντα. Εἶπεν δὲ ὁ φιλόσοφος· Κάλλιστος πορεύσεται πρὸς τὰς ἐμὰς βίβλους. Εἶπεν Ἐπιφάνιος τῷ φιλοσόφῳ· Ἄγαγε, βαῖνε ὑγιαίνων μετὰ Καλλίστου. Εἶπεν δὲ ὁ φιλόσοφος Ἐπιφανίῳ· Πάντα τὰ πράγματά μου Καλλίστῳ ἀφίω· ἐγὼ γὰρ οὐκέτι ἐξέρχομαι ἐκ τοῦ τόπου τούτου. Ἦν δὲ ὁ Κάλλιστος Ἀετίου τοῦ μεγάλου ἐπάρχου τῆς Ῥώμης υἱός. Οὗτος πνεῦμα πονηρὸν ἔχων, ἰδὼν Ἐπιφάνιον ἐν ὀπτασίᾳ λέγοντα αὐτῷ· Θέλεις, Κάλλιστε, διώξω τὸ πνεῦμα ἀπὸ σοῦ; Εἶπεν δὲ Κάλλιστος· Καὶ τίς εἶ, κύριε μου, ὅτι δύνασαι διῶξαι αὐτό; Εἶπεν δὲ Ἐπιφάνιος τῷ Καλλίστῳ· Ἐγώ εἰμι, φησὶν, Ἐπιφάνιος ὁ Φοινικοπαλαιστινὸς, ὁ ἐν Σπανυδρίῳ οἰκῶν τῷ μοναστηρίῳ. Ἐὰν οὖν, φησὶν, διώξω τὸ πνεῦμα τὸ πονηρὸν ἀπὸ σοῦ, ἐλεύσῃ καὶ κατοικήσεις μετ' ἐμοῦ ἐν Σπανυδρίῳ. Εἶπεν δὲ Κάλλιστος πρὸς Ἐπιφάνιον· Κύριε, δίωξον ἀπ' ἐμοῦ τὸ ἀκάθαρτον πνεῦμα, καὶ κατοικήσω, φησὶ, μετὰ σοῦ. Εἶπεν δὲ Ἐπιφάνιος τῷ Καλλίστῳ· Βλέπε μὴ ποιήσῃς ἄλλως, ἐπεὶ πάλιν προσκολληθήσεται. Ἐξυπνισθεὶς οὖν ὁ Κάλλιστος διηγήσατο τῷ πατρὶ αὐτοῦ ὄντι ἐπάρχῳ. Ἀπὸ τῆς ἡμέρα⟨ς⟩ οὖν ἐκείνης οὐκέτι ὁ Κάλλιστος ὑπὸ τοῦ πνεύματο⟨ς⟩ τοῦ ἀκαθάρτου ἐθλίβη. Μετὰ δὲ τριμηναῖον χρόνον εἶπεν Ἀετίῳ τῷ πατρὶ αὐτοῦ· Βούλομαι, Πάτερ πορευθῆναι ἐν τῇ χώρᾳ τῶν Φοινίκων, καὶ ἀναζητῆσαι τὸν Ἐπιφάνιον, καὶ οἰκῆσαι μετ' αὐτοῦ ἐν Σπανυδρίῳ. Εὐθέως οὖν ὁ πατὴρ αὐτοῦ δώσας αὐτῷ χρήματα πολλὰ, ἀπέστειλεν αὐτὸν μετὰ βοηθείας⟨.⟩ Κα⟨ὶ⟩ ἐλθὼν ἐν τῇ Φοινίκῃ, ἐπιζητήσας Ἐπιφάνιον, κα⟨ὶ⟩ ἐξηγησάμενος αὐτῷ ἅπαντα, κατῴκησεν μεθ' ἡμῶν⟨.⟩ Ἀπέστειλεν οὖν ὁ φιλόσοφος τὸν Κάλλιστον κατὰ κέλευσιν Ἐπιφανίου, μετὰ δύο παιδαρίων καὶ τριῶ⟨ν⟩ καμήλων ἐν Ἐδέσῃ, ἐπὶ τὸ ἀγαγεῖν τὰς βίβλους αὐτοῦ ἐν τῷ μοναστηρίῳ. Καὶ δὴ τὴν πορείαν ποιησάμενος ὁ Κάλλιστος ἐν Ἐδέσῃ, ἔλαβε τὰς βίβλους τοῦ φιλοσόφου, καὶ ἔθηκεν ἐπὶ τὰς τρεῖς καμήλου⟨ς⟩ καὶ παρεγένετο ἐν τῷ μοναστηρίῳ.
Chapter XXIII. Taking up the discourse, Epiphanius interpreted word for word to the philosopher from the first book of the creation of the world. Now with some things the philosopher agreed, and against others he spoke in opposition. So they spent three days conversing with one another, yet the things spoken by them did not agree together. Seeing the manner of life and the character of Epiphanius, the philosopher loved him greatly. On the fourth day, therefore, the philosopher said to Epiphanius: Teacher, fair is the dwelling of this place; I wish, if you bid me, to dwell here. And Epiphanius said to the philosopher: That rests with each one's own free choice. And the philosopher said to Epiphanius: Moreover, I shall bring my books also. And he said to him: Whatever enters into your thought, you will find Epiphanius well-disposed. And the philosopher said: Callistus shall go for my books. Epiphanius said to the philosopher: Come then, go in health with Callistus. And the philosopher said to Epiphanius: I leave all my possessions to Callistus; for I am no longer going out from this place. Now Callistus was the son of Aetius, the great prefect of Rome. Having an evil spirit, he had seen Epiphanius in a vision saying to him: Do you wish, Callistus, that I drive the spirit out from you? And Callistus said: And who are you, my lord, that you are able to drive it out? And Epiphanius said to Callistus: I am Epiphanius of Phoenicia-Palaestina, says he, who dwell in the monastery at Spanhydrium. If therefore, says he, I drive out the evil spirit from you, will you come and dwell with me in Spanhydrium? And Callistus said to Epiphanius: Lord, drive out from me the unclean spirit, and I will dwell, says he, with you. And Epiphanius said to Callistus: See that you do not act otherwise, since it will cleave to you again. Having awakened therefore, Callistus recounted everything to his father, who was prefect. From that day therefore Callistus was no longer afflicted by the unclean spirit. After a space of three months, he said to his father Aetius: I wish, Father, to journey to the land of the Phoenicians, and to seek out Epiphanius, and to dwell with him in Spanhydrium. Straightway therefore his father gave him much money and sent him off with an escort. Having come into Phoenicia, and having sought out Epiphanius and recounted everything to him, he dwelt with us. The philosopher therefore sent Callistus at the command of Epiphanius, with two lads and three camels, to Edessa, in order to bring his books to the monastery. And having made the journey to Edessa, Callistus took the books of the philosopher, and laid them upon the three camels, and arrived at the monastery.
Notes, col. 52

On the reading

Printed κύριε μου, for κύριέ μου.

PG 41:53Read from the page
⟨Κ⟩Δʹ. Καθ' ἡμέραν οὖν Ἐπιφάνιος καὶ ὁ φιλόσοφος ἐν πολλῇ φιλονεικίᾳ ἦσαν πρὸς ἑαυτούς. Εἶπεν δὲ Ἐπιφάνιος τῷ φιλοσόφῳ· Λέγει Δανιὴλ, φιλόσοφε, ὅτι κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἠνεῴχθησαν. Δεῦρο πρόθες, φησὶ, τὰς σὰς βίβλους, κἀγὼ τὰς ἐμὰς, ἅς μοι ὁ Θεὸς ἐχαρίσατο, καὶ καθεσθῶμεν, καὶ διακριθῶμεν πρὸς ἑαυτούς. Ἐπέθηκεν δὲ Ἐπιφάνιος τὰς θεοπνεύστους Γραφὰς ἐκ δεξιῶν, καὶ ὁ φιλόσοφος ἐξ ἀριστερῶν· τῶν δὲ ἀρξαμένων ἀπ' ἀρχῆς τῆς κοσμοποιΐας, ὁ μὲν Ἐπιφάνιος ἀπὸ τῆς γενέσεως, ἧς Μωϋσῆς συνεγράψατο, ὁ δὲ φιλόσοφος ἀπὸ τῆς αὐτῆς γενέσεως, ἧς ὁ Ἡσίοδος συνεγράψατο. Κατὰ ἔπος οὖν διεξελθόντες τὰ δύο βιβλία, ἐφιλονείκουν πρὸς ἑαυτούς. Ἦν δὲ τὸ φῶς φῶς, καὶ τὸ σκότος σκότος. Ὁ γὰρ Μωϋσῆς Θεοῦ συνεργήσαντος συνεγράψατο· ὁ δὲ Ἡσίοδος ἀπὸ μὲν Θεοῦ τὸ ζῆν εἶχεν, ἀπὸ δὲ δαιμόνων τὴν πλάνην. Ἐνιαυτὸν οὖν ὅλον ἔμεινεν Ἐπιφάνιος διαλεγόμενος τῷ φιλοσόφῳ, καὶ οὐκ ἔπεισεν αὐτόν. Ποτὲ γοῦν ἀγροίκων τὸν ἀριθμὸν ξʹ φέρουσιν νεανίσκον τινὰ ὑπὸ τοῦ ἀκαθάρτου ἐνοχλούμενον. Ἐπεὶ οὖν οὐκ ἠδύναντο περιγενέσθαι αὐτοῦ οἱ ξʹ, ἁλύσεσιν ἔδησαν τοῦτον, καὶ ἤνεγκαν πρὸς Ἐπιφάνιον ἐν τῷ μοναστηρίῳ. Εἶπεν δὲ Ἐπιφάνιος τῷ φιλοσόφῳ· Ἄγε δὴ, φιλόσοφε, ὁ τὰς φιλονεικίας ποιούμενος μετὰ τοῦ ἁμαρτωλοῦ Ἐπιφανίου, ἐπικαλεσάμενος τὸ πλῆθος τῶν θεῶν σου, ὅπως ἀποδιώξουσιν τὸ πνεῦμα ἀπὸ τοῦ νεανίσκου. Ὁ δὲ φιλόσοφος ὥσπερ ἡττηθέντα, καὶ ἀπορήσαντα τὸν λόγον ὑπενόησεν τὸν Ἐπιφάνιον· ὁ δὲ Ἐπιφάνιος ἐπιγνοὺς τοῦτο, εἶπεν πρὸς τὸν φιλόσοφον· Τί λέγεις, φησὶν, ὦ φιλόσοφε, περὶ τοῦ νεανίσκου; ἢ θεράπευσον τὸν ἀσθενοῦντα, καὶ ἔσομαι πίστιν ἔχων πρὸς τοὺς θεούς σου· ἢ ὁ Θεός μου διώξει τὸ ἀκάθαρτον πνεῦμα ἀπὸ τοῦ νεανίσκου, καὶ ἔσῃ πεποιθὼς ἐπὶ τῷ ἐσταυρωμένῳ. Ἐπὶ τούτοις δὲ ἅπασιν ὁ φιλόσοφος οὐκ ἐπίστευσεν Ἐπιφανίῳ· ἀλλ' ἐνόμιζεν γέλοιον εἶναι. Ὁ οὖν Ἐπιφάνιος ἀναστὰς, καὶ κρατήσας τὸν νεανίσκον, ἔλεγεν αὐτῷ· Σοὶ λέγω, νεανίσκε, θέλεις, φησὶν, ἄρω τὰ σίδηρα ἀπὸ τῶν χειρῶν σου;
Chapter XXIV. Day by day therefore Epiphanius and the philosopher engaged in much disputation with one another. And Epiphanius said to the philosopher: Daniel says, philosopher, that the court sat, and books were opened. Come here, says he, set forth your books, and I mine, which God has graciously given me, and let us sit down and dispute together. So Epiphanius laid down the divinely inspired Scriptures on the right hand, and the philosopher his on the left; and as they began from the beginning of the creation of the world, Epiphanius from the generation which Moses wrote down, and the philosopher from that same generation which Hesiod wrote down, going through the two books word by word, they disputed with one another. Yet the light was light, and the darkness darkness; for Moses wrote with God working beside him, whereas Hesiod had his life indeed from God, yet his error from demons. For a whole year therefore Epiphanius remained conversing with the philosopher, and did not persuade him. Now once sixty countrymen in number bring a certain youth troubled by the unclean spirit; since the sixty were not able to overpower him, they bound him with chains and brought him to Epiphanius in the monastery. And Epiphanius said to the philosopher: Come then, philosopher, you who carry on disputations with the sinful Epiphanius, call upon the multitude of your gods, so that they may drive away the spirit from the youth. Now the philosopher supposed Epiphanius to be as it were worsted and at a loss in argument; yet Epiphanius, perceiving this, said to the philosopher: What do you say, O philosopher, says he, concerning the youth? Either heal the sick lad, and I shall hold faith in your gods; or my God will drive out the unclean spirit from the youth, and you shall put your trust in the Crucified One. Yet at all these things the philosopher did not believe Epiphanius, rather deeming him ridiculous. Rising up therefore and taking hold of the youth, Epiphanius said to him: To you I say, young man, do you wish, says he, that I lift the irons from your hands?
ΚΕʹ. Ὁ δὲ φιλόσοφος, ἀκούσας ταῦτα, ἔδραμεν εὐθέως ἐν τῷ κελλίῳ, καὶ ἠσφαλίσατο τῷ κατοχίῳ, λέγων καὶ σκεπτόμενος ἐν ὑπονοίᾳ· Οὗτος ὁ καλόγηρως, ὡς ἰδιώτης, λῦσαι βούλεται τὸν παράφρονα, κἂν μὴ ἡμεῖς ἐκφύγωμεν, ὡς λόγιοι, τὴν προπέτειαν, μέλλομεν κακῶς πάσχειν ὑπὸ τοῦ καταράτου. Κουφίσας οὖν Ἐπιφάνιος τὰ σίδηρα ἀπὸ τοῦ νεανίσκου, καὶ σφραγίσας αὐτὸν τρίτον, εἶπεν τῷ ἀκαθάρτῳ πνεύματι· Παραγγέλλει σοι Ἐπιφάνιος ἁμαρτωλὸς ὁ δοῦλος τοὺ Κυρίου, ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἐσταυρωμένου, Υἱοῦ τοῦ Θεοῦ, ἔξελθε ἀπὸ τοῦ ἀνθρώπου, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. Καὶ εὐθέως ἐξῆλθεν τὸ ἀκάθαρτον πνεῦμα· καὶ ἦν ἐν πολλῇ καταστάσει ὁ νεανίσκος. Ἰδὼν δὲ ὁ φιλόσοφος τὰ τῆς εἰρήνης, ἀπεκούφισεν τὸ κατόχιον, καὶ ἐξεπήδησεν τοῦ κελλίου εἰς προσκύνησιν Ἐπιφανίου, λέγων πρὸς Ἐπιφάνιον τοιούτους λόγους· Ὦ, φησὶν, Ἐπιφάνιε στεφανηφόρε· πιστεύω καὶ πεπίστευκα τοῖς λαλουμένοις, διὰ τῶν
Chapter XXV. When the philosopher heard these things, he straightway ran into the cell and secured himself with the bar, saying and reflecting in suspicion: This good old monk, being an unlettered man, wishes to loose the madman, and unless we, as men of learning, escape his rashness, we are going to suffer ill at the hands of the accursed wretch. When therefore Epiphanius had lifted the irons from the youth, and had sealed him thrice, he said to the unclean spirit: Epiphanius, a sinner and the servant of the Lord, charges you, in the name of Jesus Christ the Crucified, the Son of God, come out from the man, and enter into him no more. And straightway the unclean spirit came out, and the youth was in great composure. Seeing the peace that had come about, the philosopher lifted off the bar, and leapt out of the cell to do obeisance to Epiphanius, speaking such words to Epiphanius: O crown-wearing Epiphanius, says he, I believe and have believed the things spoken, through the
Notes, col. 53

On the reading

Printed τοὺ, for τοῦ.

PG 41:56Read from the page
ἔργων τῶν γινομένων· οἱ γὰρ λόγοι πέτανται ἄκαρποι ὄντες· τὰ δὲ ἔργα φαίνεται ἔγκαρπα ὄντα· θέλω κἀγὼ γενέσθαι τοῦ ἐσταυρωμένου. Εἶπεν δὲ Ἐπιφάνιος τῷ φιλοσόφῳ· Τί θαυμάζεις, φησὶν, ὦ φιλόσοφε ἐπὶ τοῦτο, ὡς ἡμῶν ποιησάντων; Οὔ· ἀλλ' ὁ Υἱὸς τοῦ Θεοῦ ἐστιν ὁ ποιῶν διὰ τῶν πιστευόντων αὐτῷ τὰ καλὰ ταῦτα. Καὶ ταῦτα εἰπὼν Ἐπιφάνιος καὶ πλείονα τούτων τῷ φιλοσόφῳ, παρεκάλεσεν αὐτὸν ὁ φιλόσοφος, ὅπως δώσει αὐτῷ τὴν ἐν Χριστῷ σφραγῖδα. Λαβὼν δὲ αὐτὸν καὶ ἐμὲ Ἐπιφάνιος, ἐπορεύθημεν πρὸς τὸν μέγαν Ἱλαρίωνα, καὶ ἐβάπτισεν αὐτόν. Καὶ ἐποιήσαμεν ἐν τῷ μοναστηρίῳ τοῦ μεγάλου Ἱλαρίωνος κʹ ἡμέρας. Παρεκάλεσεν δὲ Ἐπιφάνιος τὸν μέγαν Ἱλαρίωνα ἀποστεῖλαι μετὰ Ἐπιφανίου τοῦ καὶ φιλοσόφου ἕνα τῶν ἀδελφῶν ἐν Ἐλευθεροπόλει, ὅπως ποιήσει αὐτὸν ὁ ἐπίσκοπος πρεσβύτερον. Καὶ δὴ ὁ μέγας Ἱλαρίων ἐποίησεν οὕτως. Καὶ πάλιν ἐπορεύθημεν ἐν τῷ μοναστηρίῳ ἡμῶν τῷ ἐπικαλουμένῳ Σπανυδρίῳ. Ὁ οὖν Ἐπιφάνιος προσκαλεσάμενος ἅπαντας τοὺς ἀδελφοὺς, εἶπεν αὐτοῖς· Οὗτος, φησὶν, ὁ ποτε δοκῶν εἶναί τι, μηδὲν ὢν, ἔλεγεν ἑαυτὸν φιλόσοφον. Νῦν δὲ χάριτι Χριστοῦ ἐγένετο ἀληθῶς
of the works that take place; for words fly away being unfruitful, whereas works appear bearing fruit; I too wish to become one of the Crucified One. And Epiphanius said to the philosopher: Why do you marvel, he says, O philosopher, at this, as though we had done it? No; rather, it is the Son of God Who does these good things through those who believe in Him. And when Epiphanius had spoken these things and more than these to the philosopher, the philosopher entreated him that he would give him the seal in Christ. And Epiphanius took him and me, and we went to the great Hilarion, and he baptized him. And we spent twenty days in the monastery of the great Hilarion. And Epiphanius entreated the great Hilarion to send one of the brethren to Eleutheropolis with Epiphanius who was also the philosopher, so that the bishop might make him a presbyter. And indeed the great Hilarion did so. And again we went to our monastery which is called Spanydrion. Epiphanius therefore, having summoned all the brethren, said to them: This man, he says, who once supposed himself to be something, while being nothing, called himself a philosopher. Now, however, by the grace of Christ he has truly become
ΚϚʹ. Πολλῶν οὖν εἰσερχομένων ἐν τῷ μοναστηρίῳ, οὐκ εἴων ἠρεμεῖν τὸν Ἐπιφάνιον. Καὶ δὴ σκεψάμενος καταλιπεῖν τὸν τόπον, πορεύεσθαι δὲ ἐπὶ τὰ μέρη Αἰγύπτου, εἶπεν πρὸς μέ· Τέκνον, ἀκολούθει μοι. Εἶπον δὲ πρὸς αὐτόν· Ἀκολουθήσω σοι ὅπου ἂν ἀπέρχῃ, Πάτερ. Προσκαλεσάμενος δὲ ἅπαντας τοὺς ἀδελφοὺς, καὶ συνταξάμενος αὐτοῖς, τὴν ἀπόκρισιν ἔφερεν αὐτοῖς λέγων ὅτι· Πορεύομαι, φησὶ, τέκνα, εἰς ἐπίσκεψιν τῶν ἀδελφῶν ἐν τῷ μοναστηρίῳ τοῦ μεγάλου Ἱλαρίωνος. Τῶν δὲ νοησάντων ὅτι ἀναχωρεῖν βούλεται, διὰ τὴν πολλὴν ὄχλησιν τῶν παραγενομένων, οἱ πάντες πεσόντες ἐπὶ πρόσωπον, μετὰ πολλοῦ κλαυθμοῦ καὶ ὀδυρμοῦ παρεκάλουν τὸν Ἐπιφάνιον, ὥστε μὴ ἐξελθεῖν. Τοῦ δὲ Ἐπιφανίου καὶ αὐτοῦ εἰς πολὺν οἶκτον ἐλθόντος, ἔπεισεν αὐτοὺς, λέγων μηκέτι ἀναχωρεῖν. Μὴ ποιησάντων δὲ ἡμῶν ιʹ ἡμέρας, ἔλαβέν με νυκτὸς, καὶ ἐξήλθομεν, καὶ ἐπορεύθημεν ἐν Ἱεροσολύμοις, καὶ προσεκυνήσαμεν τὴν ζωὴν ἡμῶν, τὸν τίμιον σταυρὸν τοῦ Δεσπότου· ἐποιήσαμεν δὲ ἐν τῇ πόλει, διερχόμενοι τοὺς τόπους καὶ εὐχόμενοι, ιϛʹ ἡμέρας· καὶ δὴ ἐξερχόμενων ἡμῶν ἀπὸ τῆς πόλεως, ὅπως ἀποπλεύσωμεν ἐν Αἰγύπτῳ, ἀπήντησεν ἡμῖν γυνή τις, μαινομένη ὑπὸ τοῦ πνεύματος ἀκαθάρτου. Αὕτη λαβομένη τῆς διπλοΐδος Ἐπιφανίου, διέῤῥηξεν αὐτήν· καὶ εὐθέως ἐξῆλθεν τὸ ἀκάθαρτον πνεῦμα ἀπ' αὐτῆς. Ἡ δὲ πεσοῦσα εἰς τοὺς πόδας Ἐπιφανίου, παρεκάλει λέγουσα· Συγχώρησόν μοι, Πάτερ, καὶ μὴ ὀργίζου. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς την γυναῖκα· Βάδιζε ὑγιαίνουσα ἐν τῷ σῷ οἴκῳ· ὁ γὰρ ῥήξας ἐῤῥάγη. Καὶ ἐπορεύθη ἡ γυνὴ ἐν τῷ οἴκῳ αὐτῆς. Κατελθόντων δὲ ἡμῶν εἰς Ἰόππην, εὕρομεν ἕτοιμον πλοῖον βουλόμενον πορεύεσθαι εἰς Ἀλεξάνδρειαν. Ἐξελθόντων δὲ ἡμῶν ἀπὸ τοῦ πλοίου καὶ εἰσελθόντων ἐν τῇ πόλει, ἀπήντησεν ἡμῖν Ἰαυδαῖος, ὀνόματι Ἀκύλας, νομοδιδάσκαλος. Καὶ ἤρξατο Ἐπι-
26. Now since many were coming into the monastery, they did not allow Epiphanius to be at peace. And indeed, having resolved to leave the place and travel to the parts of Egypt, he said to me: Child, follow me. And I said to him: I will follow you wherever you depart, Father. And having summoned all the brethren and bidden them farewell, he gave his answer to them, saying: I am going, he says, children, to visit the brethren in the monastery of the great Hilarion. But when they perceived that he wished to withdraw on account of the great crowding of those who came, they all fell upon their faces, and with much weeping and lamentation entreated Epiphanius not to go out. And when Epiphanius himself also was moved to great compassion, he persuaded them, saying that he would no longer withdraw. Yet before we had spent ten days, he took me by night, and we went out, and travelled to Jerusalem, and venerated our life, the precious Cross of the Master; and we spent sixteen days in the city, going around the holy places and praying; and indeed, as we were going out from the city so that we might sail off to Egypt, a certain woman met us, driven mad by the unclean spirit. She seized hold of the cloak of Epiphanius and tore it; and immediately the unclean spirit went out from her. And falling at the feet of Epiphanius, she entreated him, saying: Forgive me, Father, and do not be angry. And Epiphanius said to the woman: Go in health into your house; for he who tore has been torn. And the woman went into her house. And when we had come down to Joppa, we found a ship ready, wishing to travel to Alexandria. And when we had disembarked from the ship and entered into the city, a Jew met us, Aquila by name, a teacher of the law. And Epiphanius began
Notes, col. 56

On the reading

Printed ἐξερχόμενων, for ἐξερχομένων.

Printed την, for τὴν.

Printed Ἰαυδαῖος, for Ἰουδαῖος.

PG 41:57Read from the page
φάνιος καὶ αὐτὸς ἀπὸ τοῦ νόμου διαλέγεσθαι πρὸς αὐτούς. Ἔμειναν οὖν ἐν πολλῇ φιλονεικίᾳ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ τῇ ἐπαύριον ἐπὶ συντυχίαν πάλιν ἐλθόντες, διάλεκτον ἐποίησαν πρὸς ἑαυτούς· ὡς καὶ πεισθεὶς ὁ Ἀκύλας τῇ ἑρμηνείᾳ Ἐπιφανίου, ἐπόθησεν τοῦ γενέσθαι Χριστιανός. Ὁ οὖν Ἐπιφάνιος προνοῶν ἤγαγεν αὐτὸν Ἀθανασίῳ τῷ πάππᾳ, καὶ ἡμεῖς ἐξήλθομεν ἀπὸ τῆς πόλεως Ἀλεξανδρείας. Πορευομένων δὲ ἡμῶν ἐπὶ τὰ μέρη τῆς ἄνω Θηβαΐδος, ἀπήντησεν ἡμῖν τις μοναχὸς μαθητὴς τοῦ μεγάλου Ἀντωνίου, ὀνόματι Παφνούτιος. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς αὐτόν· Εὐλόγησον δὲ ἡμᾶς, Πάτερ. Εἶπεν δὲ ὁ Παφνούτιος· Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ· καὶ ποιήσαντος τοῦ Παφνουτίου τὴν εὐχὴν, ἠσπασάμεθα ἀλλήλους, καὶ κατεψύξαμεν μικρὸν ἐν τῷ τόπῳ ἐκείνῳ. Ὁ οὖν Ἐπιφάνιος ἐπηρώτησεν τὸν Παφνούτιον περὶ πάντων, ὧν ἐποίησεν ὁ μέγας Ἀντώνιος, καὶ αὐτὸς ἐξηγήσατο αὐτῷ ἅπαντα. Εἶπεν δὲ Ἐπιφάνιος τῷ Παφνουτίῳ· Θέλω, Πάτερ, οἰκῆσαι τὸν τόπον τὸν καλούμενον Νιτρίαν. Ὁ δὲ Παφνούτιος εἶπεν πρὸς Ἐπιφάνιον· Βάδιζε ὑγιαίνων· ἀπόλαυσον τῶν πατέρων, καὶ συνάγαγε χόρτον θερινὸν, καὶ πορεύου ἐν τῇ Κυπρίων νήσῳ, καὶ τρέφε πρόβατα εἰς ἱματισμὸν, καὶ τίμα παῖδας, ἵνα ὦσιν οἱ ἄρνες. Ταῦτα δὲ εἰπὼν Παφνούτιος, καὶ πάλιν εὐξάμενοι ἠσπασάμεθα ἀλλήλους καὶ ἐπορεύθημεν ἕκαστος τὴν ὁδὸν αὐτοῦ.
himself also to dispute from the Law with them. They remained, therefore, in much contention on that day. And on the morrow, having come again to a meeting, they held discourse with one another; so that Aquila also, being persuaded by the interpretation of Epiphanius, longed to become a Christian. Epiphanius therefore, taking forethought, brought him to Pope Athanasius, and we went out from the city of Alexandria. And as we were travelling towards the parts of the Upper Thebaid, a certain monk met us, a disciple of the great Anthony, Paphnutius by name. And Epiphanius said to him: Bless us also, Father. And Paphnutius said: Blessed are you unto the Lord; and when Paphnutius had offered the prayer, we greeted one another, and refreshed ourselves a little in that place. Epiphanius therefore questioned Paphnutius concerning all the things that the great Anthony had done, and he recounted everything to him. And Epiphanius said to Paphnutius: I wish, Father, to dwell in the place that is called Nitria. And Paphnutius said to Epiphanius: Go in health; enjoy the fathers, and gather summer grass, and go into the island of the Cypriots, and rear sheep for clothing, and honour children, so that there may be the lambs. And when Paphnutius had said these things, and we had prayed again, we greeted one another and went each his own way.
ΚΖʹ. Ἦν δὲ ἐν τοῖς τόποις τοῖς περὶ Λεοντόπολιν ἀνὴρ παρά τισι νομιζόμενος ἀγαθὸς, καὶ πρόγνωσιν ἔχων Θεοῦ· τὸ δὲ ὄνομα αὐτοῦ ἐκαλεῖτο Ἱεράκας. Περὶ τούτου ἐν τῇ Παλαιστίνῃ ἤκουσεν Ἐπιφάνιος, καὶ πόθον εἶχεν τοῦτον ἰδεῖν. Ὁμοίως καὶ Ἱεράκας ἤκουσεν περὶ Ἐπιφανίου. Ἦν δὲ οὗτος ἔξω Λεοντοπόλεως, ὡς ἀπὸ σημείου ἑνός· οὗτος ἐδίδασκεν μὴ ἀνίστασθαι ταύτην τὴν σάρκα, ἀλλ' ἑτέραν ἄλλην ἀντ' αὐτῆς, καὶ ταύτην εἰς γῆν διαλύεσθαι, ὅτι γέγραπται· Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Καὶ πάλιν ἔλεγεν, ὅτι τὰ παιδία μὴ τέλεια ὑπάρχειν ἐπὶ τοῦ μέλλοντος αἰῶνος. Εἰσελθόντων οὖν ἡμῶν ἐν τῷ μοναστηρίῳ αὐτοῦ ηὑράμεθα πλήθη πολλὰ διδασκόμενα ὑπ' αὐτοῦ. Ἦν γὰρ ἀπεχόμενος βρώσεως καὶ πόσεως ἱκανῶς. Οὔτε γὰρ ἐλαίου μετελάμβανεν, οὔτε οἴνου ἐξότε ἀπετάξατο. Ὡς οὖν ἶδεν τὸν Ἐπιφάνιον, ἐπηρώτησεν πόθεν ἐστίν. Καὶ μαθὼν ὅτι Παλαιστινὸς, ἠρώτησεν καὶ τό ὄνομα· καὶ μαθὼν ὅτι Ἐπιφάνιος καλεῖται, ἠγωνίασεν πολύ. Ἦν γὰρ ἐν Αἰγύπτῳ τὰ λεγόμενα περὶ Ἐπιφανίου, ὅτι λόγιός ἐστι καὶ πρόγνωσιν ἔχει. Μετὰ οὖν τὸ ἐπερωτῆσαι τὸν Ἐπιφάνιον τὸ πόθεν ἐστὶν, καὶ τίς καλεῖται, καὶ μαθὼν, ἐδίδασκεν πάλιν τὴν ὄχλον. Ἐλθὼν δὲ περὶ ἀναστάσεως ἐξηγεῖσθαι ἔλεγεν περὶ τῆς σαρκὸς, ὅτι οὐκ ἀνίσταται. Καὶ ἀδημονήσας Ἐπιφάνιος εἶπεν πρὸς Ἱέρακα· Λάβε, φησὶ, κατόχιον ἐπὶ τῷ στόματί σου, καὶ μάθε μὴ βλασφημεῖν περὶ τῆς ἐλπίδος. Καὶ ἐπὶ τῷ λόγῳ Ἐπιφανίου ἔμεινεν ὁ Ἱεράκας ἄλαλος, ἀκίνητος ἐπὶ τῷ τόπῳ. Ἰδόντες δὲ ἅπαντες οἱ διδασκόμενοι ὑπ' αὐτοῦ ὃ ἐποίησεν Ἐπιφάνιος θαῦμα ἐπὶ τὸν Ἱέρακα, ἐξέστησαν ἅπαντες. Ὑπολαβὼν δὲ Ἐπιφάνιος ἀπὸ τῶν θείων Γραφῶν ἤρξατο πάντας διδάσκειν τὰ περὶ τῆς ἀναστάσεως. Παρῆλθεν οὖν ὡς
27. Now there was in the parts around Leontopolis a man supposed by some to be good, and having foreknowledge from God; and his name was called Hieracas. Concerning this man Epiphanius had heard in Palestine, and had a longing to see him. Likewise Hieracas also had heard concerning Epiphanius. Now this man was outside Leontopolis, about one mile off; he taught that this flesh does not rise again, but a different other one instead of it, and that this one is dissolved into earth, because it is written: Earth you are, and unto earth you shall depart. And again he said that young children are not perfect in the age to come. When therefore we entered into his monastery, we found great multitudes being taught by him. For he abstained considerably from food and drink. For he partook neither of oil nor of wine since he renounced the world. When therefore he saw Epiphanius, he asked whence he was. And having learned that he was a Palestinian, he asked his name also; and having learned that he was called Epiphanius, he was in great distress. For it was spoken in Egypt concerning Epiphanius that he was eloquent and had foreknowledge. After questioning Epiphanius, therefore, as to whence he was and who he was called, and having learned it, he began teaching the crowd again. And coming to expound concerning the resurrection, he was saying concerning the flesh that it does not rise again. And being grieved, Epiphanius said to Hierax: Take, he says, a bolt upon your mouth, and learn not to blaspheme concerning our hope. And at the word of Epiphanius, Hieracas remained speechless, motionless upon the spot. And when all who were being taught by him saw the miracle that Epiphanius wrought upon Hierax, they were all amazed. And taking up the discourse from the divine Scriptures, Epiphanius began to teach everyone the things concerning the resurrection. There passed, therefore, about
Notes, col. 57

On the reading

Printed τό ὄνομα, for τὸ ὄνομα.

Printed τὴν ὄχλον, for τὸν ὄχλον.

PG 41:60Read from the page
ὡρῶν τριῶν διάστημα· καὶ ἦν Ἱεράκας ἄναυδος διαμένων. Μετὰ δὲ ταῦτα εἶπεν Ἐπιφάνιος πρὸς αὐτόν· Λάλει τὸν λόγον ἀληθῆ, καὶ ἄκουε τὴν πίστιν βεβαίαν. Τότε Ἱεράκας ἀπελογήσατο, ἐσφάλθαι λέγων πρὸς Ἐπιφάνιον, ἀλλὰ μετανοεῖν ἀπὸ τῆς ἀτάκτου γνώμης ἐκείνης.
a space of three hours; and Hieracas remained mute. And after these things Epiphanius said to him: Speak the true word, and hear the steadfast faith. Then Hieracas made his defence, saying to Epiphanius that he had erred, yet repented of that disorderly opinion.
ΚΗʹ. Ἀπάραντες οὖν ἀπὸ Λεοντοπόλεως, ἐπορεύθημεν εἰς τὴν ἄνω Θηβαΐδα. Ἦν δὲ ἐκεῖ δίκαιος ἀνὴρ Ἰωάννης ὀνόματι. Καὶ δὴ εἰσελθόντες πρὸς αὐτὸν, ἐδέξατο ἡμᾶς εὐμενῶς. Ἦσαν δέ τινες τῶν ἐν τοῖς τόποις ἐκείνοις νεανίσκον τινὰ προσδήσαντες αὐτῷ προσπαραμένειν. Ἦν δὲ αὐτὸς ὑπὸ πνεύματος ἀκαθάρτου ἐνοχλούμενος. Ὡς οὖν ἶδεν τὸν Ἐπιφάνιον, ἔλεγεν πρὸς αὐτὸν μεγάλῃ τῇ φωνῇ· Τί παρεγένου ἐνταῦθα, Ἐπιφάνιε, δοῦλε τοῦ Θεοῦ; Ἔμεινεν δὲ ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης οὕτως ἀποκράζων. Καὶ ἐξαίφνης διαῤῥήξας τῶν δεσμῶν, ἔδραμεν πρὸς Ἐπιφάνιον. Λαβὼν δὲ τῶν ποδῶν αὐτοῦ, ἔκραξεν λέγων· Ἀπόλυσόν με, διὰ τὸν Θεὸν, ὃν σὺ σέβῃ. Ἦν δὲ Ἐπιφάνιος εἰπὼν τῷ ἀκαθάρτῳ πνεύματι, μὴ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου, ὅπως μὴ γνῷ Ἰωάννης τὰ κατὰ τὸν Ἐπιφάνιον. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τὸν νεανίσκον· Ἀνάστα, ἄνθρωπε, τί κόπους μοι παρέχεις; Εὐθέως οὖν ἀνέστη ὁ νεανίσκος ὑγιὴς, τοῦ ἀκαθάρτου πνεύματος ἐξελθόντος ἀπ' αὐτοῦ. Ἐμείναμεν δὲ τρεῖς ἡμέρας παρὰ τῷ Ἰωάννῃ, ἀνδρὶ θαυμαστῷ καὶ εὐαρέτῳ πολιτείᾳ κεκοσμημένῳ. Ἀπάραντες δὲ ἐκεῖθεν κατήλθομεν ἐπὶ τὰ Βουκόλια, καὶ ἐποιήσαμεν ἐκεῖ ζʹ ἔτη· καὶ πολὺν κόπον κἀκεῖ παρεῖχον Ἐπιφανίῳ διὰ τῆς συντυχίας.
28. Setting out, therefore, from Leontopolis, we travelled into the Upper Thebaid. Now there was a righteous man there, John by name. And indeed, when we entered in to him, he received us kindly. And certain of those in those parts had bound a certain young man to remain beside him. For he was troubled by an unclean spirit. When therefore he saw Epiphanius, he kept saying to him with a loud voice: Why have you come here, Epiphanius, servant of God? And he remained from the sixth hour until the ninth hour crying out thus. And suddenly, having burst his bonds, he ran to Epiphanius. And seizing hold of his feet, he cried out, saying: Release me, by the God Whom you worship. Now Epiphanius had told the unclean spirit not to go out from the man, lest John should know the things concerning Epiphanius. And Epiphanius said to the young man: Rise up, man; why do you give me trouble? Immediately, therefore, the young man rose up whole, the unclean spirit having gone out from him. And we remained three days with John, a marvellous man and adorned with a virtuous way of life. And setting out thence, we came down to the Bucolia, and spent seven years there; and there too they gave Epiphanius much trouble through their resorting to him.
ΚΘʹ. Ποτὲ οὖν φιλόσοφός τις ὀνόματι Εὐδαίμων παρεγένετο πρὸς Ἐπιφάνιον, καὶ συνῆραν λόγους πρὸς ἑαυτούς. Ἐποίησαν δὲ ιʹ ἡμέρας διαλεγόμενοι πρὸς ἀλλήλους. Ὁ γὰρ Ἐπιφάνιος ἀπὸ τῶν θεοπνεύστων Γραφῶν τὴν ἀλήθειαν ἀπεδείκνυεν τῷ Εὐδαίμονι· ὁ δὲ Εὐδαίμων διὰ τῆς ἀνωφελοῦς φιλονεικίας ἀντέλεγεν τοῖς λαλουμένοις διὰ Ἐπιφανίου. Εἶχεν δὲ Εὐδαίμων παῖδα, καὶ τούτου ὁ ὀφθαλμὸς ἦν κεκλεισμένος. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς Εὐδαίμονα· Ἰδοὺ, φιλόσοφε, ἐπὶ πᾶσιν κεκόσμησαι καὶ λόγοις, καὶ πλούτῳ, καὶ περισσοὶ θεοί εἰσιν παρὰ σοί. Διὰ τί οὐ ποιεῖς φροντίδα τοῦ σοῦ παιδὸς, ὅπως καὶ οἱ δύο ὀφθαλμοὶ τούτου ἦσαν ὑγιεῖς; Ἐπὶ τοῦτο δὲ ὁ φιλόσοφος ἐγέλασεν λέγων Ἐπιφανίῳ· Ει ἐν τῇ ὑπ' οὐρανὸν ὁ παῖς Εὐδαίμονος ἦν ὀφθαλμὸν ἕνα ἔχων, εἶχον ἂν μεριμνῆσαι περὶ αὐτοῦ· ει δὲ ἀναρίθμητοί εἰσιν οἱ ὑπ' οὐδενὸς ὀφθαλμοῦ πορευόμενοι ἐπὶ τῆς γῆς ταύτης, τί τῷ Εὐδαίμονι μέλει περὶ τούτου, Ὁ δὲ Ἐπιφάνιος εἶπεν πρὸς τὸν Εὐδαίμονα· Εἰ δὲ καὶ μόνος, φησὶν, ὦ φιλόσοφε, ἐτύγχανεν, τί εἶχες ἐπιτηδεῦσαι πρὸς θεραπείαν τούτου; Ὁ δὲ Εὐδαίμων φησίν· Οὐδὲν ἢ τὸ λογίζεσθαι πολλάκις καὶ λέγειν, ὅτι οὐδείς ἐστιν πώποτε οὕτως ὡς ὁ ἡμέτερος παῖς. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς αὐτόν· Μὴ πρόσεχε, φησὶ, φιλόσοφε, τοῖς λαλουμένοις ὡς ἐν γελοίῳ· ὁ Θεὸς γὰρ ἀνὰ μέσον ἀμφοτέρων. Ἄγαγε παῖδα πηρόν· ἴδε δόξαν Θεοῦ. Ταῦτα δὲ εἰπὼν Ἐπιφάνιος, καὶ κρατή-
29. Once, therefore, a certain philosopher, Eudaemon by name, came to Epiphanius, and they entered into discourse with one another. And they spent ten days disputing with each other. For Epiphanius demonstrated the truth to Eudaemon from the divinely inspired Scriptures; whereas Eudaemon, through unprofitable contentiousness, contradicted the things spoken through Epiphanius. Now Eudaemon had a boy, and his eye was shut. And Epiphanius said to Eudaemon: Behold, philosopher, in all things you are adorned both with eloquence and with wealth, and there are abundant gods with you. Why do you not take care for your boy, that both his eyes might be sound? At this the philosopher laughed, saying to Epiphanius: If beneath heaven the boy of Eudaemon were the one having a single eye, I should have had cause to be anxious about him; but if those who walk upon this earth without any eye are innumerable, what concern is it to Eudaemon about this? And Epiphanius said to Eudaemon: Even if he happened to be the only one, he says, O philosopher, what could you have devised for his healing? And Eudaemon says: Nothing save to reflect often and say that no one has ever been thus like our boy. And Epiphanius said to him: Do not, he says, philosopher, attend to the things spoken as though in jest; for God is in the midst of us both. Bring the maimed boy; see the glory of God. And having said these things, Epiphanius took hold
Notes, col. 60

On the reading

Printed Ει, for Εἰ.

Printed ει, for εἰ.

Printed τούτου, Ὁ, for τούτου; Ὁ.