Migne Reading Room

PG 41 · cols. 37–48 · Read from the page

Vita Sancti Epiphanii Constantiae in Cypro Episcopi (Βίος τοῦ ἁγίου Ἐπιφανίου, Capita I–LXXI)

Vita Sancti Epiphanii Constantiae in Cypro Episcopi (Βίος τοῦ ἁγίου Ἐπιφανίου, Capita I–LXXI)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:37Read from the page
ΙΒʹ. Ἐξελθόντων δὲ ἡμῶν ἀπὸ τοῦ μοναστηρίου, ἐπορευόμεθα τὴν ὁδὸν ἡμῶν. Ὡς δὲ ἀπὸ σημείων δύο τοῦ μαναστηρίου ἀπήντησεν ἡμῖν νεανίσκος τις, ἔχων ἀρχοντικὸν δαίμονα, κατατεμνόμενος ἐν τῇ ἐρήμῳ ὑπ' αὐτοῦ. Τοῦτον ἰδὼν Ἐπιφάνιος γυμνὸν, καὶ ἀτάκτῳ δρόμῳ ἁλισκόμενον ὑπὸ τοῦ ἀκαθάρτου πνεύματος, ἔκραξεν μεγάλῃ φωνῇ· Παραγγέλλω σοι ἐν ὀνόματι τοῦ ἐσταυρωμένου Ἰησοῦ Χριστοῦ, ἐξελθεῖν ἀπὸ τοῦ πλάσματος τοῦ Θεοῦ. Εὐθέως δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐσπάραξεν τὸν νεανίσκον, καὶ ἔῤῥιψεν αὐτὸν ἐπὶ τὴν γῆν, καὶ ἐξῆλθεν ἀπ' αὐτοῦ. Ὁ δὲ ἀκάθαρτος δλίμων ἔκραξεν μεγάλῃ τῇ φωνῇ· Ἐπιφάνιε, διώκεις με ἀπὸ τοῦ τόπου μου διὰ κβʹ ἐτῶν. Ἐγὼ πορεύσομαι πρὸς τὸν βασιλέα τῶν Περσῶν, καὶ κινήσω αὐτὸν κατὰ σοῦ, καὶ ποιήσω σε μετὰ θλίψεως πολλῆς παραστῆναι κατὰ πρόσωπον αὐτοῦ. Ὁ δὲ νεανίας ἦλθεν σωφρόνως, καὶ ἔπεσεν εἰς τοὺς πόδας Ἐπιφανίου. Ὁ δὲ Ἐπιφάνιος ἤγειρεν αὐτὸν, λέγων· Ἀνάστα, τέκνον, καὶ ἄπελθε ἐν τῷ οἴκῳ σου ἐν εἰρήνῃ. Καὶ εὐθέως ἀνέστη.
12. Going forth from the monastery, we went on our way. About two miles from the monastery there met us a certain youth who had a ruling demon, being gashed in the desert by it. Seeing him naked, and seized with an unruly rushing by the unclean spirit, Epiphanius cried out with a loud voice: I command you in the name of the crucified Jesus Christ to come out from the creature fashioned by God. Straightway the unclean spirit convulsed the youth, and cast him upon the ground, and came out from him. And the unclean demon cried out with a loud voice: Epiphanius, you drive me out from my place after twenty-two years. I shall go to the king of the Persians, and stir him up against you, and make you stand before his face with great affliction. The young man came in his right mind, and fell at the feet of Epiphanius. And Epiphanius raised him up, saying: Rise, child, and depart to your house in peace. And straightway he arose.
ΙΓʹ. Ὁ οὖν δαίμων ὁ ἀκάθαρτος ἐπορεύθη ἐν τῇ Περσίδι, καὶ ἐκολλήθη τῇ θυγατρὶ τοῦ βασιλέως, καὶ τῇ τιμωρίᾳ, ᾗ ἥλισκεν τὸν νεανίσκον, ὁμοίως καὶ αὐτὴν ἐτιμώρει· καὶ ἔκραξεν λέγων· Ἐὰν μὴ Ἐπιφάνιος ἔλθῃ ἐνταῦθα ὁ ἀποστείλας με πρὸς τὴν σὴν θυγατέρα, οὐκ ἐξέρχομαι ἀπ' αὐτῆς. Καὶ πάλιν ἔλεγεν ὁ δαίμων· Ἐπιφάνιε, τὸ γένος τῶν Φοινίκων, ἐλθὲ ἐνθάδε, ὅπως ἐξέλθω ἀπὸ τῆς θυγατρὸς τοῦ βασιλέως. Ὁ οὖν βασιλεὺς ἀκούσας ἀπὸ τοῦ δαίμονος περὶ τῆς Φοινίκης, ἀπέστειλεν πλῆθος ἀνθρώπων εὐδιαλέκτων πρὸς ἀναζήτησιν Ἐπιφανίου. Καὶ δὴ ἀναζητήσαντες ἅπασαν τὴν χώραν τῶν Φοινίκων, οὐχ εὗρον· ἀλλ' ἀνεχώρουν ἄπρακτοι πρὸς τὸν βασιλέα. Τινὲς δὲ ἐξ αὐτῶν καὶ κακῶς ὑπέμειναν ὑπὸ τῶν Ῥωμαίων ὡς κατάσκοποι, καὶ τὴν γῆν ἅπασαν τὴν Φοινίκην ἐπὶ πονηρίᾳ θέλοντες κατανοῆσαι. Πορευθέντες δὲ οἱ διαπεμφθέντες ἀπήγγειλαν τῷ βασιλεῖ, ὅτι οὐχ εὗρον τὸν Ἐπιφάνιον. Ὁ δὲ δαίμων ἔκραξεν μεγάλῃ τῇ φωνῇ· Ἐν τῷ τόπῳ τῷ ἐπικαλουμένῳ Σπανυδρίῳ, ἐκεῖ ἔστιν κατοικῶν. Πάλιν οὖν ὁ βασιλεὺς προσκαλεσάμενος λʹ ἄνδρας, εἶπεν πρὸς αὐτούς· Ἀποδύσασθε τὸ σχῆμα τὸ Περσικὸν, καὶ λάβετε τὸ σχῆμα τῶν Ῥωμαίων, καὶ πορεύθητε ἐν τῇ Φοινίκῃ· καὶ ἀναζητήσατε τὸν τόπον τὸν καλούμενον Σπανύδριον, ἀγάγετέ μοι Ἐπιφάνιον τὸν οἰκήτορα τοῦ τόπου Ἐξῆλθον δὲ οἱ λʹ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ βασιλέως, ἀλλάξαντες τὰς ἑαυτῶν στολὰς, καὶ παρεγένοντο ἐπὶ τῆς Φοινίκης, καὶ πολλὰ ἀναζητήσαντες, διερμηνεύθη αὐτοῖς ὁ τόπος, καὶ ὁ Ἐπιφάνιος. Αὐτοὶ δὲ ἐπέστησαν τῷ τόπῳ νυκτός· ἦν δὲ Ἐπιφάνιος τὰς νυκτερινὰς εὐχὰς ἀναπέμπων τῷ Θεῷ· ὡς δὲ ἐπέστησαν τῇ θύρᾳ τοῦ κελλίου, καὶ διακρούσαντες, Ἐπιφάνιος οὐδ' ὅλως ἐπτοήθη τῷ λογισμῷ· ἀλλ' αὐτὸς τὸ ἔργον τοῦ Θεοῦ ἐπετέλει. Αὐτοὶ δὲ θυμοῦ πλησθέντες ἐβουλεύσαντο τὴν θύραν κατεάξαι τοῦ κελλίου. Εἷς δέ τις ἐξ αὐτῶν τὴν μάχαιραν ἑλκύσας, καὶ εἰς τὸ κατόχιον τῆς θύρας ταύτην ἐπεκτείνας, ἔμεινεν ἡ χεὶρ αὐτοῦ ἀκίνητος, καὶ ἀσάλευτος, καὶ ἀκαμπὴς, ὅλη ξηρά· τῶν δὲ ἄλλων ἁπάντων ἐπιφόβων γενη-
13. The unclean demon therefore departed into Persia, and cleaved to the king's daughter, and tormented her likewise with the torment wherewith he had seized the youth; and he cried out, saying: Unless Epiphanius comes here, he who sent me to your daughter, I will not come out from her. And again the demon kept saying: Epiphanius, of the race of the Phoenicians, come hither, that I may come out from the king's daughter. Hearing from the demon concerning Phoenicia, the king sent off a multitude of men fluent in languages to search for Epiphanius. Having searched through all the country of the Phoenicians, they did not find him; rather, they returned unsuccessful to the king. And some of them even suffered ill treatment from the Romans as spies, and as wishing to survey the whole land of Phoenicia with malicious intent. Having returned, those who had been sent out reported to the king that they had not found Epiphanius. And the demon cried out with a loud voice: In the place called Spanydrion, there he is dwelling. Again therefore the king summoned thirty men, and said to them: Strip off your Persian attire, and put on the attire of the Romans, and go into Phoenicia; and search out the place called Spanydrion, and bring me Epiphanius the inhabitant of the place. The thirty men sent by the king went forth, having changed their own garments, and arrived in Phoenicia, and after searching much, the place and Epiphanius were pointed out to them. They came upon the place by night; and Epiphanius was sending up his nocturnal prayers to God; and when they came up to the door of the cell and knocked repeatedly, Epiphanius was not at all startled in thought, rather he himself continued accomplishing the work of God. Filled with rage, they resolved to break down the door of the cell. When one of them drew his sword and stretched it out towards the bolt of the door, his hand remained motionless, and unshakable, and unbending, wholly withered; while all the others, becoming terrified
Notes, col. 37

On the reading

Printed μαναστηρίου, for μοναστηρίου.

Printed δλίμων, for δαίμων.

Printed που Ἐξῆλθον, for που. Ἐξῆλθον.

PG 41:40Read from the page
θέντων, ἀνεχώρουν ἀπὸ διαστήματος τοῦ κελλίου. Τοῦ δὲ Ἐπιφανίου ἅπασαν ἀκολουθίαν τῆς πνευματικῆς λατρείας ἐκτελέσαντος, ἤνοιξεν τὴν θύραν τῆς κέλλης. Ἰδὼν δὲ αὐτὸν ὁ τὴν χεῖρα ἔχων ξηρανθεῖσαν, ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, λέγων· Ἐλέησόν με, μύστα θεραπευτὰ τῶν ἀθανάτων. Ὁ δὲ Ἐπιφάνιός φησιν· Τί αἰτεῖς παρὰ ἀνθρώπου ἁμαρτωλοῦ; Ὁ δὲ εἶπεν· Ὑγιὴς ἦλθον εἰς τὸν τόπον τοῦτον, καὶ ἰδοὺ ἐξηράνθη ἡ χείρ μου. Ὁ δὲ Ἐπιφάνιος εἶπεν· Ὑγιὴς ἦλθες, ὑγιὴς γενοῦ· καὶ ἁψάμενος αὐτοῦ. ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ, ὡς ἡ ἄλλη. Ὡς οὖν ἴδον οἱ ἄλλοι πάντες τὸ γεγονὸς σημεῖον, ἔρχονται πάντες, καὶ προσπεσόντες Ἐπιφανίῳ, ὡμολόγουν τὴν αἰτίαν, δι' ἣν πάρεισιν πρὸς αὐτόν. Τοῦ δὲ ἀκούσαντος τοὺς λόγους τῶν ἀνθρώπων, ἔγνω, ὅτι τὸ πνεῦμα τὸ διωχθὲν ὑπ' αὐτοῦ ἀπὸ τοῦ νεανίσκου, τοῦτο πορευθὲν ἔθλιβεν τὴν παῖδα. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς μέ· Ἀνάστα, τέκνον, ἀκολουθήσωμεν τοῖς ἀνθρώποις. Οἱ δὲ πρὸς αὐτόν· Οὐκ ἀπεστάλημεν, φησὶν, Πάτερ, εἰ μὴ πρὸς σὲ ὑπὸ τοῦ βασιλέως, ᾧ καὶ ζῶον περισσὸν ἐπιφέρομεν, ὅπως καθεσθῇς. Τοῦ δὲ λέγοντος· Ποσὶν ὀξέως τρέχω, μόνον τὸν ἐμὸν μαθητὴν οὐκ ἂν ἐάσω ὧδε. Αὐτοὶ πάλιν ἔλεγον μετὰ φόβου μεγάλου· Ἄπεισιν αἱ κάμηλοι ἀπὸ τῶν ἀμφοτέρων· μόνον εὐμενῶς ἀκολούθησον σοῖς δούλοις. Εἷς δέ τις νεανίσκος χαρίεις ἔπεσεν ἐπὶ πρόσωπον, καὶ προσεκύνησεν αὐτῷ, λέγων· Συγχώρησόν μοι, Πάτερ. Τότε Ἐπιφάνιος εὐμενεῖ τῷ προσώπῳ εἶπεν πρὸς αὐτόν· Ἀνάστα, ὁ Θεὸς εὐλογήσει σε, τέκνον. Τότε ὁ νεανίσκος ἐν πολλῇ καταστάσει, ταῖς δυσὶ παλάμαις αὐτοῦ λαβόμενος Ἐπιφανίου, ἐπέθηκεν αὐτὸν ἐπὶ δρομικῆς καμήλου. Ἐλθὼν δὲ πρὸς μὲ, ἐποίησεν ὁμοίως· καὶ αὐτὸς ἐβάδιζεν πρῶτος τῶν δρομοκαμήλων.
being finished, they withdrew to a distance from the cell. And when Epiphanius had completed the entire office of spiritual worship, he opened the door of the cell. Seeing him, the man who had the withered hand fell upon his face upon the ground, saying: Have mercy on me, O initiate and healer of the immortals. And Epiphanius says: What do you ask from a sinful man? And he said: Sound in health I came to this place, and behold, my hand was withered. And Epiphanius said: Sound you came, become sound; and upon his touching him, his hand was restored, like the other. When therefore all the others saw the sign that had come to pass, they all come, and falling down before Epiphanius, confessed the cause on account of which they were present before him. And when he heard the words of the men, he knew that the spirit that had been driven out by him from the youth, this one had gone and was afflicting the maiden. And Epiphanius said to me: Arise, child, let us follow the men. And they said to him: We were not sent, says he, Father, save to you by the king, for whom we also bring a spare animal, so that you may sit upon it. And when he said: On foot I run swiftly, only I would not leave my disciple here; they again said with great fear: Away with the camels from both; only graciously follow your servants. And a certain comely youth fell upon his face, and did obeisance to him, saying: Forgive me, Father. Then Epiphanius with a gracious countenance said to him: Arise, God will bless you, child. Then the youth in great composure, taking hold of Epiphanius with his two palms, set him upon a swift camel. And coming to me, he did likewise; and he himself walked first before the dromedaries.
ΙΔʹ. Ὁδευσάντων δὲ ἡμῶν μονὰς λεʹ, ἐφθάσαμεν τὴν βασιλίδα, ἐμείναμεν δὲ ἐν τόπῳ καλουμένῳ Οὐρίῳ. Τρεῖς δὲ ἀπ' αὐτῶν εἰσελθόντες ἀνήγγειλαν τῷ βασιλεῖ. Καὶ δὴ κελεύσαντος τοῦ βασιλέως εἰσέρχεσθαι πρὸς αὐτὸν τὸν Ἐπιφάνιον, εἰσήει ἐν πολλῇ καταστάσει, ὡς μὴ συντυχεῖν ἔχων ἑνὶ τῶν βασιλέων. Τότε δὴ ἐγὼ ὀπίσω τούτῳ βαίνων, φόβος καὶ τρόμος ἔπεσεν ἐπ' ἐμέ. Ἰδὼν γὰρ ὄχλους περιεστῶτας αὐτῷ πολλοὺς, ἐδονούμην τῷ λογισμῷ μου. Τοῦ δὲ Ἐπιφανίου ἐγγίσαντος πρὸς τὸν βασιλέα, εὐθέως ἐξανέστη ὁ βασιλεὺς ἀπὸ τοῦ θρόνου. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τὸν βασιλέα· Κάθισον, τέκνον, ἐπὶ σῷ θρόνῳ, μὴ δίσταζε ἐπὶ τῷ σῷ πένθει· ἔχω γὰρ Θεὸν τὸν βοηθοῦντα, ἐλατήριον τοῦ διαβόλου. Μόνον πίστευε τῷ φιλανθρώπῳ· μὴ ἀστόχει τῶν λαλουμένων, καὶ ὄψῃ τὴν παῖδα ὑγιῆ. Ὁ γὰρ κάκιστος δαίμων διωχθεὶς ἀπὸ τόπου, ἦλθεν προθύμως ἐπὶ σὴν θυγατέρα. Ἐὰν πιστεύῃς τῷ ἐσταυρωμένῳ, τοῦτον διώκει ἀπὸ τῆς θυγατρός σου. Φωτίζου, τέκνον, τὴν σὴν καρδίαν, καὶ βλέπε τοῦτον ἐλαυνόμενον. Ἄγαγε ταύτην ἐν μέσῳ ἡμῶν, καὶ ὄψῃ χάριν τοῦ φιλανθρώπου. Ἐλθούσης δὲ τῆς θυγατρὸς τοῦ βασιλέως ἐν τῷ μέσῳ, εἶπεν Ἐπιφάνιος τῷ θυγατρίῳ· Γενοῦ φρονοῦσα, καὶ προσκύνησον τὸν σὸν πατέρα. Λύκος γὰρ ἔτι οὐ κυριεύσει σου. Ταῦτα εἰπὼν Ἐπιφάνιος, ἐπιλαβόμενος τῆς χειρὸς τοῦ θυγατρίου, καὶ σφραγίσας αὐτὴν τρίτον, εἶπεν πρὸς τὸ πνεῦμα τὸ θλίβον αὐτήν· Ἔδραμες κακῶς ἐπὶ τὴν θυγατέρα τοῦ βασιλέως. Φεῦγε ἀπ' αὐτῆς ἐν ἀοικήτοις τόποις. Ταῦτα εἰπὼν Ἐπιφάνιος πρὸς τὸν δαίμονα, εὐθέως ἐξῆλθεν ἀπὸ τοῦ θυγα-
Chapter XIV. When we had travelled thirty-five stages, we reached the royal city, and stayed in a place called Urium. Three of them went in and reported to the king. And when the king commanded Epiphanius to enter before him, he went in with great composure, as though he were not about to meet one of the kings. Then as I walked behind him, fear and trembling fell upon me; for seeing great crowds standing around him, I was shaken in my mind. When Epiphanius drew near to the king, straightway the king rose up from his throne. And Epiphanius said to the king: Sit down, child, upon your throne, do not doubt over your grief; for I have God Who helps, the expeller of the devil. Only believe in the Lover of mankind; do not miss the mark of the things spoken, and you shall see your maiden sound. For the most wicked demon, having been driven out from a place, came eagerly against your daughter. If you believe in the Crucified One, He drives him out from your daughter. Be enlightened, child, in your heart, and behold him being driven away. Bring her into our midst, and you shall see the grace of the Lover of mankind. And when the king's daughter came into the midst, Epiphanius said to the little daughter: Become of sound mind, and do obeisance to your father; for a wolf shall no longer lord it over you. Having said these things, Epiphanius took hold of the little daughter's hand, and having sealed her thrice, said to the spirit that was afflicting her: Wickedly have you run against the daughter of the king. Flee from her into uninhabited places. When Epiphanius had said these things to the demon, straightway it went out from the little daugh-
Notes, col. 40

On the reading

Printed αὐτοῦ., for αὐτοῦ,.

PG 41:41Read from the page
τρίου. Ἰδὼν δὲ Ἐπιφάνιος ἐν ἐκστάσει πολλῇ τὸν βασιλέα, εἶπεν πρὸς αὐτόν· Χαῖρε, βασιλεῦ, ἐπὶ σῷ θυγατρίῳ· ἔφυγεν ὁ λύκος εἰς ἀοικήτους τόπους. Πορεύου, θύγατερ, ἐν σῷ ταμιείῳ, καὶ ἔσο χαίρουσα μετὰ μητρὸς καλλίστης. Πρόσεχε λοιπὸν τῷ σώματί σου· καὶ οὐκέτι ἐγγίσει πρὸς σὲ κακοῦργος. Ταῦτα ἀκούσασα ἡ θυγάτηρ τοῦ βασιλέως παρὰ Ἐπιφανίου, ἐπορεύθη λοιπὸν ἐν τῷ ταμιείῳ, ἔνθα ἦν ἡ μήτηρ αὐτῆς καταμένουσα. Τότε δὴ ὁ βασιλεὺς ἔκλινεν αὐχένα Ἐπιφανίῳ. Ἰδόντες δὲ οἱ πάντες τὸν βασιλέα, κλίνουσι καὶ αὐτοὶ ἐπὶ γῆν, λέγοντες πρὸς Ἐπιφάνιον· Χάριτος Θεοῦ κεκοσμημένε, πρόθυμος γίνου πρὸς βασιλέα, πατὴρ τοῦ κράτους αὐτοῦ, καὶ ἔσῃ μεθ' ἡμῶν ἀδιαλείπτως. Ἔσκυλεν δαίμων τὴν βασιλίδα· ἦλθες ἐνταῦθα τοῦτον διῶξαι.
ter. And seeing the king in great amazement, Epiphanius said to him: Rejoice, O king, over your little daughter; the wolf has fled into uninhabited places. Go, daughter, into your chamber, and be joyful with your most noble mother. Attend henceforth to your body, and no evildoer shall draw near to you any more. Having heard these things from Epiphanius, the king's daughter departed henceforth into the chamber, where her mother was abiding. Then indeed the king bowed his neck to Epiphanius. And seeing the king, all the others likewise bow themselves to the ground, saying to Epiphanius: O you who are adorned with the grace of God, show yourself ready towards the king, a father of his realm, and you shall be with us unceasingly. A demon harassed the royal palace; you came here to drive him away.
ΙΕʹ. Εἷς δέ τις ἐξ αὐτῶν μάγος τῶν πρώτων ἔλεγεν αὐτῷ μετ' εὐμενείας· Ὦ μάκαρ Ἐπιφάνιε, μάγε πεποθημένε, ἦλθες ἐνταῦθα τοῦ κατορθῶσαι. Δίδασκε πάντας, πάντες οἱ μάγοι ὑπακούσονταί σου. Ἀκούσας δὲ ταῦτα Ἐπιφάνιος, εἶπεν πρὸς τὸν ἀνόητον μάγον· Ὦ μάγε ἐχθρὲ τῆς ἀληθείας, μάθε μὴ λαλεῖν ἀτάκτους λόγους. Λάβε κατόχιον ἐν τῷ στόματί σου, καὶ ἔσῃ μὴ λαλῶν ἀδιαλείπτως. Μὴ γὰρ ὑπονόει Θεοῦ δοῦλον μάγον ὑπάρχειν τῆς ἀδικίας. Ταῦτα δὲ εἰπὼν Ἐπιφάνιος, εὐθέως ἔμεινεν ὁ μάγος ἄλαλος, ἀκίνητος ἐπὶ τῷ τόπῳ. Ταῦτα δὲ ἰδὼν ὁ βασιλεὺς, καὶ τὸ στῖφος αὐτοῦ τὸ περιεστὼς, φόβῳ ἅπαντες συνεχόμενοι ἔπεσαν ἐπὶ τὴν γῆν.
Chapter XV. One of them, a magus of the chief rank, spoke kindly to him: O blessed Epiphanius, much-desired magus, you have come here to prosper our work. Teach everyone, and all the magi will obey you. Hearing these things, Epiphanius said to the foolish magus: O magus, enemy of the truth, learn not to speak disorderly words. Receive a bar upon your mouth, and you shall be not speaking unceasingly. For do not suppose a servant of God to be a magus of unrighteousness. When Epiphanius had said these things, straightway the magus remained speechless, motionless upon the spot. Seeing these things, the king and his throng that stood around, all being seized with fear, fell upon the ground.
ΙϚʹ. Ἰδὼν δὲ Ἐπιφάνιος τούτους πεσόντας, ἐκτείνας τὴν χεῖρα πρὸς τὸν βασιλέα, ἔλεγεν αὐτῷ μετ' εὐμενείας· Ἀνάστα, γίνου ἐν καταστάσει, καὶ ἔσο ὑγιὴς ἐν σῷ ταμιείῳ. Ταῦτα δὲ εἰπὼν Ἐπιφάνιος, ἀνέστησαν ἅπαντες ἐπὶ τοὺς πόδας. Εἶπεν δὲ Ἐπιφάνιος τῷ μαγουσαίῳ· Βλέπε τί βλέπεις καὶ ἀκούεις, καὶ ἔσῃ προσέχων τῇ ἀληθείᾳ. Μή μοι πρόσεχε, ὡς μαγουσαίῳ· δοῦλος γάρ εἰμι τοῦ ἐσταυρωμένου· λάλει καὶ ἄκουε, ὡς τὸ πρῶτον. Γίνου δὲ φίλος τῆς ἀληθείας. Τότε ὁ μάγος ἀπελογεῖτο, ἐσφάλθαι λέγων πρὸς Ἐπιφάνιον. Τότε ὁ βασιλεὺς ἐκέλευσεν ἐνεχθῆναι χρυσίον, καὶ ἄργυρον, καὶ μαργαρίτας, καὶ λίθους τιμίους κατὰ πρόσωπον πάντων, καὶ τεθῆναι παρὰ τοὺς πόδας Ἐπιφανίου, λέγων πρὸς αὐτόν· Λάμβανε ταῦτα, ὁ Πατὴρ ἡμῶν, καὶ ἔχε δή με κατὰ ψυχήν σου. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τὸν βασιλέα· Ἡμεῖς ἁπάντων καταφρονοῦμεν, ὅπως κρατῶμεν τῆς ἀληθείας· μή μοι κόπους πάρεχε ἐν τοῖς λοιποῖς. Ἐμὲ γὰρ Χριστὸς ἐδίδαξεν μὴ χρήζειν τούτων. Λάβε σὺ ταῦτα, Θάψον ἐν σῷ ταμιείῳ, καὶ ἔσται σοι νεκρὰ ἀδιαλείπτως. Μόνον προσέχεις καὶ περισπᾶσαι, μὴ δυνάμενος ὠφεληθῆναι· ἔχεις κακίαν ἐν λογισμῷ σου, ψυχὰς ἀπόλλων διὰ τοῦ χρυσοῦ τοῦ δοθέντος σοι ὑπὸ Κυρίου, ἵνα παρέχῃς τοῖς δεομένοις. Γίνου δίκαιος παρὰ Θεῷ τῶν ὅλων, μήποτε κριθῇς ἐν καταδίκῃ, καὶ ἔσῃ φρουρούμενος ἐν ἐξωτέρῳ σκότει· καὶ τότε μνησθῇς τῶν ἐμῶν λόγων. Ἀλλ' ἄρτι δέξαι τοὺς ἐμοὺς λόγους, καὶ τότε ἔσῃ εὐφραινόμενος· μὴ χρείαν ἔχε τοῦ κόσμου τούτου, καὶ πᾶς ὁ κόσμος ὑποταγήσεταί σοι. Καὶ πρόσεχε μάγοις ἀκαταστάτοις, ἀπατῶσίν σε νόμῳ σκοτώδει. Ὥρα ἔφθασεν ἡ τοῦ ἀρίστου. Βαῖνε
Chapter XVI. Seeing them fallen down, Epiphanius stretched out his hand to the king, and spoke kindly to him: Arise, be composed, and be sound in health in your chamber. When Epiphanius had said these things, they all stood up upon their feet. And Epiphanius said to the Magian: See what you see and hear, and you shall be attentive to the truth. Do not attend to me as to a Magian; for I am a servant of the Crucified One; speak and hear, as at first, and become a friend of the truth. Then the magus made his defence, saying to Epiphanius that he had erred. Then the king commanded gold, and silver, and pearls, and precious stones to be brought before the face of all, and to be laid beside the feet of Epiphanius, saying to him: Receive these things, O our Father, and hold me indeed in your soul. And Epiphanius said to the king: We despise all things, so that we may lay hold of the truth; do not cause me trouble in what remains. For Christ taught me not to have need of these things. Take these yourself, bury them in your chamber, and they shall be dead to you unceasingly. You only attend to them and are distracted, not being able to receive profit; you have wickedness in your thought, destroying souls through the gold given to you by the Lord so that you might supply those in need. Become righteous before the God of all, lest you be judged in condemnation, and you shall be kept under guard in outer darkness; and then you will remember my words. But now receive my words, and then you shall rejoice; have no need of this world, and the whole world shall be made subject to you. And beware of unsteady magi, who deceive you with a darksome law. The hour of the meal has arrived. Go
PG 41:44Read from the page
προθύμως ἐπὶ τραπέζης. Πολλοὺς γὰρ λόγους ἂν κατέσπειρα, ἀλλ' οὐ μετέχεις ἀπ' οὐδενὸς τούτων. Ἐγὼ γὰρ οἶδα τὸν λογισμόν σου, ὅτι τραπέζης οὐχ ἀφίστασαι. Φάγε, τρύφησον ἐν καταστάσει· λόγον γὰρ ποιῇ ἁπάντων τούτων.
eagerly to the table. For I would have sown many words, yet you partake of none of these. For I know your thought, that you do not abstain from the table. Eat, take your delight in moderation; for you shall render an account of all these things.
ΙΖʹ. Εἶπεν δὲ ὁ βασιλεὺς πρὸς Ἐπιφάνιον· Δεῦρο, Πάτερ, συγκαθεσθῶμεν, τῶν ἐδωδίμων φαγόμεθα. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τὸν βασιλέα· Βάδιζε, κάθου ἐπὶ τραπέζης, ἔσθιε πάντα ἐν συνηθείᾳ· μόνον ἄπεχε τῆς ἀταξίας. Ἐμοὶ γὰρ ἄρτος ἀπὸ πιτύρων, καὶ ἅλας μικρὸν δι' εὐνοστίαν παρέξει τὴν χρείαν τοῦ σώματος. Ταῦτα δὲ εἰπὼν Ἐπιφάνιος πρὸς τὸν βασιλέα, ἀπέλυσεν ἅπαντας ὁ βασιλεὺς ἐκ τοῦ ταμείου· καὶ ἡμᾶς ἐκέλευσεν εἰσελθεῖν ἐν τῷ κουβουκλίῳ· καὶ ἀπέστειλεν ἡμῖν διάφορα ἐδέσματα ἐπὶ τραπέζης. Ἀπέστρεψεν δὲ ἅπαντα Ἐπιφάνιος, ἕνα ἄρτον μόνον κρατήσας ἡμῖν. Ὧ χρησάμενοι ἐκορέσθημεν, εὐχαριστοῦντες τῷ Θεῷ τῶν ὅλων. Τῇ δὲ ἐπαύριον μετέστελλε ὁ βασιλεὺς τὸν Ἐπιφάνιον. Τοῦ δὲ ἐμβαίνοντος ἐν καταστάσει, ἔφθασεν ἔγγιστα τοῦ βασιλέως· αὐτὸς δὲ ἀναστὰς ἀπὸ τοῦ θρόνου, τίθησι τὸ βασίλειον ἐπὶ τὴν γῆν. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τὸν βασιλέα· Λάβε τὸ ἀξίωμα τῆς βασιλείας· καὶ ἔχε πρὸς Θεὸν εὐγνωμοσύνην. Εἶπεν δὲ ὁ βασιλεὺς πρὸς Ἐπιφάνιον· Μένε μεθ' ἡμῶν ἐνθάδε, Πάτερ, καὶ ἔσομαι κρατῶν τοὺς ὑμετέρους λόγους. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τὸν βασιλέα· Ἐὰν κρατήσῃς τοὺς ἐμοὺς λόγους, μνημονεύσω σου ὅπου ἐάν εἰμι. Ἐποιήσαμεν δὲ ιʹ ἡμέρας ἐν τῷ ταμιείῳ τοῦ βασιλέως. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τὸν βασιλέα· Δραμοῦμαι ἐπὶ ἐμὴν πατρίδα. Ζητῶ γὰρ πάντας τοὺς ἐκεῖ ὄντας, καὶ ἔσο καθήμενος ἐπὶ τῷ θρόνῳ, μὴ ἐπεγειρόμενος κατὰ Ῥωμαίων. Ἐὰν γὰρ ἐχθραίνῃς τοῖς Ῥωμαίοις, ἔσῃ ἐχθραίνων τῷ ἐσταυρωμένῳ· ἐὰν γὰρ [f. ἐὰν δὲ] γένῃ ἐχθρὸς τοῦ σταυρωθέντος, ταχήσῃ κακῶς ὑπὸ τῶν ἀντιδίκων. Ταῦτα δὲ εἰπὼν Ἐπιφάνιος πρὸς τὸν βασιλέα, ἐπέβαινεν πρῶτος ὁ βασιλεὺς μετὰ τοῦ στίφους αὐτοῦ, προπέμπων ἡμᾶς ἐπὶ τὴν χώραν.
Chapter XVII. And the king said to Epiphanius: Come here, Father, let us sit down together, and we shall eat of the victuals. And Epiphanius said to the king: Go, sit down at table, eat all things according to your custom; only abstain from intemperance. For to me bread made from bran, and a little salt for relish, will supply the need of the body. When Epiphanius had said these things to the king, the king dismissed everyone from the chamber, and commanded us to enter into the bedchamber; and he sent us various dishes upon a table. Yet Epiphanius sent them all back, retaining for us one loaf of bread alone; partaking of which, we were satisfied, giving thanks to the God of all. On the morrow the king sent for Epiphanius; and entering in with composure, he came very near to the king; and he, rising up from his throne, lays the diadem upon the ground. And Epiphanius said to the king: Take up the dignity of the kingship, and hold gratitude towards God. And the king said to Epiphanius: Remain here with us, Father, and I shall keep your words. And Epiphanius said to the king: If you keep my words, I shall remember you wherever I am. And we spent ten days in the chamber of the king. And Epiphanius said to the king: I shall hasten to my native land; for I seek all those who are there; and remain seated upon your throne, not rising up against the Romans. For if you bear enmity towards the Romans, you shall be bearing enmity towards the Crucified One; for if [perhaps: but if] you become an enemy of Him Who was crucified, you shall perish miserably at the hands of your adversaries. When Epiphanius had said these things to the king, the king set forth first with his retinue, escorting us towards our country.
ΙΗʹ. Ἡμῶν δὲ ἐξελθόντων ἐκ τοῦ ταμιείου, ἰδοὺ νεανίσκος τεθνηκὼς ἦν ἐπὶ τοῦ κραβάτου, υἱὸς ὑπάρχων ἑνὸς τῶν μεγιστάνων. Τοῦτον ἀπέφερον ἐπὶ τοὺς ἀστροκύνας, ὅπως ῥίψωσιν ἐπὶ τῇ καταβρώσει. Ὁ δὲ Ἐπιφάνιος τοῖς τοῦ κραβάτου ἔλεγεν μετ' εὐμενείας· Ἀπόθεσθε, τέκνα, ἐπὶ τὴν γῆν. Ἴδωμεν καὶ ἡμεῖς τὸν τεθνεῶτα. Οὗτος δὲ ὁ παῖς ὑπὸ μαγείας ἔθανεν κακῶς ὑπὸ κακούργου. Ἔθος δέ ἐστιν περὶ τοὺς Πέρσας, τοὺς τελευτήσαντας βρωθῆναι· τῶν δὲ ἀποθεμένων εὐθέως τὸ κράβατον ἐπὶ τὴν γῆν, εἶπεν Ἐπιφάνιος τῷ βασιλεῖ· Ὦ βασιλεῦ βασιλέων, κακῶν, ἀνόμων ἀνδρῶν· ἐχρῆν γὰρ τοῦτον, τὸν βίον ἐξελθόντα, εἰς γῆν ταφῆναι μετὰ ἀσφαλείας, ἵν' οὐρανόθεν ὁ Δεσπότης σαλπίζων μεταναστήσει τοῦτον εἰς προσκύνησιν. Τοιούτων δὲ ἀνδρῶν ἀτάκτων βασιλεύεις, ὥς τε καὶ πρὸ καιροῦ θάνατον ἑαυτοῖς ποιουμένων. Ἴδε δὴ, οὗτος, ὃν βλέπεις τεθνεῶτα, ὑπὸ κακούργου τὸν βίον ὑπεξῆλθεν. Ἀλλ' ὁ Θεός μου ὁ τανυσθεὶς ἐπὶ ξύλου, τοῦτον ἐγείρει κατὰ πρόσωπον πάντων. Ταῦτα δὲ εἰπὼν Ἐπιφάνιος, καὶ
Chapter XVIII. When we had gone out from the chamber, behold, a youth lay dead upon a pallet, being the son of one of the magnates. They were carrying him off to the star-dogs, so that they might cast him out to be devoured. And Epiphanius spoke kindly to those carrying the pallet: Lay him down, children, upon the ground; let us also see the dead youth. Now this lad had died miserably through sorcery at the hands of an evildoer. And it is a custom among the Persians that those who have died be devoured. When they had straightway laid the pallet down upon the ground, Epiphanius said to the king: O king of kings, of wicked, lawless men; for this youth, having departed this life, ought to have been buried safely in the earth, so that the Master, sounding the trumpet from heaven, might raise him up from here unto worship. Yet over such disorderly men do you reign, as even bring death upon themselves before their time. Behold indeed, this one whom you see dead departed from life at the hands of an evildoer. Yet my God, Who was stretched out upon a tree, raises him up before the face of all. Having said these things, Epiphanius, and
Notes, col. 44

On the reading

Printed ταχήσῃ, for παταχθήσῃ.

PG 41:45Read from the page
ταῖς χερσὶν αὐτοῦ τὸν νεκρὸν ψηλαφήσας, ἐβόησεν τῷ φιλανθρώπῳ· Υἱὲ Θεοῦ, φησὶν, ὁ τὸν τετραήμερον Λάζαρον ἐκ νεκρῶν ἀναστήσας, ἐξανάστησον τὸν νεανίαν τοῦτον. Καὶ λαβὼν Ἐπιφάνιος τὸν ἴδιον ἐπενδύτην ἐνέδυσεν τὸν τεθνεῶτα· ἔθος γὰρ ἦν περὶ τοὺς Πέρσας, γυμνοὺς ἄγειν τοὺς τεθνεῶτας. Εὐθέως οὖν ἀνέστη ὁ νεανίσκος, καὶ ἠσπάζετο τὸν Ἐπιφάνιον. Εἶπεν δὲ Ἐπιφάνιος τῷ νεανίσκῳ· Βάδιζε, τέκνον, ἐν τῷ σῷ οἴκῳ, καὶ φόρεσον ἱμάτια τὰ συνήθη· ἄγαγε δέ μοι τὸν ἐπενδύτην. Ἦν γὰρ ἔθος Ἐπιφανίῳ φορεῖν τρίχινον χιτῶνα ἐπὶ τὴν σάρκα, καὶ ἔξωθεν αὐτοῦ τὸν ἐπενδύτην. Ὡς οὖν ἴδεν ὁ βασιλεὺς τὸ γενόμενον πρᾶγμα ἐν Ἐπιφανίῳ, ὑπενόησεν θεὸν αὐτὸν εἶναι. Εἶπε δὲ Ἐπιφάνιος τῷ βασιλεῖ· Μὴ λογίζου εἰς ἐμὲ ταῦτα, ἄνθρωπον ὄντα ὁμοιοπαθῆ. Ὁ γὰρ Θεός μου, ᾧ ἐπίστευσα, ταῦτα παρέχει τοῖς φίλοις αὐτοῦ. Ταῦτα δὲ εἰπὼν Ἐπιφάνιος καὶ πλείονα τούτων, εἶπεν τῷ βασιλεῖ· Ὑπόστρεφε, τέκνον, ἐν σῷ ταμιείῳ. Ἡμεῖς γὰρ βαδίζομεν ἐπὶ πατρίδα. Εἶπεν δὲ ὁ βασιλεὺς πρὸς Ἐπιφάνιον· Πόσους ξιφήρεις ἀποστείλω τοὺς διασώζοντάς σε, πάτερ; Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τὸν βασιλέα· Ἔχω τὸν ἐν οὐρανοῖς φυλάσσοντά με Θεὸν, καὶ ξιφήρεις τοὺς ἁγίους αὐτοῦ ἀγγέλους. Τότε ὁ βασιλεὺς ἀσπασάμενος τὸν Ἐπιφάνιον ἔκραξεν λέγων μεγάλῃ τῇ φωνῇ· Βάδιζε ὑγιαίνων, Ἐπιφάνιε, ἡ δόξα τῶν Ῥωμαίων· μνήμην δὲ ποιοῦ ἡμῶν τῶν ἐν Περσίδι. Ἀπάραντες δὲ ἀπὸ Περσίδος, ἐπορεύθημεν ἐν τῇ Φοινίκῃ· καὶ διοδεύσαντες μέρος τι τῆς Φοινίκης, εἰσεληλύθαμεν ἐν Σπανυδρίῳ. Ηὕρομεν δὲ τὸ κελλίον ὡς ἦν τὸ πρότερον. Καὶ ποιήσαντες τρίτην ἡμέραν, ὕδωρ οὐκ ἦν τοῦ πιεῖν ἡμᾶς.
feeling the dead man with his hands, cried out to the Lover of mankind: O Son of God, says he, Who raised up Lazarus of four days from the dead, raise up this young man. And Epiphanius took his own outer cloak and clothed the dead youth; for it was a custom among the Persians to bring out the dead naked. Straightway therefore the youth rose up, and embraced Epiphanius. And Epiphanius said to the youth: Go, child, into your house, and put on your accustomed garments; and bring me back my outer cloak. For it was Epiphanius's custom to wear a tunic of haircloth next to his flesh, and his outer cloak outside it. When therefore the king saw the deed that had come to pass through Epiphanius, he supposed him to be a god. And Epiphanius said to the king: Do not reckon these things to me, who am a man of like passions. For my God, in Whom I have believed, grants these things to His friends. Having said these things and more than these, Epiphanius said to the king: Return, child, into your chamber; for we are setting off for our native land. And the king said to Epiphanius: How many sword-bearers shall I send to escort you safely, father? And Epiphanius said to the king: I have God in heaven keeping watch over me, and His holy angels as sword-bearers. Then the king, having embraced Epiphanius, cried aloud with a great voice, saying: Go in health, Epiphanius, the glory of the Romans; and make remembrance of us who are in Persia. Having departed from Persia, we journeyed into Phoenicia; and having passed through a certain part of Phoenicia, we entered into Spanhydrium. We found the cell just as it was before; and when we had spent the third day there, there was no water for us to drink.
ΙΘʹ. Σταθεὶς οὖν Ἐπιφάνιος κατὰ ἀνατολὰς βλέπων προσηύξατο τῷ ἐν οὐρανοῖς Θεῷ λέγων· Ὁ τὴν ἀκρότομον πέτραν διαχαράξας καὶ ἀπὸ ταύτης ὕδωρ ἐξαναβρύσας, καὶ λαὸν ἐκλείποντα ὕδωρ ποτίσας, διασπάραξον καὶ τὴν γῆν ταύτην· καὶ ποίησον ἐξ αὐτῆς ὕδωρ πηγάζων ἐπὶ κατοικησίᾳ πενήτων ἀνθρώπων. Τοῦ δὲ Ἐπιφανίου ταῦτα εἰπόντος, εὐωδία τις ἀγαθὴ ἐγένετο ἐν τῷ τόπῳ ἐκείνῳ· καὶ πάλιν κλίνας τρίτον ἐπὶ τὴν γῆν καὶ προσευξάμενος, λαβὼν ὀρυκτῆρα, ἐχάραξεν μικρὸν ἐπὶ τὴν γῆν· καὶ ἰδοὺ ὕδωρ ὀλιγοστὸν ἀνέβρυσεν. Ἔπειτα πάλιν χαράξας πλουσιοποτάμιτος ἐγένετο ἡ οἴκησις ἡμῶν. Ἤμεθα δὲ ἐν τῷ τόπῳ ἐκείνῳ ἡσυχάζοντες, αὐτὸς καὶ ἐγώ. Ὁ οὖν Θεὸς ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, ἐξαρδεύοντος τοῦ ὕδατος τὴν γῆν ἅπασαν ἐκείνην, τῇ προστάξει τοῦ ἀεὶ προνοουμένου τοῦ ἀνθρωπίνου γένους, ἐξέφυσεν ἡ γῆ πλῆθος λαχάνων εἰς ἀπόλαυσιν καὶ διατροφὴν ἡμῶν. Τινῶν δὲ θηρίων ἐπερχομένων τούτοις, καὶ τὴν ἅπασαν χλόην ἀφανιζόντων, Ἐπιφάνιος ἔστη ἐπάνω τῶν λαχάνων, καὶ τοῖς θηρίοις διελέγετο ὡς ἀνθρώποις λέγων· Μή μοι κόπους παρέχετε· ἄνθρωπος γὰρ ἁμαρτωλὸς καὶ πτωχός εἰμι. Διὰ τὸ πλῆθος οὖν τῶν ἁμαρτιῶν μου εἰμὶ ἐν τῷ
Chapter XIX. Standing therefore and looking towards the east, Epiphanius prayed to God in heaven, saying: O Thou Who cleft the sheer rock and caused water to gush forth from it, and gave a fainting people water to drink, rend this earth also, and make water spring forth from it for the habitation of poor men. When Epiphanius had spoken these things, a certain sweet fragrance arose in that place; and again bowing thrice to the ground and praying, he took a mattock and struck lightly upon the ground; and behold, a small trickle of water gushed up. Then having struck again, our dwelling became rich with streams. And we were in that place keeping stillness, he and I. God therefore, Who causes grass to spring up for the cattle, and green herb for the service of men, as the water irrigated all that land by the command of Him Who ever takes thought for the human race, caused the earth to bring forth an abundance of herbs for our enjoyment and nourishment. When certain wild beasts came upon them and were destroying all the green shoots, Epiphanius stood over the herbs, and conversed with the beasts as with men, saying: Do not cause me trouble; for I am a sinful and poor man. Because of the multitude of my sins, therefore, I am in
Notes, col. 45

On the reading

Printed πηγάζων, for πηγάζον.

Printed πλουσιοποτάμιτος, for πλουσιοποτάμιος.

PG 41:48Read from the page
τόπῳ τούτῳ πενθῶν· ὁ Θεὸς δὲ παρέσχεν μοι τὴν παραμυθίαν ταύτην τῶν λαχάνων εἰς διατροφήν· καὶ αὐτὸς ὑμῖν παραγγέλλει μηκέτι ἐλθεῖν ἐν τῷ τόπῳ, καὶ καταβλάπτειν μου τὴν χλόην. Τὰ δὲ ἄγρια ἀκούσαντα ταῦτα παρὰ Ἐπιφανίου, ὥσπερ ἄνθρωποι εὐαισθητοῦντες ἐὰν σφαλῶσι ἐφ' ἑνὶ τῶν μεγάλων καὶ ἐλεγχόμενοι διατραπῶσιν· οὕτως τὰ θηρία κατησχύνθησαν ἀπὸ τῶν λόγων Ἐπιφανίου, καὶ ἀνεχώρησαν εὐθέως. καὶ ἀπὸ τῆς ἡμέρας ἐκείνης οὐκέτι ἤγγισαν τῷ τόπῳ ἡμῶν. Ἀκούσαντες δὲ οἱ Σαῤῥακηνοὶ οι οἰκοδομήσαντες ἡμῖν τὸ κελλίον, ὅτι ἦλθεν Ἐπιφάνιος ἀπὸ Περσίδος, παρεγένοντο ἐπὶ συντυχίᾳ αὐτοῦ, ὥστε εὐλογηθῆναι παρ' αὐτοῦ· ᾠκοδόμησαν δὲ ἡμῖν ἄλλους τρεῖς οἴκους, ποιήσαντες μεθ' ἡμῶν μῆνας, καὶ αὐτοὶ ἐπορεύθησαν ἐν τοῖς τόποις. Ἠκούσθη δὲ εἰς ὅλην τὴν πόλιν (τὴν Φοινίκην), ὅτι Ἐπιφάνιος ἐν Σπανυδρίῳ κατοικεῖ. Συνήχθησαν οὖν ἄλλοι ἀδελφοὶ ἐν τῷ μοναστηρίῳ. Ἤμεθα δὲ οἱ πάντες τὸν ἀριθμὸν ηʹ.
this place mourning; yet God has granted me this consolation of herbs for nourishment; and He Himself charges you no longer to come into this place, nor to harm my green shoots. When the wild beasts heard these things from Epiphanius, just as men of keen sensibility, if they stumble in some great matter and on being reproved are put to shame, so the wild beasts were put to shame by the words of Epiphanius, and withdrew straightway; and from that day they no longer came near to our place. And when the Saracens who had built the cell for us heard that Epiphanius had come from Persia, they arrived to meet with him, so as to be blessed by him; and they built for us three other houses, having spent months with us, and they themselves departed to their own places. And it was heard throughout the whole city (Phoenicia) that Epiphanius was dwelling in Spanhydrium. Other brethren therefore gathered together in the monastery; and we were eight in number in all.
Κʹ. Ἐπορεύθη οὖν Ἐπιφάνιος ἐν μιᾷ ἡμέρᾳ ἐν τῷ μοναστηρίῳ τοῦ μεγάλου Ἱλαρίωνος εἰς ἐπίσκεψιν τῶν ἀδελφῶν· καὶ ἐπορεύθην κἀγὼ μετ' αὐτοῦ. Καὶ ἀπεδέξαντο ἡμᾶς οἱ ἀδελφοὶ μετὰ χαρᾶς μεγάλης, καὶ κατεῖχον ἡμᾶς ἡμέρας πολλάς. Ὁ οὖν διάβολος, ὁ ἐξ ἀρχῆς ἀντικείμενος τοῖς δούλοις τοῦ Θεοῦ, ἔλαβεν Ἐπιφανίου τὸ σχῆμα, καὶ ἀπέρχεται ἐν τῷ μοναστηρίῳ τῷ ἐπικαλουμένῳ Σπανυδρίῳ. Συναντήσας δὲ αὐτῷ ἀδελφὸς τῶν ἀμελεστέρων, ἔδραμεν εἰς προσκύνησιν αὐτοῦ. Καὶ δὴ πεσὼν ἐπὶ τὴν γῆν προσεκύνησεν τῷ πονηροτάτῳ δαίμονι. Καὶ εἰσῆλθεν εἰς αὐτόν· καὶ ἦν ἀκράτητος ἐν τοῖς ἀδελφοῖς. Εἶπεν δὲ Ἐπιφάνιος πρὸς τὸν μέγαν Ἱλαρίωνα· Λύκος ἐπεισῆλθεν, Πάτερ, ἐν τῷ μοναστηρίῳ, ἐτάραξεν, ἐσάλευσεν πάντας τοὺς ἀδελφούς. Ταῦτα δὲ εἰπὼν Ἐπιφάνιος ἀσπασάμενος ἅπαντας, ἐξήλθομεν τὴν ὁδὸν ἡμῶν Ποτὲ γοῦν τριῶν ἀγροίκων εἰσελθόντων ἐν τῷ μοναστηρίῳ, δαίμονα ἀκάθαρτον εἶχεν ὁ εἷς. Τῶν δύο οὖν παρακαλούντων τὸν Ἐπιφάνιον περὶ τοῦ τὸ πνεῦμα ἔχοντος τὸ ἀκάθαρτον, καὶ λεγόντων· Βοήθησον τῷ ἡμῶν ἑταίρῳ, Ἐπιφάνιος εἶπεν αὐτοῖς· Λάβετε, τέκνα, τὸν ὑμῶν φίλον, καὶ πορεύεσθε ἐν εἰρήνῃ· ἐν γὰρ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, οὐδὲν κακὸν ἐν αὐτῷ. Πιστευσάντων δὲ αὐτῶν τῷ λόγῳ Ἐπιφανίου, ἀπῆλθεν ὁ ἄνθρωπος ὑγιὴς ἐν τῷ οἴκῳ αὐτοῦ.
Chapter XX. One day therefore Epiphanius departed to the monastery of the great Hilarion to visit the brethren, and I also went with him. And the brethren received us with great joy, and detained us many days. Now the devil, who from the beginning opposes the servants of God, took on the likeness of Epiphanius, and goes off to the monastery called Spanhydrium. One of the more negligent brethren met him, and ran to do obeisance to him; and falling upon the ground, he did obeisance to the most wicked demon. And it entered into him, and he could not be restrained among the brethren. And Epiphanius said to the great Hilarion: A wolf has broken in, Father, into the monastery; it has troubled and shaken all the brethren. When Epiphanius had said these things and embraced them all, we set out on our way. Once then, when three countrymen entered into the monastery, one of them had an unclean demon. When the two entreated Epiphanius on behalf of the one who had the unclean spirit, saying: Help our companion, Epiphanius said to them: Take your friend, children, and go in peace; for in the name of Jesus Christ, there is no evil in him. And when they believed the word of Epiphanius, the man departed sound to his house.
ΚΑʹ. Ποτὲ οὖν λέοντος ὑπάρχοντος ἐν ἐρήμῳ τόπῳ, ὡς ἀπὸ σημείων ξʹ τῷ ἡμῶν μοναστηρίῳ, ἦν εἰς ὕλην κεκρυμμένος, καὶ πολλοὺς τῶν ἀνθρώπων τῶν παρερχομένων τῷ τόπῳ ἐκείνῳ ἠφάνιζεν. Ἦν δὲ ὁ τόπος οὗτος ἐπιτήδειος τοῖς ὁδοιπόροις. Συναχθέντες οὖν ἅπαντες οἱ τὴν συνήθειαν ἔχοντες βαδίζειν διὰ τοῦ τόπου ἐκείνου, ἦλθον πρὸς Ἐπιφάνιον ἐν τῷ μοναστηρίῳ, λέγοντες αὐτῷ τὰ περὶ τοῦ ζώου, καὶ τῆς ἀταξίας αὐτοῦ τῆς πονηρᾶς· καὶ ὅτι ἀοίκητος, καὶ ἄβατος ὁ τόπος ἐγένετο, ὦ Πάτερ, ἀπὸ τοῦ φόβου, φησὶν, τοῦ λέοντος, ὅτι πολλοὺς ἀνθρώπους διώλεσεν.
Chapter XXI. Once therefore, when there was a lion in a desert place about sixty miles from our monastery, it lay hidden in a wood, and was making away with many of the people passing by that place. Now this place was convenient for wayfarers. All those therefore who were accustomed to travel through that place gathered together and came to Epiphanius in the monastery, telling him the matters concerning the beast and its wicked unruliness; and that the place has become uninhabitable and impassable, O Father, says he, from fear of the lion, because it has destroyed many men.
Notes, col. 48

On the reading

Printed οι, for οἱ.

Printed ἡμῶν Ποτὲ, for ἡμῶν. Ποτὲ.