πτουσιν αὗται αἱ ἡμέραι, ἤτοι ἐν δευτέρᾳ Σαββάτων, ἢ ἐν τρίτῃ, ἢ ἐν τετράδι, Σάββατον καθ' αὐτὸ αὐτοῖς ὁρίζεται. Διὸ μετὰ τὴν τῶν Ἀζύμων γενομένη⟨ν⟩ ἡμέραν, καὶ ὁρισθεῖσαν ἡμέραν Σαββάτου, τῷ Σαββάτ⟨ῳ⟩ φύσει τῷ μετὰ τὴν ἡμέραν τῶν Ἀζύμων εἰς Σάββατο⟨ν⟩ λελογισμένην, εὑρέθησαν διαβαίνοντες διὰ τῶν σπορίμων, καὶ ἔτιλλον στάχυας, καὶ ἔψωχον, καὶ ἤσθιον, δεικνύντες, ὅτι λέλυται ὁ δεσμὸς ὁ ἐν τῷ Σαββάτῳ ὁριζόμενος, ἐλθόντος τοῦ μεγάλου Σαββάτου, τουτέστι Χριστοῦ, τοῦ ἀναπαύσαντος ἡμᾶς ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν, οὗ τύπος ἦν ὁ Νῶε, ὃν ὁ πατὴρ αὐτοῦ γεννηθέντα ἑωρακὼς κατὰ προφητείαν, ἐπέθετο αὐτῷ ὄνομα Νῶε, λέγων· Ὅτι οὗτος ἀναπαύσει ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν, ἤτοι σκληρῶν ἔργων ἡμῶν. Ὁ Νῶε δὲ ἀπὸ ἁμαρτιῶν οὐκ ἀνέπαυσεν, ἀλλὰ εἰς Χριστὸν προεφήτευσεν ὁ Λάμεχ τὴν προφητείαν τῷ Νῶε ἑρμηνευόμενον ἐν ἀληθείᾳ. Νῶε γὰρ ἀνάπαυσις ἑρμηνεύεται, καὶ Σεβὲθ. ὅπερ ἀνάπαυσις καὶ Σάββατον ἑρμηνεύεται, ὅ ἐστι Χριστὸς, ἐν ᾧ ἀναπέπαυται ὁ Πατὴρ, καὶ τὸ ἅγιον Πνεῦμα αὐτοῦ, καὶ πάντες ἅγιοι ἄνθρωποι ἐν αὐτῷ ἀνεπαύσαντο, παυσάμενοι ἀπὸ ἁμαρτημάτων. Οὗτός ἐστι τὸ μέγα Σάββατον καὶ ἀΐδιον, οὗ τύπος ἦν τὸ μικρὸν Σάββατον ἐξυπηρετούμενον ἄχρι τῆς αὐτοῦ παρουσίας, προσταχθὲν ὑπ' αὐτοῦ κατὰ τὸν νόμον, καὶ ἐν αὐτῷ λυθὲν, καὶ πληρωθὲν ἐν τῷ Εὐαγγελίῳ. Οὕτως γὰρ εἶπεν, ὅτι Κύριός ἐστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ Σαββάτου. Ὅθεν θαρσαλέως οἱ μαθηταὶ λύουσι τὸ Σάββατον· ἐπειδὴ καὶ οἱ πρὸ αὐτῶν ἱερεῖς ἔλυον τὸ Σάββατον θύοντες, καὶ Θεῷ θυσίας προσφέροντες, ἵνα μὴ ἀργήσῃ θυσία ἡ ἐνδελεχὴς, καὶ καθ' ἡμέραν προσφερομένη. Οὐ μόνον δὲ αὐτοὶ προεφήτευον οἱ ἱερεῖς λυθήσεσθαι τὸ Σάββατον διὰ τοῦ μὴ ἀργεῖν· ἀλλὰ καὶ αὐτὴ ἡ περιτομὴ ἔλυε τὸ Σάββατον. Γεννωμένου δὲ παιδὸς πολλάκις ἐν Σαββάτῳ, ἀναίρεσις Σαββάτου διὰ περιτομῆς ἐγίνετο. Οὕτω ταῖς ἀμφοτέραις ἡ λύσις προεθεσπίζετο. Δείκνυται γὰρ, ὅτι οἱ περιτέμνοντες αὐτὸ τὸ γεννηθὲν ἐν Σαββάτῳ, ἐὰν θελήσωσιν ἀκριβολογήσασθαι τὴν ὀγδόην ἡμέραν, εὑρίσκοντες ἐμπίπτουσαν ἐν Σαββάτῳ, καὶ περιτεμόντες, ἔργον εἰργάσαντο καὶ τὸ Σάββατον ἔλυσαν. Ἐὰν δὲ ὑπέρθωνται διὰ τὸ μὴ λῦσαι τὸ Σάββατον, ἐνάτῃ λοιπὸν περιτέμνουσι τὴν περιτομήν· καὶ ἔλυσαν τὴν περιτομὴν, καὶ τὸν περὶ αὐτῆς τῶν ὀκτὼ ἡμερῶν ὅρον τοῦ προστάγματος.
in these days, whether on the second day of the week, or on the third, or on the fourth, a Sabbath of its own is appointed for them. Wherefore, after the day of Unleavened Bread had taken place, and a Sabbath day had been appointed, on the natural Sabbath after the day of Unleavened Bread that was reckoned for a Sabbath, they were found passing through the cornfields, and they plucked ears of corn, and rubbed them, and ate, showing that the bond appointed on the Sabbath has been dissolved at the coming of the great Sabbath, that is, Christ, Who gave us rest from our sins, of Whom Noah was a type, whom his father, beholding him at birth, by prophecy named Noah, saying: This one shall give us rest from our sins, that is, our harsh works. Yet Noah did not give rest from sins; rather, Lamech prophesied unto Christ the prophecy regarding Noah, who is interpreted in truth. For Noah is interpreted rest, and Sebeth, which is interpreted rest and Sabbath, which is Christ, in Whom the Father has rested, and His Holy Spirit, and all holy men rested in Him, having ceased from sins. He is the great and everlasting Sabbath, of Whom the little Sabbath was a type, ministering until His coming, enjoined by Him according to the law, and dissolved in Him, and fulfilled in the Gospel. For thus He said, that the Son of man is Lord even of the Sabbath. Wherefore the disciples boldly loose the Sabbath, inasmuch as the priests before them also loosed the Sabbath by sacrificing and offering sacrifices to God, lest the continual sacrifice offered day by day should cease. And not only did the priests themselves prophesy that the Sabbath would be loosed through not keeping idle, but circumcision itself also loosed the Sabbath. For as a child was oftentimes born on a Sabbath, an annulment of the Sabbath took place through circumcision. Thus by both was its dissolution foretold. For it is shown that those who circumcise the very child born on a Sabbath, if they wish to observe strictly the eighth day, finding it falling on a Sabbath, and circumcising it, performed a work and loosed the Sabbath. Whereas if they postpone it so as not to loose the Sabbath, they end up circumcising the circumcision on the ninth day, and have loosed circumcision and the eight-day limit of the ordinance concerning it.
ΛΓʹ. Ἀλλὰ οὔτε ἦν τελεία ἡ πρώτη περιτομὴ, ἀλλὰ σημείου χάριν ἐδόθη, εἴς τε ὑπόμνησιν αὐτῶν μετὰ ταῦτα· καὶ διὰ τὸν δισταγμὸν τοῦ Ἀβραὰμ, ὡς προείρηται, ἐπιτιμηθέντος, καὶ τύπου ἕνεκα τῆς μεγάλης τῆς τὰ πάντα κατ' ἰσότητα πληρούσης ἐν τοῖς
XXXIII. Yet neither was the first circumcision perfect; rather, it was given for the sake of a sign, and as a reminder to them afterwards; both on account of the hesitation of Abraham, as has been said before, when he was rebuked, and for the sake of a type of the great [circumcision] that fulfils all things with equality in those