Ἡ δὲ τοῦ Χριστοῦ γέννησις κατὰ φύσιν μὲν γυναικὸς Παρθένου Μαρίας τὴν ἐνανθρώπησιν ἔσχηκε, παρὰ φύσιν δὲ ἐτμήθη ἀπὸ τῆς κατὰ τὴν ἀνθρωπότητα ἀκολουθίας· ὡς καὶ Ἰακὼβ περὶ αὐτοῦ λέγει· Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· καὶ οὐκ εἶπεν· Ἐκ σπέρματος ἀνέβης. Καὶ τούτου χάριν φησὶν ὁ ἅγιος Ἠσαῖας ὁ προφήτης, μᾶλλον δὲ ὁ Κύριος αὐτῷ λέγει· Λάβε σεαυτῷ νόμον χάρτου· τὸ εἶδος τῆς συνηθείας σημαίνων, ἐν ᾧ τὰ πάντα γράφουσιν υἱοὶ τῶν ἀνθρώπων, ὡς καὶ ἐν τῷ ἑκατοστῷ τριακοστῷ ὀγδόῳ ψαλμῷ λέγει· Ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται, ἡμέρας πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς. Βιβλίῳ γὰρ ἀπείκασε τὴν μήτραν. Διὰ τοῦτο ὁ Δαβὶδ λέγει· Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου· τουτέστι, Σπαρέντα πρὶν ἀπεικονισθῆναί με ἔγνως με· πρότερον, πρὶν τοῦ σπαρῆναί με.
And the birth of Christ had its incarnation according to nature from a woman, the Virgin Mary, yet beyond nature it was cut off from the sequence of human generation; as Jacob also says concerning Him: From a shoot, my son, you went up; and he did not say: From seed you went up. And for this sake the holy prophet Isaiah says, or rather the Lord says to him: Take for yourself a law of paper; signifying the form of custom wherein the sons of men write all things, as he also says in the hundred and thirty-eighth Psalm: In Your book all shall be written; by day they shall be fashioned, and no one among them. For he likened the womb to a book. Therefore David says: Your eyes saw my unformed substance; that is: When sown before I was delineated You knew me; beforehand, prior to my being sown.
ΛΑʹ. Ὁ δὲ Ἑβραϊκὸς θαυμαστῶς τὸ ῥῆμα σαφηνίζει. Τὸ ἀκατέργαστον γὰρ γολμὴ ἐκάλεσαν, ὅπερ ἑρμηνεύεται χόνδρος, ἢ σεμιδάλεως κόκκος, δῆθεν τὸ μηδέπω εἰς ἄρτον συνελθὸν καὶ φυραθὲν, ἀλλ' ὡς ἀπὸ κόκκου σίτου τμηθὲν χόνδρον ἢ χονδρῖτης, ἢ λεπτὴ ψηφὶς, ἥτις ἐκ σεμιδάλεως γίνεται. Οὕτως τὸ ἰσότυπον τοῦ εἴδους τὸ τεμνόμενον ἐξ ἀνθρώπου εἰς τὴν σπορὰν ἀκριβολογῶν ἀπέδειξε, καί φησιν, εἰς Ἑλλάδα διάλεκτον ἑρμηνευομένου τοῦ λόγου, Τὸ ἀκατέργαστον, τουτέστι τὸ ἄπλαστον ἔτι ἐν κοιλίᾳ, ἢ πρὸ κοιλίας εἶδον οἱ ὀφθαλμοί σου. Οἶδε γὰρ πάντα Θεὸς πρὶν γενέσθαι, ὡς γέγραπται. Πλὴν βιβλίον καὶ τόμος μήτρα ἐστὶν ἡ σημαινομένη. Καὶ οὐκ εἶπε· Λάβε σεαυτῷ βιβλίον, ἢ Λάβε σεαυτῷ χάρτην, ἀλλὰ τόμον, διὰ τὸ ἰδιάζον παρὰ τὴν τῶν ἀνθρώπων συνήθειαν. Χάρτου, διὰ τὸ γραφικὸν τῆς μήτρας. Καινοῦ, διὰ τὸ καινὸν τῆς Παρθένου, καὶ ἄχραντον. Μεγάλη γὰρ ὡς ἀληθῶς Μαριαμ ἡ ἁγία Παρθένος ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων. Πῶς γὰρ οὐκ ἂν εἴπομεν ταύτην μεγάλην, χωρήσασαν τὸν ἀχώρητον, ὃν οὐρανὸς καὶ γῆ χωρεῖν οὐ δύνανται; Αὐτὸς δὲ, ἀχώρητος ὢν, κατὰ ἰδίαν προαίρεσιν καὶ εὐδοκίαν ἐχωρήθη βουλόμενος, καὶ οὐ κατὰ ἀνάγκην. Διὸ μέγας ὁ τόμος καὶ καινός· μέγας διὰ τὸ θαῦμα· καινὸς, ὅτι παρθένος. Καὶ, Γράψον, φησὶν, ἐν αὐτῷ γραφίδι ἀνθρώπου. Καὶ οὐκ εἶπε· Γράψει ἐν αὐτῷ τις γραφίδι ἀνθρώπου· οὐδὲ εἶπε· Γράψει ἐν αὐτῷ ἄνθρωπος, ἵνα μὴ εὕρῃ πρόφασιν ὁ Ἐβίων. Εἰ γὰρ εἶπε, Γράψει ἐν αὐτῷ ἄνθρωπος, εἶχεν εἰπεῖν, ὅτι ἄνθρωπος Ἰωσὴφ ἔσπειρε, καὶ ἐκ σπέρματος ἀνδρὸς ἐγεννήθη Χριστός. Τῷ δὲ Ἠσαΐᾳ πρὸ ἑπτακοσίων πεντηκοντατριῶν ἐτῶν πλείω ἢ ἐλάσσω ἔλεγε, Γράψον, ἵνα ἀπὸ τοῦ καιροῦ τοῦ διαστήματος ὀφθῇ πᾶσα
XXXI. Now the Hebrew marvellously clarifies the expression. For they called the unformed substance golme, which is translated groats, or a grain of fine flour, namely what has not yet come together and been kneaded into bread, but, as when cut from a grain of wheat, groats or coarse meal, or a fine pebble, which comes from fine flour. Thus, speaking with precision, he demonstrated the counterpart of the form that is severed from a man for sowing, and he says, when the expression is translated into the Greek tongue: My unformed substance, that is, what was still unfashioned in the womb, or prior to the womb, Your eyes saw. For God knows all things before they come to be, as it is written. Yet the book and tome signified is the womb. And He did not say: Take for yourself a book, or Take for yourself paper, but a tome, because of its distinctiveness beyond the custom of men. Of paper, because of the inscribing capacity of the womb. New, because of the newness of the Virgin, and her spotlessness. For great indeed is Mary the holy Virgin before God and men. For how should we not call her great, who contained the Uncontainable, Whom heaven and earth cannot contain? Yet He Himself, being uncontainable, was contained according to His own choice and good pleasure by willing it, and not out of necessity. Wherefore the tome is great and new: great because of the marvel; new, because a virgin. And, Write in it, He says, with a man's pen. And He did not say: Someone will write in it with a man's pen; nor did He say: A man will write in it, lest Ebion find a pretext. For if He had said, A man will write in it, he would have had occasion to say that the man Joseph sowed, and Christ was begotten from a man's seed. Rather, to Isaiah seven hundred and fifty-three years beforehand, more or less, He said, Write, so that from the interval of time there might be seen all