γεῖν μεθ' ὑμῶν. Αὐτοὶ δὲ, ἐπιγράψαντες τὸ κρέας, ἑαυτοὺς ἐπλάνησαν, ῥᾳδιουργήσαντες καὶ εἰπόντες· Μὴ ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα κρέας φαγεῖν μεθ' ὑμῶν; Σαφῶς δὲ δείκνυται, ὅτι καὶ πάσχα ἐπετέλεσε, καὶ κρέα βέβρωκεν, ὡς προεῖπον. Ἀλλὰ καὶ ἀπὸ τοῦ ὁράματος ἐλεγχθήσονται τοῦ ἀποκαλυφθέντος τῷ ἁγίῳ Πέτρῳ διὰ τῆς ὀθόνης τῆς ἐχούσης πάντα ἐν αὐτῇ θηρία τε καὶ κτήνη, ἑρπετὰ καὶ πετεινὰ, καὶ φωνῆς Κυρίου λεγούσης, Ἀναστὰς, θῦσον, καὶ φάγε. Καὶ τοῦ Πέτρου λέγοντος· Μηδαμῶς, Κύριε· οὐδὲν κοινὸν ἢ ἀκάθαρτον εἰσῆλθεν εἰς τὸ στόμα μου· φησὶν ὁ Κύριος· Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. Εὑρεθήσεται γὰρ ἐκ δύο τρόπων τῆς ἀληθείας ἡ σύστασις. Εἰ μὲν γὰρ ἐροῦσι κατὰ πάντων βρωμάτων διεξεληλυθέναι λόγον τὸν ἅγιον Πέτρον, καὶ λέγειν, ὅτι Οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον, ὡς καὶ βόας, καὶ αἶγας, καὶ πρόβατα, καὶ ὄρνεις, κοινὰ λέγεσθαι παρ' αὐτῷ· εὐθὺς ἐλεγχθήσονται ἐκ τῆς προτέρας αὐτοῦ ἀναστροφῆς. Μετὰ γὰρ τὸ γῆμαι καὶ τέκνα κεκτῆσθαι, καὶ πενθερὰν ἔχειν, συνέτυχε τῷ Σωτῆρι ἐξ Ἰουδαίων ὁρμώμενος. Ἰουδαῖοι δὲ καὶ σάρκας ἐσθίουσι, καὶ κρεωφαγία παρ' αὐτοῖς οὐκ ἐβδέλυκται, οὐδε ἀπηγόρευται. Ἄρα γοῦν αὐτοῦ βεβρωκότος ἀπ' ἀρχῆς, εἰ καὶ ἕως τοῦ συναντῆσαι τῷ Σωτῆρι εἴποιμ' ἂν, δειχθήσεται, ὅτι οὐδὲν κοινὸν ἡγήσατο τῶν οὐ κοινῶν λεγομένων. Καὶ γὰρ οὐ κατὰ πάντων διεξήγαγε τὸ κοινὸν καὶ ἀκάθαρτον, ἀλλὰ περὶ ὧν ἔλεγεν ὁ νόμος κοινῶν καὶ ἀκαθάρτων. Πάλιν δὲ τούτου δειχθέντος, ὅτι οὐ περὶ πάντων τῶν κρέων αὐτῷ ἔλεγεν, ὡς κοινῶν πάντων ὄντων, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ κοινῶν τε καὶ ἀκαθάρτων, ὁ Θεὸς τῆς ἁγίας Χριστοῦ Ἐκκλησίας τὸν χαρακτῆρα παραδιδοὺς, ἔλεγεν αὐτῷ μηδὲν κοινὸν ἡγεῖσθαι. Πάντα γάρ ἐστι καθαρὰ, μετὰ εὐχαριστίας καὶ εὐλογίας Θεοῦ λαμβανόμενα. Ἀλλὰ καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν τὸ αἴνιγμα εἶχεν, ἵνα μὴ ἡγήσηται τοὺς ἐν ἀκροβυστίᾳ κοινοὺς ἢ ἀκαθάρτους. Ὅμως ἡ ἔμφασις τοῦ Πέτρου οὐ περὶ ἀνθρώπου εἶχε τὴν ὑπόνοιαν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ ἀπηγορευμένων, ὡς καὶ παντί τῳ σαφὲς ἂν εἴη· καὶ ἐξέπεσεν αὐτῶν πανταχόθεν ὁ ληρώδης λόγος.
eat with you. Yet they, having inscribed the word meat, led themselves astray, acting fraudulently and saying: Have I not with desire desired to eat this passover meat with you? And it is clearly shown both that He celebrated the passover and that He ate meat, as I said before. Moreover, they will also be refuted from the vision revealed to Saint Peter through the sheet containing in itself all wild beasts and cattle, creeping things and birds, and the voice of the Lord saying, Rise, kill, and eat. And when Peter says: By no means, Lord; nothing common or unclean has entered into my mouth; the Lord says: What God has cleansed, do not call common. For the confirmation of the truth will be found in two ways. For if on the one hand they say that Saint Peter made his statement against all foods, and said, Never anything common or unclean, so that even oxen, and goats, and sheep, and fowls were called common by him, they will straightway be refuted from his former way of life. For after marrying and acquiring children, and having a mother-in-law, he met the Saviour, coming as he did from the Jews. Now Jews also eat flesh, and the eating of meat is neither abominated among them nor forbidden. Accordingly, then, since he had eaten it from the beginning—even if, I might say, until he met the Saviour—it will be shown that he accounted nothing common of the things said not to be common. For indeed he did not apply the terms common and unclean against all things, but concerning those which the law called common and unclean. And again, this having been shown—that He was speaking to him not concerning all meats, as though all were common, but concerning those that were common and unclean in the law—God, delivering the character of the holy Church of Christ, told him to account nothing common. For all things are clean when received with thanksgiving and the blessing of God. Yet it also contained the riddle concerning the calling of the Gentiles, lest he should account those in uncircumcision common or unclean. Nevertheless, Peter's expression held its suspicion not concerning a human being, but concerning the things forbidden in the law, as would be clear to anyone; and their foolish argument has fallen away on every side.
ΚΓʹ. Τῶν δὲ ἀποστόλων τὰ ὀνόματα εἰς τὴν τῶν ἠπατημένων ὑπ' αὐτῶν πειθὼ προσποιητῶς δέχονται, βίβλους τε ἐξ ὀνόματος αὐτῶν πλασάμενοι ἀνεγράψαντο, δῆθεν ἀπὸ προσώπου Ἰακώβου, καὶ Ματθαίου, καὶ ἄλλων μαθητῶν. Ἐν οἷς ὀνόμασι καὶ τὸ ὄνομα Ἰωάννου τοῦ ἀποστόλου ἐγκαταλέγουσιν, ἵνα πανταχόθεν φωρατὴ γένηται ἡ αὐτῶν ἄνοια. Οὐ μόνον γὰρ ἐλέγχει αὐτοὺς κατὰ πάντα τρόπον, λέγων, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ἀλλὰ καὶ ὅτι τὰς τῶν ἁγίων προφητῶν μαρτυρίας, ἐν ᾧ ἐκ Πνεύματος ἁγίου ὁρμώμενος, καὶ τὰ ὑπὸ τοῦ Σωτῆρος εἰρημένα καλῶς ἀκοιβολογήσας περ⟨ὶ⟩ ἑκάστης ὑποθέσεως τῆς
Chapter XXIII. Moreover, they hypocritically accept the names of the apostles for the persuasion of those deceived by them, and having fabricated books in their name, they have written them down as though in the person of James, and Matthew, and other disciples. Among which names they also reckon the name of John the apostle, so that on every side their folly may become detected. For not only does he refute them in every way, saying that In the beginning was the Word, and the Word was with God, and the Word was God; but also because, setting out from the Holy Spirit and having examined with care the things spoken by the Saviour concerning each subject of the