εἰπεῖν. Ἀλλὰ καὶ παρ' ἄλλου τινὸς τὸ τοιοῦτον ἤκουσα ἔτι ὄντος Ἰουδαίου διὰ τὸν τῶν Ἰουδαίων φόβον, ἀναμέσον δὲ Χριστιανῶν πολλάκις διατρίβοντος, καὶ Χριστιανοὺς τιμῶντός τε καὶ ἀγαπῶντος, συνοδεύσαντός μοι ἐν τῇ ἐρήμῳ τῆς Βαιθὴλ καὶ Ἐφραῒμ ἐπὶ τὴν ὀρεινὴν ἀνερχομένῳ ἀπὸ τῆς Ἰεριχοῦς, καὶ ἀντιβάλλοντι πρὸς αὐτὸν περὶ τῆς τοῦ Χριστοῦ παρουσίας, καὶ αὐτοῦ μὴ ἀντιλέγοντος. Θαυμάζοντι δέ μοι, καὶ ἐρωτῶντι αὐτὸν τὴν αἰτίαν (ἦν γὰρ καὶ νομομαθὴς καὶ δυνάμενος ἀντιλέγειν), τίνος χάριν οὐκ ἀντιλέγει, ἀλλὰ πείθεται περὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν, ἀκούων τὰ τοσαῦτα· ἀπεκάλυψέ μοι καὶ οὗτος, ὡς μέλλων τελευτᾷν ἤκουσε παρ' αὐτῶν εἰς ἀκοὴν ὠτίου ἐν ψιθυρισμῷ, ὅτι Ἰησοῦς Χριστὸς ὁ σταυρωθεὶς Υἱὸς τοῦ Θεοῦ μέλλει σε κρίνειν. Ἀλλὰ ταῦτά μοι περὶ τούτων, καὶ κατὰ τοῦτον τὸν λόγον ἐνταῦθά μοι ἐξ ἀληθινῆς ἀκοῆς παρακείσθω.
say. Moreover, from a certain other man also I heard such a thing, while he was still a Jew out of fear of the Jews, yet often spent time in the midst of Christians, and both honoured and loved Christians; who travelled together with me in the wilderness of Bethel and Ephraim as I was going up to the hill-country from Jericho, and when I conversed with him concerning the coming of Christ, he made no contradiction. And when I marvelled and asked him the reason (for he was also learned in the law and able to contradict) why he did not contradict, but was persuaded concerning Christ Jesus our Lord on hearing so many things, this man also disclosed to me how, when he was about to die, he heard from them in a whisper into the hearing of his ear: Jesus Christ, the crucified Son of God, is about to judge you. Let these things, then, concerning these matters and according to this account be set down here by me from truthful report.
Ιʹ. Ἔτι δὲ ὁ Ἰώσηπος ἐν νόσῳ ἦν, καὶ ἀκούσας παρὰ τοῦ πρεσβυτέρου, ὡς προεῖπον, μετὰ τῶν ἄλλων, ὅτι Ἰησοῦς Χριστός σε κρινεῖ, ἔτι ἐσκληρύνετο. Ὁ δὲ Κύριος πάλιν πρὸς αὐτὸν κατὰ τὴν αὐτοῦ φιλανθρωπίαν δι' ὁράματος ἐνυπνίου, Ἰδοὺ, φησὶν, ἰῶμαί σε· ἀλλὰ ἀναστὰς πίστευε. Ἀναστὰς δὲ πάλιν ἀπὸ τῆς νόσου, οὐκ ἐπίστευσεν. Ὑγιαίνοντι δὲ αὐτῷ, φαίνεται ὁ Κύριος πάλιν κατ' ὄναρ, ἐγκαλῶν αὐτῷ δι' ἣν αἰτίαν οὐκ ἐπίστευσεν. Ἐπαγγέλλεται δὲ αὐτῷ λέγων ὁ Κύριος ὅτι, Εις πληροφορίαν πίστεως, εἴ τι βούλει ἐν ὀνόματί μου θεοσήμειον ἐργάσασθαι, ἐπικάλεσαι, κἀγὼ ποιήσω. Μαινόμενος δέ τις ἦν ἐν τῇ πόλει, ὃς γυμνὸς τὴν πόλιν περιῄει, φημὶ δὲ ἐν Τιβεριάδι, καὶ πολλάκις ἐνδιδυσκόμενος τὴν ἐσθῆτα διεῤῥήγνυεν, ὡς ἔθος τοῖς τοιούτοις. Ὁ οὖν Ἰώσηπος, βουλόμενος ἐν πείρᾳ γενέσθαι τοῦ ὁράματος, διστάζων δὲ ἔτι, αἰδοῖ κατείχετο. Παραλαμβάνει γοῦν τοῦτον ἔνδον, καὶ ἀποκλείσας τὴν θύραν, ὕδωρ τε λαβὼν εἰς τὴν χεῖρα, καὶ σφραγίσας αὐτὸ, ἐῤῥάντισεν ἐπὶ τὸν ἐμμανῆ ἄνθρωπον, φήσας· Ἐν ὀνόματι τοῦ Ἰησοῦ Ναζωραίου τοῦ σταυρωθέντος ἔξελθε, τὸ δαιμόνιον, ἀπ' αὐτοῦ, καὶ ὑγιὴς γένηται. Ὁ δὲ ἄνθρωπος, ἀνακράξας μέγα, καὶ χαμαὶ πεσὼν, ἀφρίσας πολλὰ καὶ σπαραχθεὶς, ἔμεινε πολλὴν ὥραν ἀκίνητος. Ἰώσηπος δὲ ὑπενόησε τὸν ἄνθρωπον τεθνάναι. Ὁ δὲ μετὰ ὥραν, διατριψάμενος τὸ πρόσωπον, ἀνέστη· καὶ θεώμενος τὴν ἰδίαν γύμνωσιν, ἑαυτὸν ἔκρυψε, καὶ τὰς χεῖρας ἐπὶ τῇ αισχύνῃ ἐπετίθει, μηκέτι φέρων ἰδεῖν τὴν ἰδίαν γύμνωσιν. Ἱμάτιον δὲ παρ' αὐτοῦ τοῦ Ἰωσήπου, ἐξ ὧν εἶχεν, ἐνδυθεὶς, εἰς κατάστασιν συνέσεως καὶ σωφρονισμοῦ ἐλθὼν, τῷ τε ἀνδρὶ πολλὰ εὐχαριστήσας καὶ Θεῷ, γνοὺς, ὅτι δι' αὐτοῦ ἔτυχε τῆς σωτηρίας, ἐν τῇ πόλει διεφήμιζε τὸν ἄνδρα, καὶ γνωστὴν ἐγένετο τοῖς ἐκεῖσε Ἰουδαίοις τοῦτο τὸ σημεῖον. Θρύλλος δὲ πολὺς ἠκολούθησεν ἐν τῇ πόλει, λεγόντων· ὅτι Ἰώσηπος τὰ γαζοφυλάκια ἀνοίξας, καὶ εὑρὼν γεγραμμένον τὸ ὄνομα τοῦ Θεοῦ, καὶ ἀναγνοὺς, σημεῖα μεγάλα ἐργάζεται. Ἦν δὲ ἀληθὲς τὸ ὑπ' αὐτῶν λεγόμενον, οὐχ ὡς δὲ αὐτοὶ ὑπ-
10. Now while Joseph was still in his illness, even after having heard from the elder, as I said before, together with the other things, that Jesus Christ will judge you, he remained hardened still. And the Lord again spoke to him according to His loving-kindness towards mankind through the vision of a dream: Behold, says He, I heal you; yet rise up and believe. Having risen up again from the illness, however, he did not believe. And while he was in good health, the Lord appears to him again in a dream, reproaching him on account of the reason why he did not believe. And the Lord promises him, saying: For full assurance of faith, if you wish to work any divine sign in My name, call upon Me, and I will do it. Now there was a certain madman in the city, who used to go round the city naked, I mean in Tiberias, and often when clothed would tear apart his garment, as is the custom with such persons. Joseph therefore, wishing to make trial of the vision, yet still doubting, was held back by shame. Accordingly he takes this man inside, and having shut the door, and having taken water into his hand and sealed it, he sprinkled it upon the frenzied man, saying: In the name of Jesus of Nazareth Who was crucified, come out from him, O demon, and let him become whole. And the man, crying out aloud and falling upon the ground, foaming greatly and convulsed, remained motionless for a long time; and Joseph supposed that the man had died. Yet after an hour, rubbing his face, he stood up; and beholding his own nakedness, he hid himself, and placed his hands over his shame, no longer bearing to see his own nakedness. And having been clothed by Joseph himself in a cloak from those which he had, having come into a state of understanding and soundness of mind, after giving many thanks both to the man and to God on knowing that through him he had obtained deliverance, he published the man's fame abroad in the city, and this sign became known to the Jews in that place. And a great rumour followed in the city, as men said: Joseph, having opened the treasuries, and having found written the name of God, and having read it, works great signs. Now what was spoken by them was true, yet not as they sup-