Migne Reading Room

PG 41 · cols. 353–364 · Read from the page

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Panarium Adversus Octoginta Haereses: Liber I, Tomus II (Anacephalaeosis et Haereses XXI–XXXIII)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:353Read from the page
γεννήσασα υἱὸν, κατέχεται κάτω, ἕως ἂν τὰ ἴδια τέκνα δυνηθῇ ἀναλαβεῖν, καὶ ἀνελκύσαι εἰς ἑαυτήν. Καὶ ταῦτά ἐστι τὰ ληρώδη αὐτῶν καὶ μυθώδη· ὡς καὶ περὶ τοῦ ἁγίου Ἠλία τολμῶσι βλασφημεῖν καὶ λέγειν, ὅτι φησίν· Ὅτε ἀνελήφθη, κατεβλήθη πάλιν εἰς τὸν κόσμον. Ἦλθε γὰρ, φησὶ, μία δαίμων, καὶ ἐκράτησε, καὶ εἶπεν αὐτῷ, ὅτι Ποῦ πορεύῃ; Ἔχω γὰρ τέκνα ἀπὸ σοῦ, καὶ οὐ δύνασαι ἀνελθεῖν, καὶ ὧδε ἀφεῖναι τὰ τέκνα σου. Καὶ, φησὶ, λέγει· Πόθεν ἔχεις τέκνα ἀπ' ἐμοῦ, καὶ ἐγὼ ἤμην ἐν ἁγνείᾳ; Λέγει, φησί· Ναὶ, ὅτε ἐνυπνίοις ἐνυπνιαζόμενος πολλάκις ἐν τῇ ἀποῤῥοίᾳ τῶν σωμάτων ἐκενώθης, ἐγὼ ἤμην ἡ μεταλαβοῦσα ἀπὸ σοῦ τὰ σπέρματα, καὶ γεννῶσά σοι υἱούς. Πολλὴ δὲ μωρία τῶν τὰ τοιαῦτα λεγόντων. Πῶς γὰρ δύναται δαίμων, πνεῦμα ὂν ἀκάθαρτον καὶ ἀσώματον, σωμάτων μεταλαμβάνειν; Εἰ δὲ καὶ ἀπὸ σωμάτων μεταλαμβάνει καὶ κυΐσκει, οὐκέτι ἐστὶ πνεῦμα, ἀλλὰ σῶμα. Σῶμα δὲ ὂν, πῶς ἐστιν ἀόρατον καὶ πνεῦμα; Καὶ πολλὴ ἀτοπία τῆς αὐτῶν μωρολογίας. Βούλονται γὰρ τὴν κατ' αὐτῶν μαρτυρίαν τὴν ἀπὸ τῆς Ἐπιστολῆς τοῦ Ἰούδα μᾶλλον εἰς ἑαυτοὺς δῆθεν ἐπάγεσθαι, ἐν τῷ λέγειν· Καὶ οἱ μὲν ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι· δόξας δὲ βλασφημοῦσιν. Οὐκ εἶπε δὲ ὁ μακάριος Ἰούδας ἀδελφὸς τοῦ Κυρίου περὶ ἐνυπνιαζομένων ἐν σώμασιν. Εὐθὺς γὰρ ἐπιφέρει καὶ δεικνύει, ὅτι περὶ τῶν ἐνυπνιαζομένων λέγει, τῶν λαλούντων ὡς δι' ὀνειράτων τὰ αὐτῶν ῥήματα, καὶ οὐκ ἀνανήψει γρηγορήσεως λογισμῶν. Καὶ γὰρ καὶ περὶ τῶν ἐν Ἱερουσαλὴμ διδασκάλων λέγει Ἠσαΐας· Πάντες κύνες ἐνεοὶ οὐ δυνάμενοι ὑλακτεῖν, ἐνυπνιαζόμενοι κοίτην, καὶ τὰ ἑξῆς. Καὶ ὧδε δὲ καὶ ἐν τῇ τοῦ Ἰούδα Ἐπιστολῇ δείκνυσι λέγων· Ἐνυπνιαζόμενοι κοίτην, ἃ οὐκ οἴδασι λέγοντες. Καὶ ἔδειξεν, ὅτι οὐ περὶ τῆς ἐνυπνιάσεως λέγει τοῦ ὕπνου, ἀλλὰ περὶ τῆς μυθώδους αὐτῶν τραγῳδίας καὶ ληρολογίας, ὡς διὰ ὕπνου λεγομένης, καὶ οὐκ ἀπὸ ἐῤῥωμένης διανοίας.
having borne a son, she is detained below until she be able to take up her own children and draw them back unto herself. And these are their foolish and mythical tales; just as concerning the holy Elijah also they dare to blaspheme and say that it says: When he was taken up, he was cast down again into the world. For there came, it says, a certain female demon, and laid hold of him, and said unto him: Whither are you going? For I have children by you, and you cannot ascend and leave your children here. And, it says, he says: Whence have you children by me, seeing that I lived in chastity? She says, it says: Yea, when in dreams, dreaming oftentimes, you were emptied out in the emission of bodies, I was she who received the seeds from you and bore sons unto you. Yet great is the folly of those who say such things! For how can a demon, being an unclean and bodiless spirit, partake of bodies? And if indeed she partakes from bodies and conceives, she is no longer a spirit, but a body; and being a body, how is she invisible and a spirit? And great is the absurdity of their foolish talk. For they wish rather to adduce in their own favour forsooth the testimony against them from the Epistle of Jude, where he says: And these dreamers indeed defile the flesh, set at naught lordship, and blaspheme glories. Yet the blessed Jude, the brother of the Lord, did not speak concerning those who have dreams in their bodies. For straightway he adds and shows that he speaks concerning dreamers who utter their own words as though through dreams, and not in the soberness of wakeful thoughts. For concerning the teachers in Jerusalem also Isaiah says: All are dumb dogs, unable to bark, dreaming upon their bed, and so forth. And here too in the Epistle of Jude he shows this, saying: Dreaming upon their bed, speaking things which they know not. And he showed that he does not speak concerning the dreaming of sleep, but concerning their mythical tragedy and idle talk, uttered as though in sleep and not from a sound mind.
ΙΔʹ. Περικακῶ δὲ ὡς ἀληθῶς τὰ πάντα ἐξειπεῖν. Θεοῦ γὰρ ἔστι μόνου ἀποκλεῖσαι τὸν βυθὸν τῆς δυσωδίας ταύτης. Καὶ παρελεύσομαι ἐκ τοῦ τόπου, εὐξάμενος τῷ παμβασιλεῖ Θεῷ μηδένα εἰς τὸν βόρβορον ἐγκαταπαγῆναι, μηδὲ ἐμαυτοῦ τὴν ἔννοιαν μεταλαβεῖν τῆς δυσώδους ἀκαθαρσίας. Πρῶτον μὲν γὰρ ὁ ἀπόστολος Παῦλος ἐκκόπτει αὐτῶν πᾶσαν ῥίζαν τῆς κακίας, περὶ χηρῶν νεωτέρων παραγγέλλων· Χήρας, φησὶν, νεωτέρας παραιτοῦ. Μετὰ γὰρ τὸ καταστρηνιᾶσαι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχου-
XIV. Truly I grow sick to recount all these matters; for it belongs to God alone to shut up the abyss of this foul stench. And I shall pass on from this place, praying unto God the All-Sovereign that no one be mired down in this filth, nor my own mind partake of its foul-smelling uncleanness. For first indeed the apostle Paul cuts off every root of their wickedness, giving charge concerning younger widows: Younger widows, he says, refuse; for when they have grown wanton against Christ, they desire to marry, ha-
PG 41:356Read from the page
σαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ἀλλὰ γαμείτωσαν, τεκνοποιείτωσαν, οἰκοδεσποτείτωσαν. Εἰ δὲ ὁ Ἀπόστολος λέγει, τεκνογονεῖν, οἰκοδεσποτεῖν, οὗτοι δὲ παραιτοῦνται τὴν τεκνογονίαν, ὄφεώς ἐστι καὶ κακῆς διδασκαλίας τὸ ἐπιχείρημα. Ἡττώμενοι γὰρ τῇ ἡδονῇ τῆς πορνείας, ἐπινοοῦσιν ἑαυτοῖς ἀκαθαρσίας προφάσεις, ὅπως δόξωσι πληροφορεῖν τὴν ἑαυτῶν ἀσέλγειαν· καὶ ἔδει μὲν ἀληθῶς ταῦτα μήτε λέγεσθαι, μήτε ἐν συντάγμασι καταξιοῦσθαι γράφεσθαι· θάπτεσθαι δὲ ὥσπερ νεκρόν τινα ὀδωδότα, καὶ λοιμώδη ἀποφορὰν πνέοντα, ἵνα μὴ καὶ δι' ἀκοῆς λυμήνηται τοὺς ἀνθρώπους. Καὶ εἰ μὲν παρεληλύθει ἡ τοιαύτη αἵρεσις, καὶ οὐκέτι ἦν ἐν τῷ βίῳ, ἀγαθὸν ἦν ταύτην θάψαι, καὶ μήτε ὅλως περὶ αὐτῆς εἰπεῖν· ἐπειδὴ δὲ καὶ ἔστι καὶ πράττεται, προετράπημεν δὲ ὑπὸ τῆς ὑμῶν τιμιότητος περὶ πάντων εἰπεῖν, μέρη αὐτῆς διηγησάμην ἀναγκασθεὶς, ἵνα τὸ φιλάληθες μὴ παρασιωπήσω, ἀλλὰ ὑφηγήσομαι, εἰς ἀποτροπὴν μὲν τῶν ἀκουόντων, εἰς αἰσχύνην δὲ τῶν πραττόντων. Πόθεν γὰρ οὐκ ἔχομεν δεῖξαι τοὺς παρ' αὐτοῖς φόνους, καὶ τερατώδη ἔργα, καὶ τελετὰς διαβόλου ἐξ ἐπινοίας τοῦ αὐτοῦ διαβόλου τοῖς ἐμβεβροντημένοις δοθείσας;
ving condemnation, because they have cast off their first faith. Rather let them marry, bear children, rule the household. Now if the Apostle says to beget children and rule the household, while these men reject the begetting of children, the enterprise belongs to the serpent and to wicked teaching. For being overcome by the pleasure of fornication, they devise for themselves pretexts of uncleanness, so that they may seem to fulfil their own licentiousness. And truly these things ought neither to be spoken of nor to be deemed worthy of being written down in treatises, but rather to be buried like some stinking corpse breathing forth a pestilential exhalation, lest even through hearing it harm human beings. And if indeed such a heresy had passed away and were no longer in life, it would have been good to bury it and not speak of it at all; but since it both exists and is practised, and we were urged by your Reverence to speak concerning all things, I have under compulsion recounted parts of it, lest I pass over the love of truth in silence, but rather set it forth—for the deterrence of those who hear, and for the shame of those who practise it. For whence are we unable to point out the murders among them, and monstrous deeds, and rites of the devil given out of the invention of the devil himself unto men struck senseless?
ΙΕʹ. Καὶ εὐθὺς μὲν οὖν ἐλέγχονται εἰς ὃ φαντασιοῦνται καὶ προφασίζονται περὶ τοῦ ξύλου τοῦ ἐν τῷ πρώτῳ ψαλμῷ εἰρημένου, Ὅτι δώσει τὸν καρπὸν αὐτοῦ ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀποῤῥυήσεται. Ἀνωτέρω γὰρ κεῖται, ὅτι Ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός. Νόμον δὲ οὗτοι καὶ προφήτας ἀρνοῦνται. Ει δὲ νόμον Κυρίου ἀρνοῦνται, σὺν τῷ νόμῳ καὶ τὸν λαλήσαντα ἐν τῷ νόμῳ συκοφαντοῦσι. Πλανῶνται δὲ καθ' ὑπόνοιαν, καὶ ἐκπεπτώκασι τῆς ἀληθείας, κρίσιν τε οὐχ ἡγοῦνται, οὔτε ἀνάστασιν ὁμολογοῦσιν. Ὅσα δὲ πράττουσιν ἐν τῷ σώματι ἡδονῆς ἔμπλεοι γινόμενοι, ταῦτα ἀποκαρποῦνται, ἐκβακχευόμενοι ταῖς τοῦ διαβόλου ἡδοναῖς τε καὶ ἐπιθυμίαις, ὡς πάντη καὶ πανταχοῦ ἐλέγχονται ἀπὸ τοῦ τῆς ἀληθείας λόγου. Ἰωάννης γὰρ λέγει· Εἴ τις ἔρχεται, φησὶ, πρὸς ὑμᾶς, καὶ οὐ φέρει τὴν διδαχὴν ταύτην· καὶ ποίαν, φησίν; ἣ οὐχ ὁμολογεῖ Χριστὸν ἐν σαρκὶ ἐληλυθότα., Ἀντίχριστός ἐστι. Καὶ νῦν Ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὡς μὴ τῶν ὁμολογούντων τὸν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, Ἀντιχρίστων ὑπαρχόντων. Ἀλλὰ καὶ αὐτὸς ὁ Σωτὴρ λέγει· Οἱ καταξιωθέντες τῆς βασιλείας τῶν οὐρανῶν οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ' ἰσάγγελοί εἰσιν. Οὐ μόνον δὲ, ἀλλὰ καὶ ἵνα δείξῃ τὴν σαφῆ ἁγνείαν, καὶ τὴν διὰ τοῦ ἁγιάζειν ἁγιαστείαν, φάσκει τῇ Μαρίᾳ· Μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα· ἵνα δείξῃ τὴν ἁγνείαν ἀμέτοχον σωμάτων, καὶ ἀμιγῆ. Ἀλλὰ καὶ ἐν ἄλλῳ τόπῳ λέγει προθεσπίζων
XV. And straightway indeed they are refuted in what they imagine and allege as a pretext concerning the tree spoken of in the first Psalm: That it shall yield its fruit in due season, and its leaf shall not fall off. For higher up it stands written: In His law shall he meditate day and night. Yet these men deny the law and the prophets; and if they deny the law of the Lord, together with the law they also slander Him Who spoke in the law. Moreover, they wander after their own surmise and have fallen away from the truth, and neither believe in judgement nor confess a resurrection. And whatsoever things they practise in the body, being filled with pleasure, of these they reap the fruit, revelling in frantic orgies in the pleasures and lusts of the devil, so that in every way and everywhere they are refuted by the word of truth. For John says: If anyone comes, he says, unto you, and brings not this teaching—and what teaching, he says?—which does not confess that Christ has come in the flesh, he is an Antichrist. And now many Antichrists have arisen; seeing that those who do not confess that Christ has come in the flesh are Antichrists. Moreover, the Saviour Himself also says: Those who have been accounted worthy of the kingdom of the heavens neither marry nor are given in marriage, but are equal unto the angels. And not only so, but also in order to show clear chastity, and the holiness that comes through sanctification, He says unto Mary: Touch Me not; for I am not yet ascended unto the Father—in order to show chastity unpartaking of bodies and unmingled. And in another place also, foretelling,
Notes, col. 356

On the reading

Printed Ει, for Εἰ.

Printed ἐληλυθότα.,, for ἐληλυθότα,.

PG 41:357Read from the page
⟨τ⟩ὸ ἅγιον Πνεῦμα καὶ διὰ τοὺς πρώην καὶ μετέπειτα· Μακαρία στεῖρα ἡ ἀμίαντος, ἥτις οὐκ ἔγνω κοίτην ἐν παραπτώματι· καὶ εὐνοῦχος, ὃς οὐκ εἰργάσατο χερσὶν ἀνόμημα· ἵνα παρακόψῃ καὶ τὰ διὰ τοῦ μύθου αὐτῶν ἐν χερσὶν αἰσχρουργήματα.
the Holy Spirit says on account of both the former and the latter: Blessed is the barren woman who is undefiled, who has not known the bed in transgression; and the eunuch who has not wrought lawlessness with his hands—in order to cut off also the shameful deeds wrought with their hands through their myth.
Ιϛʹ. Πόσα δὲ ἄλλα ἔστιν εἰπεῖν! ὡς τοῦ Ἀποστόλου λέγοντος· Ἡ μὲν ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ. Τοῦτο δέ φησι δεῖξαι τὴν ἁγνείαν ἐν ἀληθείᾳ ἐκ τοῦ ἁγίου Πνεύματος ἐπιτρεπόμενος οὐ παρέργως. Ἔπειτα δὲ περὶ τῶν τὸν γάμον ἐχόντων τὸν σεμνὸν λέγει· Τίμιος ὁ γάμος, καὶ ἡ κοίτη ἀμίαντος, πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός. Ἀλλὰ καὶ κατ' αὐτῶν ἐκβοᾷ, γράφων Ῥωμσίοις τὰ αἰσχρὰ ἀποκαλύπτων τῶν τὰς κακοπραγίας ἐργαζομένων, λέγων· Αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν. Καὶ περὶ τῶν ἀῤῥένων, ὅτι Ἄῤῥενες ἐν ἄῤῥεσι τὴν αἰσχημοσύνην κατεργαζόμενοι. Ἀλλὰ καὶ ἐν τῇ πρὸς Τιμόθεον Ἐπιστολῇ περὶ τούτων λέγει· Ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Ἔσονται γὰρ οἱ ἄνθρωποι φιλήδονοι, μᾶλλον ἢ φιλόθεοι. Καὶ πάλιν, Κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων κεκαυτηριασμένων τὴν συνείδησιν· ὅτι τὸ μὲν γαμεῖν μετὰ σωφροσύνης, καὶ τεκνογονεῖν κωλύουσι, καιόμενοι δέ εἰσι τῇ συνειδήσει, λαγνεύοντες μὲν καὶ φθειρόμενοι, κωλύοντες δὲ τεκνογονεῖν. Καὶ γὰρ καὶ αὐτὴ ἡ παρ' αὐτοῖς λεγομένη θυσία, βορβορώδης τις οὖσα ἤδη, καὶ ἀπὸ τῶν ἀνέκαθεν διὰ τοῦ προφήτου ὑποδείκνυται ὄφεως οὖσα σὰρξ, καὶ οὐχὶ τοῦ Κυρίου, μὴ γένοιτο! λέγοντος οὕτως· ὅτι Σὺ συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος, καὶ ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. Βρῶμα γὰρ ὡς ἀληθῶς ὄφεως ἡ τούτων μυσαρὰ θρησκεία· καὶ Αἰθίοπες μεμελανωμένοι τῇ ἁμαρτίᾳ οἱ ταύτην τὴν τελετὴν τοῦ νῦν μὲν δαίμονος Διὸς, πάλαι δὲ γόητος, τοῦ παρά τισι Θεοῦ μάτην νενομισμένου τελοῦντες. Ἐκ γὰρ Ἑλληνικῶν μύθων πᾶσαι αἱ αἱρέσεις συνάξασαι ἑαυταῖς τὴν πλάνην κατέβαλον, μεταποιήσασαι εἰς ἄλλην διάνοιαν χείρονα. Παρεισφέρουσι γὰρ οἱ ποιηταὶ τὸν Δία τὴν Μῆτιν θυγατέρα ἑαυτοῦ καταπιόντα. Βρέφος δὲ οὐκ ἂν καταπίοι, ὡς καὶ ὁ ἅγιος Κλήμης καταγελῶν τῆς τῶν θεῶν τῶν Ἑλλήνων αἰσχρουργίας εἶπεν· Ὅτι, τὴν Μῆτιν καταπιὼν, οὐχὶ βρέφος ἠδύνατο καταπιεῖν, ἀλλὰ τὴν γονὴν τὴν ἰδίαν.
XVI. And how many other things might one say!—even as the Apostle says: The unmarried woman and the virgin cares for the things of the Lord, how she may please the Lord. Now he says this as being commissioned not casually by the Holy Spirit to set forth chastity in truth. Next, concerning those who hold honourable marriage, he says: Marriage is honourable, and the bed undefiled; but fornicators and adulterers God will judge. Moreover, he cries out against them also when writing unto the Romans, uncovering the shameful deeds of those who work iniquities, saying: For their women changed the natural use into that which is contrary to nature; and concerning the males: Males with males working unseemliness. And in the Epistle to Timothy also he says concerning these men: In the last days grievous times shall come; for men shall be lovers of pleasure rather than lovers of God. And again: Forbidding to marry, commanding to abstain from meats, having their own conscience seared—because they forbid marrying with temperance and begetting children, yet are burning in their conscience, practising lust and corrupting themselves while forbidding the begetting of children. For indeed that very sacrifice so called among them, being some filthy mire, was already from of old pointed out through the prophet as being the flesh of a serpent, and not of the Lord—far be it!—when he speaks thus: Thou didst crush the heads of the dragon, and gavest him as food unto the peoples, the Ethiopians. For truly the food of a serpent is their abominable worship; and Ethiopians blackened by sin are they who celebrate this rite of Zeus—now a demon, and of old a sorcerer—who among certain men is vainly supposed to be God. For out of Greek myths all the heresies gathered error and laid it down as a foundation for themselves, altering it into another, worse sense. For the poets bring in Zeus swallowing his own daughter Metis. Yet an infant he could not swallow, even as the holy Clement also, mocking the shamelessness of the gods of the Greeks, said: Having swallowed Metis, it was no infant that he was able to swallow, but his own seed.
Notes, col. 357

On the reading

Printed Ῥωμσίοις, for Ῥωμαίοις.

PG 41:360Read from the page
ΙΖʹ. Τί δὲ ἕτερον εἴποιμι; ἢ πῶς ἀποσείσομαι τὸν πηλώδη τοῦτον πόνον, βουλόμενος μὲν εἰπεῖν. καὶ μὴ βουλόμενος, ἀναγκαζόμενος δὲ, ἵνα μὴ δόξω τι τῶν ὄντων παρακρύπτειν· καὶ φοβούμενος, ἵνα μὴ ἀποκαλύπτων τὰ δεινὰ αὐτῶν ἢ χράνω, ἢ πλήξω, εἰς τὸ περιεργάσασθαι περὶ τούτου τοὺς ἀπαγομένους ἡδοναῖς καὶ ἐπιθυμίαις ἐποτρύνω; Ὅμως ἐγὼ μὲν ἀθῶος εἴην, καὶ πᾶσα ἡ τῆς ἁγίας καθολικῆς Ἐκκλησίας ἐλπὶς, καὶ πάντες οἱ τούτῳ τῷ γράμματι ἐντυγχάνοντες ἀπὸ τῆς τοιαύτης τοῦ διαβόλου ὑποσπορᾶς καὶ κακομηχανίας· ἐὰν γὰρ θελήσει λέγειν τὰ ἄλλα τὰ παρ' αὐτοῖς λεγόμενα καὶ γινόμενα ὅσα ἐστὶ τοιαῦτα καὶ τοσαῦτα, καὶ τούτων ἔτι μείζονα καὶ ἐλάττω, θελήσω δὲ καὶ ὡς φάρμακον ἰάσεως ἀλεξητήριον ἀντιδότων δίκην πρὸς ἑκάστην λέξιν ἀντιθεῖναι, εἰς πολὺν ὄγκον ἐλάσω τῆς συντάξεως τὴν πραγματείαν. Ταύτῃ γὰρ τῇ αἱρέσει, ἐπιπόθητοι, καὶ αὐτὸς περιέτυχον. Ἐκ στόματος δὲ τῶν ταύτῃ ἐπιχειρούντων φύσει αὐτὰ αὐτοπροσώπως ἐνηχήθην. Γυναῖκες δὲ οὕτω ἠπατημέναι οὐ μόνον τὴν λαλιὰν ταύτην ἡμῖν προέτειναν, καὶ τὰ τοιαῦτα ἡμῖν ἀπεκάλυψαν, ἀλλὰ καὶ μετὰ τὴν Αιγυπτίαν ἐκείνην τὴν τοῦ ἀρχιμαγείρου τὴν ὀλετήριον καὶ μοχθηρὰν, καὶ αὗται ἀθυρογλώττῳ τόλμῃ κατασπάσαι ἡμᾶς ἐν τῇ νέᾳ ἡμῶν ἡλικίᾳ ὀρεχθεῖσαι ἐπεχείρουν.
XVII. What else then might I say? Or how shall I shake off this miry toil, wishing indeed to speak and yet not wishing—being compelled lest I seem to conceal aught of what exists, and yet fearing lest by uncovering their dreadful deeds I either stain or wound anyone, and urge on those who are carried away by pleasures and lusts to pry curiously into this matter? Nevertheless, may I myself be innocent, together with the whole hope of the holy catholic Church and all who read this treatise, from such under-sowing and evil contrivance of the devil; for if one shall wish to tell all the other things said and done among them, of such sort and number, and things even greater and lesser than these, and if I shall also wish to set over against each expression a protective medicine of healing after the manner of antidotes, I shall drive the compass of the work to an immense bulk. For I myself also, beloved ones, fell in with this heresy, and out of the mouth of those who genuinely practise it I was instructed in these matters face to face. Moreover, women thus deceived not only proffered this talk unto us and revealed such things unto us, but also, after the likeness of that destructive and wicked Egyptian woman, the wife of the chief cook, these women too, having lusted after us in our youthful age, attempted with unbridled boldness of tongue to drag us down.
Ἀλλὰ ὁ τότε συμπαραστὰς τῷ ἁγίῳ Ἰωσὴφ καὶ ἡμῖν παρέστη· καὶ τὸν ἐκεῖνον ἐκεῖ ῥυσάμενον ἐπικεκλημενοι οἱ ἀνάξιοι καὶ ἀνίκανοι, ἐλεηθέντες καὶ ἀποδράντες τὰς ὀλετηρίους αὐτῶν χεῖρας, Θεῷ τῷ παναγίῳ ὕμνον ᾄσαντες ἠδυνήθημεν καὶ αὐτοὶ λέγειν τὸ, ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν. Οὐ γὰρ ὁμοίᾳ δυνάμει τῆς ἐκείνου δικαιοσύνης, ἀλλὰ στεναγμῷ τῷ πρὸς τῷ Θεῷ ἐλεηθέντες ἐσώθημεν. Ὀνειδιζόμενος γὰρ ὑπ' αὐτῶν τῶν ὀλετηρίων γυναικῶν, κατεγελώμην ἐγὼ, ὡς ὑπέφαινον αἱ τοιαῦται ἀλλήλαις ἐπισκώπτουσαι δῆθεν· ὅτι Οὐκ ἠδυνήθημεν σῶσαι τὸν νεανίσκον, ἀλλὰ ἀφήκαμεν αὐτὸν ἐν χερσὶ τοῦ ἄρχοντος ἀπόλλυσθαι. Ἐπειδήπερ ἥτις αὐτῶν εὐμορφοτέρα εἴη, δέλεαρ ὥσπερ ἑαυτὴν προτίθησιν, ὥστε δι' αὐτῆς τοὺς ἠπατημένους, ἀντὶ τοῦ ἀπολλύειν, σώζειν ἐπιφημίζειν. Καὶ ὄνειδος λοιπὸν τῶν ἀμόρφων γίνεται παρὰ τῶν εὐμορφοτέρων· ὅτι Ἐγὼ, φησὶ, σκεῦός εἰμι ἐκλογῆς δυναμένη σώζειν τοὺς ἀπατωμένους, σὺ δὲ οὐκ ἴσχυσας. Ἦσαν μὲν οὖν αἱ τὸν ἀγώγιμον μῦθον τοῦτον ὑφηγούμεναι τῇ μορφῇ τῆς αὐτῶν πτώσεως εὐπροσωπόταται· τῷ δὲ νῷ τῆς αὐτῶν μοχθηρίας τὴν πᾶσαν τοῦ διαβόλου ἀμορφίαν κεκτημέναι. Ἀλλὰ ὁ ἐλεήμων Θεὸς τῆς μοχθηρίας αὐτῶν ἡμᾶς ἐῤῥύσατο, ὥστε μετὰ τὸ ἀναγνῶναι ἡμᾶς αὐτῶν τὰς βίβλους, καὶ ἐπιστῆσαι τὸν νοῦν τῇ ἀληθείᾳ, καὶ μὴ συναπαχθῆναι, ἀποδρᾶσαί τε καὶ μὴ δελεασθῆναι, τὸ τηνικαῦτα ἐσπουδάσαμεν καὶ τοῖς ἐπισκόποις τοῖς ἐν τῷ τόπῳ ἐκείνῳ αὐτοὺς ὑποδεῖξαι, καὶ τὰ ὀνόματα ἐν τῇ Ἐκκλησίᾳ κεκρυμμένα φωρᾶσαι, καὶ τοὺς αὐτοὺς ἀπελαθῆναι τῆς πόλεως, ὀνόματα περί
Yet He Who then stood beside the holy Joseph stood by us also; and having invoked Him Who rescued that man there, we, unworthy and insufficient though we were, having been shown mercy and having escaped their destructive hands, sang a hymn unto the all-holy God and were able ourselves also to say: Let us sing unto the Lord, for gloriously has He been glorified; horse and rider He has cast into the sea. For not by a like power of that patriarch's righteousness, but having been shown mercy through our groaning unto God, were we saved. For being reproached by those destructive women, I was mocked, as women of that sort indicated when jeering at one another forsooth: We were unable to save the youth, but left him to perish in the hands of the archon! For whichever of them happens to be comelier sets herself forth like a bait, so as to boast of saving, instead of destroying, those who are deceived through her. And so it becomes a reproach unto the uncomely women from the comelier ones: I, says one, am a vessel of election, able to save those who are deceived, whereas you did not prevail! Now the women who expounded this alluring myth were indeed most fair of face in the outward form of their fall, yet in the mind of their wickedness they possessed all the ugliness of the devil. Nevertheless, the merciful God rescued us from their wickedness, so that after we had read their books and applied our mind unto the truth, without being carried away with them, and had escaped without being snared by their bait, we straightway took care to point them out unto the bishops in that place, and to detect the names hidden within the Church; and those same persons were banished from the city, about
Notes, col. 360

On the reading

Printed εἰπεῖν. καὶ, for εἰπεῖν, καὶ.

Printed θελήσει, for θελήσω.

Printed Αιγυπτίαν, for Αἰγυπτίαν.

Printed ἐπικεκλημενοι, for ἐπικεκλημένοι.

PG 41:361Read from the page
που ὀγδοήκοντα, καὶ τὴν πόλιν τῆς αὐτῶν ζιζανιώδους ὕλης καὶ ἀκανθώδους καθαρθῆναι.
numbering about eighty, and that the city was cleansed of their weed-like and thorny matter.
ΙΗʹ. Μνημονεύσας δέ τις τῆς ἄνω ἡμῶν ὑποσχέσεως, τάχα καὶ ἐπαινέσειεν, ὡς ἡμῶν προαγγειλάντων, ὅτι τισὶν αὐτῶν παρετύχομεν, τινὰ δὲ διὰ συγγραμμάτων ἐγνώκαμεν, τινὰ δὲ δι' ἐνηχήσεών τε καὶ μαρτυρίων ἀξιοπίστων ἀνδρῶν, δυναμένων ἡμῖν τὴν ἀλήθειαν ὑποδεικνύναι· ὡς καὶ ἐνταῦθα φιλαλήθως οὐχ ὑπερβεβήκαμεν τὸν τόπον, ἀλλὰ ἐδείξαμεν, ὡς μία ἐστὶν αὕτη τῶν ἡμῖν περιτυχουσῶν αἱρέσεων. Καὶ σαφῶς περὶ ταύτης ἠδυνήθημεν λέγειν, ἐξ ὧν, μὴ γένοιτο! οὐ πράξαντες, ἀλλὰ μεμαθηκότες ἀκριβῶς παρὰ τῶν ἡμᾶς εἰς τοῦτο πειθόντων, καὶ μὴ κατισχυσάντων, ἀλλὰ τὴν ἑαυτῶν ἐλπίδα τῆς εἰς ἡμᾶς ἀπωλείας ἀπολεσάντων, καὶ μὴ ἐπιτυχόντων τοῦ σκοποῦ τῆς εἰς τὴν τάλαιναν ἡμῶν ψυχὴν ἐπιχειρουμένης ὑπ' αὐτῶν τε καὶ τοῦ ἐν αὐτοῖς διαβόλου συσκευῆς, ὡς καὶ συνῳδὰ ἡμᾶς λέγειν τῷ ἁγιωτάτῳ Δαβὶδ, ὅτι· Βέλη νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, καὶ τὰ ἑξῆς· καὶ ὅτι· Ἐπιστρέψει ὁ πόνος αὐτῶν εις κεφαλὴν αὐτῶν, καὶ ἡ ἀδικία αὐτῶν ἐπὶ κορυφὴν αὐτῶν καταβήσεται. Ὡς οὖν περιτυχόντες, καὶ ἀποδράντες, καὶ ἀναγνόντες, καὶ γνόντες, καὶ καταγνόντες, σωθέντες δὲ ὑπερβεβήκαμεν, οὕτω καὶ σὲ τὸν ἀναγινώσκοντα παρακαλοῦμεν, ἀναγνόντα καὶ καταγνόντα τοῦ ὑπερβῆναι, εἰς τὸ μὴ ἐμπεσεῖν ἐν τῷ ἰῷ τῆς τῶν ἑρπετῶν τούτων μοχθηρίας. Ἀλλ' ει καί ποτε περιτύχοις τισὶ τῶν ἄπὸ τῆς ὀφιώδους ταύτης σχολῆς, εὐθὺς τὸ ξύλον ἀναλαβὼν τὸ διὰ τοῦ Κυρίου ἡμῖν ἑτοιμασθὲν, ἐν ᾧ ὁ Κύριος ἡμῶν προσεπάγη Χριστὸς, κατὰ τῆς κεφαλῆς τοῦ ὄφεως, εὐθὺς λαβὼν εἴποις, ὅτι Χριστὸς ἐσταύρωται ὑπὲρ ἡμῶν, ὑπογραμμὸν ἡμῖν ὑπολιμπάνων σωτηρίας, ὅτι οὐκ ἂν ἐσταυροῦτο, ει μὴ σάρκα εἶχε. Σάρκα δὲ ἔχων, καὶ σταυρωθεὶς, ἐσταύρωσεν ἡμῶν τὰς ἁμαρτίας. Πίστει ἔχομαι τῆς ἀληθείας, καὶ οὐχ ὑπάγομαι πλάνῃ τῇ νωθείᾳ τοῦ ὄφεως, καὶ παραψιθυρισμῷ τῆς αὐτοῦ διδασκαλίας.
Chapter XVIII. Should anyone recall our promise made above, he might perhaps even commend us, inasmuch as we declared beforehand that some of these sects we encountered in person, others we came to know through written treatises, and others through the reports and testimonies of trustworthy men able to point out the truth to us; just as here too, out of love for the truth, we have not passed over this topic, but have shown that this is one of the heresies that crossed our path. And we have been able to speak clearly concerning it from things—far be it from us!—which we did not practise, but learned accurately from those who sought to persuade us to this and did not prevail, having instead lost their hope of our ruin and failed in the aim of the plot attempted against our wretched soul both by themselves and by the devil within them, so that we may speak in harmony with the most holy David: Their blows became the arrows of infants, and what follows; and again: Their toil shall return upon their own head, and their unrighteousness shall come down upon their own crown. Just as we, therefore, having encountered them, fled away, read, recognized, and condemned them, and having been saved passed on beyond them, so too do we exhort you who read, once you have read and condemned, to pass on beyond, lest you fall into the venom of the wickedness of these reptiles. Yet if ever you should chance upon any from this serpentine school, immediately taking up the wood prepared for us through the Lord, upon which Christ our Lord was nailed, taking it up straightway against the head of the serpent, say: Christ has been crucified on our behalf, leaving behind for us a pattern of salvation, since He would not have been crucified had He not possessed flesh. Possessing flesh, however, and having been crucified, He crucified our sins. By faith I hold fast to the truth, and I am not led astray into error by the sluggishness of the serpent and the covert whispering of his teaching.
ΙΘʹ. Λοιπὸν ταύτην παρελθὼν, ἀγαπητοὶ, ἐφεξῆς βαδιοῦμαι ἐπὶ τὰς ἄλλας τραχείας τρίβους, οὐχ ἵνα βαδίσω, ἀλλ' ἵνα ἀπὸ μήκοθεν ὑποδείξω τοῖς βουλομένοις τὰ τραχύτερα μὲν ἐπιγινώσκειν, φεύγειν δὲ διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ τῆς φερούσης εἰς ζωὴν αἰώνιον· καὶ καταλιμπάνειν τὴν πλατεῖαν, καὶ εὐρύχωρον, καὶ ἀκανθώδη, καὶ προσκομμάτων ἔμπλεων ὁδὸν βορβορώδη, καὶ ἀσελγείας καὶ πορνείας ἐμπεπλησμένην. Ἧς πορνείας καὶ ἀσελγείας τὸ ὅμοιον ἔστιν ἰδεῖν ἐν τῷ ἑρπετῷ τῷ δεινοτάτῳ, ᾧ ἐπέθεντο τὸ ὄνομα ἀπειρώδινον ἔχιδναν οἱ παλαιοί. Ἔστι γὰρ τῆς τοιαύτης ἐχίδνης ἡ φύσις ὁμοία τῆς τούτων μοχθηρίας. Διὰ γὰρ τῆς ἀνδρείας φύσεως ἢ γυναικείας τὴν αἰσχρότητα ἐπιτελοῦντες, ταύτην
Chapter XIX. Passing on now beyond this sect, beloved, I shall proceed next to the other rough paths, not in order to walk in them, but so as to point out from afar to those who wish both to recognize the rougher ways and to flee by the narrow and straitened road that leads unto eternal life, leaving behind the broad, spacious, thorny road full of stumbling-blocks, miry and filled with licentiousness and fornication. The counterpart of such fornication and licentiousness may be seen in that most dreadful reptile to which the ancients gave the name of the birth-pangless viper. For the nature of such a viper resembles the wickedness of these people; for as they perpetrate their shamelessness through either the male or the female nature, they
Notes, col. 361

On the reading

Printed εις, for εἰς.

Printed ει, for εἰ.

Printed ἄπὸ, for ἀπὸ.

PG 41:364Read from the page
ἀπαγορεύουσι τὴν τῶν σπερμάτων καταβολὴν, ἀφανίζοντες τὴν ἐκ Θεοῦ τοῖς κτίσμασι γενομένην τεκνογονίαν· ὡς καὶ ὁ Ἀπόστολός φησι· Τὴν γὰρ ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης ἐν ἑαυτοῖς ἀπολαμβάνοντες, καὶ τὰ ἑξῆς. Οὕτω γάρ φασι, τὴν ἀπειρώδινον ἔχιδναν θελχθεῖσαν τῷ πάθει τῆς ἐπιθυμίας, τήν τε θήλειαν πρὸς τὸν ἄρρενα, καὶ τὸν ἄῤῥενα πρὸς τὴν θήλειαν, περιπλακείσας μὲν ὁμοῦ, διὰ τοῦ στόματος χαινούσης τῆς θηλείας τὸν ἄῤῥενα τὴν κεφαλὴν εἰσβάλλειν· ἐκείνης δὲ πάθει συσχεθείσης ἀποτέμνειν τὴν τούτου κεφαλήν· καὶ οὕτως τὸν ἀπὸ τοῦ στόματος σταλάξαντα ἰὸν καταπιοῦσαν ἐν ἑαυτῇ, ἐγκυμονεῖν μὲν τοιοῦτο ζεῦγος ἀῤῥενόθηλυ. Ὅπερ ζεῦγος, ἀνδρυνθὲν ἐν τῇ κοιλίᾳ, καὶ μὴ ἔχον πόθεν γεννηθῆναι, τὴν πλευρὰν τῆς μητρὸς τιτρώσκειν, καὶ οὕτως γεννᾶσθαι, ὥστε ἀπολέσθαι τόν τε τούτων πατέρα καὶ τὴν μητέρα. Διόπερ ἀπειρώδινον αὐτῇ ἐπέθεντο ὄνομα, ὅτι ὠδίνων οὐ πειρᾶται. Δεινὴ δὲ καὶ φοβερὰ παρὰ πάντα τὰ ἑρπετὰ τυγχάνει, ἐν ἑαυτῇ τὸν ἀφανισμὸν ἐξεργαζομένη, καὶ διὰ στόματος τὴν αἰσχρότητα ἀπολαμβάνουσα. ᾟ ἔοικεν αὕτη ἡ φρενοβλαβὴς αἵρεσις, ἧς τὴν κεφαλὴν καὶ τὸ σῶμα, καὶ τὰ ἐξ αὐτῆς γεγεννημένα ἐνταῦθα συντρίψαντες τῷ ξύλῳ τῆς ζωῆς, τὰς ἑτέρας διασκοπεῖν προσθῶμεν, Θεὸν ἀρωγὸν ἐπικαλούμενοι, ᾧ τιμὴ καὶ κράτος εις αἰῶνας αἰώνων. Ἀμήν.
forbid the emission of seed, destroying the begetting of offspring appointed by God for His creatures, even as the Apostle also says: Receiving in themselves the due recompense of their error, and what follows. For thus, they report, that birth-pangless viper, enticed by the passion of lust—both the female towards the male and the male towards the female—once they have intertwined together, as the female gapes open, the male thrusts his head in through her mouth; and she, seized with passion, bites off his head, and thus, swallowing down within herself the venom that dripped from his mouth, conceives such a male-and-female pair. When this pair has grown mature in the womb and has no way by which to be born, it pierces through its mother's side and is thus brought forth, so that both their father and their mother perish. Wherefore they gave it the name birth-pangless, because it does not experience birth-pangs. Dreadful and fearsome beyond all reptiles it proves to be, working destruction within itself and receiving shamelessness through its mouth. Like unto it is this deranged heresy; having crushed its head, its body, and its offspring here with the wood of life, let us proceed to examine the rest, calling upon God as our helper, to Whom be honour and might unto ages of ages. Amen.
ΚΑΤΑ ΚΑΡΠΟΚΡΑΣΙΩΝ,
Against the Carpocratians,
Ἑβδόμη, ἡ καὶ εικοστὴ ἑβδόμη.
Seventh, and also twenty-seventh.
Αʹ. Καρποκρᾶς τις ἕτερος γίνεται, συστήσας ἑαυτῷ ἀθέμιτον διδασκαλίαν τῆς ψευδωνύμου αὐτοῦ γνώμης, χείρονας πάντων οὗτος τοὺς τρόπους κεκτημένος. Ἐκ πάντων γὰρ τούτων Σίμωνός τε καὶ Μενάνδρου, Σατορνίλου τε καὶ Βασιλείδου, καὶ Νικολάου, καὶ αὐτοῦ τοῦ Καρποκρᾶ, ἔτι δὲ ἐκ προφάσεως Οὐαλεντίνου, ἡ τῆς ψευδωνύμου γνώσεως ἐφύη αἵρεσις, ἥτις Γνωστικοὺς τοὺς αὐτῆς ὠνόμασεν, ἀφ' ἧς οἱ Γνωστικοὶ ἤδη μοι δεδήλωνται, καταγνωστικοὶ ὄντες τὸν τρόπον.
Chapter I. Another certain Carpocras arises, establishing for himself an unlawful teaching of his falsely so-called doctrine, a man possessing ways worse than those of all others. For out of all these—Simon and Menander, Satornilus and Basilides, Nicolaus, and Carpocras himself, and furthermore upon the pretext of Valentinus—sprang up the heresy of falsely so-called knowledge, which named its adherents Gnostics; from this the Gnostics have already been set forth by me, being rather Catagnostics—men worthy of condemnation—in their manner of life.
Βʹ. Οὗτος δὲ πάλιν ἄνω μὲν μίαν ἀρχὴν λέγει, καὶ Πατέρα τῶν ὅλων, καὶ ἄγνωστον, καὶ ἀκατονόμαστον, ἴσα τοῖς ἄλλοις εισάγειν βουλόμενος· τὸν δὲ κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ ὑπὸ ἀγγέλων γεγενῆσθαι, τῶν πολύ τι ὑπὸ τοῦ Πατρὸς τοῦ ἀγνώστου ὑποβεβηκότων. Τούτους γὰρ λέγει, ἀποστάντας ἀπὸ τῆς ἄνω δυνάμεως, οὕτω τὸν κόσμον πεποιηκέναι. Ἰησοῦν δὲ τὸν Κύριον ἡμῶν ἀπὸ Ἰωσὴφ λέγει γεγεννῆσθαι, καθάπερ καὶ πάντες ἄνθρωποι ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς ἐγεννήθησαν. Εἶναι δὲ αὐτὸν ὅμοιον τοῖς πᾶσι, βίῳ δὲ διενηνοχέναι, σωφροσύνῃ τε καὶ ἀρετῇ καὶ βίῳ δικαιοσύνης. Ἐπειδὴ δὲ, φησὶν, εὔτονον ἔσχε ψυχὴν παρὰ τοὺς ἄλλους ἀνθρώπους, καὶ ἐμνημόνευε τὰ ὁραθέντα ὑπ' αὐτῆς ἄνω, ὅτε ἦν ἐν τῇ περιφορᾷ τοῦ ἀγνώστου Πατρὸς, ἀπεστάλθαι
Chapter II. This man in turn declares that there is one first principle above, and Father of all things, both unknown and unnameable, wishing to introduce the same notions as the others; and that the world and the things within the world came into being through angels who stand very far inferior to the unknown Father. For these, he says, having revolted from the power above, fashioned the world in this way. And Jesus our Lord, he says, was begotten of Joseph, just as all human beings were born from the seed of a man and a woman; and that He was like unto all others, yet excelled in His manner of life, in temperance, virtue, and a life of righteousness. And inasmuch, he says, as He possessed a vigorous soul beyond other human beings and remembered the things seen by it above when it was in the circuit of the unknown Father, there were sent
Notes, col. 364

On the reading

Printed εις, for εἰς.

Printed εικοστὴ, for εἰκοστὴ.

Printed εισάγειν, for εἰσάγειν.