ἐκεῖνος ἀρνούμενος, ἕνα βούλεται αὐτὸν παριστᾷν τῶν ὑπ' αὐτοῦ λεγομένων ἀγγέλων, καθά μοι προδεδήλωται. Ἐληλυθέναι δὲ τοὺς Ἰουδαίους εἰς κλῆρον αὐτοῦ· καὶ τὸν αὐτὸν ὑπέρ ἀγγέλων αὐθαδέστερον, ἐξαγαγεῖν δὲ τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου αὐθαδείᾳ βραχίονος τοῦ ἰδίου, διὰ τὸ εἶναι αὐτὸν ἰταμώτερον τῶν ἄλλων καὶ αὐθαδέστερον. Ὅθεν διὰ τὴν αὐθάδειάν φησιν αὐτοῦ, ὡς βλασφημεῖ ὁ γόης, βεβουλεῦσθαι τόν αὐτὸν αὐτῶν θεὸν καθυποτάξαι τῷ γένει τοῦ Ἰσραὴλ πάντα τὰ ἄλλα ἔθνη· καὶ διὰ τοῦτο παρεσκευακέναι πολέμους. Πολλὰ δὲ καὶ ἄλλα κατὰ ἁγίου Θεοῦ χαλάσας τὴν γλῶτταν, καὶ ἐπάρας τὸ στόμα, οὐκ ἐντρέπεται λαλῶν ὁ ἐλεεινότατος. Διὰ τοῦτο γὰρ, φησὶ, καὶ τὰ ἄλλα ἔθνη ἐπολέμησε τοῦτο τὸ ἔθνος, καὶ πολλὰ κακὰ αὐτῷ ἐνεδείξαντο, διὰ τὴν τῶν ἄλλων ἀγγέλων παραζήλωσιν, ἐπειδήπερ παροτρυνθέντες, ὡς καταφρονούμενοι ὑπ' αὐτοῦ, καὶ αὐτοὶ τὰ ἴδια ἔθνη ἐπὶ τὸ ἔθνος τοῦ Ἰσραὴλ τὸ ὑπ' αὐτῶν ἐπέσεισαν. Τούτου ἕνεκα πόλεμοι πάντοτε καὶ ἀκαταστασίαι κατ' αὐτῶν ἐπανέστησαν.
denying Him, that man wishes to represent Him as one of the angels spoken of by him, just as has been set forth by me beforehand; and that the Jews came into his inheritance, and that this same one, being more insolent beyond the angels, brought out the sons of Israel from Egypt by the insolence of his own arm, because he was bolder than the others and more insolent. Whence on account of his insolence, he says—as the sorcerer blasphemes—that selfsame god of theirs purposed to subject all the other nations to the race of Israel, and on this account stirred up wars. And slackening his tongue and lifting up his mouth with many other things besides against the holy God, the most pitiable wretch is not ashamed to speak. For on this account, he says, the other nations also waged war against this nation and displayed many evils towards it, through the jealousy of the other angels, inasmuch as, being provoked as though despised by him, they too incited their own nations against the nation of Israel that was under them. For this sake wars and tumults always rose up against them.
Γʹ. Αὕτη ἐστὶν ἡ τοῦ ἀπατεῶνος πιθανολογία. Καὶ αὐτὸς δὲ περὶ Χριστοῦ, ὡς δοκήσει πεφηνότος, ὁμοίως δοξάζει. Εἶναι δέ φησιν αὐτὸν φαντασίαν ἐν τῷ φαίνεσθαι, μὴ εἶναι δὲ ἄνθρωπον, μηδὲ σάρκα εἰληφέναι. Δραματουργεῖ δὲ ἡμῖν ἄλλην δραματουργίαν ὁ δεύτερος μιμολόγος ἐν τῷ περὶ σταυροῦ λόγῳ Χριστοῦ· οὐχὶ Ἰησοῦν φάσκων πεπονθέναι, ἀλλὰ Σίμωνα τὸν Κυρηναῖον. Ἐπειδὴ γὰρ ἐν τῷ ἀπὸ Ἱεροσολύμων τὸν Κύριον ἐκβάλλεσθαι, ὡς ἔχει ἡ ἀκολουθία τοῦ Εὐαγγελίου, ἠγγάρευσάν τινα Σίμωνα Κυρηναῖον βαστάσαι τὸν σταυρὸν, ἔνθεν εὑρίσκει τῆς αὐτοῦ κυβείας ποιήσασθαι τὴν τραγῳδίαν· καὶ φησὶν, ἐκεῖνον ἐν τῷ βαστάζειν τὸν σταυρὸν μεταμεμορφωκέναι εἰς τὸ ἑαυτοῦ εἶδος, καὶ ἑαυτὸν εἰς τὸν Σίμωνα, καὶ ἀντὶ ἑαυτοῦ παραδεδωκέναι Σίμωνα εἰς τὸ σταυρωθῆναι. Ἐκείνου δὲ σταυρουμένου, ἑστήκει κατάντικρυς ἀοράτως ὁ Ἰησοῦς, καταγελῶν τῶν τὸν Σίμωνα σταυρούντων. Αὐτὸς δὲ ἀνέστη εἰς τὰ ἐπουράνια, παραδοὺς τὸν Σίμωνα ἀνασκολοπισθῆναι, καὶ ἀπαθῶς ἀνεχώρησεν εἰς τὸν οὐρανόν. Ὁ δὲ Σίμων αὐτὸς ἐσταυρώθη, καὶ οὐχ ὁ Χριστός. Ἰησοῦς γὰρ, φησὶν, ἀναπετασθεὶς εἰς τὸν οὐρανὸν, διῆλθε πάσας τὰς δυνάμεις, ἕως οὗ ἀποκατέστη πρὸς τὸν ἴδιον αὐτοῦ Πατέρα. Οὗτος γάρ ἐστι, φησὶν, ὁ Υἱὸς τοῦ Πατρὸς ὁ προειρημένος, ὁ ἀποσταλεὶς ἐπὶ βοηθείᾳ τῶν υἱῶν τῶν ἀνθρώπων δι' ἣν εἶδεν ὁ Πατὴρ ἀκαταστασίαν ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς ἀγγέλοις. Καὶ οὗτός ἐστι, φησὶν, ἡ σωτηρία ἡμῶν, ὁ ἐλθὼν, καὶ ἡμῖν μόνοις ἀποκαλύψας ταύτην τὴν ἀλήθειαν. Τοιαῦται μὲν αἱ ῥαψῳδίαι τῆς τοῦ ἀγύρτου μυθοποιίας. Ἀλλὰ καὶ ἀπεντεῦθεν προκοπτούσης τῆς ἀκαθαρσίας τῆς ἀπὸ τοῦ Σίμωνος ἐναρξαμένης, πᾶσαν ἐπιτήδευσιν κακομηχανίας καὶ ἀσελγείας ἐπιτρέπει
III. This is the specious reasoning of the deceiver. And concerning Christ too, he likewise holds the opinion that He appeared in mere semblance. For he says that He was a phantom in outward appearance, and was not a man, nor had He taken flesh. And this second mime-actor stages another drama for us in his account concerning the cross of Christ, asserting that it was not Jesus Who suffered, but Simon of Cyrene. For since, as the sequence of the Gospel has it, while the Lord was being led out from Jerusalem they pressed into service a certain Simon of Cyrene to carry the cross, from this he finds occasion to construct the tragedy of his trickery; and he says that while carrying the cross he transformed Simon into His own likeness, and Himself into Simon, and in His own stead handed Simon over to be crucified. And while that man was being crucified, Jesus stood opposite invisibly, laughing down at those who were crucifying Simon. And He Himself ascended into the heavenly realms, having handed Simon over to be impaled, and departed impassibly into heaven. Thus Simon himself was crucified, and not Christ. For Jesus, he says, having flown up into heaven, passed through all the powers until He was restored to His own Father. For this, he says, is the aforesaid Son of the Father, Who was sent for the assistance of the sons of men on account of the disorder which the Father saw both among men and among the angels. And this, he says, is our salvation, Who came and revealed this truth to us alone. Such are the rhapsodies of the charlatan's myth-making. Moreover, as the impurity that began from Simon advances from here as well, he permits every practice of malicious contrivance and licentiousness