σωματικὸν πνευματικὸν, τὸ παχυμερὲς λεπτομερὲς, τὸ θνητὸν ἀθάνατον, μὴ ἑωρακὸς ὅλως διαφθορὰν, μὴ καταλειφθείσης τῆς ψυχῆς ἐν ᾅδῃ, μὴ μερισθέντος τοῦ ὀργάνου πρὸς ἁμαρτίαν, μὴ χρανθέντος τοῦ νοῦ τροπῇ, ἀλλὰ τὰ ὅλα μὲν ἀνθρώπου λαβὼν, φυλάξας δὲ ὅλα τέλεια ἐπιδεδωκυίας τῆς θεότητος τῇ ἀληθινῇ ἐνανθρωπήσει πρὸς τὰς εὐλόγους χρείας, λέγω δὴ τὰς ἐκ σώματός τε καὶ ψυχῆς, καὶ ἐκ νοῦ ἀνθρωπίνου ἐπιζητουμένας τὴν πληροφορίαν, τουτέστι πείνῃ καὶ δίψει, κλαυθμῷ τε καὶ ἀθυμίᾳ, δακρύσει τε καὶ ὕπνῳ καὶ ἀναπαύσει. Ταῦτα γὰρ οὐχ ἁμαρτίας εἶδος, ἀλλ' ἐνανθρωπήσεως ἀληθεστάτης γνώρισμα, ἀληθείᾳ τῆς θεότητος συνούσης τῇ ἀνθρωπότητι, οὐ τὰ ἀνθρώπινα πασχούσης, ἀλλὰ τῆς θεότητος συνευδοκούσης εἰς τὰ εὔλογα, καὶ τὰ ἐκτὸς ἁμαρτίας καὶ τροπῆς ἀπηγορευμένης· ἀνέστη, καὶ θυρῶν κεκλεισμένων εἰσῆλθεν, ἵνα τὸ παχυμερὲς λεπτομερὲς ἀποδείξῃ, αὐτὸ τὸ ὂν σὺν σαρκὶ καὶ ὀστέοις. Μετὰ γὰρ τὸ εἰσελθεῖν, ἔδειξε χεῖρας καὶ πόδας καὶ πλευρὰν νενυγμένην, ὀστέα τε καὶ νεῦρα, καὶ τἆλλα, ὡς μὴ εἶναι φαντασίαν τὰ ὁρώμενα. Πίστεώς τε καὶ ἐλπίδος τῆς ἡμετέρας τὴν ὑπόσχεσιν ἐποιεῖτο δι' ἑαυτοῦ τὰ ὅλα τελείως. Καὶ συναλίζεται οὐ δοκήσει, ἀλλὰ ἀληθείᾳ· παιδεύων τε ἐδίδαξε βασιλείαν οὐρανῶν κηρύσσειν ἐν ἀληθείᾳ, τὸ μέγα καὶ κορυφαιότατον σημαίνων τοῖς μαθηταῖς, καὶ λέγων· Μαθητεύσατε τὰ ἔθνη· τουτέστι μεταβάλλετε τὰ ἔθνη ἀπὸ κακίας εἰς ἀλήθειαν, ἀπὸ αἱρέσεων εἰς μίαν ἑνότητα. Βαπτίσατε αὐτοὺς εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· εἰς τὴν Κυριακὴν ὀνομασίαν τῆς Τριάδος, τὴν ἁγίαν καὶ βασιλικὴν σφραγῖδα· ἵνα δείξῃ ἐκ τοῦ ὀνόματος μηδεμίαν ἀλλοίωσιν εἶναι τῆς μιᾶς ἑνότητος. Ὅπου γὰρ οἱ βαπτιζόμενοι κελεύονται ὑπ' αὐτοῦ εἰς ὄνομα Πατρὸς, ἀσφαλὴς ἡ δοξολογία· εἰς ὄνομα Υἱοῦ, οὐκ ἀποδέοντος ἡ ἐπίκλησις· εἰς ὄνομα ἁγίου Πνεύματος, οὐ διῃρημένος ὁ σύνδεσμος, οὔτε ἀπηλλοτριωμένος τῆς μιᾶς θεότητος ἔχων τὴν σφραγῖδα.
bodily spiritual, the gross subtle, the mortal immortal—without having seen corruption at all, without the soul having been left behind in Hades, without the instrument having been apportioned unto sin, without the mind having been defiled by change; rather, having taken all the properties of man, yet preserved them all perfect, as the Godhead yielded to the true incarnation for its reasonable needs—I mean those sought from body and soul and from a human mind as full assurance, namely in hunger and thirst, in weeping and distress of spirit, in shedding tears and in sleep and rest. For these are not a form of sin, but a token of a most true incarnation, since in truth the Godhead was present with the humanity, not suffering human infirmities itself, yet the Godhead consenting unto things reasonable and outside forbidden sin and change. He rose again, and entered when the doors were shut, in order to show that what was gross had become subtle—that actual reality itself, together with flesh and bones. For after entering, He showed hands and feet and pierced side, bones and sinews, and the rest, so that the things seen were no phantom. And He accomplished wholly through Himself the promise of our faith and hope. And He eats salt together with them not in semblance, but in truth; and instructing them, He taught them to preach the kingdom of heaven in truth, declaring the great and supreme mystery to the disciples, and saying: Make disciples of the nations—that is, turn the nations from wickedness unto truth, from heresies unto one unity. Baptize them into the name of the Father and of the Son and of the Holy Spirit: into the sovereign appellation of the Trinity, the holy and royal seal, in order to show from the name that there is no alteration of the one unity. For where those being baptized are commanded by Him into the name of the Father, secure is the doxology; into the name of the Son, the invocation is of One Who falls naught short; into the name of the Holy Spirit, the bond is undivided, nor alienated, possessing the seal of the one Godhead.
Δʹ. Καὶ ἀνελήφθη εἰς οὐρανὸν ἐν αὐτῷ τῷ σώματι, καὶ τῇ ψυχῇ, καὶ τῷ νῷ, συνενώσας εἰς μίαν ἑνότητα καὶ μίαν πνευματικὴν ὑπόστασιν. Καὶ ἔνθεον ἀποτελέσας, ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρὸς, πέμψας κήρυκας εἰς ὅλην τὴν οἰκουμένην, Σίμωνα Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, Ἰάκωβον καὶ Ἰωάννην τοὺς υἱοὺς Ζεβεδαίου, οὓς πάλαι ἐξελέξατο· Φίλιππον καὶ Βαρθολομαῖον, Ματθαῖον, Θωμᾶν τε καὶ Ἰούδαν, καὶ Θαδδαῖον, Σίμωνα τὸν Ζηλωτήν. Ἰούδας γὰρ ὁ Ἰσκαριώτης, εἰ καὶ πρώην ἐν τοῖς δώδεκα ἐψηφίζετο, προδότης γενόμενος, ἀπετμήθη τοῦ ἁγίου τῶν ἀποστόλων καταλόγου. Ἀπέστειλε δὲ καὶ ἄλλους ἑβδομηκονταδύο κηρύττειν, ἐξ ὧν ἦσαν
IV. And He was taken up into heaven in that very body, and soul, and mind, having united them into one unity and one spiritual hypostasis. And having rendered it divine, He sat down at the right hand of the Father, sending forth heralds into the whole inhabited world: Simon Peter, and Andrew his brother, James and John the sons of Zebedee, whom He had chosen of old; Philip and Bartholomew, Matthew, Thomas and Judas, and Thaddaeus, and Simon the Zealot. For Judas Iscariot, even though he had formerly been reckoned among the twelve, having become a traitor, was cut off from the holy roll of the apostles. And He also sent forth seventy-two others to preach, among whom were