Migne Reading Room

PG 41 · cols. 257–268 · Read from the page

Panarium sive Arcula Adversus Octoginta Haereses: Liber I, Tomus I (Haereses I–XX)

Panarium sive Arcula Adversus Octoginta Haereses: Liber I, Tomus I (Haereses I–XX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:257Read from the page
Μετάνοια γὰρ καθαρίζει, καὶ τὸ ἓν βάπτισμα διὰ τῆς τῶν μυστηρίων ὀνομασίας. Παρελεύσομαι δὲ καὶ ταύτην, αὐτάρκως ἡγησάμενος τὸν ἐν ὀλίγῳ τὸ ἀλέξημα τῆς αὐτῶν φρενοβλαβείας ὑποδεῖξαι. Ἕως ἐνταυθοῖ τοῖς ἐντυγχάνουσι συντέτακται.
For repentance cleanses, and the one baptism through the invocation of the mysteries. And I shall pass over this sect as well, deeming it sufficient to have indicated in brief the remedy against their derangement of mind. Thus far has this been set down for readers.
ΚΑΤΑ ΝΑΖΑΡΑΙΩΝ,
Against the Nazaraeans,
Ἀπὸ Ἰουδαϊσμοῦ πέμπτη, τῇ δὲ ἀκολουθίᾳ ὀκτωκαιδεκάτη.
The fifth arising from Judaism, and the eighteenth in the sequence.
Αʹ. Ἑξῆς δὲ ἐπιβαλοῦμαι διηγεῖσθαι τὰ κατὰ τὴν αἵρεσιν τὴν μετὰ τοὺς Ἡμεροβαπτιστὰς καλουμένην τῶν Ναζαραίων, οἵτινες Ἰουδαῖοί εἰσι τὸ γένος, ἀπὸ τῆς Γαλααδίτιδος καὶ Βασανίτιδος, καὶ τῶν ἐπέκεινα τοῦ Ἰορδάνου ὁρμώμενοι, ὡς ὁ εἰς ἡμᾶς ἐλθὼν περιέχει λόγος. Ἐξ αὐτοῦ δὲ τοῦ Ἰσραὴλ οὖσα, ἥτις τὰ πάντα ἰουδαΐζει, μηδὲν περαιτέρω φρονοῦσα σχεδὸν τῶν προειρημένων. Περιτομὴν γὰρ ὡσαύτως ἐκέκτητο, Σάββατον τὸ αὐτὸ ἐφύλαττεν, ἑορταῖς ταῖς αὐταῖς προσανεῖχεν, οὐ μὴν εἱμαρμένην παρεισῆγεν, οὔτε ἀστρονομίαν. Καὶ πατέρας μὲν ἐδέχετο τοὺς ἐν τῇ Πεντατεύχῳ ἀπὸ τοῦ Ἀδὰμ μέχρι Μωϋσέως, τοὺς ἐν ἀριστείᾳ θεοσεβείας διαφανεῖς ὑπάρξαντας· φημὶ δὲ Ἀδὰμ καὶ Σὴθ, καὶ Ἐνὼχ, καὶ Μαθουσάλα, καὶ Νῶε, καὶ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, Λευῗν τε καὶ Ἀαρὼν, καὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ· αὐτὴν δὲ οὐ παρεδέχετο τὴν Πεντάτευχον, ἀλλὰ ὡμολόγει μὲν τὸν Μωϋσέα, καὶ ὅτε ἐδέξατο νομοθεσίαν, ἐπίστευεν· οὐ ταύτην δὲ φησὶν, ἀλλ' ἑτέραν. Ὅθεν τὰ μὲν πάντα φυλάττουσι τῶν Ἰουδαίων Ἰουδαῖοι ὄντες· θυσίαν δὲ οὐκ ἔθυον, οὔτε ἐμψύχων μετεῖχον· ἀλλὰ ἀθέμιτον ἦν παρ' αὐτοῖς τὸ κρεῶν μεταλαμβάνειν, ἢ θυσιάζειν αὐτούς. Ἔφασκον γὰρ πεπλάσθαι ταῦτα τὰ βιβλία, καὶ μηδὲν τούτων ὑπὸ τῶν πατέρων γεγεννῆσθαι. Αὕτη ἦν ἡ τῶν Ναζαραίων διαφορὰ πρὸς τὰς ἄλλας· ὡς καὶ πρὸς αὐτοὺς ὁ ἔλεγχος οὐκ ἐν ἑνὶ τόπῳ, ἀλλὰ ἐν πολλοῖς ἐστι φανερόν.
I. Next in order I shall undertake to recount the matters concerning the heresy after the Hemerobaptists called that of the Nazaraeans, who are Jews by race, setting out from Galaaditis and Basanitis and the regions beyond the Jordan, as the account that has come down to us contains. Being derived from Israel itself, this sect judaizes in all things, holding scarcely anything further beyond the aforesaid sects. For it likewise possessed circumcision, kept the same Sabbath, adhered to the same feasts, yet introduced neither fate nor astronomy. And it accepted the fathers in the Pentateuch from Adam down to Moses, who were illustrious in excellence of piety—I mean Adam and Seth, and Enoch, and Methuselah, and Noah, and Abraham, and Isaac, and Jacob, Levi and Aaron, and Joshua the son of Nun; yet the Pentateuch itself it did not accept, though it confessed Moses and believed that he received legislation—not this legislation, however, it says, but another. Whence, being Jews, they observe all the customs of the Jews; yet they offered no sacrifice, nor did they partake of living creatures, but amongst them it was unlawful for them to partake of flesh or to sacrifice. For they alleged that these books had been fabricated, and that none of these customs had been engendered by the fathers. Such was the difference of the Nazaraeans over against the other sects; wherefore against them also the refutation is manifest not in one place only, but in many.
Βʹ. Πρῶτον μὲν τὸ ὁμολογεῖν αὐτοὺς τοὺς πατέρας, καὶ πατριάρχας, καὶ Μωϋσέα. Ἄλλης Γραφῆς
II. First of all, there is their confessing the fathers, and patriarchs, and Moses. Since no other Scripture
Notes, col. 257

On the reading

Printed δὲ φησὶν, for δέ φησιν.

PG 41:260Read from the page
γὰρ περὶ τούτων μὴ λεγούσης, πόθεν αὐτοῖς ἡ γνῶσις τῆς τῶν πατέρων ὀνομασίας καὶ ἀριστείας εἰ μὴ ἐξ αὐτῶν τῶν Γραφῶν τῆς Πεντατεύχου; Καὶ πῶς οἷόν τε ἐν ταυτῷ εἶναι ἀληθὲς καὶ ψεῦδος; καὶ ἐν μέρει τὴν Γραφὴν ἀληθεύειν, ἐν μέρει δὲ ψεύδεσθαι; τοῦ Σωτῆρος λέγοντος· Ἢ ποιήσατε τὸ δένδρον ἀγαθὸν, καὶ τοὺς καρποὺς ἀγαθοὺς, ἢ τὸ δένδρον σαπρὸν, καὶ τοὺς καρποὺς σαπρούς. Οὐ δύναται γὰρ δένδρον ἀγαθὸν καρπὸν σαπρὸν ποιῆσαι, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιῆσαι. Μάταιος τοίνυν αὐτῶν ἡ διάνοια, καὶ ἡ εἰσήγησις ἐκ πολλῶν ἔχουσα τὴν ἀνατροπήν· ὡς ἄχρι τῆς δεῦρο οὐ μόνον τὰ ἐν ταῖς Γραφαῖς ᾄδεται, ἀλλὰ καὶ αὐτοὶ οἱ τόποι τῶν παραδοξοποιιῶν σωματοποιοῦνται. Πρῶτον ὅπου τὸ πρόβατον ὁ Ἀβραὰμ προσέφερε τῷ Θεῷ, ὄρος Σιὼν ἄχρι τοῦ δεῦρο οὕτω καλούμενον. Ἀλλα καὶ ὅπου ἡ δρῦς τῆς Μαμβρῆ ἔνθα τοῖς ἀγγέλοις παρετέθη ὁ μόσχος· ὅπου δὲ Ἀβραὰμ ἀγγέλοις παρέθετο κρεῶν τὴν ἑτοιμασίαν, ἀποδέων οὐκ ἦν αὐτὸς τῆς τούτων μετοχῆς.
makes mention of these men, whence comes their knowledge of the names and excellence of the fathers save from the very Scriptures of the Pentateuch? And how is it possible for truth and falsehood to exist in the selfsame place, and for Scripture to speak truly in part and falsely in part, when the Saviour says: Either make the tree good, and its fruits good, or make the tree corrupt, and its fruits corrupt; for a good tree cannot bring forth corrupt fruit, neither can a corrupt tree bring forth good fruits? Vain, therefore, is their mind, and their doctrine admits of refutation on many grounds; since down to this present day not only are the things recorded in the Scriptures celebrated, but the very places of the marvellous deeds are visibly embodied. First, where Abraham offered the sheep unto God, there is Mount Sion, still so called down to this day. Moreover, there is also the place where stood the oak of Mamre, where the calf was set before the angels; and where Abraham set the preparation of flesh before angels, he himself was not wanting from partaking thereof.
Γʹ. Ἀλλὰ καὶ τοῦ προβάτου τυθέντος ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ ἔτι παρ' Αἰγυπτίοις τυγχάνει ᾀδομένη ἡ παράδοσις, καὶ παρὰ τοῖς εἰδωλολάτραις. Ἐν γὰρ τῷ καιρῷ, ὅτε τὸ Πάσχα ἐγένετο ἐκεῖσε, ἀρχὴ δὲ αὕτη γίνεται τοῦ ἔαρος, ὅτε ἡ πρώτη ἰσημερία, ἐκ μίλτεως λαμβάνουσι πάντες Αἰγύπτιοι κατὰ ἀγνωσίαν, καὶ χρίουσι μὲν τὰ πρόβατα, χρίουσι δὲ καὶ τὰ δένδρα. τὰς συκᾶς, καὶ τὰ ἄλλα, φημίζοντες καὶ λέγοντες, ὅτι φησί· τὸ πῦρ ἐν ταύτῃ τῇ ἡμέρᾳ κατέφλεξέ ποτε τὴν οἰκουμένην. Τὸ δὲ σχῆμα τοῦ αἵματος τὸ πυρωπὸν ἀλεξητήριόν ἐστι τῆς τοσαύτης πληγῆς καὶ τοιαύτης. Πόθεν δὲ οὐκ ἔχομεν δεῖξαι περὶ τῆς ἀκολουθίας, ὡς ἔτι καὶ δεῦρο τὰ λείψανα τῆς τοῦ Νῶε λάρνακος δείκνυται ἐν τῇ τῶν Καρδυέων χώρᾳ. Καὶ πάντως δὲ εἰ ἐπιζητήσειέ τις, καὶ ἀνερευνήσειε καὶ τὰ λείψανα τοῦ θυσιαστηρίου, ἐπείπερ ἀκόλουθόν ἐστιν, εὕροι ἂν ἐν τῇ ὑπωρείᾳ τοῦ ὄρους· ὅπου ἔμεινε Νῶε ἐξελθὼν ἀπὸ τῆς κιβωτοῦ, καὶ προσενέγκας ἀπὸ τῶν ζώων τῶν καθαρῶν, καὶ τῶν στεάτων Κυρίῳ τῷ Θεῷ, ὅτε ἤκουσεν· Ἰδοὺ δέδωκά σοι πάντα, ὡς λάχανα χόρτου· θῦσον, καὶ φάγε. Παρελεύσομαι δὲ καὶ ταύτης πάλιν τὸ ἐπείσακτον καὶ ἠλίθιον τῆς αἱρέσεως, ἀρκεσθεὶς ταῖς προειρημέναις ὀλίγαις λέξεσιν, ἐνσπαρείσαις ὑπὸ τῆς ἡμῶν βραχύτητος, ἐνταῦθα πρὸς ἀντίθεσιν τῆς πλάνης τῆς προειρημένης αἱρέσεως.
III. Moreover, from the sheep sacrificed in the land of the Egyptians the tradition still continues celebrated amongst the Egyptians, even amongst the idolaters. For at the season when the Passover took place there—and this is the beginning of spring, when the first equinox occurs—all Egyptians in ignorance take red ochre and smear their sheep, and smear also the trees, the fig-trees and the rest, proclaiming and saying that fire once burned up the inhabited world on this day; and the fiery-red appearance of blood is an amulet against so great and such a plague. And whence have we not proof concerning the sequence of events, seeing that even down to the present day the remains of Noah's ark are shown in the country of the Cardyaeans? And assuredly, if anyone should seek out and search thoroughly, he would find the remains of the altar as well, inasmuch as it stands to reason, at the foot of the mountain where Noah abode upon coming forth from the ark, when he offered unto the Lord God of the clean beasts and of the fatlings, and heard: Behold, I have given thee all things, as the green herbs; slay, and eat. Yet I shall pass over again the adventitious and foolish character of this heresy also, contenting myself with the few words spoken above, sown here by our insignificance in refutation of the error of the aforesaid heresy.
ΚΑΤΑ ΟΣΣΗΝΩΝ,
Against the Ossenes,
Ἕκτη αἵρεσις ἀπὸ Ἰουδαϊσμοῦ, ἐννεακαιδεκάτη δὲ τῇ ἀκολουθίᾳ.
The sixth heresy arising from Judaism, and the nineteenth in the sequence.
Αʹ. Μετὰ ταύτην πάλιν ἄλλη τις αἵρεσις ταύταις
I. After this again there is another heresy with these
Notes, col. 260

On the reading

Printed Ἀλλα, for Ἀλλὰ.

PG 41:261Read from the page
παραπεπλεγμένη, ἡ τῶν Ὀσσηνῶν καλουμένη. Ἰουδαῖοί τε οὗτοι, ὡς καὶ αι προειρημέναι, ὑποκριταὶ τὸν τρόπον, δεινοὶ τὴν ἐπίνοιαν. Ὥρμηνται δὲ οὗτοι, ὡς ἡ εἰς ἡμᾶς ἐλθοῦσα περιέχει παράδοσις, ἀπὸ τῆς Ναβατικῆς χώρας, καὶ Ἰτουραίας, Μωαβίτιδός τε καὶ Ἀρηϊλίτιδος τῶν ἐπέκεινα τῆς κοιλάδος τῆς Ἁλυκῆς οὕτως ἐν τῇ θείᾳ Γραφῇ καλουμένης ὑπερκειμένης χώρας. Ἔστι δὲ αὕτη Νεκρὰ καλουμένη Θάλασσα. Τοῦτο δὲ τὸ γένος τῶν Ὀσσηνῶν ἑρμηνεύεται διὰ τῆς ἐκδόσεως τοῦ ὀνόματος στιβαρὸν γένος. Συνήφθη δὲ τούτοις μετέπειτα ὁ καλούμενος Ἠλξαῗ, ἐν χρόνοις Τραϊανοῦ βασιλέως μετὰ τὴν τοῦ Σωτῆρος παρουσίαν, ὃς ἐγένετο ψευδοπροφήτης. Συνεγράψατο δὲ οὗτος βιβλίον δῆθεν κατὰ προφητείαν, ἢ ὡς κατὰ ἔνθεον σοφίαν. Φασὶ δὲ καὶ ἄλλον τινὰ Ἰεξέον ἀδελφὸν τούτου. Γέγονε δὲ οὗτος ὁ ἄνθρωπος πεπλανημένος τὸν τρόπον, ἀπατηλὸς τὴν γνώμην, ἀπὸ Ἰουδαίων ὁρμώμενος, καὶ τὰ Ἰουδαίων φρονῶν, κατὰ νόμον δὲ μὴ πολιτευόμενος, ἕτερα δὲ ἀνθ' ἑτέρων παρεισφέρων, καὶ τὴν ἰδίαν αὐτοῦ αἵρεσιν πλανήσας. Ἅλας, καὶ ὕδωρ, καὶ γῆν, καὶ κάρτον καὶ οὐρανὸν, καὶ αἰθέρα, καὶ ἄνεμον ὅρκον αὐτοῖς εἰς λατρείαν ὁρισάμενης παραδέδωκε. Ποτὲ δὲ πάλιν ἄλλους μάρτυρας ἑπτὰ ὁρισάμενος, τὸν οὐρανὸν φημὶ, καὶ τὸ ὕδωρ, καὶ πνεύματα φησὶν, καὶ ἁγίους τοὺς ἀγγέλους τῆς προσευχῆς, καὶ τὸ ἔλαιον, καὶ τὸ ἅλας, καὶ τὴν γῆν. Ἀπεχθάνεται δὲ τῇ παρθενίᾳ, μισεῖ δὲ τὴν ἐγκράτειαν, ἀναγκάζει δὲ γάμον· φαντασιώδη δέ τινα ὡς δῆθεν ἀποκαλύψεως παρεισφέρει· ὑποκριτὰς δὲ διδάσκει, φήσας μὴ εἶναι ἁμαρτίαν,
intertwined, called that of the Ossenes. These men also are Jews, like the aforesaid sects, hypocrites in manner, crafty in contrivance. They set out, as the tradition that has come down to us contains, from the Nabataean country, and Ituraea, Moabitis, and Areilitis, the region lying above beyond the valley of the Salt Sea, so called in Divine Scripture—and this is what is called the Dead Sea. Now this race of the Ossenes is interpreted, through the rendering of the name, a sturdy race. Afterwards there was joined unto them the man called Elxai, in the times of King Trajan after the coming of the Saviour, who became a false prophet. And this man composed a book, forsooth according to prophecy, or as though according to inspired wisdom. They also say that there was a certain other man, Jexeus, his brother. Now this man proved to be led astray in manner and deceitful in mind: setting out from the Jews and holding Jewish views, yet not living according to the law, introducing some things in place of others, and leading his own sect astray. Salt, and water, and earth, and bread, and heaven, and ether, and wind he appointed as an oath for them unto worship and delivered over to them. And at another time again, appointing seven other witnesses—heaven, I mean, and water, and spirits, he says, and the holy angels of prayer, and oil, and salt, and earth. Moreover, he detests virginity, hates continence, and compels marriage; and he brings in certain fanciful notions as though by revelation; and he teaches men to be hypocrites, saying that it is no sin,
Notes, col. 261

On the reading

Printed αι, for αἱ.

Printed κάρτον, for ἄρτον.

Printed ὁρισάμενης, for ὁρισάμενος.

Printed οὐρανὸν φημὶ, for οὐρανόν φημι.

Printed πνεύματα φησὶν, for πνεύματά φησιν.

PG 41:264Read from the page
Βʹ. Μάρτυρα δέ τινα παρεισφέρων οὐχ αἰσχύνεται ὁ ἀπατεὼν, λέγων Φινεές τινα ἱερέα τῶν ἀπὸ γένους Λευΐ τε καὶ Ἀαρὼν, καὶ τοῦ ἀρχαίου Φινεὲς ἐν τῇ Βαβυλῶνι ἐπὶ τῆς αἰχμαλωσίας προσκυνήσαντα τὴν Ἄρτεμιν, ἐν Σούσοις διαπεφευγέναι ὄλεθρον θανάτου ἐπὶ Δαρείου τοῦ βασιλέως· ὥστε εἶναι αὐτοῦ τὰ πάντα ψευδῆ καὶ μάταια. Οὗτος μὲν οὖν ἄνω συνῆπται τῇ προειρημένῃ αἱρέσει τῇ τῶν Ὀσσηνῶν καλουμένῃ, ἧς ἔτι λείψανα καὶ δεῦρο ὑπάρχει ἐν τῇ αὐτῇ Ναβατίτιδι γῇ, τῇ καὶ Περαίᾳ πρὸς τῇ Μωαβίτιδι· ὅπερ γένος νυνὶ Σεμψέων καλεῖται. Φαντάζονται δὲ δῆθεν καλεῖν τοῦτον δύναμιν ἀποκεκαλυμμένην, διὰ τὸ Ἰὴλ καλεῖσθαι δύναμιν, Ξαΐ δὲ κεκαλυμμένον. Ἠλέγχθη δὲ τὸ πᾶν τοῦ ἐπιτηδεύματος φρύαγμα, καὶ εἰς μεγάλην αἰσχύνην ὑπέπεσε παρὰ τοῖς δυναμένοις τὰ ἀληθῆ κατανοεῖν τε καὶ ἀκριβοῦν. Ἔτι γὰρ καὶ δεῦρο ἀπὸ τῶν ἡμερῶν Κωνσταντίου τε καὶ τῶν νῦν βασιλέων σαφῶς ἐλέγχονται. Ἕως μὲν γὰρ Κωνσταντίου, ἐκ τοῦ γένους αὐτοῦ Μαρθοῦς τις καὶ Μαρθάνα δύο ἀδελφαὶ ἐν τῇ αὐτῶν χώρᾳ ἀντὶ θεῶν προσεκυνοῦντο, ὅτι δῆθεν ἐκ τοῦ σπέρματος τοῦ προειρημένου Ἠλξαΐ ὑπῆρχον. Τέθνηκε δὲ ἡ Μαρθοῦς πρὸ ὀλίγου τοῦ χρόνου. Μαρθάνα δὲ εἰς ἔτι δεῦρο ὑπῆρχεν ὧν καὶ τὰ πτύσματα, καὶ τὰ ἄλλα τοῦ σώματος ῥύπη ἀπεφέροντο οἱ πεπλανημένοι αἱρετικοὶ ἐν ἐκείνῃ τῇ χώρᾳ, δῆθεν πρὸς ἀλέξησιν νοσημάτων. Οὐ μὴν ἐνήργουν. Ἀλλὰ τὸ πεπλανημένον σοβαρὸν ἀεὶ, καὶ πρὸς ἀπάτην ἕτοιμον. Τυφλὸν γὰρ ἡ κακία, καὶ ἀσύνετον ἡ πλάνη. Καὶ ἕως ποῦ κατατρίβομαι τὰ περὶ τοῦ γόητος τούτου φθεγγόμενος, ὅσα τε κατὰ τῆς ἀληθείας κατεψεύσατο;
II. Moreover, the impostor is not ashamed to bring forward a certain witness, alleging that a certain Phinees, a priest of those descended from the lineage of Levi and Aaron, and of the ancient Phinees, having worshipped Artemis in Babylon during the captivity, escaped the doom of death in Susa in the reign of King Darius; so that all his statements are false and vain. Now this man, as mentioned above, was joined to the aforesaid heresy called that of the Ossenes, of which remnants still exist even to this day in that same Nabataean land, which is also Peraea beside Moabitis; and this race is now called that of the Sempseans. And they imagine, forsooth, that they call this man a revealed power, because El is called power, and Xai hidden. Yet all the arrogance of his undertaking has been refuted, and has fallen into great disgrace among those able both to discern and to investigate the truth accurately. For even to this day, from the days of Constantius and of the present emperors, they are manifestly refuted. For right down to Constantius, two sisters of his lineage, a certain Marthus and Marthana, were worshipped in their own country in place of gods, because, forsooth, they came from the seed of the aforesaid Elxai. Now Marthus died a short time ago, while Marthana survived even until now; and the deluded heretics in that country used to carry away even their spittle and the other filth of their bodies, supposedly for the warding off of diseases. Yet they had no efficacy. Still, what has gone astray is ever haughty, and ready for deceit. For wickedness is blind, and error is senseless. And how long shall I wear myself out speaking about this sorcerer, and all the falsehoods that he uttered against the truth?
Γʹ. Πρῶτον μὲν διδάσκων ἀπαρνησιθεΐαν, καθ' ὑπόκρισιν βδελυρῶν θυσιῶν τῆς εἰδωλολατρείας μετέχειν λέγων· ἔπειτα δὲ ἀπατῶν τοὺς ἀκούοντας ἀρνεῖσθαι τὴν ἰδίαν πίστιν στόματι, καὶ μὴ ἔχειν ἁμαρτίαν φάσκων· ὡς εἶναι ἀθεράπευτον τὸ αὐτῶν πάθος, καὶ μὴ δυνάμενον διορθωθῆναι. Εἰ γὰρ τὸ στόμα τὸ ὁμολογοῦν τὴν ἀλήθειαν προετοιμάζεται εἰς ψεῦδος, ἆρά γε τίς αὐτοῖς ἐμπιστεύσειε τὴν καρδίαν μὴ ἔχειν ἠπατημένην; ὁπότε διαῤῥήδην ἐκφάσκων ὁ θεῖος λόγος ἐν Πνεύματι ἁγίῳ διδάσκων, Ὅτι καρδίᾳ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. Ἀλλὰ καὶ πάλιν δῆθεν μὲν Χριστὸν ὀνόματι ὁμολογεῖ, λέγων, ὅτι Χριστὸς ὁ μέγας βασιλεὺς, οὐ μὴν πάνυ γε κατείληφα ἐκ τῆς αὐτοῦ δολερᾶς καὶ παραπεποιημένης συντάξεως τῆς βίβλου τῆς αὐτοῦ ληρωδίας, εἰ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὑφηγήσατο. Οὔτε γὰρ τοῦτο ὁρίζει· Χριστὸν δὲ ἁπλῶς λέγει, ὡς ἐξ ὧν κατειλήφαμέν τινα ἕτερον σημαίνων ἢ προσδοκῶν· κωλύει γὰρ εἰς ἀνατολὰς εὔξασθαι, φάσκων μὴ δεῖν προσέχειν οὕτως· ἐπὶ τὰ Ἱεροσόλυμα δὲ ἔχειν τὸ πρόσωπον ἐκ πάντων τῶν μερῶν, τοὺς μὲν ἀπ' ἀνατολῶν εἰς δύσιν προσέχειν
III. First, teaching apostasy from God, telling men to partake hypocritically of the abominable sacrifices of idolatry; and next, deceiving his hearers into denying their own faith with the mouth, and asserting that they incur no sin; so that their malady is incurable and incapable of being set right. For if the mouth that confesses the truth is prepared beforehand for falsehood, who indeed could trust them not to have a deceived heart, seeing that the divine word expressly declares, teaching in the Holy Spirit, That with the heart belief is exercised unto righteousness, and with the mouth confession is made unto salvation? Yet again, while he supposedly confesses Christ in name, saying that Christ is the great King, I have by no means clearly gathered from the deceitful and counterfeit composition of the book of his drivelling nonsense whether he was speaking of our Lord Jesus Christ. For neither does he define this; rather, he simply names Christ, signifying or awaiting, so far as we have gathered, someone else; for he forbids praying towards the east, claiming that one ought not so to turn one's attention, but should keep one's face towards Jerusalem from all quarters, so that those from the east turn their attention towards the west
PG 41:265Read from the page
τῇ Ἱερουσαλὴμ, τοὺς δὲ ἀπὸ δύσεως εἰς ἀνατολὴν τῇ αὐτῇ, τοὺς δὲ ἀπὸ νότου καὶ μεσημβρίας εἰς ἄρκτον, τοὺς δὲ ἀπ' ἄρκτου εἰς μεσημβρίαν, ὡς πανταχόθεν τὸ πρόσωπον ἄντικρυς εἶναι τῆς Ἱερουσαλήμ. Καὶ ὅρα τὴν τοῦ ἀπατεῶνος φρενοβλάβειαν. Ἀναθεματίζει μὲν γὰρ θυσίας καὶ ἱερουργίας, ὡς ἀλλοτρίας οὔσας Θεοῦ, καὶ μήτε ὅλως Θεῷ ἐκ τῶν πατέρων καὶ τοῦ νόμου ποτὲ προσενεχθείσας· καὶ λέγει ἐκεῖ δεῖν εὔχεσθαι εἰς Ἱερουσαλὴμ, ὅπου ἦν τὸ θυσιαστήριον καὶ αἱ θυσίαι, ἀρνούμενος τὴν παρὰ τοῖς Ἰουδαίοις σαρκοφαγίαν, καὶ τὰ ἄλλα, καὶ τὸ θυσιαστήριον, τό τε πῦρ ὡσεὶ Θεοῦ ἀλλότριον. Τὸ δὲ ὕδωρ εἶναι δεξιόν· πῦρ δὲ ἀλλότριον εἶναι φάσκων διὰ τούτων τῶν λέξεων· Τέκνα, πορεύεσθε μὴ πρὸς τὸ εἶδος τοῦ πυρὸς, ὅτι πλανᾶσθε· πλάνη γάρ ἐστι τὸ τοιοῦτον. Ὁρᾷς γὰρ, φησὶν, αὐτὸ ἐγγυτάτω, καὶ ἔστιν ἀπὸ πόῤῥωθεν. Μὴ πορεύεσθε πρὸς τὸ εἶδος αὐτοῦ· πορεύεσθε δὲ μᾶλλον ἐπὶ τὴν φωνὴν τοῦ ὕδατος. Καὶ πολλά ἐστι τὰ αὐτοῦ μυθολογήματα.
towards Jerusalem, and those from the west towards the east at that same city, and those from the south and midday towards the north, and those from the north towards the south, so that from every quarter the face is set directly opposite Jerusalem. And behold the derangement of mind of the impostor. For on the one hand he anathematizes sacrifices and sacred rites as being alien to God, and as never having been offered to God at all on the authority of the fathers and the law; and yet he says that one ought to pray there towards Jerusalem, where the altar and the sacrifices were, whilst rejecting the eating of flesh among the Jews, and the rest, and the altar, and fire too as though alien to God. Water, however, he declares to be auspicious, whereas fire is alien, asserting so through these words: Children, go not towards the appearance of fire, because you go astray; for such a thing is error. For you see it, says he, very near at hand, and yet it is afar off. Go not towards the appearance of it, but go rather unto the voice of water. And many are his mythological fables.
Δʹ. Εἶτα δὲ διαγράφει Χριστὸν τινὰ εἶναι δύναμιν, οὗ καὶ τὰ μέτρα σημαίνει· εἰκοσιτεσσάρων μὲν σχοινίων τὸ μῆκος, ὡς μιλίων ἐννενηκονταέξ. τὸ δὲ πλάτος σχοινίων ἕξ, μιλίων εἰκοσιτεσσάρων· καὶ τὸ πάχος ὁμοίως τερατευόμενος, καὶ τοὺς πόδας, καὶ τὰ ἄλλα μυθολογήματα. Εἶναι δὲ καὶ τὸ ἅγιον Πνεῦμα καὶ αὐτὸ θήλειαν, ὅμοιον τῷ Χριστῷ ἀνδριάντος δίκην ὑπὲρ νεφέλην, καὶ ἀναμέσον δύο ὀρέων ἑστώς. Καὶ τὰ ἄλλα σιωπήσω, ἵνα μὴ εἰς μυθολογίαν φαντασιάσω τὴν ἀκοὴν τῶν ἐντυγχανόντων. Τίσι δὲ λόγοις καὶ κενοφωνίαις ὕστερον ἐν τῇ βίβλῳ ἀπατᾷ λέγων· Μηδεὶς ζητήσῃ τὴν ἑρμηνείαν, ἀλλ' ἢ μόνον ἐν τῇ εὐχῇ τάδε λεγέτω. Καὶ αὐτὰ δῆθεν ἀπὸ Ἑβραϊκῆς διαλέκτου μετενέγκας, ὡς ἀπὸ μέρους κατειλήφαμεν οὐδὲν ὄντα τὰ παρ' αὐτῷ φανταζόμενα. Φάσκει γὰρ λέγειν. Ἄβαρ, Ἀνὶδ, Μωΐβ, Νωχιλὲ, Δαασὶμ, Ἀνὴ, Δαασὶμ, Νωχιλὲ, Μωΐβ, Ἀνὶδ, Ἄβαρ, Σελάμ. Ἅτινα ἑρμηνευόμενα ἔχει τὴν σαφήνειαν ταύτην· Παρελθέτω ταπείνωσις ἐκ πατέρων μου, τῆς κατα-
IV. Next he describes Christ as being a certain power, whose dimensions also he indicates: in length twenty-four schoeni, that is ninety-six miles, and in breadth six schoeni, twenty-four miles; and telling similar marvels about His thickness, and His feet, and the rest of his mythological fables. And that the Holy Spirit too is itself female, like unto Christ after the fashion of a statue above a cloud, and standing between two mountains. And the rest I shall pass over in silence, lest I fill the hearing of readers with mythological fancies. And with what words and empty babblings later on in the book does he deceive men, saying: Let no one seek the interpretation, save only in his prayer let him utter these things! And having supposedly rendered them from the Hebrew tongue, as we have partially gathered, the things imagined by him amount to nothing. For he bids men say: Abar, Anid, Moib, Nochile, Daasim, Ane, Daasim, Nochile, Moib, Anid, Abar, Selam. Which words, when interpreted, have this plain meaning: Let humiliation pass away from my fathers, of the con-
PG 41:268Read from the page
κρίσεως αὐτῶν, καὶ καταπατήματος αὐτῶν, καὶ πόνου αὐτῶν, καταπατήματι ἐν κατακρίσει διὰ τῶν πατέρων μου, ἀπὸ ταπεινώσεως παρελθούσης ἐν ἀποστολῇ τελειώσεως. Ἐπ' αὐτῷ δὲ πάντα πληροῦται ταῦτα. Κεκένωται γὰρ αὐτοῦ ἡ δύναμις καὶ ἡ πλάνη. Εἰ δὲ ἓν ῥῆμα πρὸς ἓν θελήσει τις κατὰ λεπτολογίαν ἀκοῦσαι ἑρμηνευόμενον, καὶ τοῦτο οὐκ ἂν ὀκνήσαιμεν ποιῆσαι, ἀλλ' εἰς καθῆκον κατὰ πάντα τῶν βουλομένων λεπτολόγως ἀκούειν, αὐτὰ δὴ τὰ ῥήματα αὐτοῦ καὶ τὰς αὐτῶν ἑρμηνείας ἄντικρυς παραθησόμεθα, καὶ ἔστιν οὕτως· Ἄβαρ παρελθέτω· Ἀνὶδ ταπείνωσις· Μωΐβ ἡ ἐκ πατέρων μου· Νωχιλὲ τῆς κατακρίσεως αὐτῶν· Δαασὶμ καὶ καταπατήματος αὐτῶν· Ἀνὴ καὶ πόνου αὐτῶν· Δαασὶμ καταπατήματι· Νωχιλὲ ἐν κατακρίσει· Μωΐβ διὰ τῶν πατέρων μου· Ἀνὶδ ἀπὸ ταπεινώσεως· Ἄβαρ παρελθούσης· Σελὰμ ἐν ἀποστολῇ τελειώσεως.
demnation of them, and of the trampling down of them, and of the toil of them, with trampling down in condemnation through my fathers, from the humiliation that has passed away in a mission of perfection. And in Him all these things are fulfilled. For his power and his error have been brought to naught. And if anyone should wish to hear each single word interpreted one by one in detail, this too we would not hesitate to do; rather, to satisfy in every respect those who wish to hear minutely, we shall set down side by side his very words themselves and their interpretations, and it runs thus: Abar, let pass away; Anid, humiliation; Moib, that from my fathers; Nochile, of the condemnation of them; Daasim, and of the trampling down of them; Ane, and of the toil of them; Daasim, with trampling down; Nochile, in condemnation; Moib, through my fathers; Anid, from humiliation; Abar, having passed away; Selam, in a mission of perfection.
Εʹ. Αὕτη γοῦν ἡ αἵρεσις ἡ τῶν Ὀσσηνῶν ἄνω προειρημένη, ἡ πολιτευομένη μὲν τὴν τῶν Ἰουδαίων πολιτείαν, κατὰ τὸ σαββατίζειν τε καὶ περιτέμνεσθαι, καὶ τοῦ νόμου ποιεῖν τὰ πάντα, μόνον δὲ ἀπαγορεύειν τὰς βίβλους ὁμοίως τοῖς Ναζαραίοις. Σχίσμα δὲ ἐργάζεται αὕτη διαφερομένη πρὸς τὰς ἄλλας ἓξ τῶν αἱρέσεων τούτων. Ἀρκέσει γοῦν εἰς ἀνατροπὴν ταύτης τὸ εἶναι αὐτὴν ἀλλοτρίαν Θεοῦ, τοῦ Κυρίου σαφῶς λέγοντος, ὅτι οἱ ἱερεῖς ἐν τῷ ἱερῷ βεβηλοῦσι τὸ Σάββατον. Ἡ δὲ βεβήλωσις τοῦ Σαββάτου τίς αὕτη, ἀλλ' ὅτι ἔργον οὐδεὶς εἰργάζετο ἐν τῷ Σαββάτῳ, ἐν δὲ τῷ ἱερῷ θυσίαν οἱ ἱερεῖς ἐπιτελοῦντες ἔλυον τὸ Σάββατον, βεβηλοῦντες διὰ τὴν ἐνδελεχῆ τῶν ζώων θυσίαν; Παρελεύσομαι καὶ ταύτην τὴν αἵρεσιν. Συνῆπται γὰρ οὗτος πάλιν ὁ Ἠλξαΐ τοῖς μετὰ τὸν Χριστὸν Ἐβιωναίοις, ἀλλὰ καὶ τοῖς Ναζαραίοις, τοῖς μετέπειτα γεγονόσι· καὶ κέχρηνται αὐτῷ τέσσαρες αἱρέσεις, ἐπειδὴ θέλγονται τῇ αὐτοῦ πλάνῃ· Ἐβιωναίων τε, τῶν μετέπειτα Ναζαραίων, Ὀσσηνῶν τε τῶν πρὸ αὐτοῦ καὶ σὺν αὐτῷ, καὶ Ναζαραίων τῶν ἄνω μοι προδεδηλωμένων. Αὕτη δὲ ἡ αἵρεσις τῶν ἑπτὰ τῶν ἐν Ἱεροσολύμοις, αἵτινες ἐνέμειναν ἄχρι τῆς τοῦ Χριστοῦ παρουσίας, καὶ μετὰ τὴν Χριστοῦ ἔνσαρκον παρουσίαν ἄχρι τῆς τῶν Ἱεροσολύμων ἁλώσεως, ἥτις γέγονεν ὑπὸ Τίτου βασιλέως ἀδελφοῦ Δομετιανοῦ, υἱοῦ δὲ Οὐεσπασιανοῦ βασιλέως. Μετὰ δὲ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν ἐπέμεινεν ἥ τε αὕτη, καὶ αἱ ἄλλαι ὀλίγῳ τῷ χρόνῳ αἱ φημιζόμεναι αἱρέσεις, Σαδδουκαίων φημὶ, καὶ Γραμματέων, Φαρισαίων τε, καὶ Ἡμεροβαπτιστῶν, καὶ Ναζαραίων, καὶ Ὀσσηνῶν, καὶ Ἡρωδιανῶν· ἄχρις οὗ κατὰ καιρὸν καὶ κατὰ χρόνον ἑκάστη αὐτῶν διασκορπισθεῖσα διελύθη.
V. This heresy of the Ossenes, then, mentioned above, whilst living according to the polity of the Jews with respect to keeping the Sabbath and practising circumcision and performing all the prescriptions of the law, nevertheless rejects the books just like the Nazaraeans. And this sect creates a schism by differing from the other six of these heresies. Yet for the overthrow of this sect it will suffice that it is alien to God, seeing that the Lord clearly says that the priests in the temple profane the Sabbath. And what is this profanation of the Sabbath, save that no one performed any work on the Sabbath, whereas in the temple the priests, in accomplishing sacrifice, broke the Sabbath, profaning it through the continual sacrifice of animals? I shall pass over this heresy as well. For this Elxai, again, is joined to the Ebionites after Christ, and also to the Nazaraeans who arose afterwards; and four heresies make use of him, since they are bewitched by his imposture: those of the Ebionites, of the later Nazaraeans, of the Ossenes before him and with him, and of the Nazaraeans set forth by me above. And this heresy is one of the seven in Jerusalem, which persisted down to the coming of Christ, and after the incarnate coming of Christ down to the capture of Jerusalem, which took place under King Titus, the brother of Domitian and son of King Vespasian. And after the capture of Jerusalem both this one and the other renowned heresies persisted for a short time—I mean those of the Sadducees, and Scribes, and Pharisees, and Hemerobaptists, and Nazaraeans, and Ossenes, and Herodians—until each of them in due season and in course of time was scattered abroad and dissolved.
Ϛʹ. Ἀρκετῶς δὲ ἔχειν ἀπ' αὐτῆς τῆς αὐτῶν φρενοβλαβείας, καὶ τῶν ῥημάτων τοῦ κηρύγματος τοῦ δηλητηρίου ἰοῦ ἀλεξητήριον ἑαυτῷ πάντα νουνεχῆ κατασκευάσαι, καταγνόντα τῆς συρφετώδους αὐτῶν διδασκαλίας τε καὶ λαλιᾶς, καὶ μάλιστα τοῦ Κυρίου εὐθὺς λέγοντος ἔν τε τῷ νόμῳ καὶ ἐν τῷ Εὐαγγελίῳ· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ· οὐ λήψῃ
VI. Moreover, from their very derangement of mind and from the words of their preaching, every sensible man has enough wherewith to prepare for himself an antidote against their deadly venom, condemning their rabble-like teaching and chatter, and especially since the Lord straightway says both in the law and in the Gospel: There shall be no other gods unto you beside Me; you shall not take