δ' ἴσα Σαμαρείταις φυλάττουσιν. Οὐκ ἦσαν δὲ οὗτοι Σαμαρεῖται, ἀλλ' Ἰουδαῖοι. Ἐν Ἱεροσολύμοις γὰρ ἐθυσίαζον· τὰ δὲ ἄλλα πάντα Ἰουδαίοις συνέπραττον. Καὶ αὐτοὶ δὲ ἀνατραπήσονται ἀπὸ τῆς ἀξιοπίστου τοῦ Κυρίου φωνῆς, ἣν αὐτοὶ καθ' ἑαυτῶν ἐπεσπάσαντο διὰ τῆς τοῦ ζητήματος ἐπιλύσεως, ὅτε προσῆλθον αὐτῷ λέγοντες, εἰ δύναται εἶναι νεκρῶν ἀνάστασις· καὶ ὅτι ἑπτὰ ἀδελφοὶ ἐγένοντο, καὶ ὁ πρῶτος γυναῖκα ἔγημε, καὶ ἄπαις ἐτελεύτησε. Καὶ ὁ δεύτερος ἔλαβεν αὐτὴν, Μωϋσέως παρακελευομένου ἐπιγαμβρεύεσθαι τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἄπαιδος τελευτήσαντος, καὶ ἄγεσθαι τὴν αὐτὴν τῷ ἀδελφῷ πρὸς τὸ ἐξαναστῆσαι σπέρμα εἰς ὄνομα τοῦ κατοιχομένου. Ἔλαβε γοῦν, φησὶ, ταύτην ὁ πρῶτος, καὶ ὁ δεύτερος, καὶ ἐτελεύτησαν· ὁμοίως καὶ οἱ ἑπτά. Ἐν τῇ ἀναστάσει τῶν νεκρῶν τίνος ἔσται αὕτη γυνὴ, ἐπειδὴ καὶ οἱ ἑπτὰ ἔσχον αὐτήν; Ὁ δὲ Κύριος ἔφη· Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ· ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ' ἰσάγγελοί εἰσιν. Ὅτι δὲ ἀναστήσονται οἱ νεκροὶ, Μωϋσῆς ὑμᾶς διδάσκει, ὡς ὁ Θεὸς αὐτῷ ἐχρημάτισε, λέγων· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ, Θεὸς ζώντων, καὶ οὐχὶ νεκρῶν. Καὶ ἐφίμωσεν αὐτῶν τὸ στόμα. Εὐάλωτοι γὰρ οὗτοι, καὶ μὴ δυνάμενοι ἀντιστῆναι μήτε μίαν ὥραν πρὸς τὴν ἀλήθειαν.
other respects, however, they observe the same things as the Samaritans. Yet these were not Samaritans, but Jews; for they offered sacrifice in Jerusalem, and practised all other things together with the Jews. And they themselves also will be overturned by the trustworthy voice of the Lord, which they drew down upon themselves through the resolution of the question when they approached Him questioning whether there could be a resurrection of the dead: namely, that there were seven brothers, and the first married a wife and died childless; and the second took her, since Moses commanded that when a brother dies childless one should marry his brother's wife as next of kin, and that the same woman should be taken to wife by his brother in order to raise up seed unto the name of the deceased. "The first, accordingly," they said, "took her, and the second, and they died; and likewise all seven. In the resurrection of the dead, whose wife shall this woman be, seeing that all seven had her?" And the Lord said: "You err, knowing neither the Scriptures nor the power of God; for in the resurrection of the dead they neither marry nor are given in marriage, but are equal to the angels. And that the dead shall rise again, Moses teaches you, how God spoke to him, saying: 'I am the God of Abraham, and the God of Isaac, and the God of Jacob'—God of the living, and not of the dead." And He muzzled their mouth; for these are easily refuted, and unable to withstand the truth for even a single hour.