Migne Reading Room

PG 41 · cols. 233–244 · Read from the page

Panarium sive Arcula Adversus Octoginta Haereses: Liber I, Tomus I (Haereses I–XX)

Panarium sive Arcula Adversus Octoginta Haereses: Liber I, Tomus I (Haereses I–XX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:233Read from the page
Σκηνοπηγίαν. Ὤκουν δὲ οἱ Ἰουδαῖοι διεσπαρμένοι, καὶ ἐν τοῖς τέρμασι τῆς Ἰουδαίας καὶ Σαμαρείας. Συνέβαινε δὲ αὐτοῖς διὰ τῶν Σαμαρειτίδων τὴν ὁδοιπορίαν ποιεῖσθαι, διερχομένοις εἰς τὴν Ἱερουσαλήμ. Ἐπεὶ οὖν συνετύγχανον ἐν ἑνὶ καιρῷ τὸ ἄθροισμα ἔχοντες τοῦ ἑορτάζειν, ἐντεῦθεν συμπληγάδες ἐγίνοντο. Ἀλλὰ καὶ ὅτε ᾠκοδόμει Ἔσδρας τὴν Ἱερουσαλὴμ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ἀξιωσάντων τῶν Σαμαρειτῶν συνεπιδοῦναι βοήθειαν Ἰουδαίοις, καὶ συνοικοδομῆσαι, ἐπετράπησαν ὑπ' αὐτοῦ τε τοῦ Ἔσδρα καὶ τοῦ Νεεμίου.
Tabernacles. Now the Jews dwelt dispersed even in the borderlands of Judaea and Samaria; and it fell out that as they passed through to Jerusalem they made their journey by way of the Samaritan towns. Since, therefore, they chanced to hold their assembly for keeping the feast at one and the same season, collisions arose from this cause. Moreover, when Ezra was rebuilding Jerusalem after the return from Babylon, and the Samaritans asked to lend assistance to the Jews and to build together with them, they were permitted [reading lacks "not"] by Ezra himself and by Nehemiah.
ΚΑΤΑ ΣΕΒΟΥΑΙΩΝ,
Against the Sebuaeans,
Δευτέρα αἵρεσις ἀπὸ Σαμαρειτῶν, ἑνδεκάτη δὲ τῇ ἀκολουθίᾳ.
The second heresy derived from the Samaritans, and the eleventh in sequence.
Καὶ τότε οἱ Σεβουαῖοι διὰ μῆνιν καὶ ὀργὴν μετέθηκαν τοὺς καιροὺς τῶν ἑορτῶν τῶν προειρημένων· τὸ πρῶτον μὲν κατ' ὀργὴν τοῦ Ἔσδρα, τὸ δεύτερον δὲ διὰ τὴν προειρημένην πρόφασιν τὴν εἰς μάχην προσκαλουμένην αὐτοὺς διὰ τῶν παριόντων. Τάττουσι δὲ οὗτοι τὸν νέον μῆνα τῶν Ἀζύμων μετὰ τὸ νέον ἔτος· ὅπερ γίνεται ἐν τῷ μετοπώρῳ, τουτέστι μετὰ τὸν Θεσρὶ μῆνα, ὃς Αὔγουστος παρὰ
Then the Sebuaeans, out of resentment and anger, altered the seasons of the aforesaid feasts: first out of anger against Ezra, and second on account of the aforesaid pretext that provoked them to battle because of those passing through. Now these set the new month of Unleavened Bread after the new year, which falls in the autumn—that is, after the month of Tishri, which is called August among
PG 41:236Read from the page
Ῥωμαίοις καλεῖται, Μεσορὶ δὲ παρ' Αἰγυπτίοις, Γορπιαῖος δὲ παρὰ Μακεδόσι, παρ' Ἕλλησι δὲ Ἀπελλαῖος. Ἀπεντεῦθεν οὗτοι ἀρχὴν τοῦ ἔτους ἡγοῦνται, καὶ εὐθὺς τὰ Ἄζυμα ἐπιτελοῦσιν. Ἐν δὲ τῷ μετοπώρῳ τὴν Πεντηκοστὴν ποιοῦσι. Τὴν Σκηνοπηγίαν δὲ αὐτῶν ἐπιτελοῦσιν, ὅτε παρὰ τοῖς Ἰουδαίοις τὰ Ἄζυμα καὶ τὸ Πάσχα. Οὐ μὴν δὲ ἐπείσθησαν τοῖς Σεβουαίοις.
the Romans, Mesori among the Egyptians, Gorpiaeus among the Macedonians, and Apellaeus among the Greeks. From this point these reckon the beginning of the year, and straightway celebrate Unleavened Bread; and in the autumn they keep Pentecost; and they celebrate their Feast of Tabernacles when Unleavened Bread and the Passover are kept among the Jews. Yet the others were not persuaded by the Sebuaeans.
ΚΑΤΑ ΓΟΡΘΗΝΩΝ,
Against the Gorthenians,
Τρίτη αἵρεσις ἀπὸ Σαμαρειτῶν, δωδεκάτη δὲ τῇ ἀκολουθίᾳ.
The third heresy derived from the Samaritans, and the twelfth in sequence.
Γορθηνοὶ δὲ καὶ οἱ ἄλλοι Ἐσσηνοὶ, ἐγγὺς τῶν ἄλλων γινόμενοι, τὰ ἴσα ἐκείνοις πράττουσι. Μόνοι δὲ Γορθηνοὶ καὶ Δοσίθεοι τὴν φιλονεικίαν εἰσὶ πρὸς Σεβουαίους κεκτημένοι· καὶ ποιοῦσιν αὐτοὶ τὰς ἑορτὰς, φημὶ δὲ Γορθηνοὶ καὶ Δοσίθεοι, ὅταν οἱ Ἰουδαῖοι ἐπιτελῶσι τῶν τε Ἀζύμων καὶ Πασχῶν, Πεντηκοστῆς τε καὶ Σκηνοπηγιῶν, καὶ νηστείας τῆς παρ' αὐτοῖς νομιστευομένης ἡμέρας μιᾶς. Οἱ δὲ ἄλλοι οὐχ οὕτω ποιοῦσιν, ἀλλ' ἰδιαζόντως Ἐσσηνοῖς, ὡς προείπομεν.
Now the Gorthenians and the other Essenes, coming close to the rest, do the same things as they. Only the Gorthenians and Dositheans maintain the feud against the Sebuaeans; and they themselves—I mean the Gorthenians and Dositheans—keep the feasts whenever the Jews celebrate Unleavened Bread and the Passover, Pentecost and Tabernacles, and the single day of fasting observed by custom among them. The others, however, do not act thus, but after a manner peculiar to the Essenes, as we have stated above.
PG 41:237Read from the page
ΚΑΤΑ ΔΟΣΙΘΕΩΝ,
Against the Dositheans,
Τετάρτη αἵρεσις ἀπὸ Σαμαρειτῶν τρισκαιδεκάτη δὲ τῇ ἀκολουθίᾳ.
The fourth heresy derived from the Samaritans, and the thirteenth in sequence.
Δοσίθεοι δὲ τούτοις διαφέρονται κατὰ πολλοὺς τοὺς τρόπους. Ἀνάστασιν γὰρ ὁμολογοῦσι, καὶ πολιτεῖαι παρ' αὐτοῖς εἰσιν. Ἐμψύχων ἀπέχονται· ἀλλὰ καί τινες αὐτῶν ἐγκρατεύονται ἀπὸ γάμων μετὰ τὸ βιῶσαι· ἄλλοι δὲ καὶ παρθενεύουσιν. Ὡσαύτως μὲν περιτομήν τε καὶ Σάββατον, καὶ τὸ μὴ θιγγάνειν τινὸς διὰ τὸ βδελύττεσθαι πάντα ἄνθρωπον, ὁμοίως ἔχουσι. Νηστείας δὲ τοὺς αὐτοὺς φυλάττειν καὶ ἐξασκεῖσθαι εἰσάγει ὁ λόγος. Ἡ δὲ πρόφασις τοῦ τὸν Δοσίθεον φρονῆσαι ταῦτα αὕτη. Οὗτος συνεμίγη ἀπὸ Ἰουδαίων ὁρμώμενος εἰς τὰ τῶν Σαμαρειτῶν ἔθνη, καὶ ἐν παιδεύσει κατὰ τὸν νόμον προήκων, δευτερώσεσί τε ταῖς παρ' αὐτοῖς, θηρώμενος τὰ πρωτεῖα καὶ ἀποτυχών· καὶ μὴ ἀξιωθείς τι παρὰ Ἰουδαίοις νομισθῆναι, ἐξέκλινεν εἰς τὸ Σαμαρειτικὸν γένος, καὶ ταύτην τὴν αἵρεσιν προεστήσατο. Ἐν σπηλαίῳ δέ που ἀναχωρῶν, δι' ὑπερβολὴν ἐθελοσοφίας ματαίως καὶ ὑποκριτικῶς ἐν νηστείᾳ καρτερῶν, ὡς λόγος ἔχει, οὕτως ἀπέθανεν, ἐν ἐνδείᾳ ἄρτου καὶ ὕδατος, ἑκουσίᾳ δῆθεν τῇ γνώμῃ. Μετὰ δέ τινας ἡμέρας ἐλθόντας ἐπὶ τὴν τούτου ἐπίσκεψιν εὑρηκέναι τὸ σῶμα ὀδωδὸς, ἐξέρψαν τε σκώληκας, καὶ νέφος μυιῶν ἐπ' αὐτὸ ἐσμηνευκέναι.
Now the Dositheans differ from these in many ways; for they confess a resurrection, and ascetic observances exist among them. They abstain from living creatures; moreover, some of them practise continence from marriage after having lived in wedlock, while others also keep virginity. Likewise they hold circumcision and the Sabbath, and refraining from touching anyone through abhorring every human being, in similar fashion. And report relates that these same people keep and practise fasts. Now the occasion for Dositheus's holding these views was as follows. Setting out from the Jews, he mingled with the tribes of the Samaritans, and having advanced in instruction according to the law and in the traditional repetitions current among them, when he hunted after the chief rank and failed of it, and was not deemed worthy of being accounted anything among the Jews, he turned aside to the Samaritan race and founded this sect. Withdrawing somewhere into a cave, through an excess of affected wisdom vainly and hypocritically persevering in fasting, as report holds, he died thus in lack of bread and water, ostensibly by deliberate choice. And when after some days people came to visit him, they found the body stinking, having bred worms crawling forth, and a cloud of flies swarming over it.
Καὶ αὗται μὲν αἱ ἐλθοῦσαι εἰς ἡμᾶς τῆς γνώσεως περὶ τῶν προειρημένων τεσσάρων αἱρέσεων διαφοραὶ, αἵτινες ἀνατραπήσονται διὰ τῶν κατ' αὐτῶν εἰρημένων. Ἐπάνειμι δὲ αὖθις τὰς κατὰ διαδοχὴν τῶν χρόνων παρεισδύσεις, καὶ τῆς πλάνης τὰ βοσκήματα συνείρων, καὶ ποιούμενος τὴν πρὸς αὐτοὺς ἀντιλογίαν, ἐν τῷ τὰ σχέτλια αὐτῶν ἀποκαλύπτειν ἐπιτηδεύματα, καὶ διὰ συντόμου λόγου ποιεῖσθαι τὸν ἔλεγχον τῆς τῶν κακῶν καὶ ὀλετηρίων ἑρπετῶν ἰοβολίας.
Such, then, are the differences that have come to our knowledge concerning the four aforesaid heresies, which will be overturned through the things stated against them. Now I return once more to string together in order the creeping inroads made according to the succession of times and the herds of error, framing my refutation against them by uncovering their wretched practices, and through a concise discourse making the refutation of the venomous discharge of these evil and destructive reptiles.
Πεπλήρωνται αἱ τῶν Σαμαρειτῶν αἱρέσεις δ.
Completed are the four heresies of the Samaritans.
PG 41:240Read from the page
ΚΑΤΑ ΣΑΔΔΟΥΚΑΙΩΝ,
Against the Sadducees,
Πρώτη αἵρεσις ἀπὸ Ἰουδαϊσμοῦ, τεσσαρεσκαιδεκάτη δὲ τῇ ἀκολουθίᾳ.
The first heresy derived from Judaism, and the fourteenth in sequence.
Αἱρέσεις πάλιν μετὰ ταύτας τὰς προειρημένας τῶν Σαμαρειτῶν, καὶ ἄνω που τῶν Ἑλλήνων προδηλωθείσας, γεγόνασιν ἑπτὰ τὸν ἀριθμὸν παρὰ Ἰουδαίοις πρὸ τῆς τοῦ Χριστοῦ ἐνσάρκου παρουσίας ἐν Ἰουδαίᾳ τε καὶ Ἱεροσολύμοις.
Again, after these aforesaid heresies of the Samaritans, and those of the Greeks set forth somewhere above, there arose heresies seven in number among the Jews before the incarnate coming of Christ in both Judaea and Jerusalem.
Πρῶτοι Σαδδουκαῖοι, ἀπόσπασμα ὄντες ἀπὸ Δοσιθέου τοῦ προλελεγμένου. Ἐπονομάζουσι δὲ οὗτοι ἑαυτοὺς Σαδδουκαίους, δῆθεν ἀπὸ δικαιοσύνης τῆς ἐπικλήσεως ὁρμωμένης. Σεδὲκ γὰρ ἑρμηνεύεται δικαιοσύνη. Ἦν δὲ καὶ Σαδούκ τις τοὔνομα κατὰ τὸ παλαιὸν τῶν ἱερέων. Ἀλλ' οὐκ ἐνέμειναν οὗτοι ἐν τῇ τοῦ ἐπιστάτου αὐτῶν διδασκαλίᾳ. Ἠθέτησαν μὲν γὰρ οὗτοι νεκρῶν τὴν ἀνάστασιν, ὅμοια Σαμαρείταις φρονοῦντες· οὐ παραδέχονται δὲ ἀγγέλους, ὅπερ Σαμαρεῖται οὐκ ἀθετοῦσι. Πνεῦμα δὲ ἅγιον οὐκ ἴσασιν· οὐ γάρ εἰσι τούτου ἠξιωμένοι· τὰ πάντα
First are the Sadducees, being an offshoot from the aforesaid Dositheus. Now these style themselves Sadducees, their appellation supposedly stemming from righteousness; for Sedek is interpreted "righteousness". Moreover, there was also in ancient times one of the priests named Zadok. Yet these did not abide in the teaching of their master: for they rejected the resurrection of the dead, holding views like those of the Samaritans, whereas they do not accept angels, a point which the Samaritans do not reject; and they do not know the Holy Spirit, for they have not been counted worthy of Him; in all
PG 41:241Read from the page
δ' ἴσα Σαμαρείταις φυλάττουσιν. Οὐκ ἦσαν δὲ οὗτοι Σαμαρεῖται, ἀλλ' Ἰουδαῖοι. Ἐν Ἱεροσολύμοις γὰρ ἐθυσίαζον· τὰ δὲ ἄλλα πάντα Ἰουδαίοις συνέπραττον. Καὶ αὐτοὶ δὲ ἀνατραπήσονται ἀπὸ τῆς ἀξιοπίστου τοῦ Κυρίου φωνῆς, ἣν αὐτοὶ καθ' ἑαυτῶν ἐπεσπάσαντο διὰ τῆς τοῦ ζητήματος ἐπιλύσεως, ὅτε προσῆλθον αὐτῷ λέγοντες, εἰ δύναται εἶναι νεκρῶν ἀνάστασις· καὶ ὅτι ἑπτὰ ἀδελφοὶ ἐγένοντο, καὶ ὁ πρῶτος γυναῖκα ἔγημε, καὶ ἄπαις ἐτελεύτησε. Καὶ ὁ δεύτερος ἔλαβεν αὐτὴν, Μωϋσέως παρακελευομένου ἐπιγαμβρεύεσθαι τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἄπαιδος τελευτήσαντος, καὶ ἄγεσθαι τὴν αὐτὴν τῷ ἀδελφῷ πρὸς τὸ ἐξαναστῆσαι σπέρμα εἰς ὄνομα τοῦ κατοιχομένου. Ἔλαβε γοῦν, φησὶ, ταύτην ὁ πρῶτος, καὶ ὁ δεύτερος, καὶ ἐτελεύτησαν· ὁμοίως καὶ οἱ ἑπτά. Ἐν τῇ ἀναστάσει τῶν νεκρῶν τίνος ἔσται αὕτη γυνὴ, ἐπειδὴ καὶ οἱ ἑπτὰ ἔσχον αὐτήν; Ὁ δὲ Κύριος ἔφη· Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ· ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ' ἰσάγγελοί εἰσιν. Ὅτι δὲ ἀναστήσονται οἱ νεκροὶ, Μωϋσῆς ὑμᾶς διδάσκει, ὡς ὁ Θεὸς αὐτῷ ἐχρημάτισε, λέγων· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ, Θεὸς ζώντων, καὶ οὐχὶ νεκρῶν. Καὶ ἐφίμωσεν αὐτῶν τὸ στόμα. Εὐάλωτοι γὰρ οὗτοι, καὶ μὴ δυνάμενοι ἀντιστῆναι μήτε μίαν ὥραν πρὸς τὴν ἀλήθειαν.
other respects, however, they observe the same things as the Samaritans. Yet these were not Samaritans, but Jews; for they offered sacrifice in Jerusalem, and practised all other things together with the Jews. And they themselves also will be overturned by the trustworthy voice of the Lord, which they drew down upon themselves through the resolution of the question when they approached Him questioning whether there could be a resurrection of the dead: namely, that there were seven brothers, and the first married a wife and died childless; and the second took her, since Moses commanded that when a brother dies childless one should marry his brother's wife as next of kin, and that the same woman should be taken to wife by his brother in order to raise up seed unto the name of the deceased. "The first, accordingly," they said, "took her, and the second, and they died; and likewise all seven. In the resurrection of the dead, whose wife shall this woman be, seeing that all seven had her?" And the Lord said: "You err, knowing neither the Scriptures nor the power of God; for in the resurrection of the dead they neither marry nor are given in marriage, but are equal to the angels. And that the dead shall rise again, Moses teaches you, how God spoke to him, saying: 'I am the God of Abraham, and the God of Isaac, and the God of Jacob'—God of the living, and not of the dead." And He muzzled their mouth; for these are easily refuted, and unable to withstand the truth for even a single hour.
ΚΑΤΑ ΓΡΑΜΜΑΤΕΩΝ,
Against the Scribes,
Δευτέρα αἵρεσις ἀπὸ τοῦ Ἰουδαϊσμοῦ, πεντεκαιδεκάτη δὲ τῇ ἀκολουθίᾳ.
The second heresy derived from Judaism, and the fifteenth in sequence.
Μετὰ τούτους τοὺς Σαδδουκαίους, Γραμματεῖς γε-
After these Sadducees, the Scribes a-
PG 41:244Read from the page
γόνασιν ἀνὰ μέσον τοῦ χρόνου, καὶ σὺν αὐτοῖς τὴν ἡλικίαν κατάγοντες, οἵτινες ἦσαν δευτερωταὶ τοῦ νόμου, ὡς γραμματικήν τινα ἐπιστήμην ὑφηγούμενοι, τὰ ἄλλα πράττοντες τῶν Ἰουδαίων· περιττὴν δέ τινα δῆθεν σοφιστικὴν ὑφήγησιν εἰσηγούμενοι, οὐ κατὰ νόμον μόνον βιοῦντες, ἀλλὰ περισσότερον, ξεστῶν βαπτισμοὺς φυλάσσοντες, καὶ ποτηρίων, καὶ πινάκων, καὶ τῶν ἄλλων σκευῶν τῆς ὑπηρεσίας, ὡς δῆθεν ἐπὶ τὸ ἀκραιφνὲς καὶ ὅσιον διακείμενοι· πυγμῇ μὲν τὰς χεῖρας νιπτόμενοι, πυγμῇ δὲ καὶ καθαρισμούς τινας δι' ὑδάτων καὶ λουτρῶν ἀποσμηχόμενοι· ἔχοντες δέ τινα κράσπεδα σημαντικὰ τῆς αὐτῶν πολιτείας εἰς ἐπίδειξιν κόμπου καὶ ἔπαινον τῶν θεωμένων. Καὶ φυλακτήρια παρ' ἑαυτοῖς ἐπὶ τὰ
rose in the intervening period, continuing down through the age alongside them: men who were repeaters of the traditions of the law, expounding a kind of grammatical science while practising the other customs of the Jews, yet introducing a certain superfluous and ostensibly sophistical exposition, living not according to the law alone, but going beyond it, observing washings of pitchers, and cups, and platters, and the other vessels of table service, as though supposedly disposed towards what is unalloyed and holy; washing their hands diligently up to the wrist, and likewise scrubbing off certain purifications diligently by means of waters and baths; and wearing certain fringes indicative of their manner of life for a display of boastfulness and the praise of onlookers. Moreover, phylacteries among themselves upon their