τοῦ Σεροὺχ ἕως τοῦ Ἀβραὰμ, καὶ δεῦρο, Ἑλληνισμός.
of Serug down to Abraham, and up to the present, Hellenism.
Ἀπὸ δὲ Ἀβραὰμ οὔπω ἐπώνυμον ἦν αἱρέσεως, ἀλλ' ἢ μόνον οἱ τῆς αὐτῆς θεοσεβείας τοὔνομα ἔχοντες Ἀβραμιαῖοι ἀπὸ τοῦ Ἀβραὰμ ἐκαλοῦντο. Παῖδες γὰρ τούτῳ ὑπῆρξαν ὀκτώ· Ἰσαὰκ δὲ κληρονόμος μόνος ἦν· διότι καὶ κατὰ γνώμην τοῦ πατρὸς ἐβίου, θεοσεβείᾳ προσανέχων, καὶ κατ' ἐπαγγελίαν Θεοῦ τῷ πατρὶ ἐδεδώρητο. Ἔσχε δὲ πρὸ τούτου τὸν Ἰσμαὴλ ὑπὸ παιδίσκης τῆς Ἄγαρ. Χεττοῦρα δὲ τούτῳ τίκτει παῖδας ἕξ. Διεμερίσθησαν δὲ οὗτοι ἐπὶ τὴν Εὐδαίμονα Ἀραβίαν καλουμένην· Σεμβρὰν καὶ Ἰέζαν καὶ Ἰεσβοὴ καὶ Σωῦε καὶ Ἐμμαδὲμ καὶ Μαδιὰμ, καὶ ὁ τῆς παιδίσκης· Ἰσμαὴλ δὲ, ὡς ἔφην, τούτῳ ἦν ὄνομα. Καταλαμβάνει δὲ οὗτος, καὶ κτίζει τὴν Φαρὲς καλουμένην ἐν τῇ ἐρήμῳ. Τούτῳ παῖδες γίνονται δεκαδύο τὸν ἀριθμόν· ἐξ ὧν αἱ φυλαὶ τῶν Ἀγαρηνῶν, τῶν καὶ Ἰσμαηλιτῶν, Σαρακηνῶν δὲ τὰ νῦν καλουμένων. Γεννᾷ δὲ Ἰσαὰκ δύο παῖδας, Ἠσαῦ τε καὶ Ἰακώβ. Καὶ ἐκαλεῖτο τότε τὸ γένος τῶν θεοσεβῶν Ἀβραμιαῖοί τε καὶ Ἰσαάκιοι. Διορισθέντος δὲ τοῦ Ἠσαῦ ἐπὶ τὴν Ἰδουμαίαν πρὸς τῇ μεσημβρίᾳ τῆς Χαναὰν κειμένης χώρας καὶ ἀνατολικῆς, οἰκιστὴς γίνεται τοῦ Σηεὶρ ὄρους, καὶ πόλιν κτίζει τὴν Ἐδὼμ καλουμένην. Γίνονται δὲ τούτῳ παῖδες, καὶ ἡγεμονεύουσιν ἐν τῇ Ἰδουμαίᾳ ἕκαστος κατὰ διαδοχὴν, οἳ καὶ ἐκαλοῦντο ἡγεμόνες Ἐδώμ. Ἐξ οὗπερ πέμπτος κατὰ διαδοχὴν ὁ Ἰὼβ, ὑπεξαιρουμένου τοῦ Ἀβραὰμ ἐκ τοῦ ἀριθμοῦ τούτου, ἀπὸ δὲ Ϊσαὰκ ἀριθμουμένου· Ἰσαὰκ γὰρ γεννᾷ τὸν Ἠσαῦ, Ἠσαῦ τὸν Ῥαγουὴλ, Ῥαγουὴλ τὸν Ζαρᾶ, Ζαρᾶ τὸν Ἰὼβ, πρὶν μὲν καλούμενον Ἰωκὰβ, ἕτερον δὲ κληθέντα Ἰὼβ ὀλίγῳ πρόσθεν πρὸ τοῦ γενομένου αὐτῷ πειρασμοῦ. Ἦν δὲ περιτομὴ πολιτευομένη. Ἰακὼβ δὲ ἀποδιδράσκει ἀπὸ Ἠσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ διὰ μῆνιν κατὰ συμβουλίαν πατρὸς καὶ μητρὸς ἐπὶ τὴν Μεσοποταμίαν Φαδᾶν ἐπέκεινα τῆς Μεσοποταμίας Σουσωβά· ὃς ἄγεται ἐκεῖθεν τῆς ἰδίας συγγενείας γαμετὰς τέσσαρας τὸν ἀριθμόν· καὶ κυΐσκουσιν αὐτῷ παῖδας δεκαδύο τὸν ἀριθμὸν, τοὺς καὶ πατριάρχας ἐπικληθέντας. Παλινδρομοῦντι δὲ αὐτῷ ἐπὶ τὴν Χαναανῖτιν γῆν πρὸς
Yet from Abraham there was not yet any surname of a heresy, save only that those who held the name of the same godliness were called Abrahamians from Abraham. For he had eight sons; yet Isaac alone was heir, because he both lived in accordance with his father's mind, devoting himself to godliness, and had been granted to his father according to God's promise. Before him, however, he had Ishmael by the handmaid Hagar. And Keturah bore him six sons. These were apportioned over what is called Arabia Felix: Zimran, and Jezan, and Jesboe, and Soue, and Emmadem, and Midian, and the son of the handmaid; and Ishmael, as I said, was his name. This man occupied and founded what is called Phares in the desert. To him were born twelve sons in number, from whom come the tribes of the Hagarenes, who are also Ishmaelites, and are now called Saracens. And Isaac begot two sons, Esau and Jacob. And at that time the race of the godly was called both Abrahamians and Isaacians. When Esau removed to Idumaea, a land lying towards the south and east of Canaan, he became the settler of Mount Seir, and founded the city called Edom. Sons were born to him, and each ruled in Idumaea in succession, and they were also called dukes of Edom. Fifth from him in succession was Job, when Abraham is excluded from this reckoning and the count is made from Isaac; for Isaac begot Esau, Esau Reuel, Reuel Zara, and Zara Job, who was formerly called Jokab, and was called by the other name Job shortly before the trial that befell him. And circumcision was practised as their rule of life. Now Jacob fled from his brother Esau because of his wrath, by the counsel of his father and mother, to Mesopotamia Padan beyond Mesopotamia Susoba; and from there he took wives of his own kindred, four in number; and they conceived and bore him twelve sons in number, who were also surnamed patriarchs. And as he was returning to the land of Canaan to