Migne Reading Room

PG 41 · cols. 185–196 · Read from the page

Panarium sive Arcula Adversus Octoginta Haereses: Liber I, Tomus I (Haereses I–XX)

Panarium sive Arcula Adversus Octoginta Haereses: Liber I, Tomus I (Haereses I–XX)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 41:185Read from the page
βήκασιν, ἄλλοι δὲ ἐπὶ τὰ πρόσω τῆς ἀνατολῆς κεχωρηκότες. Ἕτεροι δὲ τὴν Λιβύην κατειλήφασιν, ὡς καὶ περὶ τούτων τὴν ἀκρίβειαν εἴ τις ἐθέλοι καταλαβέσθαι, εὕροι δ' ἂν ἕκαστον τῶν προσκεχωρηκότων καθ' ἑκάστην τινὰ πατρίδα πῶς εἴληχε τὸν κλῆρον. Ὡς ὁ Μιστρὲμ μὲν διαδέχεται τὸν τῆς Αἰγύπτου κλῆρον, Χοῦς δὲ τὴν Αἰθίοπα. Ψοῦς τὰ Ἀξιωματικὰ μέρη· Ῥεγμᾶ καὶ Σαβᾶ, καθὰ καὶ Θωϋδὴν καὶ Ἐλοὺδ, τὰ πρὸς τῇ Γαράμων χώρᾳ.
forth, and others having advanced further towards the east. Others have occupied Libya, so that if anyone should wish to grasp the exact account concerning these matters as well, he would find how each of those who went thither obtained his allotment according to each particular homeland: how Mistrem succeeds to the allotment of Egypt, and Chus to the Ethiopian; Psus to the Axiomatic regions; Rhegma and Saba, and likewise Thoude and Eloud, to the parts bordering upon the land of the Garamantes.
Ϛʹ. Καὶ ἵνα μή εἰς πολὺ πλάτος ποιήσωμαι τὴν ἐνταῦθα σύνταξιν τοῦ προοιμίου, ἐλεύσομαι πάλιν ἐπὶ τὸ προκείμενον, καὶ κατὰ τὴν διαδοχὴν αὖθις ἐπιλήψομαι τῆς ἀκολουθίας. Μεταξὺ γοῦν τοῦ Ἔβερ καὶ τοῦ Φαλὲκ καὶ τῆς πυργοποιίας, καὶ τῆς πρώτης πόλεως μετὰ τὸν κατακλυσμὸν κτισθείσης, ὑπ' αὐτῇ τῇ οἰκοδομῇ ἀρχὴ λοιπὸν συμβουλίας ἀθροισμοῦ καὶ τυραννίδος γίνεται Νεβρώθ. Νεβρὼθ γὰρ βασιλεύει υἱὸς τοῦ Χοῦς τοῦ Αἰθίοπος, ἐξ οὗ Ἀσσοὺρ γεγέννηται. Τούτου ἡ βασιλεία ἐν Ὀρὲχ γεγέννηται, καὶ ἐν Ἀρφὰλ καὶ Χαλάννῃ. Κτίζει δὲ καὶ τὴν Θειρὰς, καὶ τὴν Θόβελ, καὶ Λόβον ἐν τῇ Ἀσσυρίων χώρᾳ. Τοῦτόν φασι παῖδες Ἑλλήνων εἶναι τὸν Ζωροάστρην, ὃς, πρόσω χωρήσας ἐπὶ τὰ ἀνατολικὰ μέρη, οἰκιστὴς γίνεται Βάκτρων. Ἐντεῦθεν τὰ κατὰ τὴν γῆν παράνομα διανενέμηται. Ἐφευρέτης γὰρ οὗτος γεγένηται κακῆς διδαχῆς ἀστρολογίας καὶ μαγείας, ὥς τινές φασι περὶ τούτου τοῦ Ζωροάστρου. Πλὴν ὡς ἡ ἀκρίβεια περιέχει, τοῦ Νεβρὼθ τοῦ γίγαντος οὗτος ἦν ὁ χρόνος. Οὐ πολὺ δὲ ἀλλήλων τῷ χρόνῳ διεστήκασιν ἄμφω, ὅ τε Νεβρὼθ καὶ ὁ Ζωροά-
6. And that I may not draw out to great breadth the arrangement of the preface here, I shall come back again to the subject in hand, and take up once more the sequence according to succession. Between Eber and Phalec, therefore, and the tower-building, and the first city founded after the flood, under that very building Nimrod thereafter becomes the beginning of confederate counsel and tyranny. For Nimrod reigns, the son of Chus the Ethiopian, from whom Assur was born. His kingdom arose in Orech, and in Arphal and Chalanne. And he also founds Thiras, and Thobel, and Lobon in the land of the Assyrians. The children of the Greeks say that this man is Zoroaster, who, advancing further to the eastern parts, becomes the settler of Bactra. From thence lawless practices have been distributed throughout the earth. For this man became the inventor of the wicked teaching of astrology and magic, as some say concerning this Zoroaster. Yet as exact inquiry maintains, this was the time of Nimrod the giant. And the two stood not far apart from one another in time, both Nimrod and Zoroa-
Notes, col. 185

On the reading

Printed μή, for μὴ.

PG 41:188Read from the page
στρης. Φαλὲκ δὲ γεννᾷ τὸν Ῥαγάμ· Ῥαγὰμ τὸν Σεροὺχ, τὸν ἑρμηνευόμενον ἐρεθισμὸν. Καὶ ἤρξατο εἰς ἀνθρώπους ἡ εἰδωλολατρεία τε καὶ ὁ Ἑλληνισμὸς, ὡς ἡ ἐλθοῦσα εἰς ἡμᾶς γνῶσις περιέχει. Οὔπω δὲ ἐν ξοάνοις καὶ ἐν τορείαις λίθων ἢ ξύλων ἢ ἀργυροτεύκτων, ἢ χρυσοῦ ἢ ἐξ ἄλλης τινὸς ὕλης πεποιημένων, μόνον δὲ διὰ χρωμάτων καὶ εἰκόνων ἡ τοῦ ἀνθρώπου διάνοια ἐφ' ἑαυτῇ ηὕρισκε τὴν κακίαν· καὶ διὰ τοῦ αὐτεξουσίου καὶ λογιότητος καὶ νοῦ ἀντὶ τῆς ἀγαθότητος τὸ παράνομον ἐφηύρατο. Γίγνεται δὲ τῷ Σεροὺχ παῖς ὁ Ναχώρ· Ναχὼρ δὲ γεννᾷ τὸν Θάῤῥα. Ἐντεῦθεν γέγονεν ἀνδριαντοπλα-
ster. And Phalec begets Rhagam; Rhagam Seruch, which is interpreted provocation. And idolatry and Hellenism began among mankind, as the knowledge that has come down to us maintains. Not yet, however, in carved images and in reliefs wrought of stone or timber or silverwork, or made of gold or any other material, but solely through colours and pictures did the mind of man invent wickedness for itself; and through free will and reasoning and intellect it devised lawlessness in place of goodness. And to Seruch is born a child, Nachor; and Nachor begets Tharra. From this point arose statue-mould-
PG 41:189Read from the page
σία ἀπὸ πηλουργίας καὶ κεραμικῆς ἐπιστήμης διὰ τῆς τοῦ Θάῤῥα τούτου τέχνης. Περιέστη δὲ ὁ ἀγὼν εἰς εἰκοστὴν γενεὰν ἕως τούτου, ἐτῶν τρισχιλίων τριακοσίων τριακονταδύο. Καὶ οὐδεὶς πώποτε τῶν προτέρων ἀνθρώπων πρὸ πατρὸς υἱὸς ἐτελεύτα· ἀλλὰ πατέρες πρὸ παίδων τελευτῶντες τοὺς υἱοὺς διαδόχους κατελίμπανον. Καὶ μή τις λεγέτω περὶ τοῦ Ἄβελ· οὐ γὰρ θανάτῳ ἰδίῳ τέθνηκεν. Ἐξότε Θάῤῥα ἀντίζηλον τῷ Θεῷ προεστήσατο, διὰ τῆς ἰδίας πηλουργίας τεχνησάμενος, τὰ ὅμοια οἷς ἔπραξεν ἀπὸ τῆς δίκης ἀπείληφε, καὶ αὐτὸς παραζηλωθεὶς διὰ τοῦ ἰδίου τέκνου. Ὅθεν θαυμάσασα ἡ θεία Γραφὴ ἐπεσημήνατο, λέγουσα· Καὶ ἀπέθανεν Ἀῤῥὰν ἐνώπιον Θάῤῥαν τοῦ πατρὸς ἐν τῇ γῇ τῆς γεννήσεως αὐτοῦ.
ing from clay-working and the potter's art through the craft of this Tharra. And the course reached the twentieth generation down to this man, over three thousand three hundred and thirty-two years. And never among earlier mankind did a son die before his father; rather, fathers died before their children and left their sons as successors. And let no one speak concerning Abel; for he did not die by a death of his own. From the time when Tharra set up a rival unto God, fashioning it through his own clay-working, he received from justice things like unto what he had wrought, being himself also provoked to jealousy through his own child. Whence divine Scripture marvelled and noted it, saying: And Arran died before Tharran his father in the land of his nativity.
Ζʹ. Ἕως τούτου ἔμενε Σκυθική τις διαδοχὴ καὶ ἐπίκλησις. Οὔπω δὲ ἦν τις αἵρεσις, οὔπω μηχανή τις ἑτέρα, ἢ μόνον πορνεία, ἐπίνοια εἰδώλων. Καὶ μετέπειτα ἐθεοποιήσαντο ἢ κακοδαίμονας τυράννους, ἢ γόητας φαντάσαντας τὴν οἰκουμένην, τιμήσαντες τὰ τούτων μνήματα· καὶ μετέπειτα πολλῷ τῷ χρόνῳ τοὺς περὶ Κρόνον καὶ Δία, Ῥέαν τε καὶ Ἥραν. καὶ τοὺς ἀμφ' αὐτούς· ἔπειτα δὲ ἀκινάκην σέβοντες οἵ τε τῶν Σκυθῶν Σαυρομάται, Ὀδρυσόν τε τῶν Θρᾳκῶν προπάτορα· ἐξ οὗ τὸ γένος κατάγεται Φρυγῶν, ὅθεν καὶ Θρᾷκες ἀπὸ τοῦ Θήρας ἐπίκλην τοῦ ἐν τῇ πυργοποιίᾳ γεγεννημένου καλοῦνται. Περιέστη δὲ πᾶς ὁ χρόνος ἐντεῦθεν λαβούσης τῆς πλάνης ἀρχὴν εἰς τὸν προδηλούμενον καιρὸν, φύρων λοιπὸν τὰς ὁδούς. Συγγραφεῖς τε ἐντεῦθεν καὶ ἱστοριογράφοι, ἀπὸ τῆς τῶν Αἰγυπτίων ἐρανισάμενοι ἐθνο-
7. Down to this point a certain Scythian succession and appellation remained. Not yet was there any heresy, nor yet any other contrivance, save fornication alone, the invention of idols. And afterwards they deified either evil-spirited tyrants or sorcerers who had deluded the inhabited earth, honouring their tombs; and long afterwards in time Cronus and Zeus, Rhea and Hera, and those around them; and thereafter both the Sauromatae among the Scythians worshipping a scimitar, and Odrysus the forefather of the Thracians, from whom the race of the Phrygians is derived, whence the Thracians also are called after Theras by surname, who was born at the tower-building. And the whole time came round from the point when error took its beginning down to the aforesaid season, confounding men's ways thereafter. And from thence writers and historians, borrowing from the Egyptians' gentile-
Notes, col. 189

On the reading

Printed Ἥραν., for Ἥραν,.

PG 41:192Read from the page
μύθου πλάνης· ὅθεν δὴ τὰ τῆς φαρμακείας καὶ μαγείας ηὑρέθη. Μετηνέχθη δὲ ταῦτα εἰς Ἕλληνας ἀπὸ τῆς ἡλικίας τοῦ Κέκροπος. Καὶ ἦν μὲν κατὰ τοῦτον τὸν καιρὸν Νῖνος ἐν Ἀσσυρίοις, καὶ Σεμίραμις, σύγχρονοι ὄντες τῷ Ἀβραὰμ, Αἰγυπτίων τε ὀκτωκαιδεκάτη δυναστεία. Οἱ ἐν Σι-
myth error; whence indeed the practices of sorcery and magic were invented. And these things were transferred to the Greeks from the age of Cecrops. And at this season there were Ninus among the Assyrians, and Semiramis, who were contemporaries of Abraham, and the eighteenth dynasty of the Egyptians. Those in Si-
PG 41:193Read from the page
κυῶνι δὲ τότε μόνοι ἐβασιλεύοντο, ἧς βασιλείας ἀρχὴ γέγονεν Εὔρωψ.
cyon alone were then ruled by kings, of which kingdom Europs became the beginning.
Ηʹ. Καὶ ὁ Θεὸς ἐπιλέγεται τὸν Ἀβραὰμ τῷ αὐτῷ χαρακτῆρι τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας ἐν ἀκροβυστίᾳ πιστὸν, καὶ ἐν εὐσεβείᾳ τελειώτατον, ἐν γνώσει προφητῶν, ἐν βίῳ εὐαγγελικὴν κεκτημένον ἀναστροφήν. Οἴκοι γὰρ γέγονε πατέρα τιμῶν, καλούμενος ὑπὸ τοῦ λόγου, καὶ τῶν οἰκείων ἀποτασσόμενος, πειθόμενος δὲ τῷ καλοῦντι, ὥσπερ οἱ περὶ Πέτρον καὶ Ἀνδρέαν καὶ Ἰάκωβον καὶ Ἰωάννην. Καὶ ἵνα μὴ πάλιν μηκύνω τὸν λόγον, συνελὼν ἐρῶ. Εἰς ἔτη γὰρ ἐλάσας οὗτος ὁ πατριάρχης ἐννενηκονταεννέα, ὑπὸ τοῦ Θεοῦ χρηματίζεται εἰς περιτομήν. Καὶ ἄρχεται ἐνθένδε ὁ χαρακτὴρ τοῦ Ἰουδαϊσμοῦ μετὰ τὸν Ἑλληνισμόν. Καὶ ἦν τῆς τοῦ κόσμου καταβολῆς εἰκοστὴ πρώτη γενεὰ, ἔτη δὲ τρισχίλια τετρακόσια τριακονταέν· καὶ ὁ Ἰουδαϊσμὴς ἀρχὴν ἐλάμβανεν. Σκυθισμὸς γὰρ ἀπὸ τοῦ κατακλυσμοῦ ἄχρι τοῦ πύργου καὶ τοῦ Σερούχ. Ἀπὸ δὲ
8. And God chooses Abraham by the selfsame character of the holy catholic and apostolic Church, faithful in uncircumcision and most perfect in piety, in knowledge of prophets, possessing in life an evangelical conduct. For he was at home honouring his father, when called by the Word, renouncing his own kinsfolk and obeying Him Who called him, just like Peter and Andrew and James and John. And that I may not again prolong the account, I shall speak concisely. Having reached ninety-nine years of age, this patriarch receives a divine injunction from God unto circumcision. And from thence begins the character of Judaism after Hellenism. And it was the twenty-first generation from the foundation of the world, and three thousand four hundred and thirty-one years; and Judaism took its beginning. For Scythism lasted from the flood down to the tower and Seruch. And from
Notes, col. 193

On the reading

Printed Ἰουδαϊσμὴς, for Ἰουδαϊσμὸς.

PG 41:196Read from the page
τοῦ Σεροὺχ ἕως τοῦ Ἀβραὰμ, καὶ δεῦρο, Ἑλληνισμός.
of Serug down to Abraham, and up to the present, Hellenism.
Ἀπὸ δὲ Ἀβραὰμ οὔπω ἐπώνυμον ἦν αἱρέσεως, ἀλλ' ἢ μόνον οἱ τῆς αὐτῆς θεοσεβείας τοὔνομα ἔχοντες Ἀβραμιαῖοι ἀπὸ τοῦ Ἀβραὰμ ἐκαλοῦντο. Παῖδες γὰρ τούτῳ ὑπῆρξαν ὀκτώ· Ἰσαὰκ δὲ κληρονόμος μόνος ἦν· διότι καὶ κατὰ γνώμην τοῦ πατρὸς ἐβίου, θεοσεβείᾳ προσανέχων, καὶ κατ' ἐπαγγελίαν Θεοῦ τῷ πατρὶ ἐδεδώρητο. Ἔσχε δὲ πρὸ τούτου τὸν Ἰσμαὴλ ὑπὸ παιδίσκης τῆς Ἄγαρ. Χεττοῦρα δὲ τούτῳ τίκτει παῖδας ἕξ. Διεμερίσθησαν δὲ οὗτοι ἐπὶ τὴν Εὐδαίμονα Ἀραβίαν καλουμένην· Σεμβρὰν καὶ Ἰέζαν καὶ Ἰεσβοὴ καὶ Σωῦε καὶ Ἐμμαδὲμ καὶ Μαδιὰμ, καὶ ὁ τῆς παιδίσκης· Ἰσμαὴλ δὲ, ὡς ἔφην, τούτῳ ἦν ὄνομα. Καταλαμβάνει δὲ οὗτος, καὶ κτίζει τὴν Φαρὲς καλουμένην ἐν τῇ ἐρήμῳ. Τούτῳ παῖδες γίνονται δεκαδύο τὸν ἀριθμόν· ἐξ ὧν αἱ φυλαὶ τῶν Ἀγαρηνῶν, τῶν καὶ Ἰσμαηλιτῶν, Σαρακηνῶν δὲ τὰ νῦν καλουμένων. Γεννᾷ δὲ Ἰσαὰκ δύο παῖδας, Ἠσαῦ τε καὶ Ἰακώβ. Καὶ ἐκαλεῖτο τότε τὸ γένος τῶν θεοσεβῶν Ἀβραμιαῖοί τε καὶ Ἰσαάκιοι. Διορισθέντος δὲ τοῦ Ἠσαῦ ἐπὶ τὴν Ἰδουμαίαν πρὸς τῇ μεσημβρίᾳ τῆς Χαναὰν κειμένης χώρας καὶ ἀνατολικῆς, οἰκιστὴς γίνεται τοῦ Σηεὶρ ὄρους, καὶ πόλιν κτίζει τὴν Ἐδὼμ καλουμένην. Γίνονται δὲ τούτῳ παῖδες, καὶ ἡγεμονεύουσιν ἐν τῇ Ἰδουμαίᾳ ἕκαστος κατὰ διαδοχὴν, οἳ καὶ ἐκαλοῦντο ἡγεμόνες Ἐδώμ. Ἐξ οὗπερ πέμπτος κατὰ διαδοχὴν ὁ Ἰὼβ, ὑπεξαιρουμένου τοῦ Ἀβραὰμ ἐκ τοῦ ἀριθμοῦ τούτου, ἀπὸ δὲ Ϊσαὰκ ἀριθμουμένου· Ἰσαὰκ γὰρ γεννᾷ τὸν Ἠσαῦ, Ἠσαῦ τὸν Ῥαγουὴλ, Ῥαγουὴλ τὸν Ζαρᾶ, Ζαρᾶ τὸν Ἰὼβ, πρὶν μὲν καλούμενον Ἰωκὰβ, ἕτερον δὲ κληθέντα Ἰὼβ ὀλίγῳ πρόσθεν πρὸ τοῦ γενομένου αὐτῷ πειρασμοῦ. Ἦν δὲ περιτομὴ πολιτευομένη. Ἰακὼβ δὲ ἀποδιδράσκει ἀπὸ Ἠσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ διὰ μῆνιν κατὰ συμβουλίαν πατρὸς καὶ μητρὸς ἐπὶ τὴν Μεσοποταμίαν Φαδᾶν ἐπέκεινα τῆς Μεσοποταμίας Σουσωβά· ὃς ἄγεται ἐκεῖθεν τῆς ἰδίας συγγενείας γαμετὰς τέσσαρας τὸν ἀριθμόν· καὶ κυΐσκουσιν αὐτῷ παῖδας δεκαδύο τὸν ἀριθμὸν, τοὺς καὶ πατριάρχας ἐπικληθέντας. Παλινδρομοῦντι δὲ αὐτῷ ἐπὶ τὴν Χαναανῖτιν γῆν πρὸς
Yet from Abraham there was not yet any surname of a heresy, save only that those who held the name of the same godliness were called Abrahamians from Abraham. For he had eight sons; yet Isaac alone was heir, because he both lived in accordance with his father's mind, devoting himself to godliness, and had been granted to his father according to God's promise. Before him, however, he had Ishmael by the handmaid Hagar. And Keturah bore him six sons. These were apportioned over what is called Arabia Felix: Zimran, and Jezan, and Jesboe, and Soue, and Emmadem, and Midian, and the son of the handmaid; and Ishmael, as I said, was his name. This man occupied and founded what is called Phares in the desert. To him were born twelve sons in number, from whom come the tribes of the Hagarenes, who are also Ishmaelites, and are now called Saracens. And Isaac begot two sons, Esau and Jacob. And at that time the race of the godly was called both Abrahamians and Isaacians. When Esau removed to Idumaea, a land lying towards the south and east of Canaan, he became the settler of Mount Seir, and founded the city called Edom. Sons were born to him, and each ruled in Idumaea in succession, and they were also called dukes of Edom. Fifth from him in succession was Job, when Abraham is excluded from this reckoning and the count is made from Isaac; for Isaac begot Esau, Esau Reuel, Reuel Zara, and Zara Job, who was formerly called Jokab, and was called by the other name Job shortly before the trial that befell him. And circumcision was practised as their rule of life. Now Jacob fled from his brother Esau because of his wrath, by the counsel of his father and mother, to Mesopotamia Padan beyond Mesopotamia Susoba; and from there he took wives of his own kindred, four in number; and they conceived and bore him twelve sons in number, who were also surnamed patriarchs. And as he was returning to the land of Canaan to
Notes, col. 196

On the reading

Printed Ϊσαὰκ, for Ἰσαὰκ.