PG 40:860Read from the pageοὕτω μοι νόει καὶ την καθέδραν καὶ τὸν θρόνον καὶ τὰ δεξιὰ τοῦ Θεοῦ. Καὶ τὸ παρ' αὐτῷ Ἠσαΐᾳ δὲ εἰρημένον, σαφῶς ἡμᾶς διδάσκει τὸ περὶ Πατρὸς καὶ Υἱοῦ μυστήριον. Λέγει γὰρ, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν· υἱὸς ἐδόθη ἡμῖν· δῆλον τοῖς ἔθνεσι παρὰ Θεοῦ. Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, Μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ισχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὁ δὲ Δαυῒδ τρισυποστάτως διὰ τοῦ Θεοῦ ὀνόματος τὴν ἁγίαν Τριάδα ὡς χάριν εὐλογίας ἡμῖν ὑπηνίξατο, εἰπών· Εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν, εὐλογήσαι ἡμᾶς ὁ Θεός. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
so understand for me the seat and the throne and the right hand of God as well. And what is spoken in Isaiah himself also clearly teaches us the mystery concerning the Father and the Son. For he says: Unto us a Child was born; unto us a Son was given—manifestly unto the nations from God. And His name is called Angel of Great Counsel, Wonderful Counsellor, Mighty God, Potentate, Prince of Peace, Father of the Age to Come. And David in tri-hypostatic fashion through the name of God hinted to us the holy Trinity as a grace of blessing, saying: May God, our God, bless us; may God bless us. Unto Him be the glory unto the ages. Amen.
ΤΟΥ ΑΥΤΟΥ ΜΑΚΑΡΙΟΥ ΙΕΡΩΝΥΜΟΥ
Of the Same Blessed Jerome
ΦΙΛΟΠΟΝΙΑ ΠΑΝΤΙ ΧΡΙΣΤΙΑΝῼ ΩΦΕΛΟΥΣΑ.
An Industrious Study Profitable to Every Christian.
Ἐρώτημα. Διὰ τί ὑπάρχεις Χριστιανός;
Question. Why are you a Christian?
Ἀπόκρισις. Ὅτι πιστεύω εἰς τὸν Χριστὸν Υἱὸν τοῦ Θεοῦ.
Answer. Because I believe in Christ the Son of God.
Ἀνταπόδοσις. Ἀμαθῶς καὶ ἀλόγως ἀπεκρίθης· οὐ γὰρ ἐρωτῶ, διὰ τί ὀνομάζῃ Χριστιανός· ἀλλ' αὐτὸ τὸ χρῆμα, διὰ τί γέγονας. Εἰ γὰρ ἠρώτησα, διὰ τί ὀνομάζῃ Χριστιανὸς, καλῶς ἀπεκρίθης· Ὅτι πιστεύω εἰς τὸν Χριστόν· ἀλλὰ τὴν αἰτίαν ζητῶ, δι' ἣν γέγονας Χριστιανός. Καὶ μικρὰ μὲν καὶ ψιλὴ φαίνεται ἡ ἐρώτησις, ὀλίγοι δὲ αὐτὴν προσφόρως ἀποκρίνονται ἐρωτώμενοι. Καὶ γὰρ ἂν εἴπῃ ὁ ἐρωτώμενος, ὅτι Ὁ Θεὸς ἠθέλησεν ἵνα εἰμὶ Χριστιανός· οὐκ ὀρθῶς ἀπεκρίθη. Κἂν εἴπῃ, ὅτι Ἐγὼ ἠθέλησα εἶναι Χριστιανὸς, οὐ καλῶς λέγει. Ἀλλ', Ὅτι ὁ Θεὸς ἠθέλησε, κἀγὼ ἠθέλησα θελῆσαι τὸ θέλημα τοῦ Θεοῦ.
Rejoinder. Ignorantly and unreasonably have you answered; for I am not asking why you are named a Christian, but the very fact itself, why you have become one. For had I asked why you are named a Christian, you would have answered well: Because I believe in Christ; yet I am seeking the cause through which you have become a Christian. And the question indeed appears slight and bare, yet few answer it fittingly when questioned. For even if the one questioned should say, Because God willed that I be a Christian, he has not answered rightly. And even if he should say, Because I willed to be a Christian, he does not speak well. Rather: Because God willed it, and I too willed to will the will of God.
Ἐρώτ. Θέλων γέγονας Χριστιανὸς, ἢ μὴ θέλων;
Question. Did you become a Christian willingly, or unwillingly?
Ἀπόκρ. Κἂν εἴπω, Θέλων, ψεύδομαι· κἂν εἴπω, Μὴ θέλων, οὐκ ἀληθεύω. Νήπιος γὰρ ὢν τότε, οὔτ' ἀντεῖπον οὔτε κατεθέμην.
Answer. Even if I say, Willingly, I speak falsely; and even if I say, Unwillingly, I do not speak the truth. For being an infant at that time, I neither gainsaid nor consented.
Ἐρώτ. Πόθεν (δὲ) γιγνώσκεις, ὅτι πάντως ἐβαπτίσθης, παρακαλῶ μαθεῖν· ἴσως γὰρ καὶ παρ' ὁδὸν ἐβλήθης ὑπὸ τῶν ἰδίων γονέων, κρυπτῶς Ἑλλήνων ὄντων, καὶ μηδαμῶς αὐτὸν βαπτισάντων. Πολλὰ γὰρ τοιαῦτα γέγονε, καὶ γίνεται μέχρι τῆς σήμερον.
Question. Whence, though, do you know that you were baptized at all, I beg to learn? For perhaps you were even cast out by the wayside by your own parents, who were secretly pagans and by no means baptized you. For many such things have happened, and happen up to the present day.
Ἀπόκρ. Ὡς ἐκ τῆς ἐνεργείας· (καθὼς) φησὶν ὁ
Answer. As from the inward working; even as says
Notes, col. 860
On the reading
Printed ισχυρὸς, for ἰσχυρὸς.
PG 40:861Read from the pageἨσαΐας· Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν Πνεῦμα σωτηρίας· δηλῶν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐλάβομεν οἱ φωτισθέντες διὰ τοῦ βαπτίσματος. Φησὶ γὰρ πάλιν διὰ τοῦ προφήτου ὁ Θεὸς περὶ τῶν βαπτιζομένων, ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ τὸ, Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Ὅσοι οὖν τὸ θεῖον Πνεῦμα ἐν γαστρὶ ἔλαβον ἐν τῷ ἁγίῳ βαπτίσματι, ἔσωθεν ἔσω ἐν τῇ ἑαυτῶν καρδίᾳ ἐκ τῶν σκιρτημάτων καὶ νυγμάτων καὶ ἀγαλλιαμάτων καὶ ἐνεργημάτων (καὶ), ἵν' οὕτως εἴπω, πηδημάτων τῆς αὐτοῦ χάριτος, πληροφοροῦνται ἐν τῇ αὐτῶν καρδίᾳ, ὅτι βεβαπτισμένοι εἰσίν. Οὐδεὶς γὰρ ἄνθρωπος ἀβάπτιστος ἐπὶ τῆς γῆς, τῆς τοιαύτης χάριτος ἢ ἐνεργείας εὐπορεῖ, ἢ αἰσθάνεται πώποτε, κἂν πάσας τὰς ἐντολὰς καὶ δικαιοσύνας ἐπιτελῇ τοῦ Θεοῦ, εἰ μὴ οἱ δι' ὕδατος καὶ Πνεύματος ἐν γαστρὶ λαβόντες, καὶ ταύτην φυλάττοντες καθαρὰν καὶ ἀμίαντον. Ὥσπερ γὰρ ἡ γυνὴ ἔχουσα ἐν γαστρὶ αἰσθάνεται τῶν σκιρτημάτων τοῦ βρέφους ἔνδον αὐτῆς· οὕτω καὶ αὐτοὶ ἐκ τῆς ἐγγινομένης χαρᾶς καὶ εὐφροσύνης καὶ ἀγαλλιάσεως ἐν τῇ καρδίᾳ αὐτῶν, γινώσκουσιν, ὅτι τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν αὐτοῖς, ὅπερ ἐκομίσαντο ἐν τῷ βαπτίσματι· περὶ ταύτης γὰρ τῆς χάριτος τοῦ ἁγίου βαπτίσματος εἶπεν ὁ Χριστὸς, ὅτι Ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι: καὶ αὖθις· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἤθελον εἰ ἤδη ἀνήφθη.
Isaiah: Through the fear of Thee, O Lord, we conceived in the womb and travailed and brought forth the Spirit of salvation—declaring that we who have been enlightened through baptism have received the Holy Spirit. For God says again through the prophet concerning those who are baptized: I will dwell in them and walk among them; and this: I will pour out of My Spirit upon all flesh. All those, therefore, who received the divine Spirit in the womb in holy baptism, deep within their own heart—from the leapings and prickings and exultations and workings (and), so to speak, boundings of His grace—are fully assured in their heart that they have been baptized. For no unbaptized man upon the earth abounds in such grace or working, or ever perceives it, even if he should fulfil all the commandments and righteous ordinances of God, save those who through water and the Spirit have conceived in the womb, and keep this grace pure and undefiled. For just as a woman with child perceives the leapings of the babe within her, so they too, from the joy and gladness and exultation arising in their heart, know that the Spirit of God dwells in them, Whom they received in baptism; for concerning this grace of holy baptism Christ said: The kingdom of heaven is within you; and again: I came to cast fire upon the earth, and would that it were already kindled!
Ἐρώτ. Καὶ πᾶς ἄνθρωπος ἰδιώτης καὶ σοφὸς, διὰ ταύτης μόνης τῆς ἀποδείξεως γινώσκει, ὅτι βεβάπτισται, καὶ οὐ δι' ἄλλου οἱουδήποτε τρόπου;
Question. And does every man, unlearned and wise alike, know through this proof alone that he has been baptized, and not through any other manner whatsoever?
Ἀπόκρ. Ἡ ἀληθὴς καὶ ἀπλανὴς ἀπόδειξις τοῦ Χριστιανοῦ αὕτη ἐστί· καὶ ἄκουσον Παύλου πρός τινας ἐγκαλοῦντος καὶ λέγοντος· Ἢ οὐκ ἐπιγινώσκετε, ὅτι Ἰησοῦς Χριστὸς οἰκεῖ ἐν ὑμῖν; εἰ μή τι ἄρα ἀδόκιμοί ἐστε. Καθὼς γὰρ εἶπον, ὅτι ὥσπερ ἡ ἐν γαστρὶ ἔχουσα οὐκ ἀπὸ ῥημάτων, ἀλλ' ἀπὸ πραγμάτων καὶ τῶν τοῦ βρέφους σκιρτημάτων γινώσκει ἀκριβῶς, ὅτι συνέλαβεν· οὕτω καὶ ὁ ἀληθὴς Χριστιανὸς οὐκ ἐξ ἀκοῆς γονέων τῶν βαπτισάντων, οὐδὲ ἐξ ἑτέρου τρόπου, ἀλλ' ἐκ τῆς αὐτοῦ καρδίας ὀφείλει τὴν πληροφορίαν ἔχειν, ὅτι ἔλαβεν τὸ ἅγιον βάπτισμα, καὶ ὅτι ἠξίωται τοῦ ἁγίου Πνεύματος. Διὰ τοῦτο ἔλεγε πρός τινας ὁ Παῦλος· Τὸ Πνεῦμα μὴ σβέννυτε; ἤγουν μὴ διώξητε· καὶ, Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως· καὶ πάλιν· Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας, ἀλλ' ἐλευθερίας. Ταύτην τὴν χάριν ἀπολέσας ὁ Δαυῒδ, διὰ τῆς μοιχείας, παρεκάλει τὸν Θεὸν, λέγων· Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ὁρᾷς, ὅτι ἔσω ἐν τοῖς τοῦ πιστοῦ κατοικεῖ τὸ Πνεῦμα τὸ ἅγιον.
Answer. This is the true and unerring proof of the Christian; and hear Paul reproaching certain men and saying: Or do you not recognize that Jesus Christ dwells in you?—unless indeed you are reprobate. For just as I said that a woman with child knows accurately that she has conceived not from words, but from facts and from the leapings of the babe, so too the true Christian ought to possess full assurance—not from hearsay from the parents who baptized him, nor from any other manner, but out of his own heart—that he has received holy baptism, and that he has been counted worthy of the Holy Spirit. On this account Paul used to say to certain men: Quench not the Spirit, that is to say, do not drive Him away; and: Grieve not the Holy Spirit, whereby you were sealed unto the day of redemption; and again: For you did not receive a spirit of bondage, but of freedom. Having lost this grace through adultery, David entreated God, saying: Restore unto me the exultation of salvation, and renew a right Spirit in my inward parts. You see that deep within the inward parts of the believer dwells the Holy Spirit.
Notes, col. 861
On the reading
Printed σβέννυτε;, for σβέννυτε·.
PG 40:864Read from the pageΛοιπὸν, καθ' ὃ ἂν φυλάττει τὸν οἶκον τῆς ἑαυτοῦ καρδίας καθαρὸν, ὁ ἄνθρωπος φωτίζεται, καὶ αἰσθάνεται τοῦ θείου πυρὸς οἰκοῦντος ἐν αὐτῷ διὰ δακρύων, διὰ χαρᾶς, δι' ἀγαλλιάσεως καὶ παρακλήσεως καὶ εὐφροσύνης, καὶ μάλιστα τῷ καιρῷ τῶν ἑορτῶν καὶ συνάξεων καὶ φωτισμάτων, ἐπιδημοῦντος τοῦ ἁγίου Πνεύματος συσκιρτᾷ ἡ χάρις αὐτοῦ ἡ κατοικοῦσα ἐν τῇ ψυχῇ τοῦ ἀνθρώπου, καὶ ἐντεῦθεν πληροφορεῖται ὁ ἄνθρωπος, ὅτι ἀληθῶς Χριστιανός ἐστι καὶ εἴληφε τὸ ἅγιον βάπτισμα. Καὶ μὴ φανῇ σοι ξένα καὶ βαρέα τὰ λεγόμενα. Καὶ γὰρ οἱ προφῆται γυναιξὶ συγκοιμώμενοι καὶ μέσον βίου καὶ ἀνθρώπων καὶ πραγμάτων ὑπάρχοντες, τὴν χάριν ταύτην τοῦ ἁγίου Πνεύματος εἶχον· καὶ οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες προφητεύουσαι. Οὐ γὰρ ἀναχωρεῖ οὐδὲ βδελύττεται τὸ ἅγιον Πνεῦμα τὴν κοινωνίαν τοῦ τιμίου γάμου. Ὅθεν καὶ πολλοὶ τῶν ἐν κόσμῳ πάσχουσιν ἐνεργήματα τῆς τοιαύτης χάριτος τοῦ ἁγίου Πνεύματος, φημὶ δὴ οἵ τε τῷ θυσιαστηρίῳ παριστάμενοι, οἵ τε τῶν τοῦ Χριστοῦ μυστηρίων μεταλαβεῖν προσερχόμενοι· ἐξαίφνης γὰρ δακρύων καὶ χαρᾶς καὶ εὐφροσύνης πληροῦνται· ὅθεν καὶ πληροφορεῖται ὁ Χριστιανὸς, οὐ ψιλὸν ἄρτον καὶ οἶνον μεταλαμβάνειν, ἀλλὰ σῶμα ἀληθῶς καὶ αἷμα τοῦ Υἱοῦ τοῦ Θεοῦ, Πνεύματι ἁγίῳ ἡγιασμένον. Οὐ γὰρ πάσχομέν τι τοιοῦτον ἢ τοιαύτην χάριν καὶ ἐνέργειαν ἢ γλυκύτητα ἢ κατάνυξιν πώποτε, ὅταν τὸν ψιλὸν ἄρτον καὶ οἶνον ἐπὶ τῆς τραπέζης ἡμῶν ἐσθίωμεν, κἂν καθαρώτερος ἔσται ὁ ἄρτος τοῦ ἄρτου, καὶ παλαιότερος καὶ βελτίων ὁ οἶνος τοῦ οἴνου τοῦ ἐν τῷ θυσιαστηρίῳ προσφερομένου.
Moreover, inasmuch as a man keeps the house of his own heart pure, he is enlightened, and perceives the divine fire dwelling in him through tears, through joy, through exultation and consolation and gladness; and especially at the season of feasts and sacred assemblies and illuminations, as the Holy Spirit visits him, His grace that dwells in the soul of man leaps together with Him, and thereby the man is fully assured that he is truly a Christian and has received holy baptism. And let not the things that are said seem strange and burdensome to you. For indeed the prophets, though sleeping with wives and living in the midst of life and men and affairs, possessed this grace of the Holy Spirit—and not men only, but women also who prophesied. For the Holy Spirit neither withdraws from nor abhors the fellowship of honourable marriage. Whence also many of those in the world experience the workings of such grace of the Holy Spirit—I mean both those who stand beside the altar and those who draw near to partake of the mysteries of Christ; for suddenly they are filled with tears and joy and gladness, whence also the Christian is fully assured that he partakes not of bare bread and wine, but truly of the body and blood of the Son of God, sanctified by the Holy Spirit. For we never experience anything of the sort, or such grace and working or sweetness or compunction, whenever we eat bare bread and wine upon our table, even if that bread should be purer than the Eucharistic bread, and that wine older and better than the wine offered upon the altar.
Ταῦτα ἀνάγκη πᾶσα τὸν Χριστιανὸν ἐπίστασθαι· οὐ γάρ ἐστιν ἐν πάσῃ τῇ πίστει ἡμῶν, καὶ ἐν πάσῃ τῇ Ἐκκλησίᾳ καὶ ἐν πάσῃ τῇ θείᾳ Γραφῇ ἕτερόν τι τούτου τοῦ πράγματος ἀναγκαιότερον ἢ ὅμοιον. Ἐκ τούτου γὰρ πληροφορεῖται ὁ ἄνθρωπος, ὅτι Θεός ἐστιν ἐν αὐτῷ καὶ μετ' αὐτοῦ· ἐκ τούτου γινώσκει, ὅτι ἀληθῶς οὐκ ἔστι πίστις ἑτέρα ἐπὶ (τῆς) γῆς, εἰ μὴ μόνον ἡ τῶν Χριστιανῶν. Ἐπείτοιγε καὶ Γραφὰς καὶ ἐκκλησίας καὶ θυσίας καὶ διδασκάλους καὶ βίβλους καὶ θεογνωσίαν μερικὴν, καί τινας ἀγαθοεργίας καὶ ἑορτὰς καὶ ἀλλαγὰς (τῶν) ἱματίων καὶ εὐχὰς καὶ παννυχίδας καὶ ἱερεῖς καὶ ἄλλα πλεῖστα, ἐθνία (sic) ἔχουσι. Ταύτην δὲ τὴν κεκρυμμένην ἐν τῇ καρδίᾳ τοῦ Χριστιανοῦ χάριν καὶ ἐνέργειαν τοῦ ἁγίου Πνεύματος οὐδεὶς οὐδαμοῦ ἐπὶ γῆς, εἰ μὴ μόνοι οἱ ὀρθῶς βεβαπτισμένοι εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, πίστει λαμβάνουσι. Περὶ τούτου τοῦ πλούτου ἡμῶν λέγει ὁ Κύριος, ὅτι Ὁμοία ἐστὶ ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ, ἤγουν τό Πνεῦμα τὸ ἅγιον τὸ κρυβὲν ἐν ἡμῖν ἐν ἡμέρᾳ τοῦ θείου βαπτίσματος. Περὶ τοῦ καὶ ὁ Παῦλός φησι· Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἤγουν ἐν τοῖς πηλίνοις ἡμῶν σώμασι· καὶ πάλιν·
Every necessity requires the Christian to know these things; for in all our faith, and in all the Church, and in all divine Scripture there is nothing else more necessary than this reality or like unto it. For from this a man is fully assured that God is in him and with him; from this he knows that truly there is no other faith upon the earth save that of Christians alone. Since indeed Scriptures too, and assemblies, and sacrifices, and teachers, and books, and partial knowledge of God, and certain good deeds, and feasts, and changes of garments, and prayers, and all-night vigils, and priests, and very many other things, heathens (sic) also possess. Yet this grace hidden in the heart of the Christian, and this working of the Holy Spirit, no one anywhere upon earth receives save those alone who have been rightly baptized in faith into the Father and the Son and the Holy Spirit. Concerning this wealth of ours the Lord says: The kingdom of heaven is like unto a treasure hidden in a field—that is to say, the Holy Spirit hidden in us on the day of divine baptism. Concerning which Paul also says: But we have this treasure in earthen vessels, that is to say, in our bodies of clay; and again:
Notes, col. 864
PG 40:865Read from the pageΟὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς Θεοῦ ἐστι, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Ταῦτα δὲ ἡμῖν ἀναγκαίως εἰς μέσον ἦλθε, πόθεν ὀφείλει γινώσκειν ὁ Χριστιανὸς, ὅτι ἔλαβε τὸ ἅγιον βάπτισμα, καὶ ὅτι ἔστι Χριστιανὸς ἀληθινός. Οὐδὲ γὰρ τὸ εἰσέρχεσθαι εἰς τὴν ἐκκλησίαν, τοῦτό ἐστι τὸ σημεῖον τοῦ ἀληθινοῦ Χριστιανοῦ· πολλοὶ γὰρ καὶ ἀνάξιοι εἰσέρχονται σὺν ἡμῖν. Οὐδὲ τὸ ποιεῖν τὸ σημεῖον τοῦ σταυροῦ, οὐδὲ τὸ μεταλαμβάνειν τοῦ σώματος τοῦ Χριστοῦ, τοῦτό ἐστι τὸ σημεῖον τοῦ ἀληθινοῦ Χριστιανοῦ. Ἴσως γὰρ καὶ ἄπιστοί τινες καὶ αἱρετικοὶ μεταλαμβάνουσι, καὶ πάντα ὅσα ποιοῦμεν ποιοῦσιν αὐτοί. Ἀλλ', ὡς προεῖπον, τὸ σημεῖον τοῦ ἀληθινοῦ Χριστιανοῦ, ὅπερ ἐχαρίσατο ὁ Θεὸς τῷ Χριστιανῷ, οὐκ ἔξωθέν ποθεν, οὐδὲ ἐν πλαξὶ λιθίναις αὐτὸ δέδωκεν, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις.
Do you not know that your bodies are a temple of God, and the Spirit of God dwells in you? Now these things have necessarily come before us to show whence the Christian ought to know that he has received holy baptism, and that he is a true Christian. For neither is entering into the church the sign of the true Christian, since many unworthy persons also enter together with us. Nor is making the sign of the cross, nor partaking of the body of Christ, the sign of the true Christian. For perhaps certain unbelievers and heretics also partake, and do all the things that we do. Rather, as I said before, the sign of the true Christian, which God graciously bestowed upon the Christian—not from anywhere outside, nor upon tablets of stone has He given it, but upon fleshy tablets of the heart.
Οὐκοῦν ἔσωθεν ἐν ἑαυτοῖς ψηλαφήσωμεν, εἰ ἔχομεν ὅπερ ἐδωρήσατο ἡμῖν ὁ Θεὸς ἐν τῷ βαπτίσματι σημεῖον, καὶ δῶρον καὶ χάρισμα καὶ θησαυρόν. Τὰ γὰρ Εὐαγγέλια καὶ οἱ προφῆται καὶ οἱ διδάσκαλοι καὶ ἀπόστολοι, πίστιν ῥηματικὴν Θεοῦ ἡμᾶς ἐξ ἀκοῆς διδάσκουσιν· ὁ δὲ Θεὸς οὐ διὰ ῥημάτων ἀκοῆς, ἀλλὰ διὰ πραγμάτων ἐνυποστάτων ἐν τῇ ψυχῇ διδάσκει τὸν ἄνθρωπον, τί ἐστι Χριστιανός. Διὰ τοῦτο, φησὶν ὁ Παῦλος, ὅτι Ἔστι πίστις ἐξ ἀκοῆς· καὶ, Ἔστι πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, καὶ ἔλεγχος οὐ βλεπομένων. Τοιγαροῦν ἰδοὺ μεμαθήκαμεν, τί τὸ σημεῖον τοῦ Χριστιανοῦ, ὅπερ οὐδεμία ἄλλη πίστις κέκτηται ἐπὶ τῆς γῆς. Ἀλλὰ μακάριοι οἱ τοῦτο λαβόντες καὶ ἔχοντες, καὶ σὺν αὐτῷ ἐκ τοῦ βίου ὑπάγοντες· αὐτῶν γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Let us therefore grope inwardly within ourselves to see whether we possess that which God granted to us in baptism—a sign, and a gift, and a charisma, and a treasure. For the Gospels and the prophets and the teachers and apostles teach us a verbal faith in God from hearing; whereas God teaches a man what a Christian is not through the hearing of words, but through substantial realities in the soul. On this account Paul says: Faith comes from hearing; and: Faith is the substance of things hoped for, and the conviction of things not seen. Accordingly, behold, we have learned what is the sign of the Christian, which no other faith upon the earth possesses. Blessed, however, are those who have received and hold fast this sign, and depart from life with it; for theirs is the kingdom of heaven.
Apud S. Joannem Damascenum, lib. III De Imagin., opp. tom. I, pag. 385.
In St John of Damascus, On Images, Book III, Works, vol. I, p. 385.
ΙΕΡΩΝΥΜΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ἹΕΡΟΣΟΛΥΜΩΝ.
Of Jerome, Presbyter of Jerusalem.
Ἐρώτησις. Τῆς Γραφῆς ὑμῶν μηδαμοῦ ἐπιτρεπούσης ὑμῖν προσκυνεῖν τὸν σταυρὸν, τίνος χάριν λοιπὸν αὐτὸν προσκυνεῖτε; Εἴπατε ἡμῖν τοῖς Ἰουδαίοις καὶ Ἕλλησι, καὶ πᾶσι τοῖς ἐπερωτῶσιν ὑμᾶς ἔθνεσι.
Question. Since your Scripture nowhere permits you to venerate the cross, for what reason, then, do you venerate it? Tell us, the Jews and Greeks, and all the nations who question you.
Ἀπόκρισις. Διὰ τοῦτο, ὦ ἀνόητοι καὶ ἀναιδεῖς τῇ καρδίᾳ, τάχα συνεχώρησεν ὁ Θεὸς παντὶ ἔθνει σεβομένῳ τὸν Θεὸν, πάντως προσκυνεῖν τι ἐπὶ τῆς γῆς, ἔργον ἀνθρώπου ὑπάρχον, ἵνα μηκέτι δύνωνται ἐγκαλεῖν τοῖς Χριστιανοῖς περὶ τοῦ σταυροῦ, καὶ τῆς τῶν εἰκόνων προσκυνήσεως. Ὥσπερ οὖν ὁ Ἰουδαῖος προσεκύνει τὴν κιβωτὸν τῆς διαθήκης, καὶ τὰ δύο χερουβὶμ τὰ χωνευτὰ καὶ χρυσᾶ, καὶ τὰς δύο πλάκας, ἃς ἐλάξευσε Μωϋσῆς, μηδαμοῦ ἐπιτραπεὶς ὑπὸ τοῦ Θεοῦ ταῦτα προσκυνεῖν ἢ ἀσπάζεσθαι· οὕτω καὶ οἱ Χριστιανοὶ οὐχ ὡς Θεὸν τὸν σταυρὸν ἀσπαζόμεθα, ἀλλὰ δεικνύντες τὴν τῆς ψυχῆς ἡμῶν γνησίαν πρὸς τὸν σταυρωθέντα διάθεσιν.
Answer. On this account, O senseless men and shameless of heart, God perhaps permitted every nation that reveres God altogether to venerate something upon the earth that is a work of man, so that they might no longer be able to bring an accusation against Christians concerning the cross and the veneration of images. Just as the Jew, therefore, used to venerate the ark of the covenant, and the two cherubim of beaten and cast gold, and the two tablets which Moses hewed, though nowhere bidden by God to venerate or salute these things, so we Christians also salute the cross not as God, but showing forth the genuine disposition of our soul towards Him Who was crucified.
PG 40:867Read from the pageI. Orsiesius, quemadmodum ab Hieronymo vocatur et in Codice Regularum Holsteniano, Graece Ὠρσίσιος, gente fuisse videtur Aegyptius. Monasticam vitam amplexus sub disciplina sancti Pachomii Tabennensium monachorum institutoris, usque adeo profecisse perhibetur, ut ab eo, juvenis licet, coenobii Chenobosciensis, ἐν Χηνοβοσκίᾳ, rector fuerit designatus, teste anonymo vitae sancti Pachomii scriptore coaevo. Quin et suos monachos aliquando allocutus sanctus ille Abbas, Dico vobis, inquit, Orsisium in domo Domini lampadis instar aureae splendorem diffundere; atque in ipso illud adimplebitur quod scriptum est : « Despondi vos uni viro virginem castam exhibere Christo. » Λέγω ὑμῖν, οὕτως προκόπτων Ὠρσίσιος, λυχνία ἐστὶν χρυσῆ ἐν οἴκῳ Κυρίου· καὶ τὸ γεγραμμένον καταλήψεται αὐτόν· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Neque aliter de Orsisio existimasse comperitur sanctus Antonius abbas, qui eum Israelitam, id est, Deum videntem, ejusque monachos Israelitae filios appellare consueverat.
I. Orsiesius, as he is called by Jerome and in the Holstenian Codex Regularum, in Greek Horsisios, appears to have been an Egyptian by birth. Having embraced the monastic life under the discipline of St Pachomius, founder of the Tabennesiote monks, he is reported to have made such progress that, young though he was, he was appointed by him superior of the monastery of Chenoboscium, in Chenoboskia, on the testimony of the anonymous contemporary author of the life of St Pachomius. Moreover, that holy Abbot, once addressing his monks, said: I tell you that Orsisius sheds forth splendour in the house of the Lord like a golden lamp; and in him shall be fulfilled that which is written: "I have espoused you to one husband, to present you as a chaste virgin to Christ." I say to you, Horsisios advancing thus is a golden lampstand in the house of the Lord; and what is written shall overtake him: I have betrothed you to one husband, to present a pure virgin to Christ. Nor is St Antony the abbot found to have judged otherwise of Orsisius, having been accustomed to call him an Israelite, that is, one seeing God, and his monks sons of the Israelite.
Eximia itaque virtute praeditus beatus Orsiesius post obitum sancti Pachomii anno 349, quamvis reluctans nec sine multo gemitu, monachorum Tabennensium regimini praeficitur. Crescente interim coenobitarum multitudine, tanto oneri ferendo sese imparem reputans, collegam sibi adscivit Theodorum monachum, juniorem quidem, sed vitae
Endowed therefore with distinguished virtue, blessed Orsiesius, after the death of St Pachomius in the year 349, though reluctant and not without much groaning, was placed over the governance of the Tabennesiote monks. Meanwhile, as the multitude of cenobites grew, deeming himself unequal to bearing so great a burden, he associated with himself as colleague the monk Theodore, younger indeed, yet in
PG 40:868Read from the pagesanctimonia morumque suavitate praestantem, eoque postmodum in sui ipsius locum suffecto, ad monasterium Chenobosciense se contulit. Verum circa annum 368 ad coelum evocato sancto Theodoro abbate, Orsiesius magni Athanasii rogatu Tabennensium monachorum curam denuo suscepit : quo quidem munere haud modico temporis spatio, χρόνον πολύν, rite perfunctus, plenus dierum ad superos evolasse anno circiter 380 existimatur.
holiness of life and gentleness of character, and having afterwards appointed him in his own place, retired to the monastery of Chenoboscium. Yet around the year 368, when the holy Abbot Theodore had been called away to heaven, Orsiesius at the request of the great Athanasius took up anew the care of the Tabennesiote monks: and having duly discharged that office for no small space of time, for a long time, he is believed to have departed on high full of days around the year 380.
II. Erat Orsiesius abbas non solum pietate, sed et eloquio praestans, sacrarum in primis Scripturarum meditationi ac studio impense addictus; ejusque sermonum vis ac robur in fratrum consolationem perpetuo videbatur accrescere; neque nudas modo in spiritualibus colloquiis parabolas, sed earum etiam expositionem proferebat, inquit laudatus scriptor coaevus. Concinit Gennadius, qui haec de eo litteris consignata reliquit : Orsiesius, vir in sanctis Scripturis ad perfectum instructus, composuit librum divino conditum sale, totiusque monasticae disciplinae instrumentis constructum; et ut simpliciter dicam, in quo totum pene Vetus et Novum Testamentum compendiosis dissertationibus, juxta monachorum duntaxat necessitatem, invenitur expositum; quem tamen vice testamenti prope diem obitus sui patribus obtulit.
II. Abbot Orsiesius excelled not only in piety, but also in eloquence, being earnestly devoted above all to the meditation and study of the sacred Scriptures; and the force and vigour of his discourses seemed continually to grow unto the consolation of the brethren; nor did he bring forward bare parables only in spiritual conferences, says the aforesaid contemporary writer, but their exposition also. Gennadius agrees, having left this recorded of him in writing: Orsiesius, a man instructed to perfection in the holy Scriptures, composed a book seasoned with divine salt and built up with the instruments of the whole monastic discipline; and, to speak simply, in which almost the entire Old and New Testament is found expounded in concise discourses according to the particular need of monks; which nevertheless he presented to the fathers by way of a testament near the day of his death.
Miratur Basnagius, et jure quidem, existimasse Caveum Orsiesii librum cujus meminit Gennadius, jam diu interiisse; quandoquidem ex iis cha-
Basnage wonders, and rightly indeed, that Cave supposed the book of Orsiesius which Gennadius mentions to have perished long ago; since from those cha-