ὀδόντας καὶ λάρυγγα κατὰ σὲ ἔχει ὁ Θεός ; ὥστε λοιπὸν καὶ σωματικὸς καὶ τοπικὸς καὶ ὁρατὸς καὶ περίγραπτός ἐστι, καὶ ει τοῦτο, καὶ κτιστός· πᾶν γὰρ σωματικὸν καὶ περίγραπτον πρᾶγμα, δῆλον καὶ κτιστόν. Ειπὲ δή μοι λοιπὸν, ὦ τολμηρὲ, καὶ τὸ, τίς ἔκτισε καὶ ἐποίησε τὸν Θεόν. Ὦ τῆς σῆς κακίστης καὶ ἀφρονεστάτης πωρώσεως ! Ἐρωτώμενος γὰρ σὺ παρ' ἐμοῦ, πῶς ἐστιν ὁ λόγος τοῦ Θεοῦ, ἢ ποῖόν ἐστι τὸ πνεῦμα τοῦ Θεοῦ, ἢ ὁ τόπος ἢ ὁ θρόνος τοῦ Θεοῦ, λέγεις· Ἀπορῶ, ὅτι οὐκ οἶδα· καὶ ἐμὲ εισπράττεις καὶ ἀναγκάζεις λέγειν, πῶς ἐστιν ὁ τόκος καὶ ὁ Υἱὸς τοῦ Θεοῦ. Σὺ θορυβῇ καὶ ἀγανακτεῖς, διότι λέγω, ὅτι ἔχει ὁ Θεὸς Υἱὸν προαιώνιον, πανάγιον, ἄκτιστον, ἀκατάληπτον, ὑπεράμωμον, ὑπέρσοφον, ὑπερκόσμιον, ὑπεράγαθον. Καὶ πῶς ἐγὼ μᾶλλον μὴ θορυβηθῶ, ὦ ἀναίσχυντε Ἰουδαῖε, ὅτι σὺ ἑαυτὸν υἱὸν Θεοῦ ὀνομάζεις λέγων, ὅτι υἱὸς πρωτότοκος τοῦ Θεοῦ ὁ Ἰσραήλ ; Σὺ, ὁ μωρὸς, καὶ οὐχὶ σοφὸς, ὁ ἀχάριστος, ὁ γογγυστὴς, ὁ ἀνήκοος, ὁ θεομίσητος, ὁ θεοσκόρπιστος, ὁ Θεῷ ἀντίδικος, υἱὸν Θεοῦ ἑαυτὸν ὀνομάζεις, κἀγὼ ἐπειδὴ λέγω Υἱὸν Θεοῦ ἀγαθὸν καὶ εὐεργέτην καὶ Σωτῆρα καὶ δίκαιον, ἀγανακτεῖς καὶ ἐγκαλεῖς καὶ βλασφημεῖς, καὶ ειδωλολάτρην με ἀποκαλεῖς ; Τί θερμάζῃ, ὦ ἀνόητε, καὶ τί ταράσσῃ, ἐπὰν Υἱὸν Θεοῦ ἀκούσῃς ; Σὺ ἕνα Υἱὸν οὐ βούλει ὁμολογεῖν Θεοῦ· καὶ πῶς ἡ θεία Γραφὴ καὶ ὁ Δαβὶδ, μᾶλλον δὲ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον λέγει, ὅτι Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υιοὶ Ὑψίστου πάντες ; Ἐὰν ἀνθρώπους ψιλοὺς καὶ φθαρτοὺς καὶ θνητοὺς κατεδέξατο ὁ Θεὸς υἱοὺς Θεοῦ καὶ θεοὺς ὀνομάζειν, πῶς σὺ νομίζων πάντων δικαιότερος καὶ ἀκριβέστερος εἶναι, ἕνα Υἱὸν ἄμωμον καὶ πανάγιον ὁμολογεῖν οὐ καταδέχῃ Θεοῦ ;
teeth and throat in your view? So that consequently He is also bodily and local and visible and circumscribed, and if this be so, created as well; for every bodily and circumscribed thing is manifestly also created. Tell me then, O reckless man, this too: who created and made God? Oh, your most wicked and most senseless blindness of heart! For when asked by me how the word of God exists, or of what sort is the spirit of God, or the place or the throne of God, you say: I am at a loss, because I do not know; and yet you exact from me and compel me to tell how the begetting and the Son of God exist. You raise an uproar and are indignant because I say that God has a Son Who is pre-eternal, all-holy, uncreated, incomprehensible, supremely blameless, supremely wise, supramundane, supremely good. And how should I not rather be indignant, O shameless Jew, because you call yourself a son of God, saying that Israel is God's firstborn son (Exod. 4:22)? You—the foolish and unwise one, the ungrateful, the murmurer, the disobedient, the God-hated, the God-scattered, the adversary of God—call yourself a son of God, and when I speak of a Son of God Who is good and Benefactor and Saviour and righteous, are you indignant and do you bring charges and blaspheme, and call me an idolater? Why do you chafe with anger, O foolish man, and why are you troubled whenever you hear of a Son of God? You refuse to confess one Son of God; and how do divine Scripture and David, or rather the Holy Spirit Himself, say: I have said, Ye are gods, and all of you sons of the Most High (Ps. 81:6)? If God deigned to call mere, corruptible, and mortal men sons of God and gods, how do you, who suppose yourself more righteous and more exact than all men, refuse to confess one blameless and all-holy Son of God?
Ὁ πιστός. Εἶτα, ἀνόητε, πεπωρωμένε τῇ καρδίᾳ, πόσον διαφέρει τὸ ὁμολογεῖν, ὅτι ἔχει Υἱὸν ὁ Θεὸς ἄφθαρτον, ἀθάνατον, ἁγνὸν, ἀναμάρτητον, αιώνιον, ἄτρεπτον, ἀπαθῆ, ὑπὲρ τὸ ὀνομάζειν ἀνθρώπους ὑλικοὺς καὶ φθαρτοὺς καὶ τρεπτοὺς καὶ θνητοὺς, υἱοὺς Θεοῦ ; Τὸ μὲν γὰρ ειπεῖν, ὅτι ἔχει Υἱὸν ὁ Θεὸς ἄφθαρτον καὶ ἀθάνατον καὶ ἀναμάρτητον, πρέπει τῷ Θεῷ, καὶ τιμή ἐστι τῷ Θεῷ, ὑπὲρ τὸ λέγειν, ὅτι υἱὸς πρωτότοκός ἐστι τοῦ Θεοῦ ὁ Ἰσραὴλ, ὁ μωρὸς λαὸς καὶ ἁμαρτωλὸς καὶ παράνομος καὶ ἀσεβής. Βλασφημίαν γὰρ τοῦτο προσφέρει Θεῷ παρὰ τῶν ἀπίστων ἐθνῶν· δύνανται γὰρ λέγειν· Πῶς Θεός ἐστιν ἀληθινὸς, ὅτι Πατὴρ ὑπάρχει υἱοῦ μωροῦ ;
The Christian. Then, O foolish man, hardened in heart, how much does it differ to confess that God has a Son Who is incorruptible, immortal, pure, sinless, eternal, immutable, and impassible, rather than to call material, corruptible, mutable, and mortal men sons of God! For to say that God has a Son Who is incorruptible and immortal and sinless befits God, and brings honour to God, far more than to say that Israel—that foolish, sinful, lawless, and ungodly people—is God's firstborn son. For this brings blasphemy upon God from the unbelieving nations; for they are able to say: How is He the true God, seeing that He is the Father of a foolish son?