καὶ συσκιάσαι τὰς ἀρετὰς, ἀεὶ δόξας τὰς παρὰ τῶν ἀνθρώπων θηρεύουσα, καὶ τὴν πίστιν ἀποδιώκουσα. « Πῶς » γὰρ « δύνασθε, » φησὶ, « πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; » Δεῖ γὰρ τὸ ἀγαθὸν μὴ δι' ἕτερον, ἀλλὰ δι' αὐτὸ μᾶλλον εἶναι αἱρετόν. Εἰ γὰρ μὴ τοῦτο δοθείη, φανήσεται τὸ κινοῦν ἡμᾶς πρὸς τὴν ἐργασίαν τοῦ καλοῦ, πολλῷ τιμιώτερον ὑπάρχον τοῦ γινομένου· ὅπερ τῶν ἀτοπωτάτων ἂν εἴη, Θεοῦ τι κρεῖττον ἐννοεῖν τε καὶ λέγειν. Ὁ δὲ ἀνάλαβος πάλιν ὁ σταυροειδῶς τοῖς ὤμοις αὐτῶν περιπλεκόμενος, σύμβολον τῆς εἰς Χριστόν ἐστι πίστεως ἀναλαμβανούσης τοὺς πραεῖς, καὶ περιστελλούσης ἀεὶ τὰ κωλύοντα, καὶ τὴν ἐργασίαν ἀνεμπόδιστον αὐτοῖς παρεχούσης. Ἡ δὲ ζώνη περισφίγγουσα τοὺς νεφροὺς αὐτῶν, ἀπωθεῖται πᾶσαν ἀκαθαρσίαν, καὶ τοῦτο παραγγέλλει· « Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. » Τὴν δὲ μηλωτὴν ἔχουσιν, οἱ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, καὶ φιμοῦντες μὲν πάντα τὰ τοῦ σώματος ἄλογα πάθη, τὰς δὲ τῆς ψυχῆς κακίας μετουσίᾳ τοῦ καλοῦ περικόπτοντες, καὶ πενίαν μὲν ἀγαπῶντες, πλεονεξίαν δὲ φεύγοντες ὡς εἰδωλολατρίας μητέρα. Ἡ δὲ ῥάβδος, ξύλον ζωῆς ἐστι, πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν, ὡς ἐπὶ Κύριον, ἀσφαλής. Καὶ τούτων μὲν σύμβολον ὡς ἐν ἐπιτομῇ τῶν πραγμάτων τὸ σχῆμα· τὰ δὲ ῥήματα ταῦτά ἐστιν ἃ πρὸς αὐτοὺς ἀεὶ λέγουσιν οἱ Πατέρες· Τὴν πίστιν, ὦ τέκνα, βεβαιοῖ ὁ φόβος ὁ τοῦ Θεοῦ, καὶ τοῦτον πάλιν ἐγκράτεια, ταύτην δὲ ἀκλινῆ ποιοῦσιν ὑπομονὴ καὶ ἐλπὶς, ἀφ' ὧν τίκτεται ἀπάθεια, ἧς ἔκγονον ἡ ἀγάπη, ἀγάπη δὲ θύρα γνώσεως φυσικῆς, ἣν διαδέχεται θεολογία καὶ ἡ ἐσχάτη μακαριότης. Καὶ περὶ μὲν τοῦ σχήματος τοῦ ἱεροῦ καὶ τῆς διδασκαλίας τῶν γερόντων, τοσαῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος εἰρήσθω. Περὶ δὲ τοῦ βίου τοῦ τε πρακτικοῦ καὶ τοῦ γνωστικοῦ νυνὶ διηγούμεθα, οὐχ ὅσα ἑωράκαμεν ἢ ἠκούσαμεν, ἀλλ' ὅσα τοι καὶ ἄλλοις εἰπεῖν παρ' αὐτῶν μεμαθήκαμεν, ἑκατὸν μὲν κεφαλαίοις τὰ πρακτικὰ, πεντήκοντα δὲ πρὸς τοῖς ἑξακοσίοις τὰ γνωστικὰ συντετμημένως διελόντες· καὶ τὰ μὲν ἐπιπρύψαντες, τὰ δὲ συσκιάσαντες, ἵνα μὴ δῶμεν τὰ ἅγια τοῖς κυσὶ, μηδὲ βάλλωμεν τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. Ἔσται δὲ ταῦτα ἐμφανῆ τοῖς εἰς τὸ αὐτὸ ἴχνος αὐτοῖς ἐμβεβηκόσι.
and overshadowing the virtues, ever hunting after glories from men, and driving away faith. "For how," He says, "are you able to believe, receiving glory from one another, and not seeking the glory that comes from the only God?" For the good must be choiceworthy not on account of another thing, but rather on account of itself. For if this should not be granted, that which moves us towards the working of the noble will appear much more honourable than what comes to pass: which would be the most absurd of things, both to conceive and to utter anything better than God. Again, the analabos entwined crosswise around their shoulders is a symbol of faith in Christ, which takes up the meek, ever restrains hindrances, and affords them their work unhindered. And the girdle binding fast their loins thrusts away all uncleanness, and gives this charge: "It is good for a man not to touch a woman." And the sheepskin is worn by those who at all times bear about in the body the dying of Jesus, muzzling on the one hand all the irrational passions of the body, and cutting away on the other the vices of the soul through participation in the good, loving poverty on the one hand, and fleeing covetousness on the other as the mother of idolatry. And the staff is a tree of life, secure for all who cleave to it and lean upon it as upon the Lord. And of these realities, in brief summary, the habit is a symbol; and these are the words which the Fathers ever speak unto them: Faith, O children, is confirmed by the fear of God, and this again by self-control, and this patience and hope render unswerving, from which is born dispassion, whose offspring is love, and love is the door of natural knowledge, which theology and supreme blessedness succeed. Concerning, then, the sacred habit and the teaching of the elders, let so much be said by us for the present. Concerning the life both practical and gnostic we now relate, not so many things as we have seen or heard, but so many indeed as we have learned from them to tell to others also, having concisely divided the practical matters into one hundred chapters, and the gnostic into six hundred and fifty; veiling some things and overshadowing others, lest we give what is holy to the dogs, or cast pearls before swine. Yet these things shall be manifest to those who have stepped into the very same footprint as theirs.
Δʹ. Οὗτινός τις ἐρᾷ, τούτου καὶ ἐφίεται πάντως, καὶ οὗ ἐφίεται, τούτου καὶ τυχεῖν ἀγωνίζεται· καὶ πάσης μὲν ἡδονῆς ἐπιθυμία κατάρχει, ἐπιθυμίαν δὲ
4. That with which anyone is enamoured, after that he also assuredly strives, and that after which he strives, he also struggles to attain; and desire initiates every pleasure, while desire