PG 40:1225Read from the pageφιλανθρώπους ἡμᾶς ἀπεργάζονται, σκληροὺς καὶ ἀγρίους ἀποκαλοῦντες, ἵνα σωμάτων ἐπιθυμοῦντες, σώμασιν ἐντυγχάνωμεν. Οἷς οὐ πείθεσθαι δεῖ· μᾶλλον δὲ τὸ ἐναντίον ποιεῖν.
they render us humane, calling us harsh and savage, so that, desiring bodies, we may consort with bodies. One must not obey them, but rather do the contrary.
ΙΔʹ. Μὴ δῷς ἑαυτὸν τῷ τῆς ὀργῆς λογισμῷ, κατὰ διάνοιαν τῷ λελυπηκότι μαχόμενος· μηδ' αὖ πάλιν, τῷ τῆς πορνείας, ἐπὶ πλεῖστον τὴν ἡδονὴν φανταζόμενος. Τὸ μὲν γὰρ ἐπισκοτεῖ τῇ ψυχῇ, τὸ δὲ πρὸς τὴν κύρωσιν τοῦ πάθους αὐτὴν προσκαλεῖται· ἑκάτερα δὲ τὸν νοῦν σου ῥυποῦντα ποιεῖ· καὶ παρὰ τὸν καιρὸν τῆς προσευχῆς, τὰ εἴδωλα φανταζόμενος, καὶ καθαρὰν τὴν εὐχὴν τῷ Θεῷ μὴ προσφέρων, εὐθὺς τῷ τῆς ἀκηδίας δαίμονι περιπίπτεις, ὅστις μάλιστα ταῖς τοιαύταις ἐφάλλεται καταστάσεσι, καὶ δίκην κυνὸς καθάπερ νεκρὸν τὴν ψυχὴν διαρπάζει.
14. Do not surrender yourself to the thought of anger by fighting in mind against him who aggrieved you; nor, conversely, to that of fornication by picturing its pleasure at great length. For the former darkens the soul, while the latter summons it towards the ratification of the passion, and both render your intellect defiled; and when, during the time of prayer, you picture images and fail to offer pure supplication to God, you immediately fall foul of the demon of listlessness, who leaps above all upon such states and, after the manner of a hound, tears the soul apart like a corpse.
ΙΕʹ. Φύσις θυμοῦ, τὸ τοῖς δαίμοσι μάχεσθαι, καὶ ὑπὲρ ἡστινοσοῦν ἡδονῆς ἀγωνίζεσθαι. Διόπερ οἱ μὲν ἄγγελοι τὴν πνευματικὴν ἡμῖν ἡδονὴν ὑποβάλλοντες καὶ τὴν ἐκ ταύτης μακαριότητα, πρὸς τοὺς δαίμονας τὸν θυμὸν τρέψαι παρακαλοῦσιν· ἐκεῖνοι δ' αὖ πάλιν πρὸς τὰς κοσμικὰς ἐπιθυμίας ἕλκοντες ἡμῶν τὸν θυμὸν, παρὰ φύσιν μάχεσθαι τοῖς ἀνθρώποις βιάζονται, ἵνα σκοτισθεὶς ὁ νοῦς καὶ τῆς γνώσεως ἐκπεσὼν, προδότης γένηται τῶν ἀρετῶν.
15. The natural office of spiritedness is to fight against the demons and to contend over whatsoever pleasure may be at stake. Wherefore the angels, suggesting spiritual pleasure to us and the blessedness arising from it, exhort us to turn our spiritedness against the demons; whereas they, conversely, dragging our spiritedness towards worldly desires, force it contrary to nature to fight with human beings, so that the intellect, darkened and fallen away from knowledge, may become a betrayer of the virtues.
ΙϚʹ. Πρόσεχε σεαυτῷ, μήποτε φυγαδεύσῃς τινὰ τῶν ἀδελφῶν παροργισθεὶς, καὶ οὐκ ἐκφεύξῃ ἐν τῇ ζωῇ σου τὸν τῆς λύπης δαίμονα, παρὰ τὸν καιρὸν τῆς προσευχῆς ἀεί σοι σκῶλον γινόμενον.
16. Take heed to yourself, lest, provoked to wrath, you ever drive away one of the brethren, and fail in your lifetime to escape the demon of grief, who constantly becomes a stumbling-block to you at the time of prayer.
ΙΖʹ. Μνησικακίαν σβέννυσι δῶρα· καὶ πειθέτω σε Ἰακὼβ τὸν Ἠσαῦ δόμασιν ὑπελθὼν μετὰ τετρακοσίων εἰς ἀπάντησιν ἐξελθόντα. Ἀλλ' ἡμεῖς πένητες ὄντες, τραπέζῃ τὴν χρείαν πληρώσωμεν.
17. Gifts extinguish remembrance of wrongs; and let Jacob persuade you, who won over Esau with presents when he came forth to meet him with four hundred men. Yet let us, since we are poor, supply the lack by our table.
ΙΗʹ. Ὅταν τῷ τῆς ἀκηδίας περιπέσωμεν δαίμονι', τῷ τηνικαῦτα την ψυχὴν μερίσαντες, την μὲν παρακαλοῦσαν, τὴν δὲ παρακαλουμένην ποιήσωμεν, ἐλπίδας ἀγαθὰς ἑαυτοῖς ὑποσπείροντες, καὶ τὸ τοῦ ἁγίου Δαυῗδ κατεπάδοντες· « Ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί ταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου. »
18. Whenever we fall foul of the demon of listlessness, then, dividing our soul, let us make one part encourage and the other be encouraged, sowing sound hopes within ourselves and chanting as a charm the saying of saintly David: "Why are you cast down, O my soul, and why do you trouble me? Hope upon God, for I shall give thanks to Him, the salvation of my countenance and my God."
ΙΘʹ. Οὐ δεῖ κατὰ τόν καιρὸν τῶν πειρασμῶν καταλιμπάνειν τὴν κέλλαν, προφάσεις εὐλόγους δῆθεν πλαττόμενον, ἀλλ' ἔνδοθεν καθῆσθαι καὶ ὑπομένειν καὶ δέχεσθαι γενναίως τοὺς ἐπερχομένους ἅπαντας μὲν, ἐξαιρέτως δὲ τὸν τῆς ἀκηδίας δαίμονα, ὅστις ὑπὲρ πάντας βαρύτατος ὢν, δοκιμωτάτην μάλιστα τὴν ψυχὴν ἀπεργάζεται. Τὸ γὰρ φεύγειν τοὺς ἀγῶνας καὶ περιίστασθαι, ἄτεχνον τὸν νοῦν καὶ δειλὸν καὶ δραπέτην διδάσκει.
19. One must not abandon one's cell during the season of trials, fabricating ostensibly plausible pretexts, but rather sit within and endure and nobly receive all oncoming foes, and especially the demon of listlessness, who, being the heaviest of all, renders the soul most thoroughly tested. For fleeing and shunning such contests trains the intellect to be unskilled, cowardly, and a runaway.
Κʹ. Χαλεπὸν διαφυγεῖν τὸν τῆς κενοδοξίας λογισμόν· ὃ γὰρ ποιεῖς εἰς καθαίρεσιν αὐτοῦ, τοῦτο ἀρχή σοι κενοδοξίας ἑτέρας καθίσταται. Οὐ παντὶ δὲ λο-
20. It is hard to escape the thought of vainglory; for what you do to pull it down becomes for you the starting-point of another vainglory. Yet not every thought
Notes, col. 1225
On the reading
Printed δαίμονι', for δαίμονι.
PG 40:1228Read from the pageγισμῷ ἡμῶν ὀρθῷ ἐναντιοῦνται οι δαίμονες, ἀλλά τισι καὶ αἱ κακίαι αὗται, καθ' ἃς περιποιώμεθα.
of ours that is upright do the demons oppose, nay rather against some even those very vices stand opposed whereby we are being preserved.
ΚΑʹ. Ὁ γνώσεως ἐφαψάμενος καὶ τὴν ἀπ' αὐτῆς καρπούμενος ἡδονὴν, οὐκέτι τῷ τῆς κενοδοξίας πεισθήσεται δαίμονι, πάσας αὐτῷ τὰς ἡδονὰς τοῦ κόσμου προσάγοντι. Τί γὰρ ἂν καὶ ὑπόσχοιτο μεῖζον πνευματικῆς θεωρίας; Ἐν ὅσῳ δέ ἐσμεν γνώσεως ἄγευστοι, τὴν πρακτικὴν προθύμως κατεργαζώμεθα, τὸν σκοπὸν ἡμῶν δεικνύντες Θεῷ, ὥτι πάντα πράττομεν τῆς αὐτοῦ γνώσεως ἕνεκεν.
21. One who has touched upon knowledge and reaps the delight derived from it will no longer be persuaded by the demon of vainglory, even when he proffers to him all the pleasures of the world. For what greater thing could he even promise than spiritual contemplation? Yet so long as we remain without a taste of knowledge, let us eagerly cultivate the active life, manifesting our aim to God, that we perform all things for the sake of His knowledge.
ΚΒʹ. Μέμνησο τοῦ προτέρου σου βίου καὶ τῶν ἀρχαίων παραπτωμάτων, καὶ πῶς ἐμπαθὴς ὢν, ἐλέει Χριστοῦ, πρὸς τὴν ἀπάθειαν μεταβέβηκας, καὶ πῶς πάλιν ἐξῆλθες τοῦ κόσμου, τοῦ πολλὰ καὶ πολλάκις σε ταπεινώσαντος. Λόγισαι δέ μοι καὶ τοῦτο, τίς ὁ ἐν ἐρήμῳ φυλάσσων σε, καὶ τίς ὁ ἀπελαύνων τοὺς δαίμονας βρύχοντας κατὰ σοῦ τοὺς ὀδόντας αὐτῶν. Οἱ γὰρ τοιοῦτοι λογισμοὶ ταπεινοφροσύνην μὲν ἐμποιοῦσι, τὸν δὲ τῆς ὑπερηφανίας οὐκ εἰσδέχονται δαίμονα.
22. Call to mind your former manner of life and your ancient transgressions, and how, though subject to passion, by the mercy of Christ you passed over into dispassion, and how again you departed from the world, which in many ways and oftentimes humbled you. Reckon up this too, I pray: Who it is that guards you in the desert, and Who it is that drives off the demons gnashing their teeth against you. For reflections of this sort engender humility of mind and do not admit the demon of arrogance.
Περὶ παθῶν.
On the passions.
ΚΓʹ. Ὧν τὰς μνήμας ἔχομεν ἐμπαθεῖς, τούτων καὶ τὰ πράγματα πρότερον μετὰ πάθους ὑπεδεξάμεθα· καὶ ὅσα τῶν πραγμάτων πάλιν μετὰ πάθους ὑποδεχόμεθα, τούτων καὶ τὰς μνήμας ἕξομεν ἐμπαθεῖς. Ὅθεν ὁ νικήσας τοὺς ἐνεργοῦντας δαίμονας, τῶν ὑπ' αὐτῶν ἐνεργουμένων καταφρονεῖ. Τοῦ γὰρ ἐνύλου πολεμίου ὁ ἄϋλος χαλεπώτερος.
23. Those things of which we retain impassioned memories, their actual objects too we previously welcomed with passion; and whatsoever objects, conversely, we welcome with passion, of these we shall also hold the memories impassioned. Hence one who has vanquished the demons at work scorns the things wrought by them; for the immaterial foe is more grievous than the material.
ΚΔʹ. Τὰ μὲν τῆς ψυχῆς πάθη, ἐκ τῶν ἀνθρώπων ἔχει τὰς ἀφορμάς· τὰ δὲ τοῦ σώματος, ἐκ τοῦ σώματος· καὶ τὰ μὲν τοῦ σώματος πάθη περικόπτει ἐγκράτεια, τὰ δὲ τῆς ψυχῆς, ἀγάπη πνευματική.
24. The passions of the soul take their occasions from human beings, whereas those of the body arise from the body; and self-restraint prunes away the passions of the body, whereas spiritual love removes those of the soul.
ΚΕʹ. Οἱ μὲν τῶν ψυχικῶν προεστῶτες παθῶν, ἄχρι θανάτου προσκαρτεροῦσιν· οἱ δὲ τῶν σωματικῶν, θᾶττον ὑποχωροῦσι· καὶ οἱ μὲν ἄλλοι δαίμονες ἀνατέλλοντι ἢ δύνοντι τῷ ἡλίῳ ἐοίκασιν, ἑνός τινος μέρους τῆς ψυχῆς ἐφαπτόμενοι· ὁ δὲ μεσημβρινὸς, ὅλην περιλαμβάνειν εἴωθε τὴν ψυχὴν, καὶ ἐναποπνίγειν τὸν νοῦν. Διὸ γλυκεῖα ἡ ἀναχώρησις μετὰ τὴν τῶν παθῶν κένωσιν. Τότε γὰρ αἱ μνῆμαι μόνον εἰσὶ ψιλαί· καὶ ἡ πάλη, οὐ πρὸς ἀγῶνα λοιπὸν, ἀλλὰ πρὸς θεωρίαν αὐτῆς, παρασκευάζει τὸν μοναχόν.
25. Those demons that preside over the passions of the soul persist until death, whereas those over bodily passions withdraw more swiftly; and while the other demons resemble the rising or setting sun, laying hold of some single part of the soul, the midday demon is wont to encompass the entire soul and suffocate the intellect. Wherefore withdrawal into solitude is sweet after the emptying out of the passions; for then memories alone remain bare, and the wrestling henceforth equips the monk not for combat, but for the contemplation thereof.
ΚϚʹ. Πότερον ἡ ἔννοια τὰ πάθη κινεῖ, ἢ τὰ πάθη τὴν ἔννοιαν, προσεκτέον. Τισὶ μὲν γὰρ ἔδοξε τὸ πρότερον, τισὶ δὲ τὸ δεύτερον. Ὑπὸ τῶν αἰσθήσεων πέφυκε κινεῖσθαι τὰ πάθη· καὶ παρούσης μὲν ἀγάπης καὶ ἐγκρατείας, οὐ κινηθήσεται, ἀπούσης δὲ, κινηθήσεται. Πλειόνων δὲ παρὰ τὴν ἐπιθυμίαν ὁ θυμὸς δεῖται φαρμάκων· καὶ διὰ τοῦτο, μεγάλη λέγεται ἡ ἀγάπη, ὅτι χαλινός ἐστι τοῦ θυμοῦ. Ταύτην καὶ Μωσῆς ἐκεῖνος ὁ ἅγιος, ἐν τοῖς φυσικοῖς συμβολικῶς ὀφιομάχον ὠνόμασεν.
26. One must attend to whether conception stirs the passions, or the passions stir conception; for some have held the former view, and some the latter. The passions are by nature stirred through the senses; and when love and self-restraint are present they will not be stirred, whereas when absent, they will be stirred. Moreover, spiritedness requires more remedies than desire; and on this account love is called great, because it is the bridle of spiritedness. This virtue that saintly Moses too, in his natural instruction, symbolically named the serpent-fighter.
Notes, col. 1228
PG 40:1229Read from the pageΚΖʹ. Πρὸς τὴν ἐπικρατοῦσαν δυσσέβειαν ἐν τοῖς δοίμοσιν, εἴωθεν ἀνάπτεσθαι πρὸς λογισμοὺς ἡ ψυχὴ, ὅταν αὐτῶν ἐγγιζόντων ἀντιλαμβάνηται, τῷ τοῦ παρενοχλοῦντος πάθει πεποιωμένη.
27. Against the ungodliness prevailing in the demons, the soul is wont to be kindled into thoughts whenever it perceives them drawing near, having become qualified by the passion of the one harassing it.
ΚΗʹ. Οὐκ ἐν παντῖ καιρῷ δυνατὸν ἐκτελεῖν τὸν συνήθη κανόνα, προσέχειν δὲ δεῖ τῷ καιρῷ, καὶ τὰς ἐνδεχομένας ἐντολὰς ὡς ἔνι μάλιστα πειρᾶσθαι ποιεῖν. Τοὺς γὰρ καιροὺς καὶ αὐτοὶ τοὺς τοιούτους οὐκ ἀγνοοῦσιν οἱ δαίμονες. Ὅθεν κινούμενοι καθ' ἡμῶν, τὰ μὲν δυνατὰ γενέσθαι κωλύουσι, τὰ δὲ μὴ δυνατὰ γενέσθαι, πράττειν ἡμᾶς καταναγκάζουσι. Καὶ γὰρ τοὺς ἀσθενοῦντας, εὐχαριστεῖν μὲν ἐπὶ τοῖς ἀλγηδόσι, καὶ μακροθυμεῖν ἐπὶ τοῖς ὑπηρετοῦσιν ἀποκωλύουσιν· ἀτονοῦντας δὲ πάλιν, ἐγκρατεύεσθαι, καὶ βεβαρημένους, ἑστῶτας ψάλλειν προτρέπονται.
28. Not on every occasion is it feasible to carry out one's customary rule; rather, one must pay heed to the occasion and endeavour to perform as far as possible the precepts that are practicable. For the demons themselves are not ignorant of such occasions; hence, bestirring themselves against us, they hinder the things that can come to pass, and compel us to perform the things that cannot come to pass. Indeed, they prevent those who are ill from giving thanks amid their pains and showing patience towards those who attend them; yet conversely, when men are exhausted they urge them to practise abstinence, and when weighed down, to chant psalms standing upright.
ΚΘʹ. Ὅταν ἐν πόλεσιν ἢ ἐν κώμαις ἐπ' ὀλίγον ἀναγκαζώμεθα διατρίβειν, τότε μάλιστα σφοδρότερον τῆς ἐγκρατείας ἐχόμενοι, τοῖς κοσμικοῖς συνεσόμεθα, μήποτε παχυνθεὶς ἡμῶν ὁ νοῦς, καὶ τῆς συνήθους ἐπιμελείας διὰ τὸν παρόντα καιρὸν στερηθεὶς, πράξῃ τι τῶν ἀβουλήτων, καὶ γένηται φυγὰς, ὑπὸ τῶν δαιμόνων βαλλόμενος.
29. Whenever we are compelled to tarry for a short while in cities or in villages, then above all, cleaving more vigorously to self-restraint, we shall converse with worldly folk, lest our intellect, having grown coarse and been deprived of its customary watchfulness on account of the present circumstance, commit something unintended and turn fugitive under the pelting of the demons.
Λʹ. Οὐ πρότερον προσεύξῃ πειραζόμενος, πρὶν εἰπεῖν τινα ῥήματα μετ' ὀργῆς πρὸς τὸν θλίβοντα. Τῆς γὰρ ψυχῆς σου πεποιωμένης τοῖς λογισμοῖς, συμβαίνει μηδὲ καθαρὰν γενέσθαι τὴν προσευχήν. Ἐὰν δὲ μετ' ὀργῆς εἴπῃς τι πρὸς αὐτοὺς, συγχεῖς τε καὶ ἐξαφανίζεις τῶν ἀντικειμένων τὰ νοήματα. Τοῦτο γὰρ ἡ ὀργὴ καὶ ἐπὶ τῶν κρειττόνων νοημάτων ἐργάζεσθαι πέφυκεν.
30. Under trial you will not pray before uttering certain words in anger against him who afflicts you. For since your soul has taken on the quality of those thoughts, it turns out that your prayer does not prove pure either. Yet if you speak something to them in anger, you both confound and obliterate the notions of the adversaries; for anger is naturally apt to work this effect even upon nobler notions.
ΛΑʹ. Εἴ τις βούλοιτο τῶν μοναχῶν, ἀγρίων πειρασθῆναι δαιμόνων, καὶ τῆς αὐτῶν τέχνης ἕξιν λαβεῖν, τηρείτω τοὺς λογισμοὺς, καὶ τὰς ἐπιτάσεις σημειούσθω τούτων, καὶ τὰς ἀνέσεις, καὶ τὰς μετεμπλοκὰς, καὶ τοὺς χρόνους, καὶ τίνες τῶν δαιμόνων οἱ τοῦτο ποιοῦντες, καὶ ποῖος ποίῳ δαίμονι ἀκολουθεῖ, καὶ τίς τίνι οὐχ ἕπεται, καὶ ζητείτω παρὰ Χριστοῦ τούτων τοὺς λόγους. Πάνυ γὰρ χαλεπαίνουσιν ἐπὶ τοῖς γνωστικώτερον τὴν ἀρετὴν μετιοῦσι, βουλόμενοι κατατοξεύειν ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ.
31. Should any of the monks wish to gain experience of fierce demons and acquire a settled mastery of their art, let him keep watch over his thoughts, and note down their intensifications and their remissions, their interweavings, and their seasons, and which of the demons it is that work this, and what sort of demon follows upon what sort, and which does not accompany which; and let him seek from Christ the underlying principles of these matters. For they are sorely incensed at those who pursue virtue with fuller spiritual understanding, wishing in a moonless night to shoot down the upright in heart.
ΛΒʹ. Δύο τῶν δαιμόνων ὀξυτάτους παρατηρήσας εὑρήσεις, καὶ σχεδὸν τὴν κίνησιν τοῦ νοὸς ἡμῶν παρατρέχοντας, τὸν δαίμονα τῆς πορνείας, καὶ τὸν συναρπάζοντα ἡμᾶς πρὸς βλασφημίαν. Ἀλλ' ὁ μὲν δεύτερος ἐστὶν ὀλιγοχρόνιος, ὁ δὲ πρότερος ει μὴ μετὰ πάθους κινοίη τοὺς λογισμοὺς, οὐκ ἐμποδίσει ἡμῖν πρὸς τὴν γνῶσιν τοῦ Θεοῦ.
32. Upon close observation you will find two of the demons most swift, nearly outstripping the movement of our intellect: the demon of fornication, and the one that snatches us away towards blasphemy. Yet the second is of brief duration, while the first, unless it stirs thoughts with passion, will not impede us with regard to the knowledge of God.
ΛΓʹ. Σῶμα μὲν χωρίσαι ψυχῆς, μόνου ἐστὶ τοῦ συνδήσαντος· ψυχὴν δὲ ἀπὸ σώματος, καὶ τοῦ ἐφιεμένου τῆς ἀρετῆς. Τὴν ἀναχώρησιν, μελέτην θανάτου καὶ φυγὴν τοῦ σώματος οἱ Πατέρες ἡμῶν ὀνομάζουσιν.
33. To sever body from soul belongs solely to Him Who bound them together; whereas to sever soul from body belongs also to one who longs after virtue. Withdrawal into solitude our Fathers name a rehearsal for death and a flight from the body.
Notes, col. 1229
On the reading
Printed δοίμοσιν, for δαίμοσιν.
Printed παντῖ, for παντὶ.
PG 40:1232Read from the pageΛΔʹ. Οἱ τὴν σάρκα κακῶς διατρέφοντες, καὶ πρόνοιαν αὐτῆς εἰς ἐπιθυμίας ποιούμενοι, ἑαυτοὺς μὴ ταύτην καταμεμφέσθωσαν. Ἴσασι γὰρ τὴν χάριν τοῦ Δημιουργοῦ, οἱ τὴν τῆς ψυχῆς ἀπάθειαν διὰ τοῦ σώματος τούτου κτησάμενοι, καὶ τῇ τῶν ὄντων θεωρίᾳ ποσῶς ἐπιβάλλοντες.
34. Let those who nourish the flesh amiss, and make provision for it towards desires, blame themselves and not it. For those know the grace of the Creator who through this body have acquired dispassion of the soul and apply themselves in some measure to the contemplation of existing things.
Περὶ τῶν τῆς ἀπαθείας συμβόλων.
On the signs of dispassion.
ΛΕʹ. Ὅταν ὁ νοῦς ἀπερισπάστοις ἄρξηται ποιεῖσθαι τὰς προσευχὰς, τότε περὶ τὸ θυμικὸν μέρος τῆς ψυχῆς, νύκτωρ καὶ μεθημέραν ὁ πᾶς συνίσταται πόλεμος.
35. Whenever the intellect begins to offer its prayers with undistracted attention, then around the spirited part of the soul the entire warfare is waged by night and by day.
ΛϚʹ. Ἀπαθείας τεκμήριον, νοῦς ἀρξάμενος τὸ οἰκεῖον φέγγος ὁρᾷν, καὶ πρὸς τὰ καθ' ὕπνον φάσματα διαμένων ἥσυχος, καὶ λείως βλέπων τὰ πράγματα.
36. A token of dispassion is an intellect that has begun to behold its own proper radiance, remaining calm in the face of visions during sleep and viewing objects evenly.
ΛΖʹ. Ἔῤῥωται νοῦς μηδὲν τῶν τοῦ κόσμου τούτου παρὰ τὸν καιρὸν τῆς προσευχῆς φανταζόμενος.
37. Vigorous is the intellect that forms no mental image of anything belonging to this world during the time of prayer.
ΛΗʹ. Νοῦς σὺν Θεῷ πρακτικὴν κατορθώσας, καὶ προσπελάσας τῇ γνώσει, ὀλίγον ἢ οὐδόλως τοῦ ἀλόγου μέρους τῆς ψυχῆς ἐπαισθάνεται, τῆς γνώσεως αὐτὸν ἁρπαζούσης μετάρσιον, καὶ χωριζούσης τῶν αισθητῶν.
38. An intellect that with God's aid has rightly accomplished the active life and drawn near to knowledge perceives little or nothing at all of the irrational part of the soul, since knowledge catches it aloft and separates it from perceptible things.
ΛΘʹ. Ἀπάθειαν ἔχει ψυχὴ, οὐχ ἡ μὴ πάσχουσα πρὸς τὰ πράγματα, ἀλλ' ἡ καὶ πρὸς τὰς μνήμας αὐτῶν ἀτάραχος διαμένουσα.
39. That soul possesses dispassion which not merely suffers no passion in relation to actual objects, but abides untroubled even at the memories of them.
Μʹ. Ὁ τέλειος οὐκ ἐγκρατεύεται, καὶ ὁ ἀπαθὴς οὐχ ὑπομένει, εἴπερ τοῦ πάσχοντος ἡ ὑπομονὴ, καὶ τοῦ ὀχλουμένου ἡ ἐγκράτεια.
40. One who is perfect does not practise self-restraint, and one who is dispassionate does not practise endurance, seeing that endurance belongs to one undergoing suffering, and self-restraint to one experiencing disturbance.
ΜΑʹ. Μέγα μὲν τὸ ἀπερισπάστως προσεύχεσθαι, μεῖζον δὲ καὶ τὸ ψάλλειν ἀπερισπάστως.
41. Great indeed is it to pray without distraction, yet greater still is it to chant psalms without distraction.
ΜΒʹ. Ὁ τὰς ἀρετὰς ἐν ἑαυτῷ καθιδρύσας, καὶ ταύταις ὅλος ἀνακραθεὶς, οὐκ ἔτι μέμνηται νόμου ἢ ἐντολῶν ἢ κολάσεως, ἀλλὰ ταῦτα λέγει καὶ πράττει ὁπόσα ἡ ἀρίστη ἕξις ὑπαγορεύει.
42. One who has established the virtues within himself and been wholly mingled with them no longer calls to mind law, or precepts, or chastisement, but speaks and performs whatsoever things that noblest disposition dictates.
Θεωρήματα πρακτικά.
Practical considerations.
ΜΓʹ. Αἱ μὲν δαιμονιώδεις ᾠδαὶ, τὴν ἐπιθυμίαν ἡμῶν κινοῦσι, καὶ εἰς αισχρὰς τὴν ψυχὴν φαντασίας ἐμβάλλουσιν· οἱ δὲ ψαλμοὶ καὶ οἱ ὕμνοι καὶ αἱ πνευματικαὶ ᾠδαὶ, εἰς μνήμην ἀεὶ τῆς ἀρετῆς τὸν νοῦν προκαλοῦνται, περιζέοντα τὸν θυμὸν ἡμῶν καταψύχοντες, καὶ τὰς ἐπιθυμίας μαραίνοντες.
43. Demoniacal songs stir up our desire and plunge the soul into base fantasies; whereas psalms, hymns, and spiritual songs continually summon the intellect to the remembrance of virtue, cooling our seething spiritedness and withering our desires.
ΜΔʹ. Εἰ οἱ παλαίοντες ἐν τῷ θλίβεσθαι καὶ ἀντιθλίβειν εἰσὶ, παλαίουσι δὲ ἡμῖν οἱ δαίμονες, καὶ αὐτοὶ ἄρα θλίβοντες ἡμᾶς, ὑφ' ἡμῶν ἀντιθλίβονται. « Ἐκθλίψω αὐτοὺς, » φησὶ, « καὶ οὐ μὴ δύνωνται στῆναι. » Καὶ πάλιν· « Οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοι ἠσθένησαν καὶ ἔπεσον. »
44. If wrestlers are engaged in being pressed hard and pressing hard in return, and the demons wrestle with us, then they too, in pressing us hard, are pressed hard in return by us. "I shall crush them," Scripture says, "and they shall surely not be able to stand." And again: "Those who press me hard and my enemies themselves grew weak and fell."
ΜΕʹ. Ἀνάπαυσις μὲν τῇ σοφίᾳ, κόπος δὲ τῇ φρονήσει συνέζευκται. Οὐκ ἔστι γὰρ σοφίαν κτήσασθαι ἄνευ πολέμου, καὶ οὐκ ἔστι κατορθῶσαι τὸν πόλεμον χωρὶς φρονήσεως. Αὕτη γὰρ ἀνθίστασθαι τῷ θυμῷ, τῷ τῶν δαιμόνων, πεπίστευται, τὰς τῆς ψυχῆς δυνάμεις κατὰ φύσιν ἐνεργεῖν ἀναγκάζουσα, καὶ τὴν ὁδὸν τῆς σοφίας προευτρεπίζουσα.
45. Repose is yoked with wisdom, and toil with prudence. For it is impossible to acquire wisdom apart from warfare, and impossible to conduct that warfare successfully without prudence. For to prudence has been entrusted the task of withstanding the spirited fury of the demons, compelling the faculties of the soul to operate according to nature and preparing beforehand the pathway of wisdom.
Notes, col. 1232
On the reading
Printed αισθητῶν, for αἰσθητῶν.
Printed αισχρὰς, for αἰσχρὰς.
Printed αὐτοι, for αὐτοὶ.
PG 40:1233Read from the pageΜϚʹ. Πειρασμός ἐστι μοναχοῦ, λογισμὸς διὰ τοῦ παθητικοῦ μέρους τῆς ψυχῆς ἀναβὰς καὶ σκοτίζων τὸν νοῦν.
46. A monk's temptation is a thought that ascends through the passible part of the soul and darkens the intellect.
ΜΖʹ. Ἁμαρτία ἐστὶ μοναχοῦ, ἡ πρὸς τὴν ἀπηγορευμένην ἡδονὴν τοῦ λογισμοῦ συγκατάθεσις.
47. A monk's sin is the assent of his thought to forbidden pleasure.
ΜΗʹ. Ἄγγελοι μὲν χαίρουσι μειουμένης κακίας, δαίμονες δὲ, τῆς ἀρετῆς. Οι μὲν γάρ εισιν ἐλέους καὶ ἀγάπης θεράποντες· οἱ δὲ ὀργῆς καὶ μίσους ὑπήκοοι. Καὶ οἱ μὲν πρότεροι πλησιάζοντες, πνευματικῆς θεωρίας ἡμᾶς πληροῦσιν· οἱ δὲ δεύτεροι προσεγγίζοντες, εις αισχρὰς τὴν ψυχὴν φαντασίας ἐμβάλλουσιν.
48. Angels rejoice as vice diminishes, whereas demons rejoice as virtue diminishes; for the former are ministers of mercy and love, while the latter are vassals of wrath and hatred. And the former, when they draw near, fill us with spiritual contemplation; whereas the latter, as they approach, plunge the soul into base fantasies.
ΜΘʹ. Αἱ ἀρεταὶ οὐ τὰς τῶν δαιμόνων ὁρμὰς ἀνακόπτουσιν, ἀλλ' ἡμᾶς ἀθώους διαφυλάττουσιν.
49. The virtues do not check the onslaughts of the demons, yet they preserve us unharmed.
Νʹ. Πρακτικὴ ἐστὶ, μέθοδος πνευματικὴ, τὸ παθητικὸν μέρος τῆς ψυχῆς ἐκκαθαίρουσα.
50. The active life is a spiritual method that thoroughly purges the passible part of the soul.
ΝΑʹ. Οὐκ ἀρκοῦσιν αι ἐνέργειαι τῶν ἐντολῶν πρὸς τὸ τελείως ιάσασθαι τὰς δυνάμεις τῆς ψυχῆς, ἐὰν μὴ καὶ κατάλληλοι ταύταις διαδέξωνται τὸν νοῦν θεωρίαι.
51. The enactments of the precepts do not suffice to heal completely the faculties of the soul, unless contemplations answerable to them also succeed one another in the intellect.
ΝΒʹ. Οὐ πᾶσι μὲν τοῖς ὑπ' ἀγγέλων λογισμοῖς ἡμῖν ἐμβαλλομένοις δυνατὸν ἀντιστῆναι, πάντας δὲ τοὺς ὑπὸ δαιμόνων λογισμοὺς δυνατὸν ἀνατρέψαι· ἕπεται δὲ τοῖς μὲν προτέροις λογισμοῖς ειρηνικὴ κατάστασις, τοῖς δὲ δευτέροις τεταραγμένη.
52. Not all thoughts instilled into us by angels can one withstand, whereas every thought prompted by demons can be overturned; and upon the former thoughts there follows a peaceful condition, upon the latter a troubled one.
ΝΓʹ. Ἀπαθείας ἔκγονον ἀγάπη· ἀπάθεια δέ ἐστιν ἄνθος τῆς πρακτικῆς· πρακτικὴν δὲ συνίστησιν ἡ τήρησις τῶν ἐντολῶν· τούτων δὲ φύλαξ ὁ φόβος τοῦ Θεοῦ, ὅστις γέννημα τῆς ὀρθῆς ἐστι πίστεως· πίστις δέ ἐστιν ἐνδιάθετον ἀγαθὸν, ἥτις ἐνυπάρχειν πέφυκε καὶ τοῖς μηδέπω πεπιστευκόσι Θεῷ.
53. Love is the offspring of dispassion; dispassion is the blossom of the active life; observance of the precepts constitutes the active life; the guardian of these is the fear of God, which is the progeny of right faith; and faith is an innate good, which is naturally present even in those who have not yet believed in God.
ΝΔʹ. Ὥσπερ ἐνεργοῦσα διὰ τοῦ σώματος ἡ ψυχὴ, τῶν ἀσθενούντων μελῶν ἐπαισθάνεται· οὕτως ἐνεργῶν καὶ ὁ νοῦς τὴν οἰκείαν ἐνέργειαν, τάς τε δυνάμεις ἐπιγινώσκει τὰς ἑαυτοῦ, καὶ διὰ τῆς ἐμποδιζούσης αὐτῷ, τὴν θεραπευτικὴν αὐταῖς ἐντολὴν ἐφευρίσκει.
54. Just as the soul, operating through the body, perceives the members that are ailing, so too the intellect, exercising its own proper activity, recognizes its own faculties, and through the one impeding it discovers the precept curative for them.
ΝΕʹ. Ὁ νοῦς τὸν ἐμπαθῆ πόλεμον πολεμῶν, οὐ θεωρήσει τοὺς λογισμοὺς τοῦ πολέμου· τῷ γὰρ ἐν νυκτὶ μαχομένῳ προσέοικεν· ἀπάθειαν δὲ κτησάμενος, ῥᾳδίως ἐπιγνώσεται τὰς μεθοδείας τῶν πολεμίων.
55. An intellect waging impassioned warfare will not discern the thoughts of the war, for it resembles one fighting at night; yet once it has acquired dispassion, it will readily recognize the stratagems of the enemies.
ΝϚʹ. Πέρας μὲν πρακτικῆς, ἀγάπη, γνώσεως δὲ θεολογία· ἀρχαὶ δὲ ἑκατέρων, πίστις καὶ φυσικὴ θεωρία. Καὶ ὅσοι μὲν τῶν δαιμόνων τοῦ παθητικοῦ μέρους ἐφάπτονται τῆς ψυχῆς, οὗτοι λέγονται ἀντικεῖσθαι τῇ πρακτικῇ· ὅσοι δ' αὖ τῷ λογιστικῷ διοχλοῦσιν, ἐχθροὶ πάσης ἀληθείας ὀνομάζονται, καὶ ἐναντίοι τῇ θεωρίᾳ.
56. The goal of the active life is love, and of knowledge, theology; while the beginnings of each are faith and natural contemplation. And as many of the demons as lay hold of the passible part of the soul are said to oppose the active life; whereas those, conversely, that harass the rational part are named enemies of all truth and adversaries to contemplation.
ΝΖʹ. Οὐδὲν τῶν καθαιρόντων τὰ σώματα, σύνεστι μετὰ τοῦτο τοῖς καθαρθεῖσιν· αἱ δὲ ἀρεταὶ, ὁμοῦ τε καθαίρουσι τὴν ψυχὴν, καὶ καθαρθείση συμπαραμένουσιν.
57. None of the agents that purge bodies remains afterwards with those that have been purged; whereas the virtues both purge the soul and abide beside it once purged.
ΝΗʹ. Κατὰ φύσιν ἐνεργεῖ λογικὴ ψυχὴ, ὅταν τὸ μὲν ἐπιθυμητικὸν αὐτῆς μέρος τῆς ἀρετῆς ἐφίε-
58. A rational soul operates according to nature whenever its desiring part longs after virtue
Notes, col. 1233
On the reading
Printed εισιν, for εἰσιν.
Printed αισχρὰς, for αἰσχρὰς.
Printed Πρακτικὴ, for Πρακτική.
Printed ιάσασθαι, for ἰάσασθαι.
Printed ειρηνικὴ, for εἰρηνικὴ.
Printed καθαρθείση, for καθαρθείσῃ.
PG 40:1236Read from the pageται, τὸ δὲ θυμικὸν ὑπὲρ αὐτῆς ἀγωνίζεται, τὸ δὲ λογιστικὸν ἐπιβάλλει τῇ θεωρίᾳ τῶν γεγονότων.
aims at it, while the spirited faculty contends on its behalf, and the reasoning faculty applies itself to the contemplation of created things.
ΝΘʹ. Ὁ μὲν προκόπτων ἐν πρακτικῇ, τὰ πάθη μειοῖ, ὁ δὲ ἐν θεωρίᾳ, τὴν ἀγνωσίαν· καὶ τῶν μὲν παθῶν, ἔσται ποτὲ καὶ φθορὰ παντελὴς, τῆς δὲ ἀγνωσίας, τῆς μὲν εἶναι πέρας, τῆς δὲ μὴ εἶναί φασι.
59. One who advances in ascetic practice reduces the passions, whereas one who advances in contemplation reduces nescience; and of the passions there will one day be an utter dissolution as well, whereas of nescience they say that one sort has an end and the other has none.
Ξʹ. Τὰ παρὰ τὴν χρῆσιν ἀγαθὰ καὶ κακὰ, τῶν ἀρετῶν καὶ τῶν κακιῶν γίνεται ποιητικά. Φρονήσεως δέ ἐστι λοιπὸν, τὸ χρήσασθαι τούτοις πρὸς θάτερα.
60. Things that are good and bad according to their use become productive of virtues and of vices. Hence it belongs to prudence to employ them towards the one side.
ΞΑʹ. Τριμεροῦς δὲ τῆς λογικῆς ψυχῆς οὔσης κατὰ τὸν σοφὸν ἡμῶν διδάσκαλον, ὅταν μὲν ἐν τῷ λογιστικῷ μέρει γένηται ἡ ἀρετὴ, καλεῖται φρόνησις καὶ σύνεσις καὶ σοφία· ὅταν δὲ ἐν τῷ ἐπιθυμητικῷ, σωφροσύνη καὶ ἀγάπη καὶ ἐγκράτεια· ὅταν δὲ ἐν τῷ θυμικῷ, ἀνδρεία καὶ ὑπομονή· ἐν ὅλῃ δὲ τῇ ψυχῇ, δικαιοσύνη. Καὶ φρονήσεως μὲν ἔργον, τὸ στρατηγεῖν πρὸς τὰς ἀντικειμένας δυνάμεις, καὶ τῶν μὲν ἀρετῶν ὑπερασπίζειν, πρὸς δὲ, τὰς κακίας παρατάττεσθαι, τὰ δὲ μέσα πρὸς τοὺς καιροὺς διοικεῖν· συνέσεως δὲ, τὸ πάντα τὰ συντελοῦντα ἡμῖν πρὸς τὸν σκοπὸν, ἁρμοδίως οἰκονομεῖν· σοφίας δὲ, τὸ θεωρεῖν λόγους σωμάτων καὶ ἀσωμάτων· σωφροσύνης δὲ ἔργον, τὸ βλέπειν ἀπαθῶς τὰ πράγματα, τὰ κινοῦντα ἐν ἡμῖν φαντασίας ἀλόγους· ἀγάπης δὲ, τὸ πάσῃ εικόνι τοῦ Θεοῦ τοιαύτην ἑαυτὴν ἐμπαρέχειν, οἵαν καὶ τῷ πρωτοτύπῳ σχεδὸν, κἂν μιαίνειν αὐτὰς ἐπιχειρῶσιν οἱ δαίμονες· ἐγκρατείας δὲ, τὸ πᾶσαν ἡδονὴν τοῦ φάρυγγος μετὰ χαρᾶς ἀποσείεσθαι· μὴ δεδιέναι δὲ τοὺς πολεμίους, καὶ προθύμως ἐγκαρτερεῖν τοῖς δεινοῖς, τῆς ὑπομονῆς καὶ τῆς ἀνδρείας ἐστί· δικαιοσύνης δὲ, τὸ συμφωνίαν τινὰ καὶ ἁρμονίαν τῶν τῆς ψυχῆς μελῶν κατεργάζεσθαι.
61. Now since the rational soul is tripartite according to our wise instructor, when virtue arises in the reasoning part, it is termed prudence and understanding and wisdom; when in the appetitive part, temperance and charity and continence; when in the spirited part, courage and endurance; and in the soul as a whole, righteousness. And the function of prudence is to command the campaign against the opposing powers, to shield the virtues, to array itself against the vices, and to administer intermediate matters according to occasions; that of understanding is suitably to manage all things that contribute for us towards our goal; that of wisdom is to contemplate the principles of corporeal and incorporeal realities; the function of temperance is to view without passion the objects that stir up irrational imaginations within us; that of charity is so to present itself to every image of God almost as to the Prototype, even should the demons attempt to befoul them; that of continence is with joy to shake off every pleasure of the throat; while having no dread of the enemies and eagerly persevering amid hardships belongs to endurance and courage; and that of righteousness is to bring about a certain concord and harmony among the members of the soul.
ΞΒʹ. Καρπὸς μὲν σπερμάτων, τὰ δράγματα, ἀρετῶν δὲ ἡ γνῶσις· καὶ ὡς ἕπεται τοῖς σπέρμασι δάκρυα, οὕτω τοῖς δράγμασιν ἡ χαρά.
62. The produce of seeds is sheaves, whereas that of the virtues is knowledge; and just as tears accompany the seeds, so gladness accompanies the sheaves.
ΞΓʹ. Οὐκ ἂν ἀπόθοιτο τὰς ἐμπαθεῖς μνήμας ὁ ἄνθρωπος, μὴ ἐπιθυμίας καὶ θυμοῦ ἐπιμέλειαν ποιησάμενος, τὴν μὲν νηστείαις καὶ ἀγρυπνίαις καὶ χαμευνίαις καταναλώσας, τὸν δὲ μακροθυμίαις καὶ ἀμνησικακίαις καὶ ἐλεημοσύναις καθημερώσας. Ἐκ γὰρ τῶν δύο τούτων παθῶν, πάντες οἱ δαιμονιώδεις σχεδὸν συνίστανται λογισμοὶ, οἱ τὸν νοῦν ἐμβάλλοντες εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ἀδύνατον δὲ τῶν παθῶν τούτων περιγενέσθαι, μὴ παντελῶς βρωμάτων καὶ πομάτων καὶ δόξης ὑπεριδόντα, ἔτι δὲ καὶ τοῦ ἰδίου σώματος, διὰ τοὺς ῥαπίζειν αὐτὸν πολλάκις ἐπιχειροῦντας. Πᾶσα οὖν ἀνάγκη μιμεῖσθαι τοὺς κινδυνεύοντας ἐν τῇ θαλάσσῃ καὶ τῶν σκευῶν ἐκβολὴν ποιουμένους, διὰ τὴν βίαν τῶν ἀνέμων καὶ τῶν ἐπανισταμένων κυμάτων. Ἀλλ' ἐνταῦθα προσεκτέον ἀκριβῶς, μὴ ἐκβολὴν ποιούμενοι τῶν σκευῶν, πρὸς
63. A man could never lay aside impassioned recollections without having attended to desire and irascibility, wasting away the former through fastings, vigils, and sleeping on the bare ground, and taming the latter through long-suffering, bearing no resentment, and almsgiving. For out of these two passions nearly all demonic thoughts are compounded, which plunge the intellect into ruin and perdition. Yet it is impossible to prevail over these passions without wholly disdaining meats and drinks and esteem, and moreover even one's own body, on account of those who frequently attempt to strike him. There is therefore every necessity to imitate those who are endangered at sea and cast their tackling overboard owing to the violence of the winds and of the surging waves. Yet here we must pay strict heed lest, in casting the tackling overboard, with a view to
Notes, col. 1236
On the reading
Printed εικόνι, for εἰκόνι.