Migne Reading Room

PG 40 · cols. 573–584 · Read from the page

On the nature of man

On the nature of man

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:573Read from the page
θνητῆς ψυχῆς ἔννοιαν ἡμῖν παραστήσῃ καὶ παντελῶς ἀλόγου. Ἄλλως τε, κατ' αὐτὸν οὔπω πλήρης ἐστὶν ὁ κόσμος, ἀλλ' ἡμιτελὴς ἔτι καὶ νῦν, καὶ προσθήκης ἀεὶ δεόμενος. Πεντάκις μύριαι γοῦν τοὐλάχιστον καθ' ἑκάστην ἡμέραν οὐσίαι νοηταὶ προσγίνονται αὐτῷ, καὶ τὸ χαλεπώτατον, ὅταν τελεσιουργηθῇ, τότε διαλυθήσεται κατ' αὐτὸν, τῶν τελευταίων ἀνθρώπων, τῶν πρὸς τῇ ἀναστάσει, τὸν ψυχικὸν ἀριθμὸν ἀποπληρούντων· οὗ τί ἂν γένοιτο ἀλογώτερον, τότε φάσκειν διαφθείρεσθαι τὸν κόσμον, ὅταν πληρωθῇ; Κομιδῇ γὰρ νηπίων παίδων ὁ τρόπος οὗτος, ἐν ψάμμῳ τῆς παιδιᾶς εὐθὺς μετὰ τὸ πληρῶσαι συγχεόντων τὰ γενόμενα. Τὸ γὰρ λέγειν, προνοίας λόγῳ νῦν τὰς ψυχὰς γίνεσθαι, καὶ οὐχὶ κτίσεως (οὐ γὰρ καινὴν οὐσίαν, οὐδὲ ἄλλην παρὰ τὴν οὖσαν εἰσάγεσθαι, ἀλλὰ τὴν οὖσαν κατὰ πρόνοιαν πλειστηριάζεσθαι), ἀγνοούντων ἐστὶ διαφορὰν κτίσεως καὶ προνοίας. Προνοίας μὲν γὰρ ἔργον ἐστὶ, τὸ ἐξ ἀλληλογονίας διασώζειν τὴν τῶν φθαρτῶν ζώων οὐσίαν (λέγω δὲ, τῶν μὴ κατὰ σηπεδόνα γινομένων, ἐπειδὴ τὴν τούτων διαδοχὴν σηπεδὼν πάλιν ἑτέρα διαφυλάττει)· κτίσεως δὲ τὸ κράτιστον ἔργον, τὸ ἐξ οὐκ ὄντων ποιεῖν.
he present to us the notion of a mortal and wholly irrational soul. Besides, according to him the cosmos is not yet complete, but is even now still half-finished and perpetually in need of addition. At least fifty thousand intelligible substances are added to it each day, and worst of all, when it is brought to completion, then according to him it will be dissolved, once the last human beings, those close to the resurrection, fill up the number of souls; and what could be more unreasonable than this, to assert that the cosmos perishes at the very moment when it is filled up? For this is altogether the way of infant children playing in the sand, who immediately after finishing their work confound what they have made. For to say that souls now come into being by the principle of providence rather than of creation (since no new substance, nor another beside that which exists, is introduced, but the existing substance is multiplied according to providence) belongs to men ignorant of the difference between creation and providence. For the work of providence is to preserve by mutual generation the substance of corruptible animals (I mean those not generated by putrefaction, since another putrefaction in turn preserves the succession of these); whereas the supreme work of creation is to make out of nothing.
Εἰ τοίνυν ἐξ ἀλληλογονίας αἱ ψυχαὶ γίνονται, λόγῳ προνοίας γίνονται, καὶ φθαρταί εἰσι, καθάπερ τὰ ἄλλα, τὰ ἐκ διαδοχῆς γένους γινόμενα· εἰ δὲ ἐξ οὐκ ὄντων παράγονται, κτίσις ἐστὶ τὸ γινόμενον, καὶ οὐκ ἔστιν ἀληθὲς τὸ τοῦ Μωϋσέως, τὸ,
If, therefore, souls come into being from mutual generation, they come into being by the principle of providence and are corruptible, just like the other things that come into being by succession of kind; whereas if they are brought forth out of nothing, what happens is creation, and that saying of Moses is not true, namely,
PG 40:576Read from the page
καὶ ἑκάστῃ ἡλικίᾳ ἁρμοζόμενος προβαίνει τῇ παιδείᾳ καὶ οὐκ ἴσως τὸ μικρὸν βρέφος παιδεύει τῷ μειρακίῳ, οὐδὲ τὸ μειράκιον ὡσαύτως τῷ νεανίσκῳ, οὐδὲ τὸν νεανίαν τῷ τελείῳ ἀνδρί. Ἀλλὰ τῷ μὲν ὑποτιτθίῳ διὰ δακτύλου παιδεία γίνεται, παιδίῳ δὲ μείζονι διὰ χειρὸς ῥαπίσματος, μειρακίῳ δὲ διὰ ἱμάντος νεανίσκῳ διὰ ῥάβδου, ἀνδρὶ δὲ ἐκδίκησις τῶν μειζόνων παραπτωμάτων μάχαιρα διὰ νόμου· οὕτω καὶ ὁ Κύριος ἑξῆς ἐνομοθέτει ἑκάστῃ γενεᾷ ἁρμόζοντα. Ἐκείνους μὲν γὰρ φόβῳ ἐσωφρόνιζεν, ὡς παιδίοις μικροῖς διαλεγόμενος, καὶ ἀγνοοῦσι τὴν δύναμιν τοῦ ἁγίου Πνεύματος· τοὺς δὲ τελείους, τελείων ἠξίου μυστηρίων. Καὶ ἐν τῷ Εὐαγγελίῳ γὰρ οὕτω πως λέγει τοῖς μαθηταῖς ἐν πολλοῖς τόποις· Οὐκ οἴδατε τί ποιῶ· ὕστερον δὲ γνώσεσθε, τουτέστιν ὅταν τέλειοι γένησθε· καὶ πάλιν· Οὐκ ᾔδεισαν, ἕως ἀνέστη ἐκ τῶν νεκρῶν· ὁ δὲ Παῦλος· Οὔπω γὰρ ἠδύνασθε, ἀλλ' οὐδὲ ἔτι δύνασθε· δεικνὺς, ὅτι καιρῶν προϊόντων τελειότεραι ἐντολαὶ, οὖσαι μὲν αἱ αὐταὶ, μεταβαλλόμεναι δὲ εἰς ἑτέραν σχέσιν· ἀλλὰ τοῖς νέοις μὲν ἄλλως σχηματιζόμεναι, ἑτέρως δὲ τοῖς ἐντελεστέροις. Νομοθετήσας γὰρ ὁ νόμος, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, οὐκ εἶπεν αὐτοῖς· Ἐκβάλλετε ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ· ἀλλ', Ἐὰν ἐκβάλῃ τις ὀφθαλμὸν, ἐκβληθήσεται ὁ ὀφθαλμὸς τοῦ ἐκβαλόντος. Ἕκαστος δὲ, φειδόμενος τοῦ ἰδίου σώματος, παρεδίδου τὴν σιαγόνα τύπτεσθαι, καὶ οὐκ ἔτυπτε.
and adapting himself to each age he advances in instruction, and does not educate the tiny infant equally with the stripling, nor the stripling in the same manner as the youth, nor the young man as the mature man. Rather, for the nursling discipline comes through a finger, for a somewhat older child through a slap of the hand, for a stripling through a strap, for a youth through a rod, while for a grown man the punishment of graver offences is the sword through the law; thus the Lord too legislated in due sequence what suited each generation. For those men of old He chastened with fear, conversing with them as with little children ignorant of the power of the Holy Spirit; whereas the mature He deemed worthy of mature mysteries. For in the Gospel too He speaks after some such fashion to the disciples in many places: Ye know not what I do, but hereafter ye shall know, that is, when ye become mature; and again: They knew not, until He rose from the dead; and Paul says: For ye were not yet able, nay, not even now are ye able; showing that as seasons advance there come more perfect commandments, which are indeed the very same, yet transformed into another relation, shaped in one way for the young and in another for the more mature. For when the law legislated, An eye for an eye, it did not say to them, Put out an eye for an eye; rather, If anyone puts out an eye, the eye of him who put it out shall be put out. And so each person, sparing his own body, offered his cheek to be struck, and did not strike.
Καὶ ἀπὸ τότε ἐφυλάττετο τὰ νῦν ἐν τῷ Εὐαγγελίῳ τηλαυγῶς εἰρημένα, τότε μὲν ἀνάγκῃ, ὡς νέων σωφρονιζομένων, νῦν δὲ προαιρέσει, ἅτε δὴ τελείων πειθομένων. Εἰ δὲ φάσκεις περιπλοκὴν εἶναι ταύτην, τὸ λέγειν, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ τὸ τὸν φονέα φονεύεσθαι, ἰδοὺ καὶ περὶ τῆς ἡμέρας τῆς κρίσεως βλέπομεν τὸν Σωτῆρα λέγοντα, ὅτι Ἐλεύσεται ὁ αὐτοῦ Δεσπότης· τοῦτο δὲ περὶ ἑαυτοῦ ἔλεγεν αὐτὸς πάντων ὢν Δεσπότης, καί φησι· Καὶ διχοτομήσει αὐτὸν τὸν δοῦλον· καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. Οὐκοῦν καὶ περὶ τοῦ Σωτῆρος ἐξοπλίζῃ συκοφαντεῖν πάλιν ῥήματα, καὶ εἴποις ἂν τοῦτον μὴ εἶναι ἀγαθὸν, καίτοι γε ἐκ Πατρὸς ἀγαθοῦ γεγεννημένον, καὶ ἀγαθὸν ὄντα, ἀλλὰ δίκαιον, καὶ οὐθ' ἕτερον παρὰ τὸν Πατέρα. Δύνασαι ἄρα καὶ αὐτὸν ἀπαλλοτριοῦν τῆς τοῦ Πατρὸς οὐσίας, ὦ οὗτος, ὁ προελθὼν ἡμῖν πάλιν διαιρέτης, καὶ γεωμέτρης τῶν νόμων, τριχῶς τὰ πάντα διαιρῶν. Καὶ τῷ μὲν εἰπεῖν, ὅτι εἰς τύπους συμβολικῶς τινα ἐν τῷ νόμῳ γέγραπται, ὀλίγα παρήψω τῆς ἀληθείας, ἵνα διὰ τῶν ὀλίγων δυνηθῇς καὶ εἰς τὰ ἄλλα ἀπατῆσαι. Καὶ γὰρ τῷ ὄντι ἐκείνοις τυπικῶς συνέβαινεν· ἐγράφη δὲ ἡμῖν εἰς νουθεσίαν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε, φησὶν ὁ ἁγιώτατος Ἀπόστολος, περί τε περιτομῆς λέγων, καὶ Σαββάτου, καὶ τῶν ἄλλων. Εἴθε δὲ πάντα ἠλήθευες, καὶ οὐκέτι τρίτον μέσον θεὸν τὸν μὴ ὄντα
And from that time the precepts now spoken radiantly in the Gospel were being observed—then of necessity, inasmuch as young folk were being chastened, whereas now by free choice, seeing that mature believers obey. And if you allege that this is an inconsistency, to say An eye for an eye and that the murderer be put to death, behold, concerning the day of judgement too we see the Saviour saying, His Master will come—and He said this of Himself, being Himself Master of all—and He declares: And He will cut that servant in two, and will appoint his portion with the unbelievers. Will you then arm yourself to cavil once more at words concerning the Saviour as well, and would you say that He is not good, even though begotten of the good Father and being good, but merely just, and yet none other beside the Father? You are capable, then, of alienating Him too from the Father's substance, O fellow who have come forward to us once again as a divider and geometer of the laws, dividing all things threefold. And by saying that certain things in the law were written symbolically as types, you grazed a little of the truth so that through those few points you might manage to deceive in the rest as well. For in very truth those things happened to them typically, and were written for our admonition, upon whom the ends of the ages have come, says the most holy Apostle, speaking of circumcision, the Sabbath, and the rest. Would that you spoke the truth in all things, and no longer [invented] a non-existent third intermediate god
PG 40:577Read from the page
Ἑξῆς ἐπισκεψώμεθα καὶ τὴν δόξαν τῶν Μανιχαίων, ἣν ἔχουσι περὶ τῆς ψυχῆς. Φασὶ μὲν γὰρ αὐτὴν ἀθάνατον καὶ ἀσώματον· μίαν δὲ μόνην εἶναι, τὴν τῶν πάντων ψυχὴν, κατακερματιζομένην καὶ κατατεμνομένην εἰς τὰ καθ' ἕκαστα σώματα, ἄψυχά τε καὶ ἔμψυχα· καὶ τὰ μὲν πλείονος αὐτῆς μετέχειν, τὰ δὲ ἐλάττονος· πλείονος μὲν, τὰ ἔμψυχα· ἐλάττονος δὲ, τὰ ἄψυχα· πολλῷ δὲ πλείονος, τὰ οὐράνια· ὡς τῆς καθόλου ψυχῆς μέρη τὰς καθ' ἕκαστον εἶναι ψυχάς. Καὶ εἰ μὲν ἀμερίστως μερίζεσθαι ταύτην ἔφασκον, ὡς τὴν φωνὴν ἐν τοῖς ἀκούουσι, μέτριον ἂν ἦν τὸ κακόν· νῦν δὲ τὴν οὐσίαν αὐτὴν τῆς ψυχῆς καταμερίζεσθαι λέγουσι· καὶ τὸ πάντων χαλεπώτατον, ὅτι κυρίως αὐτὴν ἐν τοῖς στοιχείοις εἶναι βούλονται, καὶ συμμερίζεσθαι τούτοις ἐν τῇ τῶν σωμάτων γενέσει, καὶ πάλιν εἰς ταυτὸ συνιέναι διαλυομένων τῶν σωμάτων, ὡς ὕδωρ μεριζόμενον καὶ πάλιν συναγόμενον καὶ μιγνύμενον, καὶ τὰς μὲν καθαρὰς ψυχὰς χωρεῖν εἰς τὸ φῶς, φῶς οὔσας, τὰς δὲ μεμολυσμένας ὑπὸ τῆς ὕλης, χωρεῖν εἰς τὰ στοιχεῖα, καὶ πάλιν ἀπὸ τῶν στοιχείων εἰς τὰ φυτὰ καὶ τὰ ζῶα· καὶ οὕτω τὴν οὐσίαν αὐτῆς κατατέμνοντες, καὶ σωματικὴν ἀποφαίνοντες, καὶ πάθεσιν ὑποβάλλοντες, ἀθάνατον εἶναί φασι. Περιπίπτουσι δὲ καὶ τοῖς ἐναντίοις. Φάσκοντες γὰρ, ἀνατρέχειν τὰς μεμολυσμένας ψυχὰς ἐπὶ τὰ στοιχεῖα, καὶ συγκαταμίγνυσθαι ἀλλήλαις, πάλιν αὐτὰς ἐν ταῖς μετενσωματώσεσί φασι τιμωρεῖσθαι, κατὰ τὸ μέγεθος τῶν ἁμαρτημάτων, ἑνοῦντες αὐτὰς καὶ πάλιν χωρίζοντες καθ' ὑπόστασιν· καὶ γὰρ τὰς σκιὰς, φωτὸς μὲν ὄντος, χωρίζεσθαι, συννεφίας δὲ [καὶ νυκτὸς] γενομένης, ἑνοῦσθαι· ὅπερ ἀδύνατον ἐπὶ
Next let us examine also the opinion of the Manichaeans which they hold concerning the soul. For they declare that she is immortal and incorporeal, yet that there is only one soul of all things, chopped up and cut into pieces among individual bodies, both inanimate and animate; and that some partake of more of her, and others of less—animate things of more, inanimate things of less, and heavenly bodies of far more—so that individual souls are parts of the universal soul. Now if they said that she is divided indivisibly, like the voice among its hearers, the mischief would have been moderate; as it is, however, they say that the very substance of the soul is partitioned out, and hardest of all, they maintain that she properly exists in the elements, and is divided along with them in the generation of bodies, and comes together again into the same whole when bodies are dissolved, just like water divided and gathered together again and mingled; and that pure souls depart into light, being light, whereas souls defiled by matter depart into the elements, and again from the elements into plants and animals; and thus, cutting up her substance, rendering her corporeal, and subjecting her to passions, they assert that she is immortal. Moreover, they fall into contradictions as well. For while asserting that defiled souls run back to the elements and are blended together with one another, they say on the other hand that in transmigrations they are punished according to the magnitude of their sins, uniting them and again separating them in subsistence; for shadows too, say they, are separated when light is present, whereas when cloudiness [and night] come on they are united—which is impossible in the case of
PG 40:580Read from the page
νοητῆς φύσεως γίνεσθαι. Καὶ γὰρ αἱ σκιαὶ τῶν αἰσθητῶν εἰσιν, εἰ καὶ δοίη τις αὐτὰς χωρίζεσθαι καὶ πάλιν ἑνοῦσθαι.
an intelligible nature. For shadows belong to sensible things, even if one should grant that they are separated and united again.
Πλάτων δὲ, καὶ μίαν εἶναι καὶ πολλὰς τὰς ψυχὰς, ἀποφαίνεται· μίαν μὲν γὰρ εἶναι τοῦ παντὸς τὴν ψυχὴν, εἶναι δὲ καὶ ἄλλας τῶν κατὰ μέρος, ὡς ἰδίᾳ μὲν τλ πᾶν ἐψυχῶσθαι ὑπὸ τῆς τοῦ παντὸς ψυχῆς, ἰδίᾳ δὲ πάλιν τὰ κατὰ μέρος ὑπὸ τῆς ἰδίας ἑκάστου ψυχῆς. Λέγει γοῦν, τὴν μὲν τοῦ παντὸς διατετάσθαι ψυχὴν ἀπὸ τοῦ κέντρου τῆς γῆς ἐπὶ τὰ πέρατα τοῦ οὐρανοῦ· οὐ τοπικῶς αὐτὴν διατετάσθαι φάσκων, ἀλλὰ νοητῶς· ταύτην δὲ τὴν ψυχὴν εἶναι, τὴν περιάγουσαν σφαιροειδῶς τὸ πᾶν, καὶ συνέχουσαν καὶ συσφίγγουσαν τὸ σωματοειδὲς τοῦ κόσμου· δεῖσθαι γὰρ τὰ σώματα τοῦ συνέχοντος, ἐν τοῖς προλαβοῦσιν ἐδείχθη· ποιεῖν δὲ τοῦτο τὴν εἰδοποιὸν ψυχήν· ζῆν γὰρ ἕκαστον τῶν ὄντων τὴν ἰδίαν ζωὴν, καὶ φθείρεσθαι τὴν ἰδίαν φθοράν· ἕως μὲν γὰρ συνέχεται καὶ συσφίγγεται τὸ σῶμα, εἶναι λέγεται· διαλυόμενον δὲ, φθείρεσθαι· καὶ ζῆν μὲν πάντα, μὴ πάντα δὲ εἶναι ζῶα. Διακρίνουσι γὰρ ἀπὸ μὲν τῶν ἀψύχων τὰ φυτὰ, τῷ αὔξεσθαι καὶ τρέφεσθαι, τουτέστι, τῇ θρεπτικῇ καὶ φυτικῇ δυνάμει· τὰ δὲ ἄλογα ζῶα ἀπὸ τῶν φυτῶν, τῇ αἰσθήσει· τὰ δὲ λογικὰ ἀπὸ τῶν ἀλόγων, τῷ λογικῷ· καὶ οὕτω πάντα ζῆν λέγοντες, διαστέλλουσι τὴν ἑκάστου φύσιν. Ζῆν οὖν λέγουσι καὶ τὰ πάντη ἄψυχα ἑκτικὴν ζωὴν, καθ' ὃ συνέχεται ὑπὸ τῆς τοῦ παντὸς ψυχῆς εἰς τὸ εἶναι μόνον καὶ μὴ διαλύεσθαι. Ταύτην δὲ εἶναι τὴν ψυχὴν, τὴν διακυβερνῶσαν τὸ πᾶν καὶ τὴν τὰς μερικὰς ψυχὰς,
Plato, for his part, declares that soul is both one and many: for he says that the soul of the universe is one, and that there are also other souls belonging to particular things, so that on the one hand the universe is animated individually by the soul of the universe, and on the other hand particular things in turn are animated individually by the proper soul of each. Accordingly he says that the soul of the universe has been stretched out from the centre of the earth to the extremities of heaven—meaning that she is stretched out not spatially, but intelligibly—and that this soul is she who carries the universe round spherically and holds together and binds fast the corporeal frame of the cosmos; for that bodies stand in need of what holds them together was shown in what preceded, and he says that the form-giving soul performs this; for each existent lives its own life and suffers its own destruction, since so long as a body is held together and bound fast, it is said to exist, whereas when dissolved it perishes; and all things live, yet not all things are animals. For they distinguish plants from inanimate things by growth and nutrition, that is, by the nutritive and vegetative faculty; irrational animals from plants by sensation; and rational beings from irrational animals by reason; and thus, while saying that all things live, they differentiate the nature of each. They therefore say that even wholly inanimate things live a cohesive life, inasmuch as they are held together by the soul of the universe merely so as to exist and not be dissolved. And they say that this is the soul that governs the universe and sends down the particular souls,
Notes, col. 580

On the reading

Printed τλ, for τὸ.

PG 40:581Read from the page
τὰς πρότερον παρὰ τοῦ Δημιουργοῦ γενομένας, ἐπιπέμπουσαν, δηλαδὴ, αὐτοῦ τοῦ Δημιουργοῦ καὶ νόμους αὐτῇ δεδωκότος, καθ' οὓς διεξάγειν ὀφείλει τοῦτο τὸ πᾶν, οὓς καὶ εἱμαρμένην καλεῖ, καὶ χορηγοῦντος δύναμιν ἀρκοῦσαν τοῦ διέπειν ἡμᾶς. Εἴρηται δὲ ταῦτα καὶ ἐν τοῖς Περὶ εἱμαρμένης.
which had previously come into being from the Demiurge—meaning that the Demiurge Himself has also given her laws according to which she ought to administer this universe, laws which he also calls fate, and supplies sufficient power to govern us. And these matters have also been stated in the discourse On Fate.
Κοινῇ μὲν οὖν πάντες Ἕλληνες, οἱ τὴν ψυχὴν ἀθάνατον ἀποφηνάμενοι, τὴν μετενσωμάτωσιν δογματίζουσι. Διαφέρονται δὲ περὶ τὰ εἴδη τῶν ψυχῶν. Οἱ μὲν γὰρ ἓν εἶδος τὸ λογικὸν εἶναι λέγουσι· τοῦτο δὲ καὶ εἰς φυτὰ καὶ εἰς τὰ τῶν ἀλόγων σώματα μεταβαίνειν· οἱ μὲν κατά τινας ῥητὰς χρόνων περιόδους, αἱ δὲ, ὡς ἔτυχεν. Ἄλλοι δὲ, οὐχ ἓν εἶδος ψυχῶν, ἀλλὰ δύο, λογικόν τε καὶ ἄλογον. Τινὲς δὲ πολλὰ, τοσαῦτα, ὅσα τῶν ζώων τὰ εἴδη. Μάλιστα δὲ οἱ ἀπὸ Πλάτωνος περὶ τὸ δόγμα τοῦτο διηνέχθησαν. Εἰπόντος γὰρ Πλάτωνος, τὰς μὲν θυμικὰς καὶ ὀργίλους καὶ ἁρπακτικὰς ψυχὰς λύκων καὶ λεόντων σώματα μεταμφιέννυσθαι· τὰς δὲ περὶ τὴν ἀκολασίαν ἠσχολημένας, ὄνων καὶ τῶν τοιούτων ἀναλαμβάνειν σώματα· οἱ μὲν κυρίως ἤκουσαν τοὺς λύκους καὶ τοὺς λέοντας καὶ τοὺς ὄνους· οἱ δὲ τροπικῶς αὐτὸν εἰρηκέναι διέγνωσαν, τὰ ἤθη διὰ τῶν ζώων παρεμφαίνοντα. Κρόνιος μὲν γὰρ ἐν τῷ Περὶ παλιγγενεσίας (οὕτω δὲ καλεῖ τὴν μετενσωμάτωσιν), λογικὰς πάσας εἶναι βούλεται· ὁμοίως δὲ καὶ
In general, then, all Greeks who have pronounced the soul immortal hold the doctrine of transmigration. Yet they disagree concerning the species of souls. For some say that there is one species, the rational, and that this passes over into plants as well and into the bodies of irrational creatures—some according to certain stated periods of time, and others at random. Others say that there is not one species of souls, but two, rational and irrational. And certain others say that there are many, as many as are the species of living creatures. Above all, the followers of Plato differed over this doctrine. For since Plato said that spirited, irascible, and rapacious souls clothe themselves in the bodies of wolves and lions, whereas souls busied with licentiousness assume the bodies of asses and the like, some understood the wolves, the lions, and the asses literally, whereas others judged that he spoke tropically, indicating habits of character by means of the animals. For Cronius, in his work On Rebirth (for so he calls transmigration), maintains that all souls are rational; and likewise also
Notes, col. 581

On the reading

Printed αἱ δὲ, for οἱ δὲ.

PG 40:584Read from the page
Θεόδωρος ὁ Πλατωνικὸς εν τῷ, Ὅτι ἡ ψυχὴ πάντα τὰ εἴδη ἐστὶ, καὶ Πορφύριος ὁμοίως· Ἰάμβλιχος δὲ τὴν ἐναντίαν τούτοις δραμὼν, κατ' εἶδος ζώων ψυχῆς εἶδος εἶναι λέγει, ἤγουν, εἴδη διάφορα. Γέγραπται γοῦν αὐτῷ μονόβιβλον ἐπίγραφον, Ὅτι οὐκ ἀπ' ἀνθρώπων εἰς ζῶα ἄλογα, οὐδὲ ἀπὸ ζώων ἀλόγων εἰς ἀνθρώπους αἱ μετενσωματώσεις γίνονται, ἀλλὰ ἀπὸ ζώων εἰς ζῶα, καὶ ἀπὸ ἀνθρώπων εἰς ἀνθρώπους. Καί μοι δοκεῖ μᾶλλον οὗτος, ἕνεκα τούτου, καλῶς κατεστοχᾶσθαι, μὴ μόνον τῆς Πλάτωνος γνώμης, ἀλλὰ καὶ τῆς ἀληθείας αὐτῆς, ὡς ἔστιν ἐκ πολλῶν μὲν καὶ ἄλλων ἐπιδεῖξαι, μάλιστα δὲ ἐκ τούτων. Οὐδεμίαν γὰρ τῶν λογικῶν κινήσεων ἐμφαίνεσθαι τοῖς ἀλόγοις ζώοις. Οὔτε γὰρ τέχναι, οὔτε μαθήματα, οὔτε βουλαὶ, οὔτε ἀρεταὶ, οὔτε ἄλλο τι τῶν διανοητικῶν ἐν αὐτοῖς ἐστιν.
Theodore the Platonist, in his work That the Soul Is All the Species, holds likewise, and Porphyry similarly; whereas Iamblichus, taking the course opposite to theirs, says that there is a species of soul corresponding to each species of living creatures, that is to say, distinct species. At any rate, there has been written by him a single-book treatise entitled That Transmigrations Do Not Occur from Human Beings into Irrational Animals, Nor from Irrational Animals into Human Beings, but from Animals into Animals, and from Human Beings into Human Beings. And on this account he seems to me rather to have aimed well not only at Plato's meaning, but also at the truth itself, as may be shown from many other considerations indeed, and above all from the following. For none of the rational movements is seen to appear in irrational animals; for neither arts, nor branches of learning, nor counsels, nor virtues, nor anything else of an intellectual kind exists in them.
Ἐξ ων δῆλον, ὡς οὐ μέτεστι λογικῆς ψυχῆς αὐτοῖς. Καὶ γὰρ ἄτοπον, λέγειν τὰ ἄλογα λογικά. Εἰ γὰρ καὶ κομιδῇ νέοις οὖσι τοῖς βρέφεσιν ἡ ἄλογος μόνη κίνησις πρόσεστιν, ἀλλὰ ψυχὴν λογικὴν φαμὲν ἔχειν αὐτὰ, ἐπειδήπερ αὐξανόμενα τὴν λογικὴν ἀναδείκνυσιν ἐνέργειαν· τὸ δὲ ἄλογον, κατ' οὐδεμίαν ἡλικίαν ἐμφαῖνον τὸ λογικὸν, περιττῶς ἂν ἔσχε λογικὴν ψυχὴν, ἀχρήστου παν-
From which things it is clear that they have no share in a rational soul. For indeed it is absurd to call irrational creatures rational. For even if in infants, when they are still altogether young, the irrational movement alone is present, yet we say that they possess a rational soul, inasmuch as, when they grow up, they display rational activity; whereas the irrational creature, exhibiting rationality at no time of life, would superfluously have possessed a rational soul, since the
Notes, col. 584

On the reading

Printed εν, for ἐν.

Printed ων, for ὧν.