Migne Reading Room

PG 40 · cols. 64–73 · Read from the page

Exposition on the Song of Songs

Exposition on the Song of Songs

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 40:64Read from the page
ΜΔʹ. Οτι τετρωμένη ἀγάπης ἐγώ.
XLIV. Because I am wounded with love.
Διὰ τῶν ἁγίων μαρτύρων· δι' ὧν, ἀγαπήσασα τὸν Χριστὸν, ἐτρώθην, τὸν ὑπὲρ αὐτοῦ δεξαμένη θάνατον.
Through the holy martyrs; through whom, having loved Christ, I was wounded, accepting death on His behalf.
ΜΕʹ. Στ. ϛʹ. Εὐώνυμος αὐτοῦ ὑπὸ την κεφαλήν μου· καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με.
XLV. Verse 6. His left hand is under my head, and His right hand shall embrace me.
Εὐώνυμος μὲν παρόντα βίον ἀπεικάζει, ὡς οἶμαι· δεξιὰ δὲ τὸν μέλλοντα, τὸν ἀένναον βίον τῶν εὐσεβῶν. « Μῆκος γὰρ βίου, » φησὶ, « καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς· ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα. » Ἐνθάδε γὰρ ἀνυστέρητα τὰ ἀγαθὰ ἡ ἐπουράνιος παρέχει σοφία τῇ Ἐκκλησίᾳ, κατὰ τὸν λέγοντα Προφήτην· « Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ. » Καὶ ἐν τῷ μέλλοντι αἰῶνι μῆκος βίου, τοὺς μακροὺς αἰῶνας· καὶ τὰ εὐφραντήρια τῶν ἁγίων ἐπαγγελμάτων ἐν τῇ δεξιᾷ αὐτῆς ἡ σοφία ἔχουσα, παρέχει, ἐν οἷς κατὰ τὸ Εὐαγγέλιον τῇ ἰδίᾳ νύμφῃ ἐκ δεξιῶν λέγει· « Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. » Οὕτω « καὶ ἡ δεξιὰ αὐτοῦ περιλήψεταί με· » ὅταν με στήσῃ ἐκ δεξιῶν αὐτοῦ προβάτων δίκην ὁ καλὸς Ποιμὴν. εἰς τὰς τοῦ παραδείσου νομὰς αὐλίζων.
The left hand, as I suppose, likens the present life, whereas the right hand likens the life to come, the everlasting life of the pious. "For length of life," it says, "and years of life are in her right hand; and in her left hand are riches and glory." For here below the heavenly Wisdom bestows unfailing good things upon the Church, according to the Prophet who says: "The Lord will not withhold good things from those who walk in innocence." And in the age to come Wisdom, holding in her right hand length of life—the long ages—and the gladdening joys of the holy promises, bestows them, wherein according to the Gospel He says to His own Bride on the right hand: "Come, ye blessed of My Father, inherit the kingdom prepared for you before the foundation of the world." Thus "His right hand also shall embrace me," when the Good Shepherd sets me on His right hand like sheep, folding me into the pastures of paradise.
ΜϚʹ. Στ. ζʹ. Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ισχύσεσι τοῦ ἀγροῦ· ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ.
XLVI. Verse 7. I have adjured you, O daughters of Jerusalem, by the powers and by the strengths of the field, whether ye stir up or awaken love, until He will.
Θυγατέρες Ἱερουσαλὴμ, τὰς ψυχὰς τῶν ἁγίων λέγει προφητῶν τε καὶ ἀποστόλων· ἐκείνας ἐν ταῖς δυνάμεσι καὶ ἐν ταῖς ισχύσεσι τοῦ ἀγροῦ ὁρκίζει (ἐν τοῖς θεοσημείοις, οἷς ἐποίησεν ἐν τῷ κόσμῳ ἡ τοῦ Μονογενοῦς δύναμις· « Ἀγρὸς γὰρ ὁ κόσμος, » ὥς φησιν ὁ Κύριος)· ἵνα ἐξεγείρωσι τὸν πόθον τοῦ νυμφίου πρὸς αὐτήν· ὁτὲ μὲν πρεσβείας εἰσφέροντες ὑπὲρ αὐτῆς, ὁτὲ δὲ καὶ τὰ ἀρεστὰ αὐτῷ πρὸς αὐτὴν διατιθέμενοι. Διὸ σαφῶς ἐπιλέγει· « Ἕως οὗ θελήσῃ. »
By "daughters of Jerusalem" she means the souls of the holy prophets and apostles; she adjures them by the powers and by the strengths of the field (namely by the divine signs which the power of the Only-begotten wrought in the world; "for the field is the world," as the Lord says), so that they may awaken the yearning of the Bridegroom towards her, sometimes offering intercessions on her behalf, and sometimes disposing towards her the things pleasing to Him. Wherefore she clearly adds: "Until He will."
ΜΖʹ. Στ. ηʹ. Φωνὴ τοῦ ἀδελφιδοῦ μου
XLVII. Verse 8. The voice of my kinsman.
Ἵνα, ἅπερ ἡ φωνὴ αὐτοῦ θέλει (τουτέστιν, ἅπερ προστάττει), ταῦτα μαθοῦσα, τῆς ἀγάπης αὐτοῦ ἐπιτύχῃ· καθὼς καὶ αὐτὸς ἐν Εὐαγγελίοις λέγει· « Ὁ ἀγαπῶν με τὰς ἐντολάς μου φυλάξει. »
So that, having learned what His voice wills (that is, what He commands), she may attain to His love; even as He Himself says in the Gospels: "He who loves Me will keep My commandments."
ΜΗʹ. Ἰδοὺ οὗτος ἥκει πηδῶν ἐπὶ τὰ ὄρη, διαλλόμενος ἐπὶ τοὺς βουνούς.
XLVIII. Behold, He comes leaping upon the mountains, bounding across the hills.
Πηδᾷ γὰρ ἐπὶ τὰ ὄρη, τουτέστιν ἐπὶ τοὺς προφήτας· καὶ πάλιν ἐκεῖθεν ἅλλεται ἐπὶ τοὺς βουνοὺς, ὅπερ ἐστὶν ἐπὶ τοὺς ἀποστόλους. Κατὰ γενεὰν γὰρ καὶ γενεὰν ἡ σοφία εἰς ψυχὰς ὁσίας ἀναβαίνουσα, φίλους Θεοῦ καὶ προφήτας κατασκευάζει. Ὅτι γὰρ ὄρεσιν ἀπεικάζονται οἱ προφῆται, καὶ βουνοῖς οἱ ἀπόστολοι, σαφῶς ἐν Ἠσαΐᾳ κεῖται ἡ προφητεία. « Ἔσται
For He leaps upon the mountains, that is, upon the prophets; and again from there He bounds upon the hills, which means upon the apostles. For from generation to generation Wisdom, ascending into holy souls, fashions friends of God and prophets. And that the prophets are likened to mountains, and the apostles to hills, the prophecy stands clearly in Isaiah. "There shall be
Notes, col. 64

On the reading

Printed Οτι, for Ὅτι.

Printed την, for τὴν.

Printed ισχύσεσι, for ἰσχύσεσι.

PG 40:65Read from the page
γὰρ, » φησὶν, « ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων » (ὅπερ ἐστὶν, ἐπὶ τὰ μέλη τῶν προφητῶν), « καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν· » ὅπερ ἐστὶν, ὑπεράνω τῶν ἀποστόλων. Καὶ εἰκότως. Καθάπερ γὰρ ἀνατέλλων ὁ ἥλιος, πρῶτον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων καὶ βουνῶν τὰς φωτεινὰς ἐκτείνει στροφάλιγγας· οὕτω καὶ ὁ Χριστὸς, ὁ τῆς δικαιοσύνης ἥλιος, ἀστράψαι τὸ τῆς αὐτοῦ θεότητος φῶς ἠθέλησεν εἰς ὅλον τὸν κόσμον· πρῶτον καθάπερ ἐπὶ ὄρεσι καὶ βουνοῖς ἐν προφήταις καὶ ἀποστόλοις κατηύγασε τὸ φῶς, δι' ὧν ἐκ τῆς οἰκουμένης τὸ σκότος ἀπήλασε τῆς ἀγνώσιας.
for," it says, "in the last days the mountain of the Lord shall be manifest, prepared upon the tops of the mountains" (that is, upon the songs of the prophets), "and it shall be exalted above the hills"—that is, above the apostles. And fittingly so. For just as the rising sun first stretches forth its bright beams upon the tops of the mountains and hills, so also Christ, the Sun of righteousness, willed to flash forth the light of His Godhead unto the whole world: first, as upon mountains and hills, He shed abroad the light in the prophets and apostles, through whom He drove away the darkness of ignorance from the inhabited earth.
ΜΘʹ. Στ. θʹ. Ὅμοιός ἐστιν ὁ ἀδελφιδός μου τῇ δορκάδι, ἢ νεβρῷ τῶν ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ.
XLIX. Verse 9. My kinsman is like the gazelle, or a fawn of the deer upon the mountains of Bethel.
Δορκὰς ὀξυδερκές ἐστι ζῶον· διὸ καὶ φερωνύμως κέκληται δορκάς· καὶ νεβρὸς ἐλάφων· ἀναιρετικὸς γάρ ἐστι τῶν ἰοβόλων θηρίων. Ὄρη δὲ Βαιθὴλ τὰ ἐξοχώτατα τῶν δικαίων τάγματά ἐστιν· ἐπειδήπερ Βαιθὴλ οἶκος Θεοῦ ἑρμηνεύεται· οἶκοι δὲ Θεοῦ, δῆλον ὅτι οἱ δίκαιοι, διὰ τὸν εἰπόντα· « Ἐνοικήσω ἐν ὑμῖν καὶ ἐμπεριπατήσω· » καὶ πάλιν ὁ Ἀπόστολος· « Θεοῦ οἶκός ἐσμεν ἡμεῖς. » Ὁ οὖν ἀδελφιδὸς αὐτῆς, ὁ ταύτης νυμφίος Χριστὸς, ὁμοιοῦται μὲν δόρκωνι διὰ τὸ ὀξυδερκῶς κατοπτεύειν ἐπὶ τὰς τῶν ἀνθρώπων καρδίας, καθὼς λέγει· « Ἐγὼ Κύριος ἐτάζων νεφροὺς καὶ δοκιμάζων καρδίας· εἴ τι ποιήσει ἄνθρωπος ἐν κρυφαίοις, κἀγὼ οὐκ ἐπόψομαι αὐτόν ; » Διὸ ἀπεικάζει αὐτὸν ἡ νύμφη τῷ δόρκωνι, ἢ τῷ νεβρῷ ⟨τ⟩ῶν ἐλάφων. Ἐπειδὴ τὰ εἰσπεμπόμενα τῆς κακίας ἐνθυμήματα ὑπὸ τοῦ πονηροῦ ταῖς τῶν δικαίων διανοίαις, ταῦτα ἐλάφου δίκην ἀνιμώμενος ὁ οὐράνιος Λόγος, τέμνει διὰ τοῦ ὀξυτάτου ξίφους, οὗπερ ἔδωκεν αὐτοῖς, τοῦ τῆς εὐσεβείας λογισμοῦ. Καλῶς οὖν ἀπεικάζεται νεβρῷ ἐλάφων ἐπὶ τὰ ὄρη Βαιθήλ· τουτέστιν, ἐπὶ τὰ ἐξοχώτατα τῶν δικαίων τάγματα.
The gazelle is a keen-sighted creature, wherefore it has also received its name dorcas meaningfully from seeing; and so too is the fawn of the deer, for it is destructive of venomous beasts. Now the mountains of Bethel are the most eminent ranks of the righteous, inasmuch as Bethel is interpreted "house of God"; and houses of God are plainly the righteous, because of Him Who said: "I will dwell in you and walk among you"; and again the Apostle says: "We are the house of God." Her kinsman, therefore, her Bridegroom Christ, is likened to a roe because He gazes keen-sightedly into the hearts of men, even as He says: "I am the Lord Who searches the reins and tries the hearts; if a man does anything in secret places, shall I too not behold him?" Wherefore the Bride likens Him to the roe, or to the fawn of the deer: since the thoughts of malice sent into the minds of the righteous by the evil one, the heavenly Word draws out after the manner of a stag and severs with the sharpest sword which He has given them—namely, the reasoning of piety. Rightly, therefore, is He likened to a fawn of the deer upon the mountains of Bethel, that is, upon the most eminent ranks of the righteous.
Νʹ. Ἰδοὺ αὐτὸς ὀπίσω τοῦ τοίχου ἡμῶν παρακύπτων διὰ τῶν θυρίδων.
L. Behold, He is behind our wall, peeping in through the windows.
Τοῖχον, ὃν τὴν νύμφην λέγει, τὸν νόμον φησὶ, καθάπερ καὶ Παῦλος ὁ ἀπόστολος λέγει· « Καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας· τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. » Παρακύπτων γὰρ ὀπίσω τοῦ νόμου ἦλθεν, καὶ διὰ τῶν θυρίδων, ὅπερ ἐστὶ διὰ τῶν προφητῶν. Πρῶτον γὰρ ἐν νόμῳ διὰ Μωϋσέως ἐκηρύχθη· ἔπειτα διὰ τῶν θυρίδων, ὡς εἰπεῖν, διὰ τῶν προφητῶν παρέκυψεν. Ἀλλὰ, « καὶ ἐκκύπτων διὰ τῶν δικτύων. »
By "wall," which he calls the Bride's, he means the Law, even as Paul the Apostle also says: "And having broken down the middle wall of the partition—the enmity—in His flesh, having abolished the Law of commandments in ordinances." For He came peeping in behind the Law, and through the windows, that is, through the prophets. For first He was proclaimed in the Law through Moses; then through the windows, so to speak, He peeped in through the prophets. Nay more: "and leaning out through the nets."
ΝΑʹ. Παρακύπτων διὰ τῶν θυρίδων, καὶ ἐκκύπτων διὰ τῶν δικτύων.
LI. Peeping in through the windows, and leaning out through the nets.
Θαυμάσιος ὁ τῆς ἀκολουθίας, καὶ μάλιστα
Wondrous is the rhythm of the sequence, and especially
Notes, col. 65

On the reading

Printed ἀγνώσιας, for ἀγνωσίας.

PG 40:68Read from the page
ταύτης, ῥυθμός. Πρῶτον ὀπίσω τοῦ τοίχου· ἔπειτα ἀπὸ τοῦ τοίχου διὰ τῶν θυρίδων· εἶτα διὰ τῶν δικτύων. Καὶ τὰ μὲν περὶ τοῦ τοίχου, ὅτι περὶ τοῦ νόμου λέγει, σαφῶς ἀποδέδεικται· ὅτι δὲ καὶ παρακύπτει διὰ τῶν θυρίδων, ὅπερ ἐστὶ διὰ τῶν προφητῶν, λέλεκται. Ὥσπερ γὰρ, εἴ τις παρακύπτει, καὶ πάλιν ἑαυτὸν ὑφέλκει· οὕτω διὰ τῶν προφητικῶν δογμάτων παρέκυπτε, διὰ τοῦ Ἠσαΐου προφητευόμενος, διὰ τοῦ Ἱερεμίου κηρυττόμενος, διὰ τοῦ Δανιὴλ ἀποκαλυπτόμενος, ὥσπερ διὰ θυρίδων, τῶν προφητῶν. Ἐπὶ τῶν δικτύων δὲ, οὐκέτι λέγει, « παρακύπτων, » ἀλλ', « ἐκκύπτων. » Ὁ γὰρ παρακύπτων ποτὲ μὲν ἑαυτὸν ἀποδεικνύει, ποτὲ δὲ ὑποχωρεῖ· ὁ δὲ ἐκκύπτων ὅλον ἑαυτὸν ἐπιδίδωσι. Ὥσπερ οὖν διὰ δικτύων, διὰ τῶν ἁγίων ἀποστόλων, ὅλον ἑαυτὸν ἐνεφάνισε. Καὶ γὰρ δι' αὐτῆς τῆς ὀνομασίας τῶν ἁλιευτικῶν ὀργάνων τὴν τῶν ἀποστόλων προφητεύει κλῆσιν, οἷς εἶπεν αὐτός· « Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων· οἱ δὲ ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. » Ἡ τοίνυν ἀκολουθία τὸ λεχθὲν σαφὲς ἀποδείξει· λέγει γάρ·
of this one: first behind the wall; next from the wall through the windows; then through the nets. Now as for the wall, that it speaks concerning the Law has been clearly demonstrated; and that He also peeps in through the windows, which means through the prophets, has been stated. For just as, if someone peeps in and draws himself back again, so through the prophetic teachings He peeped in—foretold through Isaiah, proclaimed through Jeremiah, revealed through Daniel—as though through windows, namely the prophets. In the case of the nets, however, she no longer says "peeping in," but "leaning out." For he who peeps in at one moment shows himself and at another withdraws, whereas he who leans out gives his whole self over. As though through nets, therefore—through the holy apostles—He manifested His whole self. For indeed by the very naming of the fishing implements she prophesies the calling of the apostles, to whom He Himself said: "Come after Me, and I will make you fishers of men; and they, leaving their nets, followed Him." What follows next, accordingly, will render clear what has been said; for she says:
ΝΒʹ. Στ. ιʹ. Ἀποκρίνεται ἀδελφιδός μου, καὶ λέγει μοι· Ἀνάστα, ἐλθὲ, ἡ πλησίον μου, καλή μου, περιστερά μου.
LII. Verse 10. My kinsman answers, and says to me: Arise, come, my neighbour, my fair one, my dove.
Δι' αὐτῶν γὰρ τούτων τῶν ἁγίων ἀποστόλων καλέσας αὐτὴν, ἀνίστησιν ἀπὸ τοῦ πτώματος τῶν ἁμαρτημάτων, λέγων· « Ἀνάστα, ἐλθὲ, καλή· » ἅμα καὶ περιστερὰν καλῶν, διά τε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος, καὶ δι' ἣν κελεύει ἔχειν αὐτὴν ἀκεραιότητα
For having called her through these very holy apostles, He raises her up from the fall of sins, saying: "Arise, come, fair one"; calling her at the same time a dove as well, both because of the gift of the Holy Spirit and because of the guilelessness which He bids her possess.
ΝΓʹ. Ὅτι ιδοὺ ὁ χειμὼν παρῆλθεν.
LIII. For behold, the winter is past.
Χειμῶνα οὖν τὸ σωτήριον πάθος καλεῖ, ἐν ᾧ χειμασθέντες οἱ Ἰουδαῖοι χαλεπὴν ὑπέστησαν ἀπώλειαν· ἤτοι, ἣν ἀπήλασεν ἀπ' αὐτῆς, εἰδωλολατρείαν. Καθ' ἑκάτερα δὲ ὁ χειμὼν παρῆλθεν· οὔτε γὰρ ἔτι θάνατον ἐκδέχεται, ἅπαξ ὑπὲρ ἡμῶν παθὼν ὁ Κύριος· ὡς καὶ ἅγιος Ἀπόστολος εἶπε· « Θάνατος αὐτοῦ οὐκ ἔτι κυριεύσει· ὃ γὰρ ἀπέθανεν, ἀπέθανεν ἐφ' ἅπαξ τῇ ἁμαρτίᾳ· ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ. » Ὅτι δὲ ὄντως χειμὼν τὸ πάθος, βλέπε χειμαζόμενον τὸν Πέτρον διὰ τὸν φόβον τῶν Ἰουδαίων· ἀλλὰ παρῆλθεν οὗτος. Μετὰ γὰρ τὴν ἀνάστασιν εὐδία γέγονεν ἐν τῇ πληροφορίᾳ τῆς πίστεως τῆς τοῦ Μονογενοῦς θεότητος· καί φησιν·
Accordingly she calls the saving Passion "winter," in which the Jews, tossed by storm, suffered grievous ruin; or else the idolatry which He drove away from her. And in both senses the winter is past: for the Lord, having suffered once for our sake, no longer awaits death, even as the holy Apostle also said: "Death shall no longer have dominion over Him; for the death that He died, He died unto sin once for all; but the life that He lives, He lives unto God." And that the Passion is truly a winter, behold Peter storm-tossed through fear of the Jews; yet this winter is past. For after the Resurrection fair weather came about in the full assurance of faith in the Godhead of the Only-begotten; and she says:
Notes, col. 68

On the reading

Printed ιδοὺ, for ἰδοὺ.

PG 40:69Read from the page
ΝΔʹ. Ὁ ὑετὸς παρῆλθεν, ἐπορεύθη ἑαυτῷ.
LIV. The rain is past, it has departed on its way.
Τοὺς πειρασμοὺς βροχαῖς παρεικάζει ὁ Κύριος, λέγων περὶ τῶν τεθεμελιωμένων ἐν τῇ πέτρᾳ δικαίων· « Κατέβη ἡ βροχὴ, ἦλθον οἱ ποταμοὶ, ἔπνευσαν ⟨ο⟩ἱ ἄνεμοι, προσέκρουσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν· ἐτεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. » Ἵνα οὖν εἴπῃ· Οἱ πειρασμοὶ οἱ τοῦ πάθους παρῆλθον· « Ὁ χειμὼν, » φησὶ, « παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν ἑαυτῷ. »
The Lord likens temptations to showers of rain, speaking concerning the righteous who are founded upon the rock: "The rain came down, the rivers came, the winds blew, and beat upon that house, and it fell not; for it had been founded upon the rock." In order to say, therefore, "The temptations of the Passion are past," she says: "The winter is past, the rain has gone away on its own."
ΝΕʹ. Στ. ιβʹ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ ἡμῶν.
LV. Verse 12. The flowers have appeared in our land.
Ὅπερ ἐστὶν, ἡ τῆς τῶν ἁγίων ἀποστόλων πίστεως εὐωδία.
That is, the fragrance of the faith of the holy apostles.
ΝϚʹ. Καιρὸς τῆς τομῆς ἔφθακεν.
LVI. The time of pruning has arrived.
Τοῦ τέμνεσθαι τὰ κλήματα καὶ καθαίρεσθαι ἀπὸ τῶν ἁμαρτημάτων· ἅτινά ἐστι τέκνα τὰ εἰς ἐμὲ πιστεύοντα. Ἀλλὰ καὶ καθ' ἕτερον τρόπον· « Καιρὸς τῆς τομῆς ἔφθακε, » τοῦ νοητοῦ λέγω θερισμοῦ, τοῦ θερίζειν τὰ ἔθνη σίτου δίκην ἀπὸ τῶν γηΐνων ἐπιθυμημάτων, καὶ συγκομίζειν εἰς τὰς ἀποθήκας τῆς οὐρανίου βασιλείας.
Namely, for the branches to be pruned and cleansed from sins—and these are the children who believe in Me. Yet in another way as well: "The time of cutting has arrived," I mean of the spiritual harvest, for reaping the nations like wheat away from earthly desires, and gathering them into the storehouses of the heavenly kingdom.
ΝΖʹ. Φωνὴ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν.
LVII. The voice of the turtle-dove has been heard in our land.
Τὴν φωνὴν ταύτην οἶμαι τοῦ ἁγίου Παύλου. Τρυγόνι γὰρ αὐτὸν παρεικάζει διὰ τὴν ἀγριότητα, ἣν πάλαι μὲν κατὰ τῶν ἐκκλησιῶν ἐποιεῖτο, διωγμοῖς καὶ φυλακαῖς τοὺς εἰς τὸν Κύριον πιστεύοντας ἐλαύνων. Ἀλλ', « Ἡ φωνὴ γέγονεν ἐν τῇ γῇ ἡμῶν· » ὅπερ ἐστὶν, ἐν τῇ Ἐκκλησίᾳ. Γέγραπται γάρ· « Γῆ θελητὴ ὑμεῖς ἐστε· » ἐπελάβετο γὰρ τοῦ κηρύγματος τῆς πίστεως, ἵνα τὸ γεγραμμένον εἰς αὐτὸν πληρωθῇ, ὅτι « Στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νοσσία ἑαυτῆς· » τουτέστι, τὰ δι' αὐτοῦ πιστεύοντα εἰς Χριστὸν ἔθνη.
This voice I suppose to be that of Saint Paul. For she likens him to a turtle-dove because of the fierceness which of old he exercised against the churches, harrying with persecutions and imprisonments those who believed in the Lord. Yet "the voice has come about in our land"—that is, in the Church. For it is written: "Ye are a delightsome land"; for he laid hold of the preaching of faith, so that what was written might be fulfilled in him: "The sparrow hath found itself a house, and the turtle-dove a nest for herself, where she will lay her young"—that is, the nations believing in Christ through him.
ΝΗʹ. Στ. ιγʹ. Ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς.
LVIII. Verse 13. The fig-tree has put forth its unripe figs.
Τὴν Συναγωγὴν τῶν Ἰουδαίων λέγει, τοὺς ἁγίους ἐξενηνοχυῖαν ἀποστόλους, οἵτινες ὀλύνθων δίκην τοὺς τοῦ Κυρίου γλυκεροὺς προβάλλονται λόγους· περὶ ὧν καὶ Ἱερεμίας ὁ θεσπέσιος προφήτης· « Σῦκα, » φησὶ, « τὰ χρηστὰ, χρηστὰ λίαν. » Πρόδρομοι δὲ σύκων οἱ ὄλυνθοι, οὓς ἀποστόλους εἰρήκαμεν. Ἔπειτα σῦκα, οἱ μετ' αὐτοὺς ἐν ταῖς ἁγίαις ἐκκλησίαις διδάσκαλοι, τὴν ἡδυτάτην ποοβαλλόμενοι γλυκύτητα.
She means the Synagogue of the Jews, which brought forth the holy apostles, who after the manner of early figs put forward the sweet words of the Lord—concerning whom Jeremiah the divinely inspired prophet also says: "The good figs, exceeding good." Now the early figs are forerunners of the figs, and we have called them the apostles. Next come the figs: the teachers after them in the holy churches, putting forth the most delightful sweetness.
Notes, col. 69

On the reading

Printed ποοβαλλόμενοι, for προβαλλόμενοι.

PG 40:72Read from the page
ΝΘʹ. Αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν, ἔδωκαν ὀσμήν.
LIX. Our vines are blossoming, they have yielded fragrance.
Ἀκολούθως οὖν λοιπὸν ἀμπέλοις τὰς ἐκκλησίας ἀπεικάζει, τὰς διὰ τῆς διδασκαλίας τὴν τῆς πίστεως προβαλλομένας εὐωδίαν. Κυπρισμῷ δὲ τῆς πίστεως ὀσμήν.
Fittingly, therefore, she goes on to liken to vines the churches that put forth the sweet fragrance of faith through teaching; and to blossoming she likens the scent of faith.
Ξʹ. Ἀνάστα, ἐλθε, η πλησιον μου.
LX. Arise, come, my neighbour.
Πλησίον αὐτῷ τὴν νύμφην καλεῖ, διὰ τὸ αὐτὸν κατεληλυθέναι ἐκ τῶν οὐρανῶν, καὶ πεπληρωκέναι αὐτὴν τῇ τῆς πίστεως συναφείᾳ.
He calls the Bride near to Himself, because He Himself has come down from the heavens and filled her through the union of faith.
ΞΑʹ. Καλή μου, περιστερά μου.
LXI. My fair one, my dove.
Καλὴ διὰ τὴν μετάνοιαν, περιστερὰ διὰ τὴν ἀκεραιότητα.
Fair on account of repentance, a dove on account of guilelessness.
ΞΒʹ. Στ. ιδʹ. Καὶ ἐλθὲ, σὺ περιστερά μου, δι' οὗ ἐν σκέπῃ τῆς πέτρας.
LXII. Verse 14. And come, thou my dove, through whom in the shelter of the rock.
Σκέπη δὲ καὶ πέτρα οὗτος αὐτῆς ὁ νυμφίος· πέτρα μὲν, ἐπειδὴ ἐπ' αὐτὸ ἤρεισεν τῆς πίστεως τὸ θεμέλιον· σκέπη δὲ, ἐπειδὴ αὐτὴν ἀπὸ παντὸς ῥύεται πειρασμοῦ.
Now her Bridegroom Himself is both shelter and rock: rock, since He rested the foundation of faith upon Himself; and shelter, since He rescues her from every temptation.
ΞΓʹ. Ἐχόμενα τοῦ προτειχίσματος.
LXIII. Beside the outwork.
Προτείχισμα τὸν νόμον λέγει. Τείχη γάρ ἐστι τὰ Εὐαγγέλια, κατὰ τὴν Ἠσαΐου φωνήν· « Θήσει τεῖχος καὶ περίτειχος. » Τεῖχος δὲ καὶ περίτειχος, διττὴ δύναμις φυλάττουσα τοὺς ὁσίους διὰ τῶν θείων λογίων· ἵνα μὴ ἐκ τοῦ πονηροῦ θηρὸς ἐπιβουλεύωνται. Ἐχόμενα γοῦν καλεῖ αὐτὴν τοῦ προτειχίσματος, τηυτέστι τῆς τοῦ νόμου κατηχήσεως, λεγούσης· « Οὐ μοιχεύσεις, » καὶ τὰ ἑξῆς· εἶτα ἀποκρίνεται αὐτὴ, καὶ λέγει·
By "outwork" she means the Law. For the Gospels are walls, according to the voice of Isaiah: "He will set a wall and a rampart." Now wall and rampart are a twofold power guarding the holy ones through the divine oracles, lest they be plotted against by the evil beast. Accordingly He calls her beside the outwork, that is, beside the instruction of the Law, which says: "Thou shalt not commit adultery," and so forth; then she herself answers, and says:
ΞΔʹ. Δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου.
LXIV. Show me Thy face, and cause me to hear Thy voice.
Ὅπερ ἐστὶ, μὴ μόνον διὰ νόμου καὶ προφητῶν μοι λάλει, ἀλλ' ὅλον σαυτὸν ἐπίδειξόν μοι· ὡς καὶ Μωϋσῆς τοιούτῳ πόθῳ ληφθεὶς, τῷ Κυρίῳ παῤῥησιάζεται λέγων· « Δεῖξόν μοι σαυτὸν ἐμφανῶς, ἵνα σε ἴδω· » ἀλλὰ τότε λέγει τῷ Μωϋσεῖ· « Οὐδεὶς ἰδών μου τὸ πρόσωπον ζήσεται. » Ταύτῃ δὲ βουλόμενος ἐπιδεῖξαι ἑαυτὸν, νεφέλης δίκην ἠμφιάσατο τὸ σῶμα, καὶ ἑαυτὸν ἔκρυψεν αὐτῷ, ἵνα τῇ ἰδίᾳ νύμφῃ δείξῃ ἑαυτὸν διὰ τὸν τρόπον τῆς ἀρετῆς, διὰ τῆς ὑπομονῆς καὶ τῆς ἀκακίας, τὸν τύπον αὐτῇ παραδιδοὺς τοῦ τῆς εὐσεβείας πολιτεύματος. Διὸ ἐπακούει αὐτὴ, λέγουσα· « Δεῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου. » Ἔδειξεν οὖν αὐτῇ τὴν ὄψιν αὐτοῦ, κυηθεὶς διὰ τῆς Θεοτόκου Μαρίας· καὶ τῆς φωνῆς αὐτοῦ ἠκούτισεν αὐτὴν, διδάσκων ἐν τῷ ὄρει τοῦ
That is: speak to me not only through the Law and the prophets, but show Thy whole self to me—even as Moses also, seized by such a yearning, speaks boldly unto the Lord, saying: "Show me Thyself manifestly, that I may see Thee"; yet at that time He says to Moses: "No one shall see My face and live." Wishing, however, to show Himself to her, He clothed Himself with the body like a cloud and hid Himself within it, so that He might show Himself to His own Bride through the way of virtue, through endurance and innocence, handing down to her the pattern of the godly way of life. Wherefore she herself hearkens, saying: "Show me Thy face, and cause me to hear Thy voice." Accordingly He showed her His face when He was conceived through Mary the Mother of God; and He caused her to hear His voice when He taught on the Mount of
Notes, col. 72

On the reading

Printed ἐλθε, for ἐλθέ.

Printed η, for ἡ.

Printed πλησιον, for πλησίον.

Printed τηυτέστι, for τουτέστι.

PG 40:73Read from the page
Ἐλαιῶνος, καὶ τὰ εὐαγγελικὰ διατάγματα αὐτοῦ εἰς πᾶσαν τὴν οἰκουμένην διὰ τῶν ἀποστόλων αὐτῇ πέμψας.
Olives, and when He sent His evangelical ordinances for her unto the whole inhabited earth through the apostles.
ΞΕʹ. Ὅτι ἡ φωνή σου ἡδεῖα, καὶ ἡ ὄψις σου ὡραία.
LXV. Because Thy voice is sweet, and Thy countenance is comely.
Ὄντως ἡ φωνὴ αὐτοῦ ἡδεῖα· « Δεῦτε, » λέγουσα, « πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. » — « Φωνή σου ἡδεῖα, » τοῖς τυφλοῖς λέγουσα· « Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. » — « Φωνή σου ἡδεῖα, » λέγουσα πρὸς τὸν παραλυτικόν· « Ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. » — « Ἡ φωνή σου ἡδεῖα, » — « Θάρσει, » λέγουσα, « τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. » — « Ἡ φωνή σου ἡδεῖα, » λέγουσα· « Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς εἰρήνην. » — « Ἡ φωνὴ ἡδεῖα, » τῷ λεπρῷ λέγουσα· « Θέλω· καθαρίσθητι· » καὶ εὐθέως ἐκαθαρίσθη ἡ λέπρα. « Ἡ φωνή σου ἡδεῖα, » ἐπιτιμῶσα τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ, καὶ ποιοῦσα γαλήνην. « Ἡ φωνή σου ἡδεῖα, » τὸν Λάζαρον ἐκ νεκρῶν καλοῦσα· « Λάζαρε, δεῦρο ἔξω. » — « Ἡ φωνή σου ἡδεῖα· » — « Ὑπάγετε, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν, » καὶ τὰ ἑξῆς. « Ἡ φωνή σου ἡδεῖα, » λέγουσα· « Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου. » — « Ἡ φωνή σου ἡδεῖα, » πάντας ἐν πᾶσι σώζουσα. « Καὶ ἡ ὄψις σου ὡραία, » καὶ ὅτε « μορφὴν δούλου ἔλαβες, » ἵνα ἡμᾶς ἐλευθερώσῃς ἐκ τῆς δουλείας τῶν ἁμαρτιῶν· καὶ ὅτε μετεμορφώθης ἐν τῷ ὄρει, ἵνα τῆς ἡδείας θεότητος τὴν δόξαν ἐπιλάμψῃς.
Truly His voice is sweet, saying: "Come unto Me, all ye who toil and are burdened, and I will give you rest." — "Thy voice is sweet," saying to the blind men: "According to your faith let it be done unto you." — "Thy voice is sweet," saying to the paralytic: "Arise, take up thy pallet, and go to thy house." — "Thy voice is sweet" — "Take courage," saying, "child; thy sins are forgiven thee." — "Thy voice is sweet," saying: "Daughter, thy faith hath saved thee; go in peace." — "The voice is sweet," saying to the leper: "I will; be thou cleansed"; and straightway the leprosy was cleansed. "Thy voice is sweet," rebuking the wind and the sea, and making a calm. "Thy voice is sweet," calling Lazarus out from the dead: "Lazarus, come forth." — "Thy voice is sweet" — "Go ye, make disciples of all the nations, baptizing them into the name of the Father, and of the Son, and of the Holy Spirit, teaching them to observe," and so forth. "Thy voice is sweet," saying: "Come, ye blessed of My Father." — "Thy voice is sweet," saving all in all things. "And Thy countenance is comely," both when "Thou didst take the form of a servant," that Thou mightest set us free from the bondage of sins, and when Thou wast transfigured upon the mountain, that Thou mightest shine forth the glory of Thy sweet Godhead.
ΞϚʹ. Στ. ιεʹ. Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας.
LXVI. Verse 15. Catch for us the little foxes that ruin vineyards.
Πιάσατε, φησὶ, τοὺς αἱρετικοὺς, οἵτινες ἀλωπέκων δίκην νυκτὸς ὑποδύοντες τοὺς μικροὺς ἀφανίζουσιν ἀμπελῶνας· ὅπερ ἐστὶ, τοὺς ὑδαροπίστους, μήποτε μεγεθυνθέντες ἐν τῇ τελείᾳ, ἀμπέλου τὰ κλήματα καταβλάψωσιν, ἀλλ' ἔτι μικροὺς ὄντας κατὰ τὴν πίστιν καὶ ἀστηρίκτους. Τούτους γὰρ ἀφανίζουσιν οἱ αἱρεσιῶται, παρακλίνειν αὐτοὺς ποιοῦντες ἀπὸ τοῦ θεμελίου τῆς πίστεως. Διὰ τοῦτο πιάζεσθαι αὐτοὺς κελεύει, καὶ ἀπελαύνεσθαι ἔξω τῶν ἀμπελώνων. Διὸ ἐπιλέγει·
Catch, she says, the heretics, who steal in by night after the manner of foxes and ruin the little vineyards—that is, those of watery faith, lest, having grown great in perfection, they should harm the branches of the vine, while they are still small in faith and unsteadfast. For the sectaries ruin these, causing them to turn aside from the foundation of faith. On this account she bids them be caught and driven out beyond the vineyards. Wherefore she adds:
ΞΖʹ. Καὶ αἱ ἄμπελοι ἡμῶν κυπρίσουσιν.
LXVII. And our vines shall blossom.
Ὅπερ ἐστίν· Οἱ λαοὶ τῇ ἡμῶν πίστει εὐωδιάζουσιν.
That is: The peoples are fragrant through our faith.
ΞΗʹ. Στ. ιϛʹ. Ἀδελφιδός μου ἐμοὶ, κἀγὼ αὐτῷ.
LXVIII. Verse 16. My kinsman is for me, and I for Him.
Αὐτὸς ἐμοὶ σοφίαν, κἀγὼ αὐτῷ καρδίαν. Αὐτός μοι σοφίαν ἐξ οὐρανῶν, κἀγὼ αὐτῷ ἐξ ἐθνῶν.
He gives wisdom to me, and I give a heart to Him. He gives wisdom to me from the heavens, and I give a heart to Him from among the nations.